Romulus

[1] Τὸ μέγα τῆς Ῥώμης ὄνομα καὶ δόξῃ διὰ πάντων ἀνθρώπων κεχωρηκὸς ἀφ’ ὅτου καὶ δι’ ἣν αἰτίαν τῇ πόλει γέγονεν, οὐχ ὡμολόγηται παρὰ τοῖς συγγραφεῦσιν, ἀλλ’ οἱ μὲν Πελασγούς, ἐπὶ πλεῖστα τῆς οἰκουμένης πλανηθέντας ἀνθρώπων τε πλείστων κρατήσαντας, αὐτόθι κατοικῆσαι, καὶ διὰ τὴν ἐν τοῖς ὅπλοις ῥώμην οὕτως ὀνομάσαι τὴν πόλιν, οἱ δὲ Τροίας ἁλισκομένης διαφυγόντας ἐνίους καὶ πλοίων ἐπιτυχόντας ὑπὸ πνευμάτων τῇ Τυρρηνίᾳ προσπεσεῖν φερομένους, καὶ περὶ τὸν Θύμβριν [7] ποταμὸν ὁρμίσασθαι· ταῖς δὲ γυναιξὶν αὐτῶν, ἀπορουμέναις ἤδη καὶ δυσανασχετούσαις πρὸς τὴν θάλασσαν, ὑποθέσθαι μίαν, ἣ καὶ γένει προὔχειν καὶ φρονεῖν ἐδόκει μάλιστα, Ῥώμην ὄνομα, καταπρῆσαι τὰ πλοῖα. πραχθέντος δὲ τούτου, πρῶτον μὲν ἀγανακτεῖν τοὺς ἄνδρας, ἔπειτα δι’ ἀνάγκην ἱδρυνθέντας περὶ τὸ Παλλάντιον, ὡς ὀλίγῳ χρόνῳ κρεῖττον ἐλπίδος ἔπραττον, ἀγαθῆς τε πειρώμενοι χώρας καὶ δεχομένων αὐτοὺς τῶν προσοίκων, ἄλλην τε τιμὴν ἀπονέμειν τῇ Ῥώμῃ καὶ τὴν πόλιν [8] ἀπ’ αὐτῆς ὡς αἰτίας προσαγορεύειν. ἐξ ἐκείνου τε παραμένειν λέγουσι τὸ τοὺς συγγενεῖς τὰς γυναῖκας καὶ οἰκείους ἄνδρας ἀσπάζεσθαι τοῖς στόμασι· καὶ γὰρ ἐκείνας, ὅτε τὰ πλοῖα κατέπρησαν, οὕτως ἀσπάζεσθαι καὶ φιλοφρονεῖσθαι τοὺς ἄνδρας, δεομένας αὐτῶν καὶ παραιτουμένας τὴν ὀργήν.

[2] [1] Ἄλλοι δὲ Ῥώμην, Ἰταλοῦ θυγατέρα καὶ Λευκαρίας (οἱ δὲ Τηλέφου τοῦ Ἡρακλέους), Αἰνείᾳ γαμηθεῖσαν (οἱ δ’ Ἀσκανίῳ τῷ Αἰνείου), λέγουσι τοὔνομα θέσθαι τῇ πόλει· οἱ δὲ Ῥωμανόν, Ὀδυσσέως παῖδα καὶ Κίρκης, οἰκίσαι τὴν πόλιν· οἱ δὲ Ῥῶμον ἐκ Τροίας ὑπὸ Διομήδους ἀποσταλέντα τὸν Ἠμαθίωνος, οἱ δὲ Ῥῶμιν Λατίνων τύραννον, ἐκβαλόντα Τυρρηνοὺς τοὺς εἰς Λυδίαν μὲν ἐκ Θετταλίας, ἐκ δὲ Λυδίας εἰς Ἰταλίαν παραγενομένους.

[2] οὐ μὴν οὐδ’ οἱ Ῥωμύλον τῷ δικαιοτάτῳ τῶν λόγων ἀποφαίνοντες ἐπώνυμον τῆς πόλεως ὁμολογοῦσι περὶ τοῦ γένους [αὐτοῦ]. οἱ μὲν γὰρ Αἰνείου καὶ Δεξιθέας τῆς Φόρβαντος υἱὸν ὄντα νήπιον εἰς Ἰταλίαν κομισθῆναι καὶ τὸν ἀδελφὸν αὐτοῦ Ῥῶμον· ἐν δὲ τῷ ποταμῷ πλημμύραντι τῶν ἄλλων σκαφῶν διαφθαρέντων, ἐν ᾧ δ’ ἦσαν οἱ παῖδες εἰς μαλακὴν ἀποκλινθέντος ὄχθην ἀτρέμα, σωθέντας ἀπροσδοκήτως ὄνομα θεῖναι Ῥώμην.

[3] οἱ δὲ Ῥώμην, θυγατέρα τῆς Τρωάδος ἐκείνης, Λατίνῳ τῷ Τηλεμάχου γαμηθεῖσαν τεκεῖν τὸν Ῥωμύλον· οἱ δ’ Αἰμυλίαν τὴν Αἰνείου καὶ Λαβινίας, Ἄρει συγγενομένην.

[4] Οἱ δὲ μυθώδη παντάπασι περὶ τῆς γενέσεως διεξίασι. Ταρχετίῳ γάρ, Ἀλβανῶν βασιλεῖ παρανομωτάτῳ καὶ ὠμοτάτῳ, φάσμα δαιμόνιον οἴκοι γενέσθαι· φαλλὸν γὰρ ἐκ τῆς ἑστίας ἀνασχεῖν καὶ διαμένειν ἐπὶ πολλὰς ἡμέρας. εἶναι δὲ Τηθύος ἐν Τυρρηνίᾳ χρηστήριον, ἀφ’ οὗ κομισθῆναι τῷ Ταρχετίῳ χρησμόν, ὥστε συμμεῖξαι τῷ φάσματι παρθένον· ἔσεσθαι γὰρ ἐξ αὐτῆς παῖδα κλεινότατον, [5] ἀρετῇ καὶ τύχη καὶ ῥώμῃ διαφέροντα. φράσαντος οὖν τὸ μάντευμα τοῦ Ταρχετίου μιᾷ τῶν θυγατέρων καὶ συγγενέσθαι τῷ φαλλῷ προστάξαντος, αὐτὴν μὲν ἀπαξιῶσαι, θεράπαιναν δ’ εἰσπέμψαι. τὸν δὲ Ταρχέτιον ὡς ἔγνω χαλεπῶς φέροντα συλλαβεῖν μὲν ἀμφοτέρας ἐπὶ θανάτῳ, τὴν δ’ Ἑστίαν ἰδόντα κατὰ τοὺς ὕπνους ἀπαγορεύουσαν αὐτῷ τὸν φόνον, ἱστόν τινα παρεγγυῆσαι ταῖς κόραις ὑφαίνειν δεδεμέναις, ὡς ὅταν ἐξυφήνωσι, τότε [6] δοθησομένας πρὸς γάμον. ἐκείνας μὲν οὖν δι’ ἡμέρας ὑφαίνειν, ἑτέρας δὲ νύκτωρ τοῦ Ταρχετίου κελεύοντος ἀναλύειν τὸν ἱστόν. ἐκ δὲ τοῦ φαλλοῦ τῆς θεραπαινίδος τεκούσης δίδυμα, δοῦναί τινι Τερατίῳ τὸν Ταρχέτιον, [7] ἀνελεῖν κελεύσαντα. τὸν δὲ θεῖναι φέροντα τοῦ ποταμοῦ πλησίον, εἶτα λύκαιναν μὲν ἐπιφοιτᾶν μαστὸν ἐνδιδοῦσαν, ὄρνιθας δὲ παντοδαποὺς ψωμίσματα κομίζοντας ἐντιθέναι τοῖς βρέφεσιν, ἄχρι οὗ βουκόλον ἰδόντα καὶ θαυμάσαντα τολμῆσαι προσελθεῖν καὶ ἀνελέσθαι τὰ παιδία.

[8] τοιαύτης δὲ τῆς σωτηρίας αὐτοῖς γενομένης, ἐκτραφέντας ἐπιθέσθαι τῷ Ταρχετίῳ καὶ κρατῆσαι. ταῦτα μὲν οὖν Προμαθίων τις (FHG III 203), ἱστορίαν Ἰταλικὴν συντεταγμένος, εἴρηκε.

[3] [1] Τοῦ δὲ πίστιν ἔχοντος λόγου μάλιστα καὶ πλείστους μάρτυρας τὰ μὲν κυριώτατα πρῶτος εἰς τοὺς Ἕλληνας ἐξέδωκε Διοκλῆς Πεπαρήθιος (FHG III 74), ᾧ καὶ Φάβιος ὁ Πίκτωρ (HRR I 7) ἐν τοῖς πλείστοις ἐπηκολούθηκε. γεγόνασι δὲ καὶ περὶ τούτων ἕτεραι διαφοραί· [2] τύπῳ δ’ εἰπεῖν τοιοῦτός ἐστι. τῶν ἀπ’ Αἰνείου γεγονότων ἐν Ἄλβῃ βασιλέων εἰς ἀδελφοὺς δύο, Νομήτορα καὶ Ἀμούλιον, ἡ διαδοχὴ καθῆκεν. Ἀμουλίου δὲ νείμαντος τὰ πάντα δίχα, τῇ δὲ βασιλείᾳ τὰ χρήματα καὶ τὸν ἐκ Τροίας κομισθέντα χρυσὸν ἀντιθέντος, εἵλετο τὴν βασιλείαν [3] ὁ Νομήτωρ. ἔχων οὖν ὁ Ἀμούλιος τὰ χρήματα καὶ πλέον ἀπ’ αὐτῶν δυνάμενος τοῦ Νομήτορος, τήν τε βασιλείαν ἀφείλετο ῥᾳδίως, καὶ φοβούμενος ἐκ τῆς θυγατρὸς αὐτοῦ γενέσθαι παῖδας, ἱέρειαν τῆς Ἑστίας ἀπέδειξεν, ἄγαμον καὶ παρθένον ἀεὶ βιωσομένην. ταύτην οἱ μὲν [4] Ἰλίαν, οἱ δὲ Ῥέαν, οἱ δὲ Σιλουίαν ὀνομάζουσι. φωρᾶται δὲ μετ’ οὐ πολὺν χρόνον κυοῦσα παρὰ τὸν καθεστῶτα ταῖς Ἑστιάσι νόμον, καὶ τὸ μὲν ἀνήκεστα μὴ παθεῖν αὐτὴν ἡ τοῦ βασιλέως θυγάτηρ Ἀνθὼ παρῃτήσατο, δεηθεῖσα τοῦ πατρός, εἵρχθη δὲ καὶ δίαιταν εἶχεν ἀνεπίμεικτον, ὅπως μὴ λάθοι τεκοῦσα τὸν Ἀμούλιον. ἔτεκε δὲ δύο [5] παῖδας ὑπερφυεῖς μεγέθει καὶ κάλλει. δι’ ὃ καὶ μᾶλλον ὁ Ἀμούλιος φοβηθείς, ἐκέλευσεν αὐτοὺς ὑπηρέτην λαβόντα ῥῖψαι. τοῦτον ἔνιοι Φαιστύλον ὀνομάζεσθαι λέγουσιν, οἱ δ’ οὐ τοῦτον, ἀλλὰ τὸν ἀνελόμενον. ἐνθέμενος οὖν εἰς σκάφην τὰ βρέφη, κατέβη μὲν ἐπὶ τὸν ποταμὸν ὡς ῥίψων, ἰδὼν δὲ κατιόντα πολλῷ ῥεύματι καὶ τραχυνόμενον, ἔδεισε προσελθεῖν, ἐγγὺς δὲ τῆς ὄχθης [6] καταθεὶς ἀπηλλάσσετο. τοῦ δὲ ποταμοῦ κατακλύζοντος ἡ πλημμύρα τὴν σκάφην ὑπολαβοῦσα καὶ μετεωρίσασα πρᾴως κατήνεγκεν εἰς χωρίον ἐπιεικῶς μαλθακόν, ὃ νῦν Κερμαλὸν καλοῦσι, πάλαι δὲ Γερμανόν, ὡς ἔοικεν ὅτι καὶ τοὺς ἀδελφοὺς γερμανοὺς ὀνομάζουσιν.

[4] [1] Ἦν δὲ πλησίον ἐρινεός, ὃν Ῥωμινάλιον ἐκάλουν, ἢ διὰ τὸν Ῥωμύλον ὡς οἱ πολλοὶ νομίζουσιν, ἢ διὰ τὸ τὰ μηρυκώμενα τῶν θρεμμάτων ἐκεῖ διὰ τὴν σκιὰν ἐνδιάζειν, ἢ μάλιστα διὰ τὸν τῶν βρεφῶν θηλασμόν, ὅτι τήν τε θηλὴν ῥοῦμαν ὠνόμαζον οἱ παλαιοί, καὶ θεόν τινα τῆς ἐκτροφῆς τῶν νηπίων ἐπιμελεῖσθαι δοκοῦσαν ὀνομάζουσι Ῥουμῖναν, καὶ θύουσιν αὐτῇ νηφάλια, καὶ γάλα τοῖς ἱεροῖς [2] ἐπισπένδουσιν. ἐνταῦθα δὴ τοῖς βρέφεσι κειμένοις τήν τε λύκαιναν ἱστοροῦσι θηλαζομένην καὶ δρυοκολάπτην τινὰ παρεῖναι συνεκτρέφοντα καὶ φυλάττοντα. νομίζεται δ’ Ἄρεως ἱερὰ τὰ ζῷα, τὸν δὲ δρυοκολάπτην καὶ διαφερόντως Λατῖνοι σέβονται καὶ τιμῶσιν· ὅθεν οὐχ ἥκιστα πίστιν ἔσχεν ἡ τεκοῦσα τὰ βρέφη τεκεῖν ἐξ Ἄρεως [3] φάσκουσα. καίτοι τοῦτο παθεῖν αὐτὴν ἐξαπατηθεῖσαν λέγουσιν, ὑπὸ τοῦ Ἀμουλίου διαπαρθενευθεῖσαν, ἐν ὅπλοις ἐπιφανέντος αὐτῇ καὶ συναρπάσαντος. οἱ δὲ τοὔνομα τῆς τροφοῦ δι’ ἀμφιβολίαν ἐπὶ τὸ μυθῶδες ἐκτροπὴν τῇ [4] φήμῃ παρασχεῖν· λούπας γὰρ ἐκάλουν οἱ Λατῖνοι τῶν τε θηρίων τὰς λυκαίνας καὶ τῶν γυναικῶν τὰς ἑταιρούσας· εἶναι δὲ τοιαύτην τὴν Φαιστύλου γυναῖκα τοῦ τὰ βρέφη [5] θρέψαντος, Ἄκκαν Λαρεντίαν ὄνομα. ταύτῃ δὲ καὶ θύουσι Ῥωμαῖοι, καὶ χοὰς ἐπιφέρει τοῦ Ἀπριλίου μηνὸς [αὐτῇ] ὁ τοῦ Ἄρεως ἱερεύς, καὶ Λαρενταλίαν καλοῦσι τὴν ἑορτήν.

[5] [1] Ἑτέραν δὲ τιμῶσι Λαρεντίαν ἐξ αἰτίας τοιαύτης. ὁ νεωκόρος τοῦ Ἡρακλέους ἀλύων ὡς ἔοικεν ὑπὸ σχολῆς, προὔθετο πρὸς τὸν θεὸν διακυβεύειν, ὑπειπὼν ὅτι νικήσας μὲν αὐτὸς ἕξει τι παρὰ τοῦ θεοῦ χρηστόν, ἡττηθεὶς δὲ τῷ θεῷ τράπεζαν ἄφθονον παρέξει καὶ γυναῖκα [2] καλὴν συναναπαυσομένην. ἐπὶ τούτοις τὰς μὲν ὑπὲρ τοῦ θεοῦ θείς, τὰς δ’ ὑπὲρ αὑτοῦ ψήφους, ἀνεφάνη νικώμενος. εὐσυνθετεῖν δὲ βουλόμενος καὶ δικαιῶν ἐμμένειν τοῖς ὁρισθεῖσι, δεῖπνόν τε τῷ θεῷ παρεσκεύασε, καὶ τὴν Λαρεντίαν οὖσαν ὡραίαν, οὔπω δ’ ἐμφανῶς ‹ἑταιροῦσαν› μισθωσάμενος, εἱστίασεν ἐν τῷ ἱερῷ κλίνην ὑποστορέσας, καὶ μετὰ τὸ δεῖπνον συνεῖρξεν, ὡς δὴ τοῦ θεοῦ ἕξοντος [3] αὐτήν. καὶ μέντοι καὶ τὸν θεὸν ἐντυχεῖν λέγεται τῇ γυναικί, καὶ κελεῦσαι βαδίζειν ἕωθεν ἐπὶ τὴν ἀγορὰν καὶ τὸν ἀπαντήσαντα πρῶτον ἀσπασαμένην ποιεῖσθαι φίλον. ἀπήντησεν οὖν αὐτῇ τῶν πολιτῶν ἀνὴρ ἡλικίᾳ τε προήκων καὶ συνειλοχὼς οὐσίαν ἱκανήν, ἄπαις δὲ καὶ βεβιωκὼς ἄνευ γυναικός, ὄνομα Ταρρούτιος. οὗτος ἔγνω τὴν Λαρεντίαν καὶ ἠγάπησε, καὶ τελευτῶν ἀπέλιπε κληρονόμον ἐπὶ πολλοῖς καὶ καλοῖς κτήμασιν, ὧν ἐκείνη τὰ [4] πλεῖστα τῷ δήμῳ κατὰ διαθήκας ἔδωκε. λέγεται δ’ αὐτὴν ἔνδοξον οὖσαν ἤδη καὶ θεοφιλῆ νομιζομένην ἀφανῆ γενέσθαι περὶ τοῦτον τὸν τόπον, ἐν ᾧ καὶ τὴν προτέραν ἐκείνην Λαρεντίαν κεῖσθαι. καλεῖται δὲ νῦν ὁ τόπος Βήλαβρον, ὅτι τοῦ ποταμοῦ πολλάκις ὑπερχεομένου διεπεραιοῦντο πορθμείοις κατὰ τοῦτο τὸ χωρίον εἰς ἀγοράν· [5] τὴν δὲ πορθμείαν βηλατούραν καλοῦσιν. ἔνιοι δὲ λέγουσι τὴν εἰς τὸν ἱππόδρομον φέρουσαν ἐξ ἀγορᾶς πάροδον ἱστίοις καταπεταννύναι τοὺς τὴν θέαν παρέχοντας, ἐντεῦθεν ἀρχομένους· ῥωμαϊστὶ δὲ τὸ ἱστίον βῆλον ὀνομάζουσι. διὰ ταῦτα μὲν ἔχει τιμὰς ἡ δευτέρα Λαρεντία παρὰ Ῥωμαίοις.

[6] [1] Τὰ δὲ βρέφη Φαιστύλος Ἀμουλίου συφορβὸς ἀνείλετο λαθὼν ἅπαντας, ὡς δ’ ἔνιοί φασι τῶν εἰκότων ἐχόμενοι μᾶλλον, εἰδότος τοῦ Νομήτορος καὶ συγχορηγοῦντος [2] τροφὰς κρύφα τοῖς τρέφουσι. καὶ γράμματα λέγονται καὶ τἆλλα μανθάνειν οἱ παῖδες εἰς Γαβίους κομισθέντες, ὅσα χρὴ τοὺς εὖ γεγονότας. κληθῆναι δὲ καὶ τούτους ἀπὸ τῆς θηλῆς ἱστοροῦσι Ῥωμύλον καὶ Ῥέμον, ὅτι θηλάζοντες [3] ὤφθησαν τὸ θηρίον. ἡ μὲν οὖν ἐν τοῖς σώμασιν εὐγένεια καὶ νηπίων ὄντων εὐθὺς ἐξέφαινε μεγέθει καὶ ἰδέᾳ τὴν φύσιν, αὐξόμενοι δὲ θυμοειδεῖς ἦσαν ἀμφότεροι καὶ ἀνδρώδεις καὶ φρόνημα πρὸς τὰ φαινόμενα δεινὰ καὶ τόλμαν ὅλως ἀνέκπληκτον ἔχοντες· ὁ δὲ Ῥωμύλος γνώμῃ τε χρῆσθαι μᾶλλον ἐδόκει καὶ πολιτικὴν ἔχειν σύνεσιν, ἐν ταῖς περὶ νομὰς καὶ κυνηγίας πρὸς τοὺς γειτνιῶντας ἐπιμειξίαις πολλὴν ἑαυτοῦ παρέχων κατανόησιν ἡγεμονικοῦ μᾶλλον ἢ πειθαρχικοῦ φύσει [4] γεγονότος. διὸ τοῖς μὲν ὁμοδούλοις ἢ ταπεινοτέροις προσφιλεῖς ἦσαν, ἐπιστάτας δὲ καὶ διόπους βασιλικοὺς καὶ ἀγελάρχας ὡς μηδὲν αὐτῶν ἀρετῇ διαφέροντας ὑπερφρονοῦντες, [5] οὔτ’ ἀπειλῆς ἐφρόντιζον οὔτ’ ὀργῆς. ἐχρῶντο δὲ διαίταις καὶ διατριβαῖς ἐλευθερίοις, οὐ τὴν σχολὴν ἐλευθέριον ἡγούμενοι καὶ τὴν ἀπονίαν, ἀλλὰ γυμνάσια καὶ θήρας καὶ δρόμους καὶ τὸ λῃστὰς ἀλέξασθαι καὶ κλῶπας ἑλεῖν καὶ βίας ἐξελέοθαι τοὺς ἀδικουμένους. ἦσαν δὴ διὰ ταῦτα περιβόητοι.

[7] [1] Γενομένης δέ τινος πρὸς τοὺς Νομήτορος βουκόλους τοῖς Ἀμουλίου διαφορᾶς καὶ βοσκημάτων ἐλάσεως, οὐκ ἀνασχόμενοι συγκόπτουσι μὲν αὐτοὺς καὶ τρέπονται, ἀποτέμνονται δὲ τῆς ἀγέλης συχνήν. ἀγανακτοῦντος δὲ τοῦ Νομήτορος ὠλιγώρουν, συνῆγον δὲ καὶ προσεδέχοντο πολλοὺς μὲν ἀπόρους, πολλοὺς δὲ δούλους, θράσους ἀποστατικοῦ [2] καὶ φρονήματος ἀρχὰς ἐνδιδόντες. τοῦ δὲ Ῥωμύλου πρός τινα θυσίαν ἀποτραπομένου (καὶ γὰρ ἦν φιλοθύτης καὶ μαντικός), οἱ τοῦ Νομήτορος βοτῆρες τῷ Ῥέμῳ μετ’ ὀλίγων βαδίζοντι προστυχόντες ἐμάχοντο, καὶ γενομένων πληγῶν καὶ τραυμάτων ἐν ἀμφοτέροις, ἐκράτησαν οἱ τοῦ Νομήτορος καὶ συνέλαβον ζῶντα τὸν [3] Ῥέμον. ἀναχθέντος οὖν αὐτοῦ πρὸς τὸν Νομήτορα καὶ κατηγορηθέντος, αὐτὸς μὲν οὐκ ἐκόλασε, χαλεπὸν ὄντα δεδιὼς τὸν ἀδελφόν, ἐλθὼν δὲ πρὸς ἐκεῖνον ἐδεῖτο τυχεῖν δίκης, ἀδελφὸς ὢν καὶ καθυβρισμένος ὑπ’ οἰκετῶν [4] ἐκείνου βασιλέως ὄντος. συναγανακτούντων δὲ τῶν ἐν Ἄλβῃ καὶ δεινὰ πάσχειν οἰομένων τὸν ἄνδρα παρ’ ἀξίαν, κινηθεὶς ὁ Ἀμούλιος αὐτῷ παραδίδωσι τῷ Νομήτορι τὸν [5] Ῥέμον, ὅ τι βούλοιτο χρήσασθαι. παραλαβὼν δ’ ἐκεῖνος, ὡς ἧκεν οἴκαδε, θαυμάζων μὲν ἀπὸ τοῦ σώματος τὸν νεανίσκον, ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ πάντας, ἐνορῶν δὲ τῷ προσώπῳ τὸ θαρραλέον καὶ ἰταμὸν τῆς ψυχῆς ἀδούλωτον καὶ ἀπαθὲς ὑπὸ τῶν παρόντων, ἔργα δ’ αὐτοῦ καὶ πράξεις ὅμοια τοῖς βλεπομένοις ἀκούων, τὸ δὲ μέγιστον ὡς ἔοικε θεοῦ συμπαρόντος καὶ συνεπευθύνοντος ἀρχὰς μεγάλων πραγμάτων, ἁπτόμενος ὑπονοίᾳ ‹καὶ› τύχῃ τῆς ἀληθείας, ἀνέκρινεν ὅστις εἴη καὶ ὅπως γένοιτο, φωνῇ τε πρᾳείᾳ καὶ φιλανθρώπῳ βλέμματι πίστιν [6] αὐτῷ μετ’ ἐλπίδος ἐνδιδούς. ὁ δὲ θαρρῶν ἔλεγεν· ‘ἀλλ’ οὐδὲν ἀποκρύψομαί σε· καὶ γὰρ εἶναι δοκεῖς Ἀμουλίου βασιλικώτερος. ἀκούεις γὰρ καὶ ἀνακρίνεις πρὶν ἢ κολάζειν· ὁ δ’ ἀκρίτους ἐκδίδωσι. πρότερον μὲν ἑαυτοὺς οἰκετῶν βασιλέως Φαιστύλου καὶ Λαρεντίας ἠπιστάμεθα παῖδας, ἐσμὲν δὲ δίδυμοι, γενόμενοι δ’ ἐν αἰτίᾳ πρὸς σὲ καὶ διαβολαῖς καὶ τοῖς περὶ ψυχῆς ἀγῶσιν, ἀκούομεν μεγάλα περὶ ἑαυτῶν· εἰ δὲ πιστά, κρινεῖν ἔοικε νῦν ὁ [7] κίνδυνος. γοναὶ μὲν γὰρ ἡμῶν ἀπόρρητοι λέγονται, τροφαὶ δὲ καὶ τιθηνήσεις ἀτοπώτεραι νεογνῶν, οἷς ἐρρίφημεν οἰωνοῖς καὶ θηρίοις, ὑπὸ τούτων τρεφόμενοι, μαστῷ λυκαίνης καὶ δρυοκολάπτου ψωμίσμασιν, ἐν σκάφῃ τινὶ [8] κείμενοι παρὰ τὸν μέγαν ποταμόν. ἔστι δ’ ἡ σκάφη καὶ σῴζεται, χαλκοῖς ὑποζώσμασι γραμμάτων ἀμυδρῶν ἐγκεχαραγμένων, ἃ γένοιτ’ ἂν ὕστερον ἴσως ἀνωφελῆ γνωρίσματα [9] τοῖς τοκεῦσιν ἡμῶν ἀπολομένων.’ ὁ μὲν οὖν Νομήτωρ ἔκ τε τῶν λόγων τούτων καὶ πρὸς τὴν ὄψιν εἰκάζων τὸν χρόνον, οὐκ ἔφευγε τὴν ἐλπίδα σαίνουσαν, ἀλλ’ ἐφρόντιζεν ὅπως τῇ θυγατρὶ περὶ τούτων κρύφα συγγενόμενος φράσειεν· ἐφρουρεῖτο γὰρ ἔτι καρτερῶς.

[8] [1] Ὁ δὲ Φαιστύλος ἀκούσας τήν τε σύλληψιν τοῦ Ῥέμου καὶ τὴν παράδοσιν, τὸν μὲν Ῥωμύλον ἠξίου βοηθεῖν, τότε σαφῶς διδάξας περὶ τῆς γενέσεως· πρότερον δ’ ὑπῃνίττετο καὶ παρεδήλου τοσοῦτον ὅσον προσέχοντας μὴ μικρὸν φρονεῖν· αὐτὸς δὲ τὴν σκάφην κομίζων ἐχώρει πρὸς τὸν Νομήτορα, σπουδῆς καὶ δέους μεστὸς [2] ὢν διὰ τὸν καιρόν. ὑποψίαν οὖν τοῖς περὶ τὰς πύλας φρουροῖς τοῦ βασιλέως παρέχων, καὶ ὑφορώμενος ὑπ’ αὐτῶν καὶ ταραττόμενος πρὸς τὰς ἀνακρίσεις, οὐκ ἔλαθε τὴν σκάφην τῷ χλαμυδίῳ περικαλύπτων. ἦν δέ τις ἐν αὐτοῖς ἀπὸ τύχης τῶν τὰ παιδάρια ῥῖψαι λαβόντων καὶ [3] γεγονότων περὶ τὴν ἔκθεσιν. οὗτος ἰδὼν τὴν σκάφην τότε καὶ γνωρίσας τῇ κατασκευῇ καὶ τοῖς γράμμασιν, ἔτυχεν ὑπονοίᾳ τοῦ ὄντος καὶ οὐ παρημέλησεν, ἀλλὰ φράσας [4] τὸ πρᾶγμα τῷ βασιλεῖ κατέστησεν εἰς ἔλεγχον. ἐν δὲ πολλαῖς καὶ μεγάλαις ἀνάγκαις ὁ Φαιστύλος οὔτ’ ἀήττητον ἑαυτὸν διεφύλαξεν, οὔτε παντάπασιν ἐκβιασθείς, σῴζεσθαι μὲν ὡμολόγησε τοὺς παῖδας, εἶναι δ’ ἄπωθεν τῆς Ἄλβης ἔφη νέμοντας· αὐτὸς δὲ τοῦτο πρὸς τὴν Ἰλίαν φέρων βαδίζειν, πολλάκις ἰδεῖν καὶ θιγεῖν ἐπ’ ἐλπίδι [5] βεβαιοτέρᾳ τῶν τέκνων ποθήσασαν. ὅπερ οὖν οἱ ταραττόμενοι καὶ μετὰ δέους ἢ πρὸς ὀργὴν πράττοντες ὁτιοῦν ἐπιεικῶς πάσχουσι, συνέπεσε παθεῖν τὸν Ἀμούλιον. ἄνδρα γὰρ ἄλλῃ τε χρηστὸν καὶ τοῦ Νομήτορος φίλον ὑπὸ σπουδῆς ἔπεμψε, διαπυθέσθαι τοῦ Νομήτορος κελεύσας, εἴ τις ἥκοι λόγος εἰς αὐτὸν ὑπὲρ τῶν παίδων [6] ὡς περιγενομένων. ἀφικόμενος οὖν ὁ ἄνθρωπος καὶ θεασάμενος ὅσον οὔπω τὸν Ῥέμον ἐν περιβολαῖς καὶ φιλοφροσύναις τοῦ Νομήτορος, τήν τε πίστιν ἰσχυρὰν ἐποίησε τῆς ἐλπίδος, καὶ παρεκελεύσατο τῶν πραγμάτων ὀξέως ἀντιλαμβάνεσθαι, καὶ συνῆν αὐτοῖς ἤδη καὶ συνέπραττεν.

[7] ὁ δὲ καιρὸς οὐδὲ βουλομένοις ὀκνεῖν παρεῖχεν. ὁ γὰρ Ῥωμύλος ἐγγὺς ἦν ἤδη, καὶ πρὸς αὐτὸν ἐξέθεον οὐκ ὀλίγοι τῶν πολιτῶν μίσει καὶ φόβῳ τοῦ Ἀμουλίου. πολλὴν δὲ καὶ σὺν αὑτῷ δύναμιν ἦγε συλλελοχισμένην εἰς ἑκατοστύας· ἑκάστης δ’ ἀνὴρ ἀφηγεῖτο χόρτου καὶ ὕλης ἀγκαλίδα κοντῷ περικειμένην ἀνέχων· μανίπλα ταύτας Λατῖνοι καλοῦσιν· ἀπ’ ἐκείνου δὲ καὶ νῦν ἐν τοῖς στρατεύμασι [8] τούτους μανιπλαρίους ὀνομάζουσιν. ἅμα δὲ τοῦ μὲν Ῥέμου τοὺς ἐντὸς ἀφιστάντος, τοῦ δὲ Ῥωμύλου προσάγοντος ἔξωθεν, οὔτε πράξας οὐδὲν ὁ τύραννος οὔτε βουλεύσας σωτήριον ἑαυτῷ διὰ τὸ ἀπορεῖν καὶ ταράττεσθαι, [9] καταληφθεὶς ἀπέθανεν. ὧν τὰ πλεῖστα καὶ Φαβίου λέγοντος (HRR I 17) καὶ τοῦ Πεπαρηθίου Διοκλέους (FHG III 78), ὃς δοκεῖ πρῶτος ἐκδοῦναι Ῥώμης κτίσιν, ὕποπτον μὲν ἐνίοις ἐστὶ τὸ δραματικὸν καὶ πλασματῶδες, οὐ δεῖ δ’ ἀπιστεῖν τὴν τύχην ὁρῶντας οἵων ποιημάτων δημιουργός ἐστι, καὶ τὰ Ῥωμαίων πράγματα λογιζομένους, ὡς οὐκ ἂν ἐνταῦθα προὔβη δυνάμεως, μὴ θείαν τιν’ ἀρχὴν λαβόντα καὶ μηδὲν μέγα μηδὲ παράδοξον ἔχουσαν.

[9] [1] Ἀμουλίου δ’ ἀποθανόντος καὶ τῶν πραγμάτων καταστάντων, Ἄλβην μὲν οὔτ’ οἰκεῖν μὴ ἄρχοντες οὔτ’ ἄρχειν ἐβούλοντο τοῦ μητροπάτορος ζῶντος, ἀποδόντες δὲ τὴν ἡγεμονίαν ἐκείνῳ καὶ τῇ μητρὶ τιμὰς πρεπούσας, ἔγνωσαν οἰκεῖν καθ’ ἑαυτούς, πόλιν ἐν οἷς χωρίοις ἐξ ἀρχῆς ἐνετράφησαν κτίσαντες· αὕτη γὰρ εὐπρεπεστάτη τῶν αἰτιῶν [2] ἐστιν. ἦν δ’ ἴσως ἀναγκαῖον, οἰκετῶν καὶ ἀποστατῶν πολλῶν ἠθροισμένων πρὸς αὐτούς, ἢ καταλυθῆναι παντάπασι τούτων διασπαρέντων, ἢ συνοικεῖν ἰδίᾳ μετ’ αὐτῶν. ὅτι γὰρ οὐκ ἠξίουν οἱ τὴν Ἄλβην οἰκοῦντες ἀναμειγνύναι τοὺς ἀποστάτας ἑαυτοῖς οὐδὲ προσδέχεσθαι πολίτας, ἐδήλωσε πρῶτον μὲν τὸ περὶ τὰς γυναῖκας ἔργον, οὐχ ὕβρει τολμηθὲν ἀλλὰ δι’ ἀνάγκην, ἑκουσίων ἀπορίᾳ γάμων· ἐτίμησαν γὰρ αὐτὰς ἁρπάσαντες περιττῶς.

[3] ἔπειτα τῆς πόλεως τὴν πρώτην ἵδρυσιν λαμβανούσης, ἱερόν τι φύξιμον τοῖς ἀφισταμένοις κατασκευάσαντες, ὃ Θεοῦ Ἀσυλαίου προσηγόρευον, ἐδέχοντο πάντας, οὔτε δεσπόταις δοῦλον οὔτε θῆτα χρήσταις οὔτ’ ἄρχουσιν ἀνδροφόνον ἐκδιδόντες, ἀλλὰ μαντεύματι πυθοχρήστῳ πᾶσι βεβαιοῦν τὴν ἀσυλίαν φάσκοντες, ὥστε πληθῦσαι ταχὺ τὴν πόλιν, ἐπεὶ τάς γε πρώτας ἑστίας λέγουσι τῶν χιλίων μὴ πλείονας γενέσθαι. ταῦτα μὲν οὖν ὕστερον.

[4] Ὁρμήσασι δὲ πρὸς τὸν συνοικισμὸν αὐτοῖς εὐθὺς ἦν διαφορὰ περὶ τοῦ τόπου. Ῥωμύλος μὲν οὖν τὴν καλουμένην Ῥώμην κουαδράταν (ὅπερ ἐστὶ τετράγωνον) ἔκτισε, καὶ ἐκεῖνον ἐβούλετο πολίζειν τὸν τόπον, Ῥέμος δὲ χωρίον τι τοῦ Ἀβεντίνου καρτερόν, ὃ δι’ ἐκεῖνον μὲν [5] ὠνομάσθη Ῥεμωρία, νῦν δὲ Ῥιγνάριον καλεῖται. συνθεμένων δὲ τὴν ἔριν ὄρνισιν αἰσίοις βραβεῦσαι, καὶ καθεζομένων χωρίς, ἕξ φασι τῷ Ῥέμῳ, διπλασίους δὲ τῷ Ῥωμύλῳ προφανῆναι γῦπας· οἱ δὲ τὸν μὲν Ῥέμον ἀληθῶς ἰδεῖν, ψεύσασθαι δὲ τὸν Ῥωμύλον, ἐλθόντος δὲ τοῦ Ῥέμου, τότε τοὺς δώδεκα τῷ Ῥωμύλῳ φανῆναι· διὸ καὶ νῦν μάλιστα χρῆσθαι γυψὶ Ῥωμαίους οἰωνιζομένους.

[6] Ἡρόδωρος δ’ ὁ Ποντικὸς (FGrH 31 F 22b) ἱστορεῖ καὶ τὸν Ἡρακλέα χαίρειν γυπὸς ἐπὶ πράξει φανέντος. ἔστι μὲν γὰρ ἀβλαβέστατον ζῴων ἁπάντων, μηδὲν ὧν σπείρουσιν ἢ φυτεύουσιν ἢ νέμουσιν ἄνθρωποι σινόμενον, τρέφεται δ’ ἀπὸ νεκρῶν σωμάτων, ἀποκτίννυσι δ’ οὐδὲν οὐδὲ λυμαίνεται ψυχὴν ἔχον, πτηνοῖς δὲ διὰ συγγένειαν οὐδὲ νεκροῖς πρόσεισιν. ἀετοὶ δὲ καὶ γλαῦκες καὶ ἱέρακες ζῶντα κόπτουσι τὰ ὁμόφυλα καὶ φονεύουσι· καίτοι κατ’ Αἰσχύλον (Suppl. 223)

ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;

[7] ἔτι τἆλλα μὲν ἐν ὀφθαλμοῖς ὡς ἔπος εἰπεῖν ἀναστρέφεται καὶ παρέχει διὰ παντὸς αἴσθησιν ἑαυτῶν, ὁ δὲ γὺψ σπάνιόν ἐστι θέαμα, καὶ νεοσσοῖς γυπὸς οὐ ῥᾳδίως ἴσμεν ἐντετυχηκότες, ἀλλὰ καὶ παρέσχεν ἐνίοις ἄτοπον ὑπόνοιαν, ἔξωθεν αὐτοὺς ἀφ’ ἑτέρας τινὸς γῆς καταίρειν ἐνταῦθα, τὸ σπάνιον καὶ μὴ συνεχές, οἷον οἱ μάντεις ἀξιοῦσιν εἶναι τὸ μὴ κατὰ φύσιν μηδ’ ἀφ’ αὑτοῦ, πομπῇ δὲ θείᾳ φαινόμενον.

[10] [1] Ἐπεὶ δ’ ἔγνω τὴν ἀπάτην ὁ Ῥέμος, ἐχαλέπαινε, καὶ τοῦ Ῥωμύλου τάφρον ὀρύττοντος ᾗ τὸ τεῖχος ἔμελλε κυκλοῦσθαι, τὰ μὲν ἐχλεύαζε τῶν ἔργων, τοῖς δ’ ἐμποδὼν [2] ἐγένετο. τέλος δὲ διαλλόμενον αὐτὸν οἱ μὲν αὐτοῦ Ῥωμύλου πατάξαντος, οἱ δὲ τῶν ἑταίρων τινὸς Κέλερος, ἐνταῦθα πεσεῖν λέγουσιν. ἔπεσε δὲ καὶ Φαιστύλος ἐν τῇ μάχῃ καὶ Πλειστῖνος, ὃν ἀδελφὸν ὄντα Φαιστύλου συνεκθρέψαι [3] τοὺς περὶ τὸν Ῥωμύλον ἱστοροῦσιν. ὁ μὲν οὖν Κέλερ εἰς Τυρρηνίαν μετέστη, καὶ ἀπ’ ἐκείνου τοὺς ταχεῖς οἱ Ῥωμαῖοι καὶ ὀξεῖς κέλερας ὀνομάζουσι· καὶ Κόιντον Μέτελλον, ὅτι τοῦ πατρὸς ἀποθανόντος ἀγῶνα μονομάχων ἡμέραις ὀλίγαις ἐποίησε, θαυμάσαντες τὸ τάχος τῆς παρασκευῆς Κέλερα προσηγόρευσαν.

[11] [1] Ὁ δὲ Ῥωμύλος ἐν τῇ Ῥεμωρίᾳ θάψας τὸν Ῥέμον ὁμοῦ καὶ τοὺς τροφεῖς, ᾤκιζε τὴν πόλιν, ἐκ Τυρρηνίας μεταπεμψάμενος ἄνδρας ἱεροῖς τισι θεσμοῖς καὶ γράμμασιν ὑφηγουμένους ἕκαστα καὶ διδάσκοντας ὥσπερ ἐν [2] τελετῇ. βόθρος γὰρ ὠρύγη περὶ τὸ νῦν Κομίτιον κυκλοτερής, ἀπαρχαί τε πάντων, ὅσοις νόμῳ μὲν ὡς καλοῖς ἐχρῶντο, φύσει δ’ ὡς ἀναγκαίοις, ἀπετέθησαν ἐνταῦθα. καὶ τέλος ἐξ ἧς ἀφῖκτο γῆς ἕκαστος ὀλίγην κομίζων μοῖραν ἔβαλλον εἰς ταὐτὸ καὶ συνεμείγνυον. καλοῦσι δὲ τὸν βόθρον τοῦτον ᾧ καὶ τὸν ὄλυμπον ὀνόματι μοῦνδον. εἶθ’ [3] ὥσπερ κύκλον κέντρῳ περιέγραψαν τὴν πόλιν. ὁ δ’ οἰκιστὴς ἐμβαλὼν ἀρότρῳ χαλκῆν ὕνιν, ὑποζεύξας δὲ βοῦν ἄρρενα καὶ θήλειαν, αὐτὸς μὲν ἐπάγει περιελαύνων αὔλακα βαθεῖαν τοῖς τέρμασι, τῶν δ’ ἑπομένων ἔργον ἐστίν, ἃς ἀνίστησι βώλους τὸ ἄροτρον, καταστρέφειν [4] εἴσω καὶ μηδεμίαν ἔξω περιορᾶν ἐκτρεπομένην. τῇ μὲν οὖν γραμμῇ τὸ τεῖχος ἀφορίζουσι, καὶ καλεῖται κατὰ συγκοπὴν πωμήριον, οἷον ὄπισθεν τείχους ἢ μετὰ τεῖχος· ὅπου δὲ πύλην ἐμβαλεῖν διανοοῦνται, τὴν ὕνιν ἐξελόντες [5] καὶ τὸ ἄροτρον ὑπερθέντες διάλειμμα ποιοῦσιν. ὅθεν ἅπαν τὸ τεῖχος ἱερὸν πλὴν τῶν πυλῶν νομίζουσι· τὰς δὲ πύλας ἱερὰς νομίζοντας οὐκ ἦν ἄνευ δεισιδαιμονίας τὰ μὲν δέχεσθαι, τὰ δ’ ἀποπέμπειν τῶν ἀναγκαίων καὶ μὴ καθαρῶν.

[12] [1] Ὅτι μὲν οὖν ἡ κτίσις ἡμέρᾳ γένοιτο τῇ πρὸ ἕνδεκα καλανδῶν Μαΐων, ὁμολογεῖται, καὶ τὴν ἡμέραν ταύτην ἑορτάζουσι Ῥωμαῖοι, γενέθλιον τῆς πατρίδος ὀνομάζοντες. ἐν ἀρχῇ δ’ ὥς φασιν οὐδὲν ἔμψυχον ἔθυον, ἀλλὰ καθαρὰν καὶ ἀναίμακτον ᾤοντο δεῖν τῇ πατρίδι [2] τὴν ἐπώνυμον τῆς γενέσεως ἑορτὴν φυλάττειν. οὐ μὴν ἀλλὰ καὶ πρὸ τῆς κτίσεως βοτηρική τις ἦν αὐτοῖς ἑορτὴ κατὰ ταύτην τὴν ἡμέραν, καὶ Παρίλια προσηγόρευον αὐτήν. νῦν μὲν οὖν οὐδὲν αἱ Ῥωμαϊκαὶ νουμηνίαι πρὸς τὰς Ἑλληνικὰς ὁμολογούμενον ἔχουσιν· ἐκείνην δὲ τὴν ἡμέραν, ᾗ τὴν πόλιν ὁ Ῥωμύλος ἔκτιζεν, ἀτρεκῆ τριακάδα τυχεῖν λέγουσι, καὶ σύνοδον ἐκλειπτικὴν ἐν αὐτῇ γενέσθαι σελήνης πρὸς ἥλιον, ἣν εἰδέναι καὶ Ἀντίμαχον οἴονται τὸν Τήιον ἐποποιόν, ἔτει τρίτῳ τῆς ἕκτης ὀλυμπιάδος συμπεσοῦσαν.

[3] Ἐν δὲ τοῖς κατὰ Βάρρωνα τὸν φιλόσοφον χρόνοις, ἄνδρα Ῥωμαίων ἐν ἱστορίᾳ βυβλιακώτατον, ἦν Ταρούτιος ἑταῖρος αὐτοῦ, φιλόσοφος μὲν ἄλλως καὶ μαθηματικός, ἁπτόμενος δὲ τῆς περὶ τὸν πίνακα μεθόδου θεωρίας [4] ἕνεκα καὶ δοκῶν ἐν αὐτῇ περιττὸς εἶναι. τούτῳ προὔβαλεν ὁ Βάρρων ἀναγαγεῖν τὴν Ῥωμύλου γένεσιν εἰς ἡμέραν καὶ ὥραν, ἐκ τῶν λεγομένων ἀποτελεσμάτων περὶ τὸν ἄνδρα ποιησάμενον τὸν συλλογισμόν, ὥσπερ αἱ τῶν γεωμετρικῶν ὑφηγοῦνται προβλημάτων ἀναλύσεις· τῆς γὰρ αὐτῆς θεωρίας εἶναι, χρόνον τε λαβόντας ἀνθρώπου γενέσεως βίον προειπεῖν, καὶ βίῳ δοθέντι θηρεῦσαι χρόνον.

[5] ἐποίησεν οὖν τὸ προσταχθὲν ὁ Ταρούτιος, καὶ τά τε πάθη καὶ τὰ ἔργα τοῦ ἀνδρὸς ἐπιδών, καὶ χρόνον ζωῆς καὶ τρόπον τελευτῆς καὶ πάντα τὰ τοιαῦτα συνθείς, εὖ μάλα τεθαρρηκότως καὶ ἀνδρείως ἀπεφήνατο, τὴν μὲν ἐν τῇ μητρὶ τοῦ Ῥωμύλου γεγονέναι σύλληψιν ἔτει πρώτῳ τῆς δευτέρας ὀλυμπιάδος ἐν μηνὶ κατ’ Αἰγυπτίους Χοιὰκ τρίτῃ καὶ εἰκάδι τρίτης ὥρας, καθ’ ἣν ὁ ἥλιος ἐξέλιπε παντελῶς, τὴν δ’ ἐμφανῆ γέννησιν ἐν μηνὶ Θωὺθ [6] ἡμέρᾳ πρώτῃ μετ’ εἰκάδα περὶ ἡλίου ἀνατολάς· κτισθῆναι δὲ τὴν Ῥώμην ὑπ’ αὐτοῦ τῇ ἐνάτῃ Φαρμουθὶ μηνὸς ἱσταμένου μεταξὺ δευτέρας ὥρας καὶ τρίτης. ἐπεὶ καὶ πόλεως τύχην ὥσπερ ἀνθρώπου κύριον ἔχειν οἴονται χρόνον, ἐκ τῆς πρώτης γενέσεως πρὸς τὰς τῶν ἀστέρων ἐποχὰς θεωρούμενον. ἀλλὰ ταῦτα μὲν ἴσως καὶ τὰ τοιαῦτα τῷ ξένῳ καὶ περιττῷ προσάξεται μᾶλλον ἢ διὰ τὸ μυθῶδες ἐνοχλήσει τοὺς ἐντυγχάνοντας αὐτοῖς.

[13] [1] Κτισθείσης δὲ τῆς πόλεως, πρῶτον μὲν ὅσον ἦν ἐν ἡλικίᾳ πλῆθος εἰς συντάγματα στρατιωτικὰ διεῖλεν. ἕκαστον δὲ σύνταγμα πεζῶν τρισχιλίων ἦν καὶ τριακοσίων ἱππέων. ἐκλήθη δὲ λεγεὼν τῷ λογάδας εἶναι τοὺς [2] μαχίμους ἐκ πάντων. ἔπειτα τοῖς μὲν ἄλλοις ἐχρῆτο δήμῳ, καὶ ποπούλους ὠνομάσθη τὸ πλῆθος· ἑκατὸν δὲ τοὺς ἀρίστους ἀπέδειξε βουλευτάς, καὶ αὐτοὺς μὲν πατρικίους, [3] τὸ δὲ σύστημα σενᾶτον προσηγόρευσεν. ὁ μὲν οὖν σενᾶτος ἀτρεκῶς γερουσίαν σημαίνει· πατρικίους δὲ τοὺς βουλευτὰς κληθῆναι λέγουσιν οἱ μὲν ὅτι παίδων γνησίων πατέρες ἦσαν, οἱ δὲ μᾶλλον ὡς αὐτοὺς ἔχοντας ἑαυτῶν ἀποδεῖξαι πατέρας, ὅπερ οὐ πολλοῖς ὑπῆρξε τῶν πρώτων εἰς τὴν πόλιν συρρεόντων· οἱ δ’ ἀπὸ τῆς πατρωνείας· [4] οὕτω γὰρ ἐκάλουν τὴν προστασίαν καὶ καλοῦσιν ἄχρι νῦν, οἰόμενοι Πάτρωνά τινα τῶν σὺν Εὐάνδρῳ παραγενομένων, κηδεμονικὸν τῶν ὑποδεεστέρων ὄντα καὶ βοηθητικόν, ἀφ’ αὑτοῦ τῷ πράγματι ταύτην τὴν προσηγορίαν [5] ἀπολιπεῖν. μάλιστα δ’ ἄν τις τυγχάνοι τοῦ εἰκότος, εἰ νομίζοι τὸν Ῥωμύλον ἀξιοῦντα τοὺς πρώτους καὶ δυνατωτάτους πατρικῇ κηδεμονίᾳ καὶ φροντίδι προσήκειν ἐπιμελεῖσθαι τῶν ταπεινοτέρων, ἅμα δὲ τοὺς ἄλλους διδάσκοντα μὴ δεδιέναι μηδ’ ἄχθεσθαι ταῖς τῶν κρειττόνων τιμαῖς, ἀλλὰ χρῆσθαι μετ’ εὐνοίας καὶ νομίζοντας [6] καὶ προσαγορεύοντας πατέρας, οὕτως ὀνομάσαι. καὶ γὰρ ἄχρι νῦν τοὺς ἐν συγκλήτῳ τελοῦντας οἱ μὲν ἔξωθεν ἄνδρας ἡγεμόνας καλοῦσιν, αὐτοὶ δὲ Ῥωμαῖοι πατέρας συγγεγραμμένους, τῷ μέγιστον μὲν ἀξίωμα καὶ τιμήν, ἥκιστα δὲ φθόνον ἔχοντι χρώμενοι τῶν ὀνομάτων. ἐν ἀρχῇ μὲν οὖν πατέρας αὐτοὺς μόνον, ὕστερον δὲ πλειόνων προσαναλαμβανομένων πατέρας συγγεγραμμένους [7] προσηγόρευσαν. καὶ τοῦτο μὲν ἦν ὄνομα σεμνότερον αὐτῷ τῆς πρὸς τὸ δημοτικὸν τοῦ βουλευτικοῦ διαφορᾶς· ἑτέροις δὲ τοὺς δυνατοὺς ἀπὸ τῶν πολλῶν διῄρει, πάτρωνας ὀνομάζων, ὅπερ ἐστὶ προστάτας, ἐκείνους δὲ κλίεντας, ὅπερ ἐστὶ πελάτας· ἅμα δὲ πρὸς ἀλλήλους θαυμαστὴν εὔνοιαν αὐτοῖς καὶ μεγάλων δικαίων ὑπάρξουσαν [8] ἐνεποίησεν. οὗτοι μὲν γὰρ ἐξηγητάς τε τῶν νομίμων καὶ προστάτας δικαζομένοις συμβούλους τε πάντων καὶ κηδεμόνας ἑαυτοὺς παρεῖχον, ἐκεῖνοι δὲ τούτους ἐθεράπευον, οὐ μόνον τιμῶντες, ἀλλὰ καὶ πενομένοις θυγατέρας συνεκδιδόντες καὶ χρέα συνεκτίνοντες, καταμαρτυρεῖν τε πελάτου προστάτην ἢ προστάτου πελάτην οὔτε νόμος οὐδεὶς οὔτ’ ἄρχων ἠνάγκαζεν.

[9] ὕστερον δὲ τῶν ἄλλων δικαίων μενόντων, τὸ λαμβάνειν χρήματα τοὺς δυνατοὺς παρὰ τῶν ταπεινοτέρων αἰσχρὸν ἐνομίσθη καὶ ἀγεννές. ταῦτα μὲν οὖν περὶ τούτων.

[14] [1] Τετάρτῳ δὲ μηνὶ μετὰ τὴν κτίσιν, ὡς Φάβιος (HRR I 19) ἱστορεῖ, τὸ περὶ τὴν ἁρπαγὴν ἐτολμήθη τῶν γυναικῶν. καὶ λέγουσι μὲν ἔνιοι τὸν Ῥωμύλον αὐτὸν τῇ φύσει φιλοπόλεμον ὄντα, καὶ πεπεισμένον ἔκ τινων ἄρα λογίων ὅτι τὴν Ῥώμην πέπρωται πολέμοις τρεφομένην καὶ αὐξομένην γενέσθαι μεγίστην, βίας ὑπάρξαι πρὸς τοὺς Σαβίνους· οὐδὲ γὰρ πολλάς, ἀλλὰ τριάκοντα μόνας παρθένους λαβεῖν αὐτόν, ἅτε δὴ πολέμου μᾶλλον [2] ἢ γάμων δεόμενον. τοῦτο δ’ οὐκ εἰκός· ἀλλὰ τὴν μὲν πόλιν ὁρῶν ἐποίκων εὐθὺς ἐμπιπλαμένην, ὧν ὀλίγοι γυναῖκας εἶχον, οἱ δὲ πολλοὶ μιγάδες ἐξ ἀπόρων καὶ ἀφανῶν ὄντες ὑπερεωρῶντο καὶ προσεδοκῶντο μὴ συμμενεῖν βεβαίως, ἐλπίζων δὲ πρὸς τοὺς Σαβίνους τρόπον τινὰ συγκράσεως καὶ κοινωνίας ἀρχὴν αὐτοῖς τὸ ἀδίκημα ποιήσειν ὁμηρευσαμένοις τὰς γυναῖκας, ἐπεχείρησε τῷ [3] ἔργῳ τόνδε τὸν τρόπον. διεδόθη λόγος ὑπ’ αὐτοῦ πρῶτον, ὡς θεοῦ τινος ἀνευρήκοι βωμὸν ὑπὸ γῆς κεκρυμμένον. ὠνόμαζον δὲ τὸν θεὸν Κῶνσον, εἴτε βουλαῖον ὄντα (κωνσίλιον γὰρ ἔτι νῦν τὸ συμβούλιον καλοῦσι καὶ τοὺς ὑπάτους κώνσουλας οἷον προβούλους), εἴθ’ ἵππιον [4] Ποσειδῶ. καὶ γὰρ ὁ βωμὸς ἐν τῷ μείζονι τῶν ἱπποδρόμων ἐστίν, ἀφανὴς τὸν ἄλλον χρόνον, ἐν δὲ τοῖς ἱππικοῖς ἀγῶσιν ἀνακαλυπτόμενος. οἱ δὲ καὶ ὅλως φασί, τοῦ βουλεύματος ἀπορρήτου καὶ ἀφανοῦς ὄντος, ὑπόγειον οὐκ ἀλόγως τῷ θεῷ βωμὸν γενέσθαι ‹καὶ› κεκρυμμένον.

[5] ὡς δ’ ἀνεφάνη, θυσίαν τε λαμπρὰν ἐπ’ αὐτῷ καὶ ἀγῶνα καὶ θέαν ἐκ καταγγελίας ἐπετέλει πανηγυρικήν. καὶ πολλοὶ μὲν ἄνθρωποι συνῆλθον, αὐτὸς δὲ προὐκάθητο μετὰ τῶν ἀρίστων, ἁλουργίδι κεκοσμημένος. ἦν δὲ τοῦ καιροῦ τῆς ἐπιχειρήσεως σύμβολον, ἐξαναστάντα τὴν ἁλουργίδα ‹δια›πτύξαι καὶ περιβαλέσθαι πάλιν.

[6] ἔχοντες οὖν ξίφη πολλοὶ προσεῖχον αὐτῷ, καὶ τοῦ σημείου γενομένου, σπασάμενοι τὰ ξίφη καὶ μετὰ βοῆς ὁρμήσαντες, ἥρπαζον τὰς θυγατέρας τῶν Σαβίνων, αὐτοὺς [7] δὲ φεύγοντας εἴων καὶ παρίεσαν. ἁρπασθῆναι δέ φασιν οἱ μὲν τριάκοντα μόνας, ἀφ’ ὧν καὶ τὰς φρατρίας ὀνομασθῆναι· Οὐαλέριος δ’ Ἀντίας (HRR I 238) ἑπτὰ καὶ εἴκοσι καὶ πεντακοσίας, Ἰόβας (FGrH 275 F 23) δὲ τρεῖς καὶ ὀγδοήκοντα καὶ ἑξακοσίας, παρθένους. ὃ μέγιστον ἦν ἀπολόγημα τῷ Ῥωμύλῳ· γυναῖκα γὰρ οὐ λαβεῖν ἀλλ’ ἢ μίαν Ἑρσιλίαν, διαλαθοῦσαν αὐτούς, ἅτε δὴ μὴ μεθ’ ὕβρεως μηδ’ ἀδικίας ἐλθόντας ἐπὶ τὴν ἁρπαγήν, ἀλλὰ συμμεῖξαι καὶ συναγαγεῖν εἰς ταὐτὸ τὰ γένη ταῖς [8] μεγίσταις ἀνάγκαις διανοηθέντας. τὴν δ’ Ἑρσιλίαν οἱ μὲν Ὁστίλιον γῆμαι λέγουσιν, ἄνδρα Ῥωμαίων ἐπιφανέστατον, οἱ δ’ αὐτὸν Ῥωμύλον, καὶ γενέσθαι καὶ παῖδας αὐτῷ, μίαν μὲν θυγατέρα Πρίμαν, τῇ τάξει τῆς γενέσεως οὕτω προσαγορευθεῖσαν, ἕνα δ’ υἱὸν μόνον, ὃν Ἀόλλιον μὲν ἐκεῖνος ἀπὸ τῆς γενομένης ἀθροίσεως ὑπ’ αὐτοῦ τῶν πολιτῶν ὠνόμασεν, οἱ δ’ ὕστερον Ἀβίλλιον. ἀλλὰ ταῦτα μὲν ἱστορῶν Ζηνόδοτος ὁ Τροιζήνιος (FHG IV 531) πολλοὺς ἔχει τοὺς ἀντιλέγοντας.

[15] [1] Ἐν δὲ τοῖς ἁρπάζουσι τὰς παρθένους τότε τυχεῖν λέγουσι τῶν οὐκ ἐπιφανῶν τινας ἄγοντας κόρην τῷ τε [2] κάλλει πολὺ καὶ τῷ μεγέθει διαφέρουσαν. ἐπεὶ δ’ ἀπαντῶντες ἔνιοι τῶν κρειττόνων ἐπεχείρουν ἀφαιρεῖσθαι, βοᾶν τοὺς ἄγοντας, ὡς Ταλασίῳ κομίζοιεν αὐτήν, ἀνδρὶ νέῳ μέν, εὐδοκίμῳ δὲ καὶ χρηστῷ· τοῦτ’ οὖν ἀκούσαντας εὐφημεῖν καὶ κροτεῖν ἐπαινοῦντας, ἐνίους δὲ καὶ παρακολουθεῖν ἀναστρέψαντας εὐνοίᾳ καὶ χάριτι τοῦ Ταλασίου, [3] μετὰ βοῆς τοὔνομα φθεγγομένους. ἀφ’ οὗ δὴ τὸν Ταλάσιον ἄχρι νῦν, ὡς Ἕλληνες τὸν Ὑμέναιον, ἐπᾴδουσι Ῥωμαῖοι τοῖς γάμοις· καὶ γὰρ εὐτυχίᾳ φασὶ χρήσασθαι περὶ τὴν γυναῖκα τὸν Ταλάσιον. Σέξτιος δὲ Σύλλας ὁ Καρχηδόνιος, οὔτε μουσῶν οὔτε χαρίτων ἐπιδεὴς ἀνήρ, ἔλεγεν ἡμῖν ὅτι τῆς ἁρπαγῆς σύνθημα τὴν φωνὴν [4] ἔδωκε ταύτην ὁ Ῥωμύλος· ἅπαντες οὖν ἐβόων τὸν Ταλάσιον οἱ τὰς παρθένους κομίζοντες, καὶ διὰ τοῦτο τοῖς γάμοις παραμένει τὸ ἔθος. οἱ δὲ πλεῖστοι νομίζουσιν, ὧν καὶ ὁ Ἰόβας (FGrH 275 F 90) ἐστί, παράκλησιν εἶναι καὶ παρακέλευσιν εἰς φιλεργίαν καὶ ταλασίαν, οὔπω τότε τοῖς Ἑλληνικοῖς ὀνόμασι τῶν Ἰταλικῶν ἐπικεχυμένων. εἰ δὲ τοῦτο μὴ λέγεται κακῶς, ἀλλ’ ἐχρῶντο Ῥωμαῖοι τότε τῷ ὀνόματι τῆς ταλασίας καθάπερ ἡμεῖς, ἑτέραν ἄν τις [5] αἰτίαν εἰκάσειε πιθανωτέραν. ἐπεὶ γὰρ οἱ Σαβῖνοι πρὸς τοὺς Ῥωμαίους πολεμήσαντες διηλλάγησαν, ἐγένοντο συνθῆκαι περὶ τῶν γυναικῶν, ὅπως μηδὲν ἄλλο ἔργον τοῖς ἀνδράσιν ἢ τὰ περὶ τὴν ταλασίαν ὑπουργῶσι. παρέμεινεν οὖν καὶ τοῖς αὖθις γαμοῦσι τοὺς διδόντας ἢ παραπέμποντας ἢ ὅλως παρόντας ἀναφωνεῖν τὸν Ταλάσιον μετὰ παιδιᾶς, μαρτυρομένους ὡς ἐπ’ οὐδὲν ἄλλο ὑπούργημα [6] τῆς γυναικὸς ἢ ταλασίαν εἰσαγομένης. διαμένει δὲ μέχρι νῦν τὸ τὴν νύμφην αὐτὴν ἀφ’ αὑτῆς μὴ ὑπερβαίνειν τὸν οὐδὸν εἰς τὸ δωμάτιον, ἀλλ’ αἰρομένην εἰσφέρεσθαι, διὰ τὸ καὶ τότε κομισθῆναι βιασθείσας, μὴ [7] ‹αὐτὰς› εἰσελθεῖν. ἔνιοι δὲ λέγουσι καὶ τὸ τὴν κόμην τῆς γαμουμένης αἰχμῇ διακρίνεσθαι δορατίου σύμβολον εἶναι τοῦ μετὰ μάχης καὶ πολεμικῶς τὸν πρῶτον γάμον γενέσθαι· περὶ ὧν ἐπὶ πλέον ἐν τοῖς Αἰτίοις (mor. 285b) εἰρήκαμεν.

Ἐτολμήθη μὲν οὖν ἡ ἁρπαγὴ περὶ τὴν ὀκτωκαιδεκάτην ἡμέραν τοῦ τότε Σεξτιλίου μηνός, Αὐγούστου δὲ νῦν, ἐν ᾗ τὴν τῶν Κωνσαλίων ἑορτὴν ἄγουσιν.

[16] Οἱ δὲ Σαβῖνοι πολλοὶ μὲν ἦσαν καὶ πολεμικοί, κώμας δ’ ᾤκουν ἀτειχίστους, ὡς προσῆκον αὐτοῖς μέγα φρονεῖν καὶ μὴ φοβεῖσθαι, Λακεδαιμονίων ἀποίκοις οὖσιν. οὐ μὴν ἀλλ’ ὁρῶντες αὑτοὺς ἐνδεδεμένους μεγάλοις ὁμηρεύμασι, καὶ δεδιότες περὶ τῶν θυγατέρων, πρέσβεις ἀπέστειλαν ἐπιεικῆ καὶ μέτρια προκαλούμενοι, τὸν Ῥωμύλον ἀποδόντα τὰς κόρας αὐτοῖς καὶ λύσαντα τὸ τῆς βίας ἔργον, εἶτα πειθοῖ καὶ νόμῳ πράττειν τοῖς γένεσι [8] φιλίαν καὶ οἰκειότητα. τοῦ δὲ Ῥωμύλου τὰς μὲν κόρας μὴ προιεμένου, παρακαλοῦντος δὲ τὴν κοινωνίαν δέχεσθαι τοὺς Σαβίνους, οἱ μὲν ἄλλοι βουλευόμενοι καὶ παρασκευαζόμενοι διέτριβον, Ἄκρων δ’ ‹ὁ› βασιλεὺς Καινινητῶν, ἀνὴρ θυμοειδὴς καὶ δεινὸς ἐν τοῖς πολεμικοῖς, τά τε πρῶτα τολμήματα τοῦ Ῥωμύλου δι’ ὑποψίας εἶχε, καὶ τῷ πραχθέντι περὶ τὰς γυναῖκας ἤδη φοβερὸν ἡγούμενος πᾶσιν εἶναι καὶ οὐκ ἀνεκτὸν εἰ μὴ κολασθείη, προεξανέστη τῷ πολέμῳ καὶ μετὰ πολλῆς ἐχώρει δυνάμεως [9] ἐπ’ αὐτόν, καὶ ὁ Ῥωμύλος ἐπ’ ἐκεῖνον. γενόμενοι δ’ ἐν ὄψει καὶ κατιδόντες ἀλλήλους προὐκαλοῦντο μάχεσθαι, τῶν στρατευμάτων ἐν τοῖς ὅπλοις ἀτρεμούντων. εὐξάμενος οὖν ὁ Ῥωμύλος, εἰ κρατήσειε καὶ καταβάλοι, τῷ Διὶ φέρων ἀναθήσειν αὐτὸς τὰ ὅπλα τοῦ ἀνδρός, αὐτόν τε καταβάλλει κρατήσας, καὶ τρέπεται τὸ στράτευμα μάχης γενομένης, αἱρεῖ δὲ καὶ τὴν πόλιν. οὐ μὴν ἠδίκησε τοὺς ἐγκαταληφθέντας, ἀλλ’ ἢ τὰς οἰκίας ἐκέλευσε καθελόντας ἀκολουθεῖν εἰς Ῥώμην, ὡς πολίτας ἐπὶ τοῖς ἴσοις ἐσομένους. τούτου μὲν οὖν οὐκ ἔστιν ὅ τι μᾶλλον ηὔξησε τὴν Ῥώμην, ἀεὶ προσποιοῦσαν ἑαυτῇ καὶ συννέμουσαν ὧν κρατήσειεν.

[10] Ὁ δὲ Ῥωμύλος, ὡς ἂν μάλιστα τὴν εὐχὴν τῷ τε Διὶ κεχαρισμένην καὶ τοῖς πολίταις ἰδεῖν ἐπιτερπῆ παράσχοι σκεψάμενος, ἐπὶ στρατοπέδου δρῦν ἔτεμεν ὑπερμεγέθη καὶ διεμόρφωσεν ὥσπερ τρόπαιον, καὶ τῶν ὅπλων τοῦ Ἄκρωνος ἕκαστον ἐν τάξει περιήρμοσε καὶ κατήρτησεν, αὐτὸς δὲ τὴν μὲν ἐσθῆτα περιεζώσατο, δάφνῃ δ’ ἐστέψατο [11] τὴν κεφαλὴν κομῶσαν. ὑπολαβὼν δὲ τῷ δεξιῷ τὸ τρόπαιον ὤμῳ προσερειδόμενον ὀρθόν, ἐβάδιζεν ἐξάρχων ἐπινικίου παιᾶνος ἐν ὅπλοις ἑπομένῃ τῇ στρατιᾷ, δεχομένων τῶν πολιτῶν μετὰ χαρᾶς καὶ θαύματος. ἡ μὲν οὖν πομπὴ τῶν αὖθις θριάμβων ἀρχὴν καὶ ζῆλον παρέσχε, [12] τὸ δὲ τρόπαιον ἀνάθημα Φερετρίου Διὸς ἐπωνομάσθη - τὸ γὰρ πλῆξαι φερῖρε Ῥωμαῖοι καλοῦσιν, εὔξατο δὲ πλῆξαι τὸν ἄνδρα καὶ καταβαλεῖν - , ὀπίμια δὲ τὰ σκῦλα, φησὶ Βάρρων (fr. 439), καθότι καὶ τὴν περιουσίαν ὄπεμ λέγουσι. πιθανώτερον δ’ ἄν τις εἴποι διὰ τὴν πρᾶξιν· ὄπους γὰρ ὀνομάζεται τὸ ἔργον, αὐτουργῷ δ’ ἀριστείας στρατηγῷ, στρατηγὸν ἀνελόντι, δέδοται καθιέρωσις ὀπιμίων, [13] καὶ τρισὶ μόνοις τούτου τυχεῖν ὑπῆρξε Ῥωμαίοις ἡγεμόσι, πρώτῳ Ῥωμύλῳ κτείναντι τὸν Καινινήτην Ἄκρωνα, δευτέρῳ Κορνηλίῳ Κόσσῳ Τυρρηνὸν ἀνελόντι Τολούμνιον, ἐπὶ πᾶσι δὲ Κλαυδίῳ Μαρκέλλῳ Βριτομάρτου κρατήσαντι Γαλατῶν βασιλέως. Κόσσος μὲν οὖν καὶ Μάρκελλος ἤδη τεθρίπποις εἰσήλαυνον, αὐτοὶ τὰ τρόπαια φέροντες· Ῥωμύλον δ’ οὐκ ὀρθῶς φησιν ἅρματι [14] χρήσασθαι Διονύσιος (AR 2, 35). Ταρκύνιον γὰρ ἱστοροῦσι τὸν Δημαράτου τῶν βασιλέων πρῶτον εἰς τοῦτο τὸ σχῆμα καὶ τὸν ὄγκον ἐξᾶραι τοὺς θριάμβους· ἕτεροι δὲ πρῶτον ἐφ’ ἅρματος θριαμβεῦσαι Ποπλικόλαν. τοῦ δὲ Ῥωμύλου τὰς εἰκόνας ὁρᾶν ἔστιν ἐν Ῥώμῃ τὰς τροπαιοφόρους πεζὰς ἁπάσας.

[17] [1] Μετὰ δὲ τὴν Καινινητῶν ἅλωσιν ἔτι τῶν ἄλλων Σαβίνων ἐν παρασκευαῖς ὄντων, συνέστησαν οἱ Φιδήνην καὶ Κρουστουμέριον καὶ Ἀντέμναν οἰκοῦντες ἐπὶ τοὺς Ῥωμαίους, καὶ μάχης γενομένης ἡττηθέντες ὁμοίως, τάς τε πόλεις Ῥωμύλῳ παρῆκαν ἑλεῖν καὶ τὴν χώραν δάσασθαι [2] καὶ μετοικίσαι σφᾶς αὐτοὺς εἰς Ῥώμην. ὁ δὲ Ῥωμύλος τὴν μὲν ἄλλην κατένειμε χώραν τοῖς πολίταις, ὅσην δ’ εἶχον οἱ τῶν ἡρπασμένων παρθένων πατέρες, αὐτοὺς ἔχειν ἐκείνους εἴασεν.

Ἐπὶ τούτοις βαρέως φέροντες οἱ λοιποὶ Σαβῖνοι Τάτιον ἀποδείξαντες στρατηγὸν ἐπὶ τὴν Ῥώμην ἐστράτευσαν. ἦν δὲ δυσπρόσοδος ἡ πόλις, ἔχουσα πρόβλημα τὸ νῦν Καπιτώλιον, ἐν ᾧ φρουρὰ καθειστήκει καὶ Ταρπήιος ἡγεμὼν αὐτῆς, οὐχὶ Ταρπηία παρθένος, ὡς ἔνιοι λέγουσιν, εὐήθη τὸν Ῥωμύλον ἀποδεικνύοντες· ἀλλὰ θυγάτηρ ἡ Ταρπηία τοῦ ἄρχοντος οὖσα προὔδωκε τοῖς Σαβίνοις, ἐπιθυμήσασα τῶν χρυσῶν βραχιονιστήρων οὓς εἶδε περικειμένους, καὶ ᾔτησε μισθὸν τῆς προδοσίας ἃ φοροῖεν [3] ἐν ταῖς ἀριστεραῖς χερσί. συνθεμένου δὲ τοῦ Τατίου, νύκτωρ ἀνοίξασα πύλην μίαν, ἐδέξατο τοὺς Σαβίνους. οὐ μόνος οὖν ὡς ἔοικεν Ἀντίγονος ἔφη προδιδόντας μὲν φιλεῖν, προδεδωκότας δὲ μισεῖν, οὐδὲ Καῖσαρ, εἰπὼν ἐπὶ τοῦ Θρᾳκὸς Ῥοιμητάλκου, φιλεῖν μὲν προδοσίαν, προδότην δὲ μισεῖν, ἀλλὰ κοινόν τι τοῦτο πάθος ἐστὶ πρὸς τοὺς πονηροὺς τοῖς δεομένοις αὐτῶν, ὥσπερ ἰοῦ καὶ χολῆς ἐνίων θηρίων δέονται· τὴν γὰρ χρείαν ὅτε λαμβάνουσιν ἀγαπῶντες, ἐχθαίρουσι τὴν κακίαν ὅταν τύχωσι. [4] τοῦτο καὶ πρὸς τὴν Ταρπηίαν τότε παθὼν ὁ Τάτιος, ἐκέλευσε μεμνημένους τῶν ὁμολογιῶν τοὺς Σαβίνους μηδενὸς αὐτῇ φθονεῖν ὧν ἐν ταῖς ἀριστεραῖς ἔχουσι, καὶ πρῶτος ἅμα τὸν βραχιονιστῆρα τῆς χειρὸς περιελὼν καὶ τὸν θυρεὸν ἐπέρριψε. πάντων δὲ τὸ αὐτὸ ποιούντων, βαλλομένη τε τῷ χρυσῷ καὶ καταχωσθεῖσα τοῖς θυρεοῖς, [5] ὑπὸ πλήθους καὶ βάρους ἀπέθανεν. ἑάλω δὲ καὶ Ταρπήιος προδοσίας ὑπὸ Ῥωμύλου διωχθείς, ὡς Ἰόβας (FGrH 275 F 24) φησὶ Γάλβαν Σουλπίκιον (HRR II 41) ἱστορεῖν. τῶν δ’ ἄλλα περὶ Ταρπηίας λεγόντων ἀπίθανοι μέν εἰσιν οἱ Τατίου θυγατέρα τοῦ ἡγεμόνος τῶν Σαβίνων οὖσαν αὐτήν, Ῥωμύλῳ δὲ βίᾳ συνοικοῦσαν, ἱστοροῦντες ταῦτα ποιῆσαι καὶ παθεῖν ὑπὸ τοῦ πατρός· ὧν καὶ Ἀντίγονός [6] (FHG IV 305) ἐστι. Σιμύλος δ’ ὁ ποιητὴς καὶ παντάπασι ληρεῖ, μὴ Σαβίνοις οἰόμενος, ἀλλὰ Κελτοῖς τὴν Ταρπηίαν προδοῦναι τὸ Καπιτώλιον, ἐρασθεῖσαν αὐτῶν τοῦ βασιλέως. λέγει δὲ ταῦτα (Anthol. lyr. 6, 102 D.2

Ἡ δ’ ἀγχοῦ Τάρπεια παραὶ Καπιτώλιον αἶπος

ναίουσα Ῥώμης ἔπλετο τειχολέτις,

Κελτῶν ἣ στέρξασα γαμήλια λέκτρα γενέσθαι

σκηπτούχῳ, πατέρων οὐκ ἐφύλαξε δόμους.

[7] καὶ μετ’ ὀλίγα περὶ τῆς τελευτῆς·

Τὴν δ’ οὔτ’ ἄρ’ Βόιοί τε καὶ ἔθνεα μυρία Κελτῶν

χηράμενοι ῥείθρων ἐντὸς ἔθεντο Πάδου,

ὅπλα δ’ ἐπιπροβαλόντες ἀρειμανέων ἀπὸ χειρῶν

κούρῃ ἐπὶ στυγερῇ κόσμον ἔθεντο φόνου.

[18] [1] Τῆς μέντοι Ταρπηίας ἐκεῖ ταφείσης, ὁ λόφος ὠνομάζετο Ταρπήιος, ἄχρι οὗ Ταρκυνίου βασιλέως Διὶ τὸν τόπον καθιεροῦντος ἅμα τά τε λείψανα μετηνέχθη, καὶ τοὔνομα τῆς Ταρπηίας ἐξέλιπε· πλὴν πέτραν ἔτι νῦν ἐν τῷ Καπιτωλίῳ Ταρπηίαν καλοῦσιν, ἀφ’ ἧς ἐρρίπτουν τοὺς κακούργους.

[2] Ἐχομένης δὲ τῆς ἄκρας ὑπὸ τῶν Σαβίνων, ὅ τε Ῥωμύλος ὑπ’ ὀργῆς εἰς μάχην αὐτοὺς προὐκαλεῖτο, καὶ ὁ Τάτιος ἐθάρρει, καρτερὰν εἰ βιασθεῖεν ἀναχώρησιν ὁρῶν [3] αὐτοῖς ὑπάρχουσαν. ὁ γὰρ μεταξὺ τόπος, ἐν ᾧ συμπίπτειν ἔμελλον, ὑπὸ πολλῶν λόφων περιεχόμενος, ἀγῶνα μὲν ὀξὺν ἐδόκει καὶ χαλεπὸν ὑπὸ δυσχωρίας ἀμφοτέροις παρέξειν, [4] φυγὰς δὲ καὶ διώξεις ἐν στενῷ βραχείας. ἔτυχε δὲ τοῦ ποταμοῦ λιμνάσαντος οὐ πολλαῖς πρότερον ἡμέραις ἐγκαταλελεῖφθαι τέλμα βαθὺ καὶ τυφλὸν ἐν τόποις ἐπιπέδοις κατὰ τὴν νῦν οὖσαν ἀγοράν, ὅθεν οὐκ ἦν ὄψει πρόδηλον οὐδ’ εὐφύλακτον, ἄλλως δὲ χαλεπὸν καὶ ὕπουλον. ἐπὶ τοῦτο τοῖς Σαβίνοις ἀπειρίᾳ φερομένοις εὐτύχημα γίγνεται.

[5] Κούρτιος γάρ, ἀνὴρ ἐπιφανὴς δόξῃ καὶ φρονήματι γαῦρος, ἵππον ἔχων πολὺ πρὸ τῶν ἄλλων ἐχώρει· δεξαμένου δὲ τοῦ βαράθρου τὸν ἵππον, ἄχρι μέν τινος ἐπειρᾶτο πληγῇ καὶ παρακελεύσει χρώμενος ἐξελαύνειν, ὡς δ’ ἦν [6] ἀμήχανον, ἐάσας τὸν ἵππον ἑαυτὸν ἔσῳζεν. ὁ μὲν οὖν τόπος δι’ ἐκεῖνον ἔτι νῦν Κούρτειος λάκκος ὀνομάζεται· φυλαξάμενοι δὲ τὸν κίνδυνον οἱ Σαβῖνοι μάχην καρτερὰν ἐμαχέσαντο, κρίσιν οὐ λαβοῦσαν, καίτοι πολλῶν πεσόντων, ἐν οἷς ἦν καὶ Ὁστίλιος. τοῦτον Ἑρσιλίας ἄνδρα καὶ πάππον Ὁστιλίου τοῦ μετὰ Νομᾶν βασιλεύσαντος γενέσθαι [7] λέγουσιν. αὖθις δὲ πολλῶν ἀγώνων ἐν βραχεῖ συνισταμένων ὡς εἰκός, ἑνὸς μάλιστα τοῦ τελευταίου μνημονεύουσιν, ἐν ᾧ Ῥωμύλου τὴν κεφαλὴν πληγέντος λίθῳ καὶ πεσεῖν ὀλίγον δεήσαντος τοῦ τ’ ἀντέχειν ὑφεμένου, τοῖς Σαβίνοις ἐνέδωκαν οἱ Ῥωμαῖοι καὶ φυγῇ πρὸς τὸ Παλάτιον ἐχώρουν, ἐξωθούμενοι τῶν ἐπιπέδων.

[8] ἤδη δ’ ὁ Ῥωμύλος ἐκ τῆς πληγῆς ἀναφέρων, ἐβούλετο μὲν εἰς τὰ ὅπλα χωρεῖν τοῖς φεύγουσιν ἐναντίως, καὶ μέγα βοῶν ἵστασθαι καὶ μάχεσθαι παρεκάλει. πολλῆς δὲ τῆς φυγῆς αὐτῷ περιχεομένης, καὶ μηδενὸς ἀναστρέφειν τολμῶντος, ἀνατείνας εἰς οὐρανὸν τὰς χεῖρας ηὔξατο τῷ Διὶ στῆσαι τὸ στράτευμα καὶ τὰ Ῥωμαίων [9] πράγματα πεσόντα μὴ περιιδεῖν, ἀλλ’ ὀρθῶσαι. γενομένης δὲ τῆς εὐχῆς, αἰδώς τε τοῦ βασιλέως ἔσχε πολλούς, καὶ θάρσος ἐκ μεταβολῆς παρέστη τοῖς φεύγουσιν. ἔστησαν οὖν πρῶτον οὗ νῦν ὁ τοῦ Διὸς τοῦ Στάτορος ἵδρυται νεώς, ὃν Ἐπιστάσιον ἄν τις ἑρμηνεύσειεν, εἶτα συνασπίσαντες πάλιν ἔωσαν ὀπίσω τοὺς Σαβίνους ἐπὶ τὴν νῦν Ῥήγιαν προσαγορευομένην καὶ τὸ τῆς Ἑστίας ἱερόν.

[19] [1] Ἐνταῦθα δ’ αὐτοὺς ὥσπερ ἐξ ὑπαρχῆς μάχεσθαι παρασκευαζομένους ἐπέσχε δεινὸν ἰδεῖν θέαμα καὶ λόγου [2] κρείττων ὄψις. αἱ γὰρ ἡρπασμέναι θυγατέρες τῶν Σαβίνων ὤφθησαν ἀλλαχόθεν ἄλλαι μετὰ βοῆς καὶ ἀλαλαγμοῦ διὰ τῶν ὅπλων φερόμεναι καὶ τῶν νεκρῶν ὥσπερ ἐκ θεοῦ κάτοχοι, πρός τε τοὺς ἄνδρας αὑτῶν καὶ τοὺς πατέρας, αἱ μὲν παιδία κομίζουσαι νήπια πρὸς ταῖς ἀγκάλαις, αἱ δὲ τὴν κόμην προϊσχόμεναι λελυμένην, πᾶσαι δ’ ἀνακαλούμεναι τοῖς φιλτάτοις ὀνόμασι ποτὲ μὲν τοὺς [3] Σαβίνους, ποτὲ δὲ τοὺς Ῥωμαίους. ἐπεκλάσθησαν οὖν ἀμφότεροι, καὶ διέσχον αὐταῖς ἐν μέσῳ καταστῆναι τῆς παρατάξεως, καὶ κλαυθμὸς ἅμα διὰ πάντων ἐχώρει, καὶ πολὺς οἶκτος ἦν πρός τε τὴν ὄψιν καὶ τοὺς λόγους ἔτι μᾶλλον, εἰς ἱκεσίαν καὶ δέησιν ἐκ δικαιολογίας καὶ παρρησίας [4] τελευτῶντας. ‘τί γάρ’, ἔφασαν, ‘ὑμᾶς δεινὸν ἢ λυπηρὸν ἐργασάμεναι, τὰ μὲν ἤδη πεπόνθαμεν, τὰ δὲ πάσχομεν τῶν σχετλίων κακῶν; ἡρπάσθημεν ὑπὸ τῶν νῦν ἐχόντων βίᾳ καὶ παρανόμως, ἁρπασθεῖσαι δ’ ἠμελήθημεν ὑπ’ ἀδελφῶν καὶ πατέρων καὶ οἰκείων χρόνον τοσοῦτον, ὅσος ἡμᾶς πρὸς τὰ ἔχθιστα κεράσας ταῖς μεγίσταις ἀνάγκαις πεποίηκε νῦν ὑπὲρ τῶν βιασαμένων καὶ παρανομησάντων δεδιέναι μαχομένων καὶ κλαίειν θνῃσκόντων.

[5] οὐ γὰρ ἤλθετε τιμωρήσοντες ἡμῖν παρθένοις οὔσαις ἐπὶ τοὺς ἀδικοῦντας, ἀλλὰ νῦν ἀνδρῶν ἀποσπᾶτε γαμετὰς καὶ τέκνων μητέρας, οἰκτροτέραν βοήθειαν ἐκείνης τῆς ἀμελείας καὶ προδοσίας βοηθοῦντες ἡμῖν ταῖς [6] ἀθλίαις. τοιαῦτα μὲν ἠγαπήθημεν ὑπὸ τούτων, τοιαῦτα δ’ ὑφ’ ὑμῶν ἐλεούμεθα. καὶ γὰρ εἰ δι’ ἄλλην αἰτίαν ἐμάχεσθε, παύσασθαι δι’ ἡμᾶς πενθεροὺς γεγονότας καὶ [7] πάππους καὶ οἰκείους ὄντας ἐχρῆν. εἰ δ’ ὑπὲρ ἡμῶν ὁ πόλεμός ἐστι, κομίσασθε ἡμᾶς μετὰ γαμβρῶν καὶ τέκνων, καὶ ἀπόδοτε ἡμῖν πατέρας καὶ οἰκείους, μηδ’ ἀφέλησθε παῖδας καὶ ἄνδρας. ἱκετεύομεν ὑμᾶς μὴ πάλιν αἰχμάλωτοι γενέσθαι.’ τοιαῦτα πολλὰ τῆς Ἑρσιλίας προαγορευούσης καὶ τῶν ἄλλων δεομένων, ἐσπείσθησαν ἀνοχαί, [8] καὶ συνῆλθον εἰς λόγους οἱ ἡγεμόνες. αἱ δὲ γυναῖκες ἐν τούτῳ τοῖς πατράσι καὶ τοῖς ἀδελφοῖς τοὺς ἄνδρας προσῆγον καὶ ‹τὰ› τέκνα, προσέφερόν τε τροφὴν καὶ ποτὸν τοῖς δεομένοις, καὶ τοὺς τετρωμένους ἐθεράπευον οἴκαδε κομίζουσαι, καὶ παρεῖχον ὁρᾶν ἀρχούσας μὲν αὑτὰς τοῦ οἴκου, προσέχοντας δὲ τοὺς ἄνδρας αὐταῖς καὶ μετ’ εὐνοίας τιμὴν [9] ἅπασαν νέμοντας. ἐκ τούτου συντίθενται, τῶν μὲν γυναικῶν τὰς βουλομένας συνοικεῖν τοῖς ἔχουσιν, ὥσπερ εἴρηται παντὸς ἔργου καὶ πάσης λατρείας πλὴν ταλασίας ἀφειμένας, οἰκεῖν δὲ κοινῇ τὴν πόλιν Ῥωμαίους καὶ Σαβίνους, καὶ καλεῖσθαι μὲν Ῥώμην ἐπὶ Ῥωμύλῳ τὴν πόλιν, Κυρίτας δὲ Ῥωμαίους ἅπαντας ἐπὶ τῇ Τατίου πατρίδι, βασιλεύειν δὲ κοινῇ καὶ στρατηγεῖν ἀμφοτέρους.

[10] ὅπου δὲ ταῦτα συνέθεντο, μέχρι νῦν Κομίτιον καλεῖται· κομῖρε γὰρ Ῥωμαῖοι τὸ συνελθεῖν καλοῦσι.

[20] [1] Διπλασιασθείσης δὲ τῆς πόλεως, ἑκατὸν μὲν ἐκ Σαβίνων πατρίκιοι προσκατελέχθησαν, αἱ δὲ λεγεῶνες ἐγένοντο πεζῶν μὲν ἑξακισχιλίων, ἱππέων δ’ ἑξακοσίων.

[2] φυλὰς δὲ τρεῖς καταστήσαντες, ὠνόμασαν τοὺς μὲν ἀπὸ Ῥωμύλου Ῥαμνήνσης, τοὺς δ’ ἀπὸ Τατίου Τατιήνσης, τρίτους δὲ Λουκερήνσης διὰ τὸ ἄλσος εἰς ὃ πολλοὶ καταφυγόντες ἀσυλίας δεδομένης τοῦ πολιτεύματος μετέσχον· τὰ δ’ ἄλση λούκους ὀνομάζουσιν. ὅτι δ’ ἦσαν αἱ φυλαὶ τοσαῦται, τοὔνομα μαρτυρεῖ· τρίβους γὰρ ἔτι νῦν τὰς [3] φυλὰς καλοῦσι καὶ τριβούνους τοὺς φυλάρχους. ἑκάστη δὲ φυλὴ δέκα φρατρίας εἶχεν, ἃς ἔνιοι λέγουσιν ἐπωνύμους ἐκείνων εἶναι τῶν γυναικῶν. τοῦτο δὲ δοκεῖ ψεῦδος εἶναι· πολλαὶ γὰρ ἔχουσιν ἀπὸ χωρίων τὰς προσηγορίας.

[4] ἄλλα μέντοι πολλὰ ταῖς γυναιξὶν εἰς τιμὴν ἀπέδωκαν, ὧν καὶ ταῦτ’ ἐστιν· ἐξίστασθαι μὲν ὁδοῦ βαδιζούσαις, αἰσχρὸν δὲ μηδένα μηδὲν εἰπεῖν παρούσης γυναικός, μηδ’ ὀφθῆναι γυμνόν, ἢ δίκην φεύγειν παρὰ τοῖς ἐπὶ τῶν φονικῶν καθεστῶσι, φορεῖν δὲ καὶ τοὺς παῖδας αὐτῶν τὴν καλουμένην βοῦλλαν ἀπὸ τοῦ σχήματος, ὅμοιον πομφόλυγι περιδέραιόν τι, καὶ περιπόρφυρον.

[5] Ἐβουλεύοντο δ’ οἱ βασιλεῖς οὐκ εὐθὺς ἐν κοινῷ μετ’ ἀλλήλων, ἀλλ’ ἑκάτερος πρότερον ἰδίᾳ μετὰ τῶν ἑκατόν, εἶθ’ οὕτως εἰς ταὐτὸν ἅπαντας συνῆγον. ᾤκει δὲ Τάτιος μὲν ὅπου νῦν ὁ τῆς Μονήτης ναός ἐστι, Ῥωμύλος δὲ παρὰ τοὺς λεγομένους βαθμοὺς σκάλης Κακίης. οὗτοι δ’ εἰσὶ περὶ τὴν εἰς τὸν ἱππόδρομον τὸν μέγαν ἐκ Παλατίου [6] κατάβασιν. ἐνταῦθα δὲ καὶ τὴν κράνειαν ἔφασαν τὴν ἱερὰν γεγονέναι, μυθολογοῦντες ὅτι πειρώμενος ὁ Ῥωμύλος αὑτοῦ λόγχην ἀκοντίσειεν ἀπὸ τοῦ Ἀουεντίνου, τὸ ξυστὸν ἔχουσαν κρανείας· καταδύσης δὲ τῆς αἰχμῆς εἰς βάθος, ἀνασπάσαι μὲν οὐδεὶς πειρωμένων πολλῶν ἴσχυσε, τὸ δὲ ξύλον ἔστεξεν ἡ γῆ ζώφυτος οὖσα, καὶ βλαστοὺς [7] ἀνῆκε καὶ στέλεχος εὐμέγεθες κρανείας ἔθρεψε. τοῦτο δ’ οἱ μετὰ Ῥωμύλον ὡς ἕν τι τῶν ἁγιωτάτων ἱερῶν φυλάττοντες καὶ σεβόμενοι περιετείχισαν. ὅτῳ δὲ προσιόντι δόξειε μὴ θαλερὸν εἶναι μηδὲ χλωρόν, ἀλλ’ οἷον ἀτροφεῖν καὶ φθίνειν, ὁ μὲν εὐθὺς ἔφραζε κραυγῇ τοῖς προστυγχάνουσιν, οἱ δ’ ὥσπερ ἐμπρησμῷ βοηθοῦντες ἐβόων ὕδωρ, καὶ συνέτρεχον πανταχόθεν ἀγγεῖα πλήρη [8] κομίζοντες ἐπὶ τὸν τόπον. Γαΐου δὲ Καίσαρος ὥς φασι τὰς ἀναβάσεις ἐπισκευάζοντος, καὶ τῶν τεχνιτῶν περιορυττόντων τὰ πλησίον, ἔλαθον αἱ ῥίζαι κακωθεῖσαι παντάπασι, καὶ τὸ φυτὸν ἐμαράνθη.

[21] [1] Μῆνας μὲν οὖν οἱ Σαβῖνοι τοὺς Ῥωμαίων ἐδέξαντο, καὶ περὶ αὐτῶν ὅσα καλῶς εἶχεν, ἐν τῷ Νομᾶ βίῳ (cap. 19) γέγραπται· θυρεοῖς δὲ τοῖς ἐκείνων ὁ Ῥωμύλος ἐχρήσατο, καὶ μετέβαλε τὸν ὁπλισμὸν ἑαυτοῦ τε καὶ τῶν Ῥωμαίων, Ἀργολικὰς πρότερον ἀσπίδας φορούντων. ἑορτῶν δὲ καὶ θυσιῶν ἀλλήλοις μετεῖχον, ἃς μὲν ἦγε τὰ γένη πρότερον οὐκ ἀνελόντες, ἑτέρας δὲ θέμενοι καινάς, ὧν ἥ τε τῶν Ματρωναλίων ἐστί, δοθεῖσα ταῖς γυναιξὶν ἐπὶ τῇ τοῦ πολέμου καταλύσει, καὶ ἡ τῶν Καρμενταλίων.

[2] τὴν δὲ Καρμένταν οἴονταί τινες Μοῖραν εἶναι κυρίαν ἀνθρώπων γενέσεως· διὸ καὶ τιμῶσιν αὐτὴν αἱ μητέρες· οἱ δὲ τὴν [τοῦ] Εὐάνδρου τοῦ Ἀρκάδος γυναῖκα, μαντικήν τινα καὶ φοιβαστικὴν ἐμμέτρων χρησμῶν γενομένην, Καρμένταν ἐπονομασθῆναι (τὰ γὰρ ἔπη κάρμενα [3] καλοῦσι)· Νικοστράτη δ’ ἦν ὄνομα κύριον αὐτῇ. καὶ τοῦτο μὲν ὁμολογεῖται· τὴν δὲ Καρμένταν ἔνιοι πιθανώτερον ἀφερμηνεύουσιν οἷον ἐστερημένην νοῦ διὰ τὰς ἐν τοῖς ἐνθουσιασμοῖς παραφροσύνας. τὸ μὲν γὰρ στέρεσθαι καρῆρε, μέντεμ δὲ τὸν νοῦν ὀνομάζουσι. περὶ δὲ τῶν Παριλίων προείρηται (c. 12, 2).

[4] Τὰ δὲ Λουπερκάλια τῷ μὲν χρόνῳ δόξειεν ἂν εἶναι καθάρσια· δρᾶται γὰρ ἐν ἡμέραις ἀποφράσι τοῦ Φεβρουαρίου μηνός, ὃν καθάρσιον ἄν τις ἑρμηνεύσειε, καὶ τὴν ἡμέραν ἐκείνην τὸ παλαιὸν ἐκάλουν Φεβράτην. τοὔνομα δὲ τῆς ἑορτῆς ἑλληνιστὶ σημαίνει Λύκαια, καὶ δοκεῖ διὰ τοῦτο παμπάλαιος ἀπ’ Ἀρκάδων εἶναι τῶν περὶ [5] Εὔανδρον. ἀλλὰ τοῦτο μὲν κοινόν ἐστι· δύναται γὰρ ἀπὸ τῆς λυκαίνης γεγονέναι τοὔνομα. καὶ γὰρ ἀρχομένους τῆς περιδρομῆς τοὺς Λουπέρκους ὁρῶμεν ἐντεῦθεν, ὅπου [6] τὸν Ῥωμύλον ἐκτεθῆναι λέγουσι. τὰ δὲ δρώμενα τὴν αἰτίαν ποιεῖ δυστόπαστον· σφάττουσι γὰρ αἶγας, εἶτα μειρακίων δυοῖν ἀπὸ γένους προσαχθέντων αὐτοῖς, οἱ μὲν ᾑμαγμένῃ μαχαίρᾳ τοῦ μετώπου θιγγάνουσιν, ἕτεροι δ’ ἀπομάττουσιν εὐθύς, ἔριον βεβρεγμένον γάλακτι προσφέροντες· γελᾶν δὲ δεῖ τὰ μειράκια μετὰ τὴν ἀπόμαξιν.

[7] ἐκ δὲ τούτου τὰ δέρματα τῶν αἰγῶν κατατεμόντες, διαθέουσιν ἐν περιζώσμασι γυμνοί, τοῖς σκύτεσι τὸν ἐμποδὼν παίοντες. αἱ δ’ ἐν ἡλικίᾳ γυναῖκες οὐ φεύγουσι τὸ παίεσθαι, νομίζουσαι πρὸς εὐτοκίαν καὶ κύησιν συνεργεῖν.

[8] ἴδιον δὲ τῆς ἑορτῆς τὸ καὶ κύνα θύειν τοὺς Λουπέρκους. Βούτας δέ τις, αἰτίας μυθώδεις ἐν ἐλεγείοις περὶ τῶν Ῥωμαϊκῶν ἀναγράφων, φησὶ τοῦ Ἀμουλίου τοὺς περὶ τὸν Ῥωμύλον κρατήσαντας ἐλθεῖν δρόμῳ μετὰ χαρᾶς ἐπὶ τὸν τόπον, ἐν ᾧ νηπίοις οὖσιν αὐτοῖς ἡ λύκαινα θηλὴν ὑπέσχε, καὶ μίμημα τοῦ τότε δρόμου τὴν ἑορτὴν ἄγεσθαι, καὶ τρέχειν τοὺς ἀπὸ γένους τοὺς (Anthol. lyr. 6, 102 D2 .)

Ἐμποδίους τύπτοντας, ὅπως τότε φάσγαν’ ἔχοντες

ἐξ Ἄλβης ἔθεον Ῥωμύλος ἠδὲ Ῥέμος.

[9] καὶ τὸ μὲν ξίφος ᾑμαγμένον προσφέρεσθαι τῷ μετώπῳ τοῦ τότε φόνου καὶ κινδύνου σύμβολον, τὴν δὲ διὰ τοῦ γάλακτος ἀποκάθαρσιν ὑπόμνημα τῆς τροφῆς αὐτῶν εἶναι. Γάιος δ’ Ἀκίλιος (HRR I 44) ἱστορεῖ πρὸ τῆς κτίσεως τὰ θρέμματα τῶν περὶ τὸν Ῥωμύλον ἀφανῆ γενέσθαι· τοὺς δὲ τῷ Φαύνῳ προσευξαμένους ἐκδραμεῖν γυμνοὺς ἐπὶ τὴν ζήτησιν, ὅπως ὑπὸ τοῦ ἱδρῶτος μὴ ἐνοχλοῖντο· καὶ διὰ τοῦτο γυμνοὺς περιτρέχειν τοὺς Λουπέρκους.

[10] τὸν δὲ κύνα φαίη τις ἄν, εἰ μὲν ἡ θυσία καθαρμός ἐστι, θύεσθαι καθαρσίῳ χρωμένων αὐτῷ· καὶ γὰρ Ἕλληνες ἔν τε τοῖς καθαρσίοις σκύλακας ἐκφέρουσι καὶ πολλαχοῦ χρῶνται τοῖς λεγομένοις περισκυλακισμοῖς· εἰ δὲ τῇ λυκαίνῃ χαριστήρια ταῦτα καὶ τροφεῖα καὶ σωτήρια Ῥωμύλου τελοῦσιν, οὐκ ἀτόπως ὁ κύων σφάττεται· λύκοις γάρ ἐστι πολέμιος· εἰ μὴ νὴ Δία κολάζεται τὸ ζῷον ὡς παρενοχλοῦν τοὺς Λουπέρκους ὅταν περιθέωσι.

[22] [1] Λέγεται δὲ καὶ τὴν περὶ τὸ πῦρ ἁγιστείαν Ῥωμύλον καταστῆσαι πρῶτον, ἀποδείξαντα παρθένους ἱερὰς Ἑστιάδας προσαγορευομένας. οἱ δὲ τοῦτο μὲν εἰς Νομᾶν ἀναφέρουσι, τὰ δ’ ἄλλα τὸν Ῥωμύλον θεοσεβῆ διαφερόντως, ἔτι δὲ μαντικὸν ἱστοροῦσι γενέσθαι, καὶ φορεῖν ἐπὶ μαντικῇ τὸ καλούμενον λίτυον· ἔστι δὲ καμπύλη ῥάβδος, ᾗ τὰ πλινθία καθεζομένους ἐπ’ οἰωνῶν διαγράφειν.

[2] τοῦτο δ’ ἐν Παλατίῳ φυλαττόμενον ἀφανισθῆναι, περὶ τὰ Κελτικὰ τῆς πόλεως ἁλούσης· εἶτα μέντοι τῶν βαρβάρων ἐκπεσόντων εὑρεθῆναι κατὰ τέφρας βαθείας, ἀπαθὲς ὑπὸ τοῦ πυρὸς ἐν πᾶσι τοῖς ἄλλοις ἀπολωλόσι καὶ διεφθαρμένοις.

[3] Ἔθηκε δὲ καὶ νόμους τινάς, ὧν σφοδρὸς μέν ἐστιν ὁ γυναικὶ μὴ διδοὺς ἀπολείπειν ἄνδρα, γυναῖκα δὲ διδοὺς ἐκβάλλειν ἐπὶ φαρμακείᾳ τέκνων ἢ κλειδῶν ὑποβολῇ καὶ μοιχευθεῖσαν· εἰ δ’ ἄλλως τις ἀποπέμψαιτο, τῆς οὐσίας αὐτοῦ τὸ μὲν τῆς γυναικὸς εἶναι, τὸ δὲ τῆς Δήμητρος ἱερὸν κελεύων· τὸν δ’ ἀποδόμενον γυναῖκα [4] θύεσθαι χθονίοις θεοῖς. ἴδιον δὲ τὸ μηδεμίαν δίκην κατὰ πατροκτόνων ὁρίσαντα, πᾶσαν ἀνδροφονίαν πατροκτονίαν προσειπεῖν, ὡς τούτου μὲν ὄντος ἐναγοῦς, ἐκείνου δ’ ἀδυνάτου.

[5] καὶ μέχρι χρόνων πολλῶν ἔδοξεν ὀρθῶς ἀπογνῶναι τὴν τοιαύτην ἀδικίαν· οὐδεὶς γὰρ ἔδρασε τοιοῦτον οὐδὲν ἐν Ῥώμῃ σχεδὸν ἐτῶν ἑξακοσίων διαγενομένων, ἀλλὰ πρῶτος μετὰ τὸν Ἀννιβιακὸν πόλεμον ἱστορεῖται Λεύκιος Ὅστιος πατροκτόνος γενέσθαι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.

[23] [1] Ἔτει δὲ πέμπτῳ τῆς Τατίου βασιλείας οἰκεῖοί τινες αὐτοῦ καὶ συγγενεῖς πρέσβεσιν ἀπὸ Λαυρέντου βαδίζουσιν εἰς Ῥώμην ἐντυχόντες καθ’ ὁδόν, ἐπεχείρουν ἀφαιρεῖσθαι τὰ χρήματα βίᾳ, καὶ μὴ προϊεμένους ἀλλ’ ἀμυνομένους [2] ἀνεῖλον. ἔργου δὲ δεινοῦ τολμηθέντος, ὁ μὲν Ῥωμύλος εὐθὺς δεῖν ᾤετο κολάζεσθαι τοὺς ἀδικήσαντας, ὁ δὲ Τάτιος ἐξέκρουε καὶ παρῆγε. καὶ τοῦτο μόνον αὐτοῖς ὑπῆρξεν αἴτιον ἐμφανοῦς διαφορᾶς· τὰ δ’ ἄλλα κατακοσμοῦντες ἑαυτούς, ὡς ἔνι μάλιστα κοινῶς ἐχρῶντο καὶ [3] μεθ’ ὁμονοίας τοῖς πράγμασιν. οἱ δὲ τῶν ἀνῃρημένων οἰκεῖοι πάσης ἐξειργόμενοι δίκης νομίμου διὰ τὸν Τάτιον, ἀποκτιννύουσιν αὐτὸν ἐν Λαβινίῳ θύοντα μετὰ Ῥωμύλου προσπεσόντες, τὸν δὲ Ῥωμύλον ὡς δίκαιον ἄνδρα προὔπεμψαν εὐφημοῦντες. ὁ δὲ τὸ μὲν σῶμα τοῦ Τατίου κομίσας ἐντίμως ἔθαψε, καὶ κεῖται περὶ τὸ καλούμενον Ἀρμιλούστριον ἐν Ἀουεντίνῳ, τῆς δὲ δίκης τοῦ φόνου [4] παντάπασιν ἠμέλησεν. ἔνιοι δὲ τῶν συγγραφέων ἱστοροῦσι, τὴν μὲν πόλιν τῶν Λαυρεντίων φοβηθεῖσαν ἐκδιδόναι τοὺς αὐτόχειρας Τατίου, τὸν δὲ Ῥωμύλον ἀφεῖναι, [5] φήσαντα φόνον φόνῳ λελύσθαι. τοῦτο δὲ λόγον μέν τινα παρέσχε καὶ ὑποψίαν, ὡς ἀσμένῳ γέγονεν αὐτῷ τὸ τοῦ συνάρχοντος ἀπαλλαγῆναι, τῶν δὲ πραγμάτων οὐδὲν διετάραξεν, οὐδὲ διεστασίασε τοὺς Σαβίνους, ἀλλ’ οἱ μὲν εὐνοίᾳ τῇ πρὸς αὐτόν, οἱ δὲ φόβῳ τῆς δυνάμεως, οἱ δ’ ὡς θεῶν χρώμενον εἰς πᾶν εὐνοίᾳ θαυμάζοντες διετέλουν.

[6] Ἐθαύμαζον δὲ πολλοὶ καὶ τῶν ἐκτὸς ἀνθρώπων τὸν Ῥωμύλον, οἱ δὲ προγενέστεροι Λατῖνοι πέμψαντες αὐτῷ φιλίαν ἐποιήσαντο καὶ συμμαχίαν. Φιδήνας δ’ εἷλεν, ἀστυγείτονα τῆς Ῥώμης πόλιν, ὡς μὲν ἔνιοί φασιν, ἐξαίφνης τοὺς ἱππέας πέμψας καὶ κελεύσας ὑποτεμεῖν τῶν πυλῶν τοὺς στρόφιγγας, εἶτ’ ἐπιφανεὶς αὐτὸς ἀπροσδοκήτως· ἕτεροι δὲ λέγουσι προτέρους ἐκείνους ἐμβαλόντας ἐλάσασθαί τε λείαν καὶ καθυβρίσαι πολλὰ τὴν χώραν καὶ τὸ προάστειον, ἐνέδρας δὲ τὸν Ῥωμύλον θέμενον αὐτοῖς καὶ [7] διαφθείραντα πολλοὺς λαβεῖν τὴν πόλιν. οὐ μὴν ἀνεῖλεν οὐδὲ κατέσκαψεν, ἀλλὰ Ῥωμαίων ἐποίησεν ἀποικίαν, δισχιλίους καὶ πεντακοσίους ἀποστείλας οἰκήτορας εἰδοῖς Ἀπριλίαις.

[24] [1] Ἐκ τούτου λοιμὸς ἐμπίπτει ‹τῇ πόλει›, θανάτους μὲν αἰφνιδίους ἀνθρώποις ἄνευ νόσων ἐπιφέρων, ἁπτόμενος δὲ καὶ καρπῶν ἀφορίαις καὶ θρεμμάτων ἀγονίαις. ὕσθη δὲ καὶ σταγόσιν αἵματος ἡ πόλις, ὥστε πολλὴν [2] προσγενέσθαι τοῖς ἀναγκαίοις πάθεσι δεισιδαιμονίαν. ἐπεὶ δὲ καὶ τοῖς τὸ Λαύρεντον οἰκοῦσιν ὅμοια συνέβαινεν, ἤδη παντάπασιν ἐδόκει τῶν ἐπὶ Τατίῳ συγκεχυμένων δικαίων ἐπί τε τοῖς πρέσβεσι φονευθεῖσι μήνιμα δαιμόνιον ἀμφοτέρας ἐλαύνειν τὰς πόλεις. ἐκδοθέντων δὲ τῶν φονέων καὶ κολασθέντων παρ’ ἀμφοτέροις, ἐλώφησεν ἐπιδήλως τὰ δεινά, καὶ καθαρμοῖς ὁ Ῥωμύλος ἥγνισε τὰς πόλεις, οὓς ἔτι νῦν ἱστοροῦσιν ἐπὶ τῆς Φερεντίνης πύλης συντελεῖσθαι.

[3] πρὶν δὲ λῆξαι τὸν λοιμόν, ἐπέθεντο Καμέριοι Ῥωμαίοις καὶ κατέδραμον τὴν χώραν, ὡς ἀδυνάτων ἀμύνεσθαι [4] διὰ τὸ πάθος. εὐθὺς οὖν ὁ Ῥωμύλος ἐστράτευσεν ἐπ’ αὐτούς, καὶ μάχῃ κρατήσας ἑξακισχιλίους ἀπέκτεινε, καὶ τὴν πόλιν ἑλών, τοὺς μὲν ἡμίσεις τῶν περιγενομένων εἰς Ῥώμην ἐξῴκισε, τῶν δ’ ὑπομενόντων διπλασίους ἐκ Ῥώμης μετῴκισεν εἰς τὴν Καμερίαν Σεξτιλίαις καλάνδαις.

[5] τοσοῦτον αὐτῷ περιῆν πολιτῶν ἑκκαίδεκα ἔτη σχεδὸν οἰκοῦντι τὴν Ῥώμην. ἐν δὲ τοῖς ἄλλοις λαφύροις καὶ χαλκοῦν ἐκόμισε τέθριππον ἐκ Καμερίας· τοῦτο δ’ ἀνέστησεν ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου, ποιησάμενος ἑαυτὸν ὑπὸ Νίκης στεφανούμενον.

[25] [1] Οὕτω δὲ ῥωννυμένοις τοῖς πράγμασιν οἱ μὲν ἀσθενέστεροι τῶν προσοίκων ὑπεδύοντο καὶ τυγχάνοντες ἀδείας ἠγάπων, οἱ δὲ δυνατοὶ δεδιότες καὶ φθονοῦντες, οὐκ ᾤοντο δεῖν περιορᾶν, ἀλλ’ ἐνίστασθαι τῇ αὐξήσει [2] καὶ κολούειν τὸν Ῥωμύλον. πρῶτοι δὲ Τυρρηνῶν Βήιοι, χώραν κεκτημένοι πολλὴν καὶ πόλιν μεγάλην οἰκοῦντες, ἀρχὴν ἐποιήσαντο πολέμου ‹τὸ› Φιδήνην ἀπαιτεῖν ὡς προσήκουσαν αὐτοῖς. τὸ δ’ οὐκ ἄδικον ἦν μόνον, ἀλλὰ καὶ γελοῖον, ὅτι κινδυνεύουσι τότε καὶ πολεμουμένοις οὐ προσαμύναντες, ἀλλ’ ἐάσαντες ἀπολέσθαι τοὺς ἄνδρας, [3] οἰκίας καὶ γῆν ἀπαιτοῖεν ἄλλων ἐχόντων. καθυβρισθέντες οὖν ὑπὸ τοῦ Ῥωμύλου [ἐν] ταῖς ἀποκρίσεσι, δίχα διεῖλον ἑαυτούς, καὶ τῷ μὲν ἐπέκειντο τῷ Φιδηνατῶν στρατεύματι, τῷ δὲ πρὸς Ῥωμύλον ἀπήντων. πρὸς μὲν οὖν Φιδήναις δισχιλίους Ῥωμαίων κρατήσαντες ἀπέκτειναν, ὑπὸ Ῥωμύλου δὲ νικηθέντες ὑπὲρ ὀκτακισχιλίους [4] ἀπέβαλον. αὖθις δὲ περὶ Φιδήνην ἐμαχέσαντο, καὶ τὸ μὲν πλεῖστον ἔργον αὐτοῦ Ῥωμύλου γενέσθαι, τέχνην τε μετὰ τόλμης πᾶσαν ἐπιδειξαμένου, ῥώμῃ τε καὶ ποδωκείᾳ πολὺ δόξαντος ἀνθρωπίνης κρείττονι κεχρῆσθαι, πάντες ὁμολογοῦσι, τὸ δ’ ὑπ’ ἐνίων λεγόμενον κομιδῇ μυθῶδές ἐστι, μᾶλλον δ’ ὅλως ἄπιστον, ὅτι μυρίων καὶ τετρακισχιλίων πεσόντων ὑπερημίσεις ἦσαν οὓς αὐτὸς ἰδίᾳ χειρὶ Ῥωμύλος ἔκτεινεν, ὅπου καὶ Μεσσήνιοι κόμπῳ χρήσασθαι δοκοῦσι περὶ Ἀριστομένους λέγοντες, ὡς τρὶς [5] ἑκατομφόνια θύσειεν ἀπὸ Λακεδαιμονίων. γενομένης δὲ τῆς τροπῆς, ἀφεὶς φεύγειν τοὺς περιόντας ὁ Ῥωμύλος ἐπ’ αὐτὴν ἐχώρει τὴν πόλιν· οἱ δ’ οὐκ ἠνέσχοντο μεγάλης συμφορᾶς γενομένης, ἀλλὰ δεηθέντες ὁμολογίαν ἐποιήσαντο καὶ φιλίαν εἰς ἔτη ἑκατόν, χώραν τε πολλὴν προέμενοι τῆς ἑαυτῶν, ἣν Σεπτεμπάγιον καλοῦσιν, ὅπερ ἐστὶν ἑπταμόριον, καὶ τῶν παρὰ τὸν ποταμὸν ἐκστάντες ἁλοπηγίων, καὶ πεντήκοντα τῶν ἀρίστων ὁμήρους ἐγχειρίσαντες.

[6] ἐθριάμβευσε δὲ καὶ ἀπὸ τούτων εἰδοῖς Ὀκτωβρίαις, ἄλλους τε πολλοὺς αἰχμαλώτους ἔχων καὶ τὸν ἡγεμόνα τῶν Βηίων, ἄνδρα πρεσβύτην, ἀφρόνως δόξαντα [7] καὶ παρ’ ἡλικίαν ἀπείρως τοῖς πράγμασι κεχρῆσθαι. διὸ καὶ νῦν ἔτι θύοντες ἐπινίκια, γέροντα μὲν ἄγουσι δι’ ἀγορᾶς εἰς Καπιτώλιον ἐν περιπορφύρῳ, βοῦλλαν αὐτῷ παιδικὴν ‹ἐν›άψαντες, κηρύττει δ’ ὁ κῆρυξ Σαρδιανοὺς ὠνίους. Τυρρηνοὶ γὰρ ἄποικοι Σαρδιανῶν λέγονται, Τυρρηνικὴ δὲ πόλις οἱ Βήιοι.

[26] [1] Τοῦτον ἔσχατον πόλεμον ὁ Ῥωμύλος ἐπολέμησεν. εἶθ’ ὃ πολλοί, μᾶλλον δὲ πλὴν ὀλίγων πάσχουσι πάντες οἱ μεγάλαις καὶ παραλόγοις ἀρθέντες εὐτυχίαις εἰς δύναμιν καὶ ὄγκον, οὐδ’ αὐτὸς διέφυγε παθεῖν, ἀλλ’ ἐκτεθαρρηκὼς τοῖς πράγμασι καὶ βαρυτέρῳ φρονήματι χρώμενος, ἐξίστατο τοῦ δημοτικοῦ, καὶ παρήλλαττεν εἰς μοναρχίαν ἐπαχθῆ καὶ λυποῦσαν ἀπὸ τοῦ σχήματος πρῶτον [2] ᾧ κατεσχημάτιζεν ἑαυτόν. ἁλουργῆ μὲν γὰρ ἐνεδύετο χιτῶνα καὶ τήβεννον ἐφόρει περιπόρφυρον, ἐν θρόνῳ δ’ ἀνακλίτῳ καθήμενος ἐχρημάτιζεν. ἦσαν δὲ περὶ αὐτὸν ἀεὶ τῶν νέων οἱ καλούμενοι Κέλερες ἀπὸ τῆς περὶ τὰς [3] ὑπουργίας ὀξύτητος. ἐβάδιζον δὲ πρόσθεν ἕτεροι βακτηρίαις ἀνείργοντες τὸν ὄχλον, ὑπεζωσμένοι δ’ ἱμάντας ὥστε συνδεῖν εὐθὺς οὓς προστάξειε. τὸ δὲ δῆσαι Λατῖνοι πάλαι μὲν λιγᾶρε, νῦν δ’ ἀλλιγᾶρε καλοῦσιν· ὅθεν οἵ τε ῥαβδοῦχοι λικτώρεις αἵ τε ῥάβδοι βάκιλα καλοῦνται διὰ [4] τὸ χρῆσθαι τότε βακτηρίαις. εἰκὸς δὲ λικτώρεις ἐντιθεμένου τοῦ κάππα νῦν ὀνομάζεσθαι, πρότερον [γὰρ] λιτώρεις, ἑλληνιστὶ δὲ λειτουργοὺς ὄντας· λήιτον γὰρ τὸ δημόσιον ἔτι νῦν Ἕλληνες καὶ λαὸν τὸ πλῆθος ὀνομάζουσιν.

[27] [1] Ἐπεὶ δὲ τοῦ πάππου Νομήτορος ἐν Ἄλβῃ τελευτήσαντος, αὐτῷ βασιλεύειν προσῆκον, εἰς μέσον ἔθηκε τὴν πολιτείαν δημαγωγῶν, καὶ κατ’ ἐνιαυτὸν ἀπεδείκνυεν ἄρχοντα τοῖς Ἀλβανοῖς, ἐδίδαξε δὲ καὶ τοὺς ἐν Ῥώμῃ δυνατοὺς ἀβασίλευτον ζητεῖν καὶ αὐτόνομον πολιτείαν, [2] ἀρχομένους ἐν μέρει καὶ ἄρχοντας. οὐδὲ γὰρ οἱ καλούμενοι πατρίκιοι πραγμάτων μετεῖχον, ἀλλ’ ὄνομα καὶ σχῆμα περιῆν ἔντιμον αὐτοῖς, ἔθους ἕνεκα μᾶλλον ἢ γνώμης ἀθροιζομένοις εἰς τὸ βουλευτήριον· εἶτα σιγῇ προστάττοντος ἠκροῶντο, καὶ τῷ πρότεροι τὸ δεδογμένον ἐκείνῳ πυθέσθαι τῶν πολλῶν πλέον ἔχοντες ἀπηλλάττοντο.

[3] καὶ τἆλλα μὲν ἦν ἐλάττονα· τῆς δὲ γῆς τὴν δορίκτητον αὐτὸς ἐφ’ ἑαυτοῦ δασάμενος τοῖς στρατιώταις, καὶ τοὺς ὁμήρους τοῖς Βηίοις ἀποδούς, οὔτε πεισθέντων οὔτε βουλομένων ἐκείνων, ἔδοξε κομιδῇ τὴν γερουσίαν προπηλακίζειν. ὅθεν εἰς ὑποψίαν καὶ διαβολὴν ἐνέπεσε [4] παραλόγως ἀφανισθέντος αὐτοῦ μετ’ ὀλίγον χρόνον. ἠφανίσθη δὲ νώναις Ἰουλίαις ὡς νῦν ὀνομάζουσιν, ὡς δὲ τότε, Κυντιλίαις, οὐδὲν εἰπεῖν βέβαιον οὐδ’ ὁμολογούμενον πυθέσθαι περὶ τῆς τελευτῆς ἀπολιπών, ἀλλ’ ἢ τὸν χρόνον, ὡς προείρηται. δρᾶται γὰρ ἔτι νῦν ὅμοια τῷ [5] τότε πάθει πολλὰ κατὰ τὴν ἡμέραν ἐκείνην. οὐ δεῖ δὲ θαυμάζειν τὴν ἀσάφειαν, ὅπου Σκηπίωνος Ἀφρικανοῦ μετὰ δεῖπνον οἴκοι τελευτήσαντος οὐκ ἔσχε πίστιν οὐδ’ ἔλεγχον ὁ τρόπος τῆς τελευτῆς, ἀλλ’ οἱ μὲν αὐτομάτως ὄντα φύσει νοσώδη καμεῖν λέγουσιν, οἱ δ’ αὐτὸν ὑφ’ ἑαυτοῦ φαρμάκοις ἀποθανεῖν, οἱ δὲ τοὺς ἐχθροὺς τὴν ἀναπνοὴν ἀπολαβεῖν αὐτοῦ νύκτωρ παρεισπεσόντας. καίτοι Σκηπίων ἔκειτο νεκρὸς ἐμφανὴς ἰδεῖν πᾶσι, καὶ τὸ σῶμα παρεῖχε πᾶσιν ὁρώμενον ὑποψίαν τινὰ τοῦ πάθους καὶ [6] κατανόησιν· Ῥωμύλου δ’ ἄφνω μεταλλάξαντος οὔτε μέρος ὤφθη σώματος οὔτε λείψανον ἐσθῆτος. ἀλλ’ οἱ μὲν εἴκαζον ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου τοὺς βουλευτὰς ἐπαναστάντας αὐτῷ καὶ διαφθείραντας, νείμαντας τὸ σῶμα καὶ μέρος ἕκαστον ἐνθέμενον εἰς τὸν κόλπον ἐξενεγκεῖν· ἕτεροι δ’ οἴονται μήτ’ ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου μήτε μόνων τῶν βουλευτῶν παρόντων γενέσθαι τὸν ἀφανισμόν, ἀλλὰ τυχεῖν μὲν ἔξω περὶ τὸ καλούμενον αἰγὸς [ἢ ζορκὸς] ἕλος ἐκκλησίαν ἄγοντα τὸν Ῥωμύλον, ἄφνω δὲ θαυμαστὰ καὶ κρείττονα λόγου περὶ τὸν ἀέρα πάθη γενέσθαι καὶ [7] μεταβολὰς ἀπίστους· τοῦ μὲν γὰρ ἡλίου τὸ φῶς ἐκλιπεῖν, νύκτα δὲ κατασχεῖν οὐ πρᾳεῖαν οὐδ’ ἥσυχον, ἀλλὰ βροντάς τε δεινὰς καὶ πνοὰς ἀνέμων ζάλην ἐλαυνόντων πανταχόθεν ἔχουσαν· ἐν δὲ τούτῳ τὸν μὲν πολὺν ὄχλον σκεδασθέντα φυγεῖν, τοὺς δὲ δυνατοὺς συστραφῆναι [8] μετ’ ἀλλήλων· ἐπεὶ δ’ ἔληξεν ἡ ταραχὴ καὶ τὸ φῶς ἐξέλαμψε, καὶ τῶν πολλῶν εἰς ταὐτὸ πάλιν συνερχομένων ζήτησις ἦν τοῦ βασιλέως καὶ πόθος, οὐκ ἐᾶν τοὺς δυνατοὺς ἐξετάζειν οὐδὲ πολυπραγμονεῖν, ἀλλὰ τιμᾶν παρακελεύεσθαι πᾶσι καὶ σέβεσθαι Ῥωμύλον, ὡς ἀνηρπασμένον εἰς θεοὺς καὶ θεὸν εὐμενῆ γενησόμενον αὐτοῖς [9] ἐκ χρηστοῦ βασιλέως. τοὺς μὲν οὖν πολλοὺς ταῦτα πειθομένους καὶ χαίροντας ἀπαλλάττεσθαι, μετ’ ἐλπίδων ἀγαθῶν προσκυνοῦντας· εἶναι δέ τινας οἳ τὸ πρᾶγμα πικρῶς καὶ δυσμενῶς ἐξελέγχοντες ἐτάραττον τοὺς πατρικίους καὶ διέβαλλον, ὡς ἀβέλτερα τὸν δῆμον ἀναπείθοντας, αὐτοὺς δὲ τοῦ βασιλέως αὐτόχειρας ὄντας.

[28] [1] Οὕτως οὖν ἄνδρα τῶν πατρικίων γένει πρῶτον ἤθει τε δοκιμώτατον αὐτῷ τε Ῥωμύλῳ πιστὸν καὶ συνήθη, τῶν ἀπ’ Ἄλβης ἐποίκων, Ἰούλιον Πρόκλον, εἰς ἀγορὰν παρελθόντα καὶ τῶν ἁγιωτάτων ἔνορκον ἱερῶν ἁψάμενον εἰπεῖν ἐν πᾶσιν, ὡς ὁδὸν αὐτῷ βαδίζοντι Ῥωμύλος ἐξ ἐναντίας προσιὼν φανείη, καλὸς μὲν ὀφθῆναι καὶ μέγας ὡς οὔποτε πρόσθεν, ὅπλοις δὲ λαμπροῖς καὶ φλέγουσι κεκοσμημένος. αὐτὸς μὲν οὖν ἐκπλαγεὶς πρὸς [2] τὴν ὄψιν ‘ὦ βασιλεῦ’ φάναι, ‘τί δὴ παθὼν ἢ διανοηθείς, ἡμᾶς μὲν ἐν αἰτίαις ‹πεποίηκας› ἀδίκοις καὶ πονηραῖς, πᾶσαν δὲ τὴν πόλιν ὀρφανὴν ἐν μυρίῳ πένθει προλέλοιπας;’ ἐκεῖνον δ’ ἀποκρίνασθαι· ‘θεοῖς ἔδοξεν ὦ Πρόκλε τοσοῦτον ἡμᾶς γενέσθαι μετ’ ἀνθρώπων χρόνον, καὶ πόλιν ἐπ’ ἀρχῇ καὶ δόξῃ μεγίστῃ κτίσαντας, αὖθις οἰκεῖν [3] οὐρανόν, ἐκεῖθεν ὄντας. ἀλλὰ χαῖρε καὶ φράζε Ῥωμαίοις, ὅτι σωφροσύνην μετ’ ἀνδρείας ἀσκοῦντες ἐπὶ πλεῖστον ἀνθρωπίνης ἀφίξονται δυνάμεως. ἐγὼ δ’ ὑμῖν εὐμενὴς ἔσομαι δαίμων Κυρῖνος.’ ταῦτα πιστὰ μὲν εἶναι τοῖς Ῥωμαίοις ἐδόκει διὰ τὸν τρόπον τοῦ λέγοντος καὶ διὰ τὸν ὅρκον· οὐ μὴν ἀλλὰ καὶ δαιμόνιόν τι συνεφάψασθαι πάθος ὅμοιον ἐνθουσιασμῷ· μηδένα γὰρ ἀντειπεῖν, ἀλλὰ πᾶσαν ὑπόνοιαν καὶ διαβολὴν ἀφέντας εὔχεσθαι Κυρίνῳ καὶ θεοκλυτεῖν ἐκεῖνον.

[4] Ἔοικε μὲν οὖν ταῦτα τοῖς ὑφ’ Ἑλλήνων περί τ’ Ἀριστέου τοῦ Προικοννησίου καὶ Κλεομήδους τοῦ Ἀστυπαλαιέως μυθολογουμένοις. Ἀριστέαν μὲν γὰρ ἔν τινι κναφείῳ τελευτῆσαί φασι, καὶ τὸ σῶμα μετιόντων αὐτοῦ τῶν φίλων ἀφανὲς οἴχεσθαι· λέγειν δέ τινας εὐθὺς ἐξ ἀποδημίας ἥκοντας ἐντυχεῖν Ἀριστέᾳ τὴν ἐπὶ Κρότωνος πορευομένῳ.

[5] Κλεομήδη δὲ ῥώμῃ καὶ μεγέθει σώματος ὑπερφυᾶ γενόμενον, ἔμπληκτόν τε τῷ τρόπῳ καὶ μανικὸν ὄντα, πολλὰ δρᾶν βίαια, καὶ τέλος ἔν τινι διδασκαλείῳ παίδων τὸν ὑπερείδοντα τὴν ὀροφὴν κίονα πατάξαντα τῇ [6] χειρὶ κλάσαι μέσον καὶ τὴν στέγην καταβαλεῖν. ἀπολομένων δὲ τῶν παίδων διωκόμενον, εἰς κιβωτὸν καταφυγεῖν μεγάλην καὶ τὸ πῶμα κατακλείσαντα συνέχειν ἐντός, ὥστ’ ἀποσπάσαι μὴ δύνασθαι πολλοὺς ὁμοῦ βιαζομένους· κατασχίσαντας δὲ τὴν κιβωτόν, οὔτε ζῶντα τὸν ἄνθρωπον εὑρεῖν οὔτε νεκρόν. ἐκπλαγέντας οὖν ἀποστεῖλαι θεοπρόπους εἰς Δελφούς, οἷς τὴν Πυθίαν εἰπεῖν

Ἔσχατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς.

[7] λέγεται δὲ καὶ τὸν Ἀλκμήνης ἐκκομιζομένης νεκρὸν ἄδηλον γενέσθαι, λίθον δὲ φανῆναι κείμενον ἐπὶ τῆς κλίνης, καὶ ὅλως πολλὰ τοιαῦτα μυθολογοῦσι, παρὰ τὸ εἰκὸς ἐκθειάζοντες τὰ θνητὰ τῆς φύσεως ἅμα τοῖς θείοις. ἀπογνῶναι μὲν οὖν παντάπασι τὴν θειότητα τῆς ἀρετῆς ἀνόσιον καὶ ἀγεννές, οὐρανῷ δὲ μειγνύειν γῆν ἀβέλτερον.

[8] φατέον οὖν, ἐχομένοις τῆς ἀσφαλείας, κατὰ Πίνδαρον (fr. 131b Sn.), ὡς

σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ,

ζῳὸν δ’ ἔτι λείπεται αἰῶνος εἴδωλον·

τὸ γάρ ἐστι μόνον ἐκ θεῶν.

ἥκει γὰρ ἐκεῖθεν, ἐκεῖ δ’ ἄνεισιν, οὐ μετὰ σώματος, ἀλλ’ ἐὰν ὅτι μάλιστα σώματος ἀπαλλαγῇ καὶ διακριθῇ καὶ γένηται καθαρὸν παντάπασι καὶ ἄσαρκον καὶ ἁγνόν.

[9] αὕτη γὰρ ψυχὴ ξηρὴ ‹καὶ› ἀρίστη καθ’ Ἡράκλειτον (fr. 118 D4`5.), ὥσπερ ἀστραπὴ νέφους διαπταμένη τοῦ σώματος. ἡ δὲ σώματι πεφυρμένη καὶ περίπλεως σώματος, οἷον ἀναθυμίασις ἐμβριθὴς καὶ ὁμιχλώδης, δυσέξαπτός [10] ἐστι καὶ δυσανακόμιστος. οὐδὲν οὖν δεῖ τὰ σώματα τῶν ἀγαθῶν συναναπέμπειν παρὰ φύσιν εἰς οὐρανόν, ἀλλὰ τὰς ἀρετὰς καὶ τὰς ψυχὰς παντάπασιν οἴεσθαι κατὰ φύσιν καὶ δίκην θείαν ἐκ μὲν ἀνθρώπων εἰς ἥρωας, ἐκ δ’ ἡρώων εἰς δαίμονας, ἐκ δὲ δαιμόνων, ἂν τέλεον ὥσπερ ἐν τελετῇ καθαρθῶσι καὶ ὁσιωθῶσιν, ἅπαν ἀποφυγοῦσαι τὸ θνητὸν καὶ παθητικόν, οὐ νόμῳ πόλεως, ἀλλ’ ἀληθείᾳ καὶ κατὰ τὸν εἰκότα λόγον εἰς θεοὺς ἀναφέρεσθαι, τὸ κάλλιστον καὶ μακαριώτατον τέλος ἀπολαβούσας.

[29] [1] Τὴν δὲ γενομένην ἐπωνυμίαν τῷ Ῥωμύλῳ τὸν Κυρῖνον οἱ μὲν Ἐνυάλιον προσαγορεύουσιν, οἱ δ’ ὅτι καὶ τοὺς πολίτας Κυρίτας ὠνόμαζον, οἱ δὲ τὴν αἰχμὴν ἢ τὸ δόρυ τοὺς παλαιοὺς κύριν ὀνομάζειν, καὶ Κυρίτιδος Ἥρας ἄγαλμα καλεῖν ἐπ’ αἰχμῆς ἱδρυμένον, ἐν δὲ τῇ Ῥηγίᾳ δόρυ καθιδρυμένον Ἄρεα προσαγορεύειν καὶ δόρατι τοὺς ἐν πολέμοις ἀριστεύοντας γεραίρειν· ὡς οὖν ἀρήιόν τινα τὸν Ῥωμύλον ἢ αἰχμητὴν θεὸν ὀνομασθῆναι [2] Κυρῖνον. ἱερὸν μὲν οὖν αὐτοῦ κατεσκευασμένον ἐστὶν ἐν τῷ λόφῳ τῷ Κυρίνᾳ προσαγορευομένῳ δι’ ἐκεῖνον· ᾗ δ’ ἡμέρᾳ μετήλλαξεν, ὄχλου φυγὴ καλεῖται καὶ νῶναι Καπρατῖναι διὰ τὸ θύειν εἰς τὸ τῆς αἰγὸς ἕλος ἐκ πόλεως [3] κατιόντας· τὴν γὰρ αἶγα κάπραν ὀνομάζουσιν. ἐξιόντες δὲ πρὸς τὴν θυσίαν πολλὰ τῶν ἐπιχωρίων ὀνομάτων φθέγγονται μετὰ βοῆς, οἷον Μάρκου, Λουκίου, Γαΐου, μιμούμενοι τὴν τότε τροπὴν καὶ ἀνάκλησιν ἀλλήλων [4] μετὰ δέους καὶ ταραχῆς. ἔνιοι μέντοι τὸ μίμημα τοῦτό φασι μὴ φυγῆς, ἀλλ’ ἐπείξεως εἶναι καὶ σπουδῆς, εἰς αἰτίαν τοιαύτην ἀναφέροντες τὸν λόγον. ἐπεὶ Κελτοὶ τὴν Ῥώμην καταλαβόντες ἐξεκρούσθησαν ὑπὸ Καμίλλου, καὶ δι’ ἀσθένειαν ἡ πόλις οὐκέτι ῥᾳδίως ἑαυτὴν ἀνελάμβανεν, ἐστράτευσαν ἐπ’ αὐτὴν πολλοὶ τῶν Λατίνων, ἄρχοντα [5] Λίβιον Ποστούμιον ἔχοντες. οὗτος δὲ καθίσας τὸν στρατὸν οὐ πρόσω τῆς Ῥώμης ἔπεμπε κήρυκα, βούλεσθαι λέγων τοὺς Λατίνους ἐκλιποῦσαν ἤδη τὴν παλαιὰν οἰκειότητα καὶ συγγένειαν ἐκζωπυρῆσαι, καιναῖς αὖθις [6] ἀνακραθέντων ἐπιγαμίαις τῶν γενῶν. ἂν οὖν πέμψωσι παρθένους τε συχνὰς καὶ γυναικῶν τὰς ἀνάνδρους, εἰρήνην ἔσεσθαι καὶ φιλίαν αὐτοῖς, ὡς ὑπῆρξε πρὸς Σαβίνους πρότερον ἐκ τῶν ὁμοίων. ταῦτ’ ἀκούσαντες οἱ Ῥωμαῖοι τόν τε πόλεμον ἐφοβοῦντο, καὶ τὴν παράδοσιν τῶν γυναικῶν οὐδὲν αἰχμαλωσίας ἐπιεικέστερον ἔχειν ἐνόμιζον.

[7] ἀποροῦσι δ’ αὐτοῖς θεράπαινα Φιλωτίς, ὡς δ’ ἔνιοι λέγουσι Τουτόλα καλουμένη, συνεβούλευσε μηδέτερα ποιεῖν, ἀλλὰ χρησαμένους δόλῳ διαφυγεῖν ἅμα τὸν πόλεμον καὶ τὴν ἐξομήρευσιν. ἦν δ’ ὁ δόλος, αὐτήν τε τὴν Φιλωτίδα καὶ σὺν αὐτῇ θεραπαινίδας εὐπρεπεῖς κοσμήσαντας ὡς ἐλευθέρας ἀποστεῖλαι πρὸς τοὺς πολεμίους· εἶτα νύκτωρ τὴν Φιλωτίδα πυρσὸν ἆραι, τοὺς δὲ Ῥωμαίους ἐπελθεῖν μετὰ τῶν ὅπλων καὶ χρήσασθαι κοιμωμένοις [8] τοῖς πολεμίοις. ταῦτα δ’ ἐδρᾶτο πεισθέντων τῶν Λατίνων, καὶ τὸν πυρσὸν ἀνέσχεν ἡ Φιλωτὶς ἔκ τινος ἐρινεοῦ, περισχοῦσα προκαλύμμασι καὶ παραπετάσμασιν ὄπισθεν, ὥστε τοῖς πολεμίοις ἀόρατον εἶναι τὸ φῶς, τοῖς δὲ Ῥωμαίοις κατάδηλον. ὡς οὖν ἐπεῖδον, εὐθὺς ἐξῄεσαν ἐπειγόμενοι καὶ διὰ τὴν ἔπειξιν ἀλλήλους περὶ [9] τὰς πύλας ἀνακαλοῦντες πολλάκις. ἐμπεσόντες δὲ τοῖς πολεμίοις ἀπροσδοκήτως καὶ κρατήσαντες, ἐπινίκιον ἄγουσι τὴν ἑορτήν. καὶ Καπρατῖναι μὲν αἱ νῶναι καλοῦνται διὰ τὸν ἐρινεόν, καπρίφικον ὑπὸ Ῥωμαίων ὀνομαζόμενον. ἑστιῶσι δὲ τὰς γυναῖκας ἔξω συκῆς κλάδοις [10] σκιαζομένας· αἱ δὲ θεραπαινίδες ἀγείρουσι περιιοῦσαι καὶ παίζουσιν, εἶτα πληγαῖς καὶ βολαῖς λίθων χρῶνται πρὸς ἀλλήλας, ὡς καὶ τότε τοῖς Ῥωμαίοις παραγενόμεναι [11] καὶ συναγωνισάμεναι μαχομένοις. ταῦτ’ οὐ πολλοὶ προσίενται τῶν συγγραφέων, ἀλλὰ καὶ τὸ μεθ’ ἡμέραν χρῆσθαι τῇ ἀνακλήσει τῶν ὀνομάτων καὶ τὸ πρὸς τὸ ἕλος τὸ τῆς αἰγὸς ὡς ἐπὶ θαλίαν βαδίζειν ἔοικε τῷ προτέρῳ λόγῳ προστίθεσθαι μᾶλλον, εἰ μὴ νὴ Δία τῆς αὐτῆς ἡμέρας ἐν χρόνοις ἑτέροις ἀμφότερα τὰ πάθη συνέτυχε γενέσθαι.

[12] Λέγεται δὲ Ῥωμύλος τέσσαρα μὲν ἔτη καὶ πεντήκοντα γεγονώς, ὄγδοον δὲ βασιλεύων ἐκεῖνο καὶ τριακοστόν, ἐξ ἀνθρώπων ἀφανισθῆναι.