Exercise 25

Perfect Indicative

Parsing

Warm-up

α. πεπίστευκεν εἰς τὸ ὄνομα.

β. θεὸν οὐδεὶς ἑώρακεν.

γ. πεπλήρωται ὁ καιρός.

δ. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα.

ε. βέβληται εἰς τὴν θάλασσαν.

ζ. ἔχομεν ταῦτα ἃ ᾐτήκαμεν ἀπ᾽ αὐτοῦ.

η. ὁ διδάσκαλος τοῦ κόσμου τούτου κέκριται.

Translation

As you do these verses, be sure to keep in mind the significance of the perfect tense. Theologically it will make them come alive.

1. ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.

 

 

 

2. ἀπάγγειλον (Tell!) αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν.

 

 

 

3. οὐ δύναται ἁμαρτάνειν (to sin), ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.1

 

 

 

4. κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.

 

 

 

5. ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.

 

 

 

6. ὁ πιστεύων (one who believes) εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων (one who believes) ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς (only) υἱοῦ τοῦ θεοῦ.

 

 

 

7. 2 τοῖς πᾶσιν γέγονα πάντα.

 

 

 

8. αὕτη δέ ἐστιν ἡ κρίσις (judgment) ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος (darkness) ἢ τὸ φῶς· ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.

 

 

 

9. ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον, καθὼς γέγραπται ἐπ᾽ αὐτόν.

 

 

 

10. ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με.

 

 

 

Additional

11. ὅτι πεπιστεύκαμεν τὴν ἀληθείαν περὶ τοῦ Ἰησοῦ, βαπτισθησόμεθα ἐν τοῖς ὕδασιν τῆς θαλάσσης ὑπὸ τοῦ Ἰωάννου τοῦ ἀποστόλου.

12. αἱ οὖν γλῶσσαι τῶν στομάτων ἡμῶν μεμαρτύρηκαν περὶ τοῦ κυρίου τῶν οὐρανῶν ὅτι ἡμᾶς σέσωκεν ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν διὰ τοῦ αἳματος τοῦ υἱοῦ αὐτοῦ.

13. καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ (because) ἑώρακα τὸ πρόσωπόν σου ἔτι γὰρ σὺ ζῇς.

14. καὶ εἶπεν Μωϋῆς πρὸς τὸν θεόν· ἰδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐρῶ πρὸς αὐτούς· ὁ θεὸς τῶν πατέρων ὑμῶν ἀπέσταλκέν με πρὸς ὑμᾶς· ἐρωτήσουσίν με· τί ὄνομα αὐτῷ, τί ἐρῶ πρὸς αὐτούς;

15. καὶ εἶπεν κύριος πρὸς Μωϋῆν· καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω, εὕρηκας γὰρ χάριν ἐνώπιόν μου καὶ οἶδά σε παρὰ πάντας.

16. τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.

17. καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ.

18. ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.

19. ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ· ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἳνα ὑμεῖς σωθῆτε (you might be saved).

20. τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε (Depart!), σατανᾶ· γέγραπται γάρ· κύριον τὸν θεόν σου προσκυνήσεις.

References

α. Jn 3:18; β. Jn 1:18; γ. Mk 1:15; δ. Jn 18:37; ε. Mk 9:42; ζ. (1 Jn 5:15); η. (Jn 16:11); 1. Jn 11:27; 2. Mk 5:19; 3. 1 Jn 3:9; 4. Jn 1:34; 5. Mt 9:22; 6. Jn 3:18; 7. 1 Cor 9:22; 8. Jn 3:19; 9. Mk 9:13; 10. Jn 5:42-43; 11. —; 12.—; 13. Gen 46:30; 14. Ex 3:13; 15. Ex 33:17; 16. Jn 6:63; 17. Jn 6:69; 18. Jn 3:11; 19. Jn 5:33-34; 20. Mt 4:10.


1. How does the verse spell out the theological significance of this tense? ἁμαρτάνειν is a continuous verbal form.

2. Hint: The first πᾶς is masculine and the second is neuter.