[1] [1] Περὶ δὲ Φουρίου Καμίλλου πολλῶν καὶ μεγάλων λεγομένων ἴδιον εἶναι δοκεῖ μάλιστα καὶ παράδοξον, ὅτι πλεῖστα μὲν ἐν ἡγεμονίαις καὶ μέγιστα κατορθώσας, δικτάτωρ δὲ πεντάκις αἱρεθείς, θριαμβεύσας δὲ τετράκις, κτίστης δὲ τῆς Ῥώμης ἀναγραφεὶς δεύτερος, οὐδ’ ἅπαξ [2] ὑπάτευσε. τούτου δ’ αἴτιον ἡ τῆς τότε πολιτείας κατάστασις, ἐκ διαφορᾶς τοῦ δήμου πρὸς τὴν σύγκλητον ὑπάτους μὲν ἐρίσαντος μὴ ἀποδείκνυσθαι, χιλιάρχους δὲ χειροτονοῦντος ἐπὶ τὴν ἡγεμονίαν, ὧν καίπερ ἀπ’ ἐξουσίας καὶ δυνάμεως ὑπατικῆς ἅπαντα πραττόντων ἧττον [3] ἦν ἐπαχθὴς ἡ ἀρχὴ διὰ τὸ πλῆθος. τὸ γὰρ ἓξ ἄνδρας, ἀλλὰ μὴ δύο, τοῖς πράγμασιν ἐφεστάναι, παρεμυθεῖτο [4] τοὺς βαρυνομένους τὴν ὀλιγαρχίαν. κατὰ τοῦτο δὴ καιροῦ μάλιστα τῇ δόξῃ καὶ τοῖς πράγμασιν ἀκμάσας ὁ Κάμιλλος, ὕπατος μὲν οὐκ ἠξίωσεν ἄκοντι τῷ δήμῳ γενέσθαι, καίπερ ἐν τῷ διὰ μέσου δεξαμένης ὑπατικὰς ἀρχαιρεσίας τῆς πολιτείας πολλάκις, ἐν δὲ ταῖς ἄλλαις ἡγεμονίαις πολλαῖς καὶ παντοδαπαῖς γενομέναις τοιοῦτον αὑτὸν παρέσχεν, ὥστε τὴν μὲν ἐξουσίαν καὶ μοναρχοῦντος εἶναι κοινήν, τὴν δὲ δόξαν ἰδίαν καὶ μεθ’ ἑτέρων στρατηγοῦντος· ὧν τοῦ μὲν ἡ μετριότης αἴτιον ἀνεπιφθόνως ἄρχοντος, τοῦ δ’ ἡ φρόνησις, δι’ ἣν ὁμολογουμένως ἐπρώτευεν.
[2] [1] Οὔπω δὲ τότε περὶ τὸν Φουρίων οἶκον οὔσης μεγάλης ἐπιφανείας, αὐτὸς ἀφ’ ἑαυτοῦ πρῶτος εἰς δόξαν προῆλθεν, ἐν τῇ μεγάλῃ μάχῃ πρὸς Αἰκανοὺς καὶ Οὐολούσκους ὑπὸ δικτάτορι Ποστουμίῳ Τουβέρτῳ στρατευόμενος.
[2] προϊππεύων γὰρ τοῦ στρατοῦ καὶ πληγῇ περιπεσὼν εἰς τὸν μηρόν, οὐκ ἀνῆκεν, ἀλλ’ ἐγκείμενον τῷ τραύματι παρέλκων τὸ ἀκόντισμα καὶ συμπλεκόμενος [3] τοῖς ἀρίστοις τῶν πολεμίων τροπὴν ἐποίησεν. ἐκ δὲ τούτου τῶν τ’ ἄλλων γερῶν ἔτυχε καὶ τιμητὴς ἀπεδείχθη, μέγα τῆς ἀρχῆς ἀξίωμα ταύτης ἐπὶ τῶν τότε χρόνων [4] ἐχούσης. μνημονεύεται δὲ τιμητοῦ ὄντος αὐτοῦ καλὸν μὲν ἔργον τὸ τοὺς ἀγάμους λόγοις τε πείθοντα καὶ ζημίαις ἀπειλοῦντα συγκαταζεῦξαι ταῖς χηρευούσαις γυναιξί - πολλαὶ δ’ ἦσαν αὗται διὰ τοὺς πολέμους - , ἀναγκαῖον δὲ τὸ καὶ τοὺς ὀρφανοὺς ὑποτελεῖς ποιῆσαι, [5] πρότερον ἀνεισφόρους ὄντας. αἴτιαι δ’ ἦσαν αἱ συνεχεῖς στρατεῖαι, μεγάλων ἀναλωμάτων δεόμεναι, καὶ μάλιστα κατήπειγεν ἡ Βηίων πολιορκία. τούτους ἔνιοι Οὐηιεντανοὺς καλοῦσιν.
[6] Ἦν δὲ πρόσχημα τῆς Τυρρηνίας ἡ πόλις, ὅπλων μὲν ἀριθμῷ καὶ πλήθει τῶν στρατευομένων οὐκ ἀποδέουσα τῆς Ῥώμης, πλούτῳ δὲ καὶ βίων ἁβρότητι καὶ τρυφαῖς καὶ πολυτελείαις ἀγαλλομένη, πολλοὺς καὶ καλοὺς ἀγῶνας ἠγωνίσατο, περὶ δόξης καὶ δυναστείας πολεμοῦσα [7] Ῥωμαίοις. ἐν δὲ τῷ τότε χρόνῳ τῆς μὲν φιλοτιμίας ἀφειστήκει, συντριβεῖσα μεγάλαις μάχαις, ἐπαράμενοι δὲ τείχη μεγάλα καὶ καρτερά, καὶ τὴν πόλιν ὅπλων καὶ βελῶν καὶ σίτου καὶ παρασκευῆς ἁπάσης ἐμπλήσαντες, ἀδεῶς ὑπέμενον τὴν πολιορκίαν, μακρὰν μὲν οὖσαν, οὐχ ἧττον δὲ τοῖς πολιορκοῦσιν ἐργώδη καὶ χαλεπὴν γενομένην.
[8] εἰθισμένοι γὰρ οὐ πολὺν χρόνον ἅμ’ ὥρᾳ θέρους ἔξω στρατεύειν, οἴκοι δὲ διαχειμάζειν, τότε πρῶτον ἠναγκάσθησαν ὑπὸ τῶν χιλιάρχων φρούρια κατασκευασάμενοι καὶ στρατόπεδον τειχίσαντες ἐν τῇ πολεμίᾳ χειμῶνα καὶ θέρος συνάπτειν, ἤδη σχεδὸν ἔτους ἑβδόμου τῷ πολέμῳ [9] τελευτῶντος, ὥστε καὶ τοὺς ἄρχοντας ἐν αἰτίᾳ γενέσθαι καὶ μαλακῶς πολιορκεῖν δοκοῦντας ἀφαιρεθῆναι τὴν ἀρχήν, ἑτέρων αἱρεθέντων ἐπὶ τὸν πόλεμον· ὧν [10] ἦν καὶ Κάμιλλος, τότε χιλιαρχῶν τὸ δεύτερον. ἔπραξε δὲ περὶ τὴν πολιορκίαν οὐδὲν ἐν ἐκείνῳ τῷ χρόνῳ, λαχὼν Φαλερίοις καὶ Καπηνάταις πολεμεῖν, οἳ δι’ ἀσχολίαν τότε πολλὰ τὴν χώραν καθυβρίσαντες καὶ παρὰ πάντα τὸν Τυρρηνικὸν πόλεμον ἐνοχλήσαντες, ἐπιέσθησαν ὑπὸ τοῦ Καμίλλου καὶ συνεστάλησαν ἐς τὰ τείχη, πολλοὺς ἀποβαλόντες.
[3] [1] Ἐκ τούτου τὸ περὶ τὴν Ἀλβανίδα λίμνην πάθος ἀκμάζοντι τῷ πολέμῳ συνενεχθέν, οὐδενὸς ἧττον τῶν ἀπίστων πυθέσθαι θαυμάτων αἰτίας κοινῆς ἀπορίᾳ καὶ [2] λόγου φυσικὴν ἔχοντος ἀρχὴν ἐφόβησεν. ἦν μὲν γὰρ ὥρα μετοπωρινή, καὶ τὸ θέρος ἔληγεν, οὔτ’ ἔπομβρον οὔτε πνεύμασι νοτίοις χαλεπὸν ἐπιδήλως γενόμενον· πολλὰς δὲ λίμνας καὶ ποταμοὺς καὶ νάματα παντοδαπὰ τῆς Ἰταλίας ἐχούσης, τὰ μὲν ἐξέλιπε κομιδῇ, τὰ δ’ ἀντέσχε γλίσχρως καὶ μόλις, οἱ δὲ ποταμοὶ πάντες ὥσπερ αἰεὶ [3] κοῖλοι καὶ ταπεινοὶ διὰ θέρους ἐρρύησαν. τὸ δὲ τῆς Ἀλβανίδος λίμνης ‹ὕδωρ›, ἀρχὴν ἔχον ἐν ἑαυτῷ καὶ τελευτήν, ὄρεσιν εὐγείοις περιεχόμενον, ἀπ’ οὐδενὸς αἰτίου (πλὴν εἴ τι θεῖον) αὐξόμενον ἐπιδήλως διωγκοῦτο καὶ προσίστατο ταῖς ὑπωρείαις καὶ τῶν ἀνωτάτω λόφων ἔψαυεν ὁμαλῶς, ἄνευ σάλου καὶ κλύδωνος ἐξιστάμενον.
[4] καὶ πρῶτον μὲν ἦν ποιμένων θαῦμα καὶ βοτήρων· ἐπεὶ δὲ τοῦ διείργοντος ἀπὸ τῆς κάτω χώρας οἷον ἰσθμοῦ τὴν λίμνην ὑπεκραγέντος ὑπὸ πλήθους καὶ βάρους, μέγα ῥεῦμα κατέβαινε διὰ τῶν ἀρουμένων καὶ φυτευομένων ἐπὶ τὴν θάλασσαν, οὐ μόνον αὐτοῖς παρεῖχε Ῥωμαίοις ἔκπληξιν, ἀλλὰ καὶ πᾶσιν ἐδόκει τοῖς τὴν Ἰταλίαν κατοικοῦσι [5] μηδενὸς μικροῦ σημεῖον εἶναι. πλεῖστος δ’ αὐτοῦ λόγος ἦν ἐν τῷ στρατοπέδῳ τῷ πολιορκοῦντι τοὺς Βηίους, ὥστε κἀκείνοις ἔκπυστον γενέσθαι τὸ περὶ τὴν λίμνην πάθος.
[4] [1] Οἷα δ’ ἐν πολιορκίᾳ διὰ χρόνου μῆκος ἐπιμειξίας τε πολλὰς ἐχούσῃ καὶ κοινολογίας πρὸς τοὺς πολεμίους, ἐγεγόνει τινὶ Ῥωμαίῳ συνήθεια καὶ παρρησία πρὸς ἕνα τῶν πολεμίων, ἄνθρωπον ἔμπειρόν τε λογίων παλαιῶν καί τι καὶ πλέον εἰδέναι τῶν ἄλλων ἀπὸ μαντικῆς δοκοῦντα.
[2] τοῦτον οὖν ὁ Ῥωμαῖος, ὡς ἤκουσε τὴν ἐπίδοσιν τῆς λίμνης, ὁρῶν ὑπερηδόμενόν τε καὶ καταγελῶντα τῆς πολιορκίας, οὐ ταῦτ’ ἔφη μόνον ἐνηνοχέναι θαυμαστὰ τὸν παρόντα χρόνον, ἀλλ’ ἕτερα τούτων ἀτοπώτερα σημεῖα Ῥωμαίοις γεγονέναι, περὶ ὧν ἐθέλειν ἐκείνῳ κοινωσάμενος εἴ τι δύναιτο θέσθαι τῶν ἰδίων ἄμεινον ἐν τοῖς [3] κοινοῖς νοσοῦσιν. ὑπακούσαντος δὲ τοῦ ἀνθρώπου προθύμως καὶ διδόντος ἑαυτὸν εἰς κοινολογίαν ὡς ἀπορρήτων τινῶν ἀκροατὴν ἐσόμενον, κατὰ μικρὸν οὕτω διαλεγόμενος καὶ ὑπάγων αὐτόν, ὡς πορρωτέρω τῶν πυλῶν ἐγεγόνεισαν, αἴρεταί τε μετέωρον εὐρωστότερος ὤν, καὶ πλειόνων ἀπὸ στρατοπέδου προσδραμόντων χειρωσάμενος [4] καὶ κρατήσας παρέδωκε τοῖς στρατηγοῖς. ἐν τούτῳ δ’ ἀνάγκης γεγονὼς ὁ ἄνθρωπος, καὶ μαθὼν ἄρα τὸ πεπρωμένον ὡς ἄφυκτον εἴη, λόγια προὔφαινεν ἀπόρρητα περὶ τῆς ἑαυτοῦ πατρίδος, ὡς οὐκ οὔσης ἁλωσίμου πρότερον, ἢ τὴν Ἀλβανίδα λίμνην ἐκχυθεῖσαν καὶ φερομένην ὁδοὺς ἑτέρας ὤσαντες ὀπίσω καὶ περισπάσαντες [5] οἱ πολέμιοι κωλύσωσι μείγνυσθαι τῇ θαλάττῃ. ταῦτα τῇ συγκλήτῳ πυθομένῃ καὶ διαπορούσῃ καλῶς ἔχειν ἔδοξε [6] πέμψαντας εἰς Δελφοὺς ἐρέσθαι τὸν θεόν. οἱ δὲ πεμφθέντες ἄνδρες ἔνδοξοι καὶ μεγάλοι, Κόσσος Λικίνιος καὶ Οὐαλέριος Ποτῖτος καὶ Φάβιος Ἄμβουστος, πλῷ τε χρησάμενοι καὶ τῶν παρὰ τοῦ θεοῦ τυχόντες, ἧκον ἄλλας τε μαντείας κομίζοντες, αἳ πατρίων τινῶν περὶ τὰς καλουμένας Λατίνας ἑορτὰς ὀλιγωρίαν ἔφραζον αὐτοῖς, καὶ τὸ τῆς Ἀλβανίδος ὕδωρ ἐκέλευον εἴργοντας ὡς ἀνυστόν ἐστι τῆς θαλάττης ἀνωθεῖν εἰς τὸν ἀρχαῖον πόρον, ἢ τοῦτο μὴ δυναμένους ὀρύγμασι καὶ τάφροις παράγειν εἰς [7] τὸ πεδίον καὶ καταναλίσκειν. ἀπαγγελθέντων δὲ τούτων, οἱ μὲν ἱερεῖς τὰ περὶ τὰς θυσίας ἔπραττον, ὁ δὲ δῆμος ἐχώρει πρὸς τὰ ἔργα καὶ τὸ ὕδωρ ἐξέτρεπεν.
[5] [1] Ἡ δὲ σύγκλητος εἰς τὸ δέκατον ἔτος τοῦ πολέμου καταλύσασα τὰς ἄλλας ἀρχὰς δικτάτορα Κάμιλλον ἀπέδειξεν· ἵππαρχον δ’ ἐκεῖνος αὑτῷ προσελόμενος Κορνήλιον Σκιπίωνα, πρῶτον μὲν εὐχὰς ἐποιήσατο τοῖς θεοῖς ἐπὶ τῷ πολέμῳ τέλος εὐτυχὲς λαβόντι τὰς μεγάλας θέας ἄξειν καὶ νεὼν θεᾶς, ἣν Μητέρα Ματοῦταν καλοῦσι Ῥωμαῖοι, [2] καθιερώσειν. ταύτην ἄν τις ἀπὸ τῶν δρωμένων ἱερῶν μάλιστα Λευκοθέαν νομίσειεν εἶναι. καὶ γὰρ θεράπαιναν εἰς τὸν σηκὸν εἰσάγουσαι ῥαπίζουσιν, εἶτ’ ἐξελαύνουσι καὶ τὰ τῶν ἀδελφῶν τέκνα πρὸ τῶν ἰδίων ἐναγκαλίζονται, καὶ δρῶσι περὶ τὴν θυσίαν ἃ ταῖς Διονύσου τροφαῖς καὶ τοῖς διὰ τὴν παλλακὴν πάθεσι τῆς Ἰνοῦς προσέοικε.
[3] Μετὰ δὲ τὰς εὐχὰς ὁ Κάμιλλος εἰς τὴν Φαλίσκων ἐνέβαλε, καὶ μάχῃ μεγάλῃ τούτους τε καὶ Καπηνάτας [4] προσβοηθήσαντας αὐτοῖς ἐνίκησεν. ἔπειτα πρὸς τὴν πολιορκίαν τραπόμενος τῶν Βηίων, καὶ τὸν ἐκ προσβολῆς ἀγῶνα χαλεπὸν καὶ δύσεργον ὁρῶν, ὑπονόμους ἔτεμνε, τῶν περὶ τὴν πόλιν χωρίων ἐνδιδόντων τοῖς ὀρύγμασι καὶ ταχὺ δεχομένων εἰς βάθος ἄγειν ἄδηλον τοῖς πολεμίοις [5] τὰ ἔργα. διὸ καὶ προϊούσης ὁδῷ τῆς ἐλπίδος, αὐτὸς μὲν ἔξωθεν προσέβαλλεν ἐκκαλούμενος ἐπὶ τὰ τείχη τοὺς πολεμίους. ἄλλοι δ’ ἀδήλως ὑποπορευόμενοι διὰ τῶν ὑπονόμων ἔλαθον ἐντὸς γενόμενοι τῆς ἄκρας κατὰ τὸ τῆς Ἥρας ἱερόν, ὃ μέγιστον ἦν ἐν τῇ πόλει καὶ μάλιστα [6] τιμώμενον. ἐνταῦθα λέγεται τυχεῖν κατ’ ἐκεῖνο καιροῦ τὸν ἡγεμόνα τῶν Τυρρηνῶν ἐφ’ ἱεροῖς, τὸν δὲ μάντιν εἰς τὰ σπλάγχνα κατιδόντα καὶ μέγα φθεγξάμενον εἰπεῖν ὅτι νίκην δίδωσιν ὁ θεὸς τῷ κατακολουθήσαντι τοῖς ἱεροῖς ἐκείνοις· ταύτης δὲ τῆς φωνῆς τοὺς ἐν τοῖς ὑπονόμοις Ῥωμαίους ἐπακούσαντας ταχὺ διασπάσαι τὸ ἔδαφος, καὶ μετὰ βοῆς καὶ ψόφου τῶν ὅπλων ἀναδύντας, ἐκπλαγέντων τῶν πολεμίων καὶ φυγόντων, ἁρπάσαντας τὰ σπλάγχνα κομίσαι πρὸς τὸν Κάμιλλον. ἀλλὰ ταῦτα μὲν ἴσως ἐοικέναι δόξει μυθεύμασιν.
[7] Ἁλούσης δὲ τῆς πόλεως κατὰ κράτος καὶ τῶν Ῥωμαίων ἀγόντων καὶ φερόντων ἄπειρόν τινα πλοῦτον, ἐφορῶν ὁ Κάμιλλος ἀπὸ τῆς ἄκρας τὰ πραττόμενα, πρῶτον μὲν ἑστὼς ἐδάκρυσεν, εἶτα μακαρισθεὶς ὑπὸ τῶν παρόντων ἀνέσχε τὰς χεῖρας τοῖς θεοῖς καὶ προσευχόμενος εἶπε· ‘Ζεῦ μέγιστε καὶ θεοὶ χρηστῶν ἐπίσκοποι καὶ πονηρῶν ἔργων, αὐτοί που σύνιστε Ῥωμαίοις ὡς οὐ παρὰ δίκην, ἀλλὰ κατ’ ἀνάγκην ἀμυνόμενοι μετερχόμεθα δυσμενῶν [8] ἀνδρῶν καὶ παρανόμων πόλιν. εἰ δ’ ἄρα τις’ ἔφη ‘καὶ ἡμῖν ἀντίστροφος ὀφείλεται τῆς παρούσης νέμεσις εὐπραξίας, εὔχομαι ταύτην ὑπέρ τε πόλεως καὶ στρατοῦ Ῥωμαίων εἰς ἐμαυτὸν ἐλαχίστῳ κακῷ τελευτῆσαι.’ [9] ταῦτ’ εἰπών, καθάπερ ἐστὶ Ῥωμαίοις ἔθος ἐπευξαμένοις καὶ προσκυνήσασιν ἐπὶ δεξιὰ ἐξελίττειν, ἐσφάλη περιστρεφόμενος. διαταραχθέντων δὲ τῶν παρόντων, πάλιν ἀναλαβὼν ἑαυτὸν ἐκ τοῦ πτώματος εἶπεν ὡς γέγονεν αὐτῷ κατ’ εὐχὴν σφάλμα μικρὸν ἐπ’ εὐτυχίᾳ μεγίστῃ.
[6] [1] Διαπορθήσας δὲ τὴν πόλιν, ἔγνω τὸ ἄγαλμα τῆς Ἥρας μεταφέρειν εἰς Ῥώμην ὥσπερ εὔξατο. καὶ συνελθόντων ἐπὶ τοῦτο τῶν τεχνιτῶν, ὁ μὲν ἔθυε καὶ προσηύχετο τῇ θεῷ δέχεσθαι τὴν προθυμίαν αὐτῶν καὶ εὐμενῆ γίνεσθαι σύνοικον τοῖς λαχοῦσι τὴν Ῥώμην θεοῖς, τὸ δ’ ἄγαλμά φασιν ὑποφθεγξάμενον εἰπεῖν ὅτι καὶ βούλεται [2] καὶ συγκαταινεῖ. Λίουιος (5, 22) δέ φησιν εὔχεσθαι μὲν τὸν Κάμιλλον ἁπτόμενον τῆς θεοῦ καὶ παρακαλεῖν, ἀποκρίνασθαι δέ τινας τῶν παρόντων ὅτι καὶ [3] βούλεται καὶ συνακολουθεῖ προθύμως. οἱ δ’ ἰσχυριζόμενοι καὶ τῷ παραδόξῳ βοηθοῦντες μεγίστην μὲν ἔχουσι συνήγορον τὴν τύχην τῆς πόλεως, ἣν ἀπὸ μικρᾶς καὶ καταφρονουμένης ἀρχῆς ἐπὶ τοσοῦτον δόξης καὶ δυνάμεως προελθεῖν δίχα θεοῦ πολλαῖς καὶ μεγάλαις ἐπιφανείαις [4] ἑκάστοτε συμπαρόντος ἀμήχανον. οὐ μὴν ἀλλὰ καὶ συνάγουσιν ὁμοειδῆ τινα, τοῦτο μὲν ἱδρῶτας ἀγαλμάτων πολλάκις ἐκχυθέντας, τοῦτο δὲ στεναγμοὺς ἀκουσθέντας ἀποστροφάς τε δεικνύντες καὶ καταμύσεις ξοάνων, [5] ἃς ἱστορήκασιν οὐκ ὀλίγοι τῶν πρότερον. πολλὰ δὲ καὶ τῶν καθ’ ἡμᾶς ἀκηκοότες ἀνθρώπων λέγειν ἔχομεν [6] ἄξια θαύματος, ὧν οὐκ ἄν τις εἰκῇ καταφρονήσειεν. ἀλλὰ τοῖς τοιούτοις καὶ τὸ πιστεύειν σφόδρα καὶ τὸ λίαν ἀπιστεῖν ἐπισφαλές ἐστι διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν, ὅρον οὐκ ἔχουσαν οὐδὲ κρατοῦσαν αὑτῆς, ἀλλ’ ἐκφερομένην ὅπου μὲν εἰς δεισιδαιμονίαν καὶ τῦφον, ὅπου δ’ εἰς ὀλιγωρίαν τῶν θείων καὶ περιφρόνησιν· ἡ δ’ εὐλάβεια καὶ τὸ μηδὲν ἄγαν ἄριστον.
[7] [1] Ὁ δὲ Κάμιλλος, εἴτε μεγέθει τοῦ ἔργου, πόλιν ἀντίπαλον τῆς Ῥώμης ἔτει δεκάτῳ τῆς πολιορκίας καθῃρηκώς, εἴθ’ ὑπὸ τῶν εὐδαιμονιζόντων αὐτὸν εἰς ὄγκον ἐξαρθεὶς καὶ φρόνημα νομίμου καὶ πολιτικῆς ἀρχῆς ἐπαχθέστερον, τά τ’ ἄλλα σοβαρῶς ἐθριάμβευσε, καὶ τέθριππον ὑποζευξάμενος λευκόπωλον ἐπέβη καὶ διεξήλασε τῆς Ῥώμης, οὐδενὸς τοῦτο ποιήσαντος ἡγεμόνος πρότερον [2] οὐδ’ ὕστερον. ἱερὸν γὰρ ἡγοῦνται τὸ τοιοῦτον ὄχημα, τῷ βασιλεῖ καὶ πατρὶ τῶν θεῶν ἐπιπεφημισμένον. ἔκ τε δὴ τούτου διεβλήθη πρὸς τοὺς πολίτας οὐκ εἰθισμένους ἐντρυφᾶσθαι, καὶ δευτέραν ἔλαβεν αἰτίαν ἐνιστάμενος νόμῳ [3] διοικίζοντι τὴν πόλιν. εἰσηγοῦντο γὰρ οἱ δήμαρχοι τόν τε δῆμον καὶ τὴν σύγκλητον εἰς μέρη δύο νεμηθῆναι, καὶ τοὺς μὲν αὐτόθι κατοικεῖν, τοὺς δὲ κλήρῳ λαχόντας εἰς τὴν αἰχμάλωτον μεταστῆναι πόλιν, ὡς εὐπορωτέρων ἐσομένων καὶ δυσὶ μεγάλοις καὶ καλοῖς ἄστεσι τήν τε χώραν ὁμοῦ καὶ τὴν ἄλλην εὐδαιμονίαν φυλαξόντων.
[4] ὁ μὲν οὖν δῆμος, ἤδη πολὺς γεγονὼς καὶ ἀχρήματος, ἄσμενος ἐδέξατο, καὶ συνεχὴς ἦν τοῖς περὶ τὸ βῆμα θορύβοις αἰτῶν τὴν ψῆφον· ἡ δὲ βουλὴ καὶ τῶν ἄλλων οἱ κράτιστοι πολιτῶν, οὐ διαίρεσιν, ἀλλ’ ἀναίρεσιν ἡγούμενοι τῆς Ῥώμης πολιτεύεσθαι τοὺς δημάρχους καὶ δυσανασχετοῦντες, [5] ἐπὶ τὸν Κάμιλλον κατέφυγον. κἀκεῖνος ὀρρωδῶν τὸν ἀγῶνα προφάσεις ἐνέβαλλε τῷ δήμῳ καὶ [6] ἀσχολίας, δι’ ὧν αἰεὶ τὸν νόμον ἐξέκρουεν. ἦν μὲν οὖν διὰ ταῦτα λυπηρός. ἡ δὲ φανερωτάτη καὶ μεγίστη τῶν ἄλλων ἀπεχθειῶν αὐτῷ πρὸς τὸν δῆμον ἐκ τῆς δεκάτης τῶν λαφύρων ὑπῆρξεν, οὐκ ἄλογον εἰ καὶ μὴ πάνυ δικαίαν ἀρχὴν τῶν πολλῶν λαβόντων. εὔξατο μὲν γὰρ ὡς ἔοικεν ἐπὶ τοὺς Βηίους βαδίζων, εἰ τὴν πόλιν ἕλοι, τῷ [7] θεῷ τούτων τὴν δεκάτην καθιερώσειν. ἁλούσης δὲ τῆς πόλεως καὶ διαρπαγείσης, εἴτ’ ὀκνήσας ἐνοχλῆσαι τοῖς πολίταις, εἴτε λήθη τις αὐτὸν ὑπὸ τῶν παρόντων πραγμάτων ἔλαβε τῆς εὐχῆς, περιεῖδεν ὠφεληθέντας. ὕστερον δὲ χρόνῳ τῆς ἀρχῆς ἐκείνης ἤδη πεπαυμένος, ἀνήνεγκε περὶ τούτων πρὸς τὴν σύγκλητον, οἵ τε μάντεις ἤγγελλον ἐπὶ τοῖς ἱεροῖς προφαίνεσθαι θεῶν μῆνιν, ἱλασμοῦ καὶ χαριστηρίων δεομένην.
[8] [1] Ψηφισαμένης δὲ τῆς βουλῆς τὴν μὲν ὠφέλειαν - χαλεπὸν γὰρ ἦν - ἀνάδαστον μὴ γενέσθαι, τοὺς δὲ λαβόντας αὐτοὺς σὺν ὅρκῳ τὴν δεκάτην ἀναφέρειν εἰς μέσον, ἐγίνετο πολλὰ λυπηρὰ καὶ βίαια περὶ τοὺς στρατιώτας, ἀνθρώπους πένητας καὶ πολλὰ πεπονηκότας, ἀναγκαζομένους ὧν ἐκέκτηντο καὶ κατεκέχρηντο μέρος εἰσφέρειν [2] τοσοῦτον. θορυβουμένῳ δ’ ὑπ’ αὐτῶν τῷ Καμίλλῳ καὶ προφάσεως ἀποροῦντι βελτίονος εἰς τὸν ἀτοπώτατον τῶν λόγων συνέβαινε καταφεύγειν, ὁμολογοῦντι λαθέσθαι τῆς εὐχῆς. οἱ δ’ ἐχαλέπαινον εἰ τὰ τῶν πολεμίων δεκατεύσειν εὐξάμενος τότε, νῦν δεκατεύει τὰ τῶν [3] πολιτῶν. οὐ μὴν ἀλλὰ πάντων ὅσον ἔδει μέρος εἰσενεγκόντων, ἔδοξε κρατῆρα χρυσοῦν κατασκευάσαντας εἰς Δελφοὺς ἀποστεῖλαι. χρυσίου δ’ ἦν σπάνις ἐν τῇ πόλει, καὶ τῶν ἀρχόντων ὅθεν ἂν πορισθείη σκοπούντων, αἱ γυναῖκες αὐταὶ καθ’ αὑτὰς βουλευσάμεναι τὸν ὄντα χρυσοῦν ἑκάστῃ περὶ τὸ σῶμα κόσμον ἐπέδωκαν εἰς τὸ ἀνάθημα, σταθμῷ χρυσίου γενόμενον ὀκτὼ ταλάντων.
[4] καὶ ταύταις μὲν ἡ σύγκλητος ἀποδιδοῦσα τιμὴν πρέπουσαν, ἐψηφίσατο μετὰ θάνατον ὥσπερ ἐπὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ λέγεσθαι τὸν ἄξιον ἔπαινον· οὐ γὰρ ἦν εἰθισμένον πρότερον ἐγκωμιάζεσθαι γυναῖκα δημοσίᾳ τελευτήσασαν· [5] ἑλόμενοι δὲ τρεῖς ἄνδρας ἐκ τῶν ἀρίστων θεωρούς, καὶ ναῦν μακρὰν εὐανδροῦντι πληρώματι καὶ [6] κόσμῳ πανηγυρικῷ κατασκευάσαντες, ἐξέπεμψαν. ἦν δ’ ἄρα καὶ χειμὼν καὶ γαλήνη τῆς θαλάσσης ἀργαλέον, ὡς ἐκείνοις συνέτυχε τότε παρ’ οὐδὲν ἐλθόντας ἀπολέσθαι, διαφυγεῖν αὖθις ἀπροσδοκήτως τὸν κίνδυνον. ἐπέπλευσαν γὰρ αὐτοῖς Λιπαρέων τριήρεις παρὰ τὰς Αἰόλου [7] νήσους τοῦ πνεύματος ἐκλιπόντος ὡς λῃσταῖς. δεομένων δὲ καὶ προϊσχομένων χεῖρας, ἐμβολῆς μὲν ἔσχοντο, τὴν δὲ ναῦν ἀναψάμενοι καὶ καταγαγόντες ἀπεκήρυττον ἅμα καὶ τὰ χρήματα καὶ τὰ σώματα, πειρατικὰ κρίναντες [8] εἶναι, μόλις δ’ ἑνὸς ἀνδρὸς ἀρετῇ καὶ δυνάμει Τιμησιθέου τοῦ στρατηγοῦ πεισθέντες μεθῆκαν. ὁ δὲ καὶ προσκαθελκύσας ἰδίᾳ πλοῖα παρέπεμψε καὶ συγκαθιέρωσε τὸ ἀνάθημα· δι’ ὃ καὶ τιμὰς ἔσχεν ἃς εἰκὸς ἦν ἐν Ῥώμῃ.
[9] [1] Τῶν δὲ δημάρχων αὖθις ἐπεγειρόντων τὸν περὶ τοῦ διοικισμοῦ νόμον, ὁ πρὸς Φαλίσκους πόλεμος ἐν καιρῷ παραφανεὶς ἔδωκε τοῖς πρώτοις ἀνδράσιν ἀρχαιρεσιάσαι κατὰ γνώμην καὶ Κάμιλλον ἀποδείξαι μεθ’ ἑτέρων πέντε χιλίαρχον, ὡς τῶν πραγμάτων ἡγεμόνος δεομένων [2] ἀξίωμα καὶ δόξαν μετ’ ἐμπειρίας ἔχοντος. ψηφισαμένου δὲ τοῦ δήμου, λαβὼν δύναμιν ὁ Κάμιλλος εἰς τὴν τῶν Φαλίσκων ἐνέβαλε, καὶ πόλιν ἐρυμνὴν κατεσκευασμένην πᾶσιν εἰς πόλεμον καλῶς Φαλερίους ἐπολιόρκει, τὸ μὲν ἑλεῖν οὐ μικρὸν ἔργον οὐδὲ χρόνου τοῦ τυχόντος ἡγούμενος, ἄλλως δὲ τρίβειν τοὺς πολίτας καὶ περισπᾶν βουλόμενος, ὡς μὴ σχολάζοιεν οἴκοι καθήμενοι [3] δημαγωγεῖσθαι καὶ στασιάζειν. ἐπιεικῶς γὰρ ἀεὶ φαρμάκῳ τούτῳ χρώμενοι διετέλουν, ὥσπερ ἰατροὶ τὰ ταρακτικὰ πάθη τῆς πολιτείας ἔξω τρέποντες.
[10] [1] Οὕτως δὲ τῆς πολιορκίας κατεφρόνουν οἱ Φαλέριοι τῷ πανταχόθεν ἐξωχυρῶσθαι πιστεύοντες, ὥστε πλὴν τῶν τὰ τείχη φυλασσόντων τοὺς ἄλλους ἐν ἱματίοις κατὰ τὴν πόλιν ἀναστρέφεσθαι, τοὺς δὲ παῖδας αὐτῶν εἴς τε τὰ διδασκαλεῖα φοιτᾶν καὶ παρὰ τὰ τείχη περιπατήσοντας καὶ γυμνασομένους ὑπὸ τοῦ διδασκάλου καταβιβάζεσθαι.
[2] κοινῷ γὰρ ἐχρῶντο τῷ διδασκάλῳ πάντων ὥσπερ Ἕλληνες οἱ Φαλέριοι, βουλόμενοι συντρέφεσθαι καὶ συναγελάζεσθαι μετ’ ἀλλήλων εὐθὺς ἐξ ἀρχῆς τοὺς παῖδας.
[3] οὗτος οὖν ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς Φαλερίοις διὰ τῶν παίδων, ἐξῆγεν αὐτοὺς ἡμέρας ἑκάστης ὑπὸ τὸ τεῖχος ἐγγὺς τὸ πρῶτον, εἶτ’ ἀπῆγεν αὖθις εἴσω γυμνασαμένους.
[4] ἐκ δὲ τούτου κατὰ μικρὸν ὑπάγων εἴθισε θαρρεῖν ὡς πολλῆς οὔσης ἀδείας, καὶ τέλος ἔχων ἅπαντας εἰς τοὺς προφύλακας τῶν Ῥωμαίων ἐνέβαλε καὶ παρέδωκεν, ἄγειν κελεύσας πρὸς τὸν Κάμιλλον. ἀχθεὶς δὲ καὶ καταστὰς εἰς ὄψιν, ἔλεγε παιδευτὴς μὲν εἶναι καὶ διδάσκαλος, τὴν δὲ πρὸς ἐκεῖνον χάριν ἀντὶ τούτων ἑλόμενος τῶν δικαίων, ἥκειν αὐτῷ τὴν πόλιν ἐν τοῖς παισὶ κομίζων.
[5] δεινὸν οὖν ἀκούσαντι τὸ ἔργον ἐφάνη Καμίλλῳ, καὶ πρὸς τοὺς παρόντας εἰπών, ὡς χαλεπὸν μέν ἐστι πόλεμος καὶ διὰ πολλῆς ἀδικίας καὶ βιαίων περαινόμενος ἔργων, εἰσὶ δὲ καὶ πολέμων ὅμως τινὲς νόμοι τοῖς ἀγαθοῖς ἀνδράσι, καὶ τὸ νικᾶν οὐχ οὕτω διωκτέον ὥστε μὴ φεύγειν τὰς ἐκ κακῶν καὶ ἀσεβῶν ἔργων χάριτας - ἀρετῇ γὰρ οἰκείᾳ τὸν μέγαν στρατηγόν, οὐκ ἀλλοτρίᾳ θαρροῦντα κακίᾳ χρῆναι στρατεύειν - , προσέταξε τοῖς ὑπηρέταις τοῦ μὲν ἀνθρώπου καταρρηγνύναι τὰ ἱμάτια καὶ τὰς χεῖρας ὀπίσω περιάγειν, τοῖς δὲ παισὶ διδόναι ῥάβδους καὶ μάστιγας, ὅπως κολάζοντες τὸν προδότην ἐλαύνωσιν εἰς τὴν πόλιν.
[6] Ἄρτι δὲ τῶν Φαλερίων ᾐσθημένων τὴν τοῦ διδασκάλου προδοσίαν, καὶ τὴν μὲν πόλιν οἷον εἰκὸς ἐπὶ συμφορᾷ τοσαύτῃ θρήνου κατέχοντος, ἀνδρῶν δ’ ὁμοῦ καὶ γυναικῶν ἐπὶ τὰ τείχη καὶ τὰς πύλας σὺν οὐδενὶ λογισμῷ φερομένων, προσῆγον οἱ παῖδες τὸν διδάσκαλον γυμνὸν καὶ δεδεμένον προπηλακίζοντες, τὸν δὲ Κάμιλλον σωτῆρα καὶ πατέρα καὶ θεὸν ἀνακαλοῦντες, ὥστε μὴ μόνον τοῖς γονεῦσι τῶν παίδων, ἀλλὰ καὶ τοῖς ἄλλοις πολίταις ταῦθ’ ὁρῶσι θαῦμα καὶ πόθον ἐμπεσεῖν τῆς τοῦ Καμίλλου [7] δικαιοσύνης. καὶ συνδραμόντες εἰς ἐκκλησίαν πρέσβεις ἔπεμψαν ἐκείνῳ τὰ καθ’ ἑαυτοὺς ἐπιτρέποντες, οὓς ὁ Κάμιλλος ἀπέστειλεν εἰς Ῥώμην. ἐν δὲ τῇ βουλῇ καταστάντες εἶπον, ὅτι Ῥωμαῖοι τῆς νίκης τὴν δικαιοσύνην προτιμήσαντες ἐδίδαξαν αὐτοὺς τὴν ἧτταν ἀγαπῆσαι πρὸ τῆς ἐλευθερίας, οὐ τοσοῦτον τῇ δυνάμει λείπεσθαι δοκοῦντας, ὅσον ἡττᾶσθαι τῆς ἀρετῆς ὁμολογοῦντας.
[8] ἀποδούσης δὲ τῆς βουλῆς πάλιν ἐκείνῳ τὸ κρῖναι καὶ διαιτῆσαι ταῦτα, χρήματα λαβὼν παρὰ τῶν Φαλερίων καὶ φιλίαν πρὸς ἅπαντας Φαλίσκους θέμενος ἀνεχώρησεν.
[11] [1] Οἱ δὲ στρατιῶται διαρπάσειν προσδοκήσαντες τοὺς Φαλερίους, ὡς ἐπανῆλθον εἰς Ῥώμην κεναῖς χερσί, κατηγόρουν τοῦ Καμίλλου πρὸς τοὺς ἄλλους πολίτας ὡς μισοδήμου [2] καὶ φθονήσαντος ὠφεληθῆναι τοῖς πένησιν. ἐπεὶ δὲ τὸν περὶ τοῦ διοικισμοῦ νόμον οἱ δήμαρχοι προθέντες αὖθις ἐπὶ τὴν ψῆφον ἐκάλουν τὸν δῆμον, ὁ δὲ Κάμιλλος οὐδεμιᾶς ἀπεχθείας οὐδὲ παρρησίας φεισάμενος ἐφάνη μάλιστα πάντων ἐκβιαζόμενος τοὺς πολλούς, τὸν μὲν νόμον ἄκοντες ἀπεψηφίσαντο, τὸν δὲ Κάμιλλον δι’ ὀργῆς εἶχον, ὥστε καὶ δυστυχήσαντος αὐτοῦ περὶ τὰ οἰκεῖα - τῶν γὰρ υἱῶν ἀπέβαλε τὸν ἕτερον νοσήσαντα - μηδὲν [3] οἴκτῳ τῆς ὀργῆς ὑφέσθαι. καίτοι τὸ πάθος οὐ μετρίως ἤνεγκεν ἀνὴρ ἥμερος φύσει καὶ χρηστός, ἀλλὰ τῆς δίκης προγεγραμμένης αὐτῷ διὰ πένθος οἰκούρει καθειργμένος μετὰ τῶν γυναικῶν.
[12] [1] Ὁ μὲν οὖν κατήγορος ἦν Λεύκιος Ἀπουλήιος, ἔγκλημα δὲ κλοπῆς περὶ τὰ Τυρρηνικὰ χρήματα, καὶ δῆτα καὶ θύραι τινὲς ἐλέγοντο χαλκαῖ παρ’ αὐτῷ φανῆναι τῶν [2] αἰχμαλώτων. ὁ δὲ δῆμος ἐξηρέθιστο καὶ δῆλος ἦν ἐκ πάσης προφάσεως κατ’ αὐτοῦ τῇ ψήφῳ χρησόμενος. οὕτως οὖν συναγαγὼν τούς τε φίλους καὶ τοὺς συστρατευσαμένους, οὐκ ὀλίγους τὸ πλῆθος ὄντας, ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν ἀδίκως ἐπ’ αἰτίαις πονηραῖς ὀφλόντα καὶ [3] καταγέλαστον ὑπὸ τῶν ἐχθρῶν γενόμενον. ἐπεὶ δ’ οἱ φίλοι βουλευσάμενοι καὶ διαλεχθέντες αὑτοῖς ἀπεκρίναντο, πρὸς μὲν τὴν κρίσιν αὐτῷ μηδὲν οἴεσθαι βοηθήσειν, τὴν δὲ ζημίαν ὀφλόντι συνεκτείσειν, οὐκ ἀνασχόμενος ἔγνω μεταστῆναι καὶ φυγεῖν ἐκ τῆς πόλεως πρὸς ὀργήν.
[4] ἀσπασάμενος οὖν τὴν γυναῖκα καὶ τὸν υἱὸν ἀπὸ τῆς οἰκίας προῄει σιωπῇ μέχρι τῆς πύλης· ἐκεῖ δ’ ἐπέστη, καὶ μεταστραφεὶς ὀπίσω καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸ Καπιτώλιον ἐπεύξατο τοῖς θεοῖς, εἰ μὴ δικαίως, ἀλλ’ ὕβρει δήμου καὶ φθόνῳ προπηλακιζόμενος ἐκπίπτει, ταχὺ Ῥωμαίους μετανοῆσαι καὶ πᾶσιν ἀνθρώποις φανεροὺς γενέσθαι δεομένους αὐτοῦ καὶ ποθοῦντας Κάμιλλον.
[13] [1] Ἐκεῖνος μὲν οὖν ὥσπερ ὁ Ἀχιλλεὺς ἀρὰς θέμενος ἐπὶ τοὺς πολίτας καὶ μεταστὰς ὦφλε τὴν δίκην ἐρήμην, τίμημα μυρίων καὶ πεντακισχιλίων ἀσσαρίων ἔχουσαν. ὃ γίνεται πρὸς ἀργυρίου λόγον χίλιαι δραχμαὶ καὶ πεντακόσιαι· ἀσσαρίων γὰρ ἦν τὸ ἀργύριον ‹δέκα›, καὶ τὸ δεκάχαλκον [2] οὕτως ἐκαλεῖτο δηνάριον. οὐδεὶς δ’ ἔστι Ῥωμαίων ὃς οὐ νομίζει τὰς εὐχὰς τοῦ Καμίλλου ταχὺ τὴν Δίκην ὑπολαβεῖν, καὶ γενέσθαι τιμωρίαν αὐτῷ τῆς ἀδικίας οὐχ ἡδεῖαν, ἀλλ’ ἀνιαράν, ὀνομαστὴν δὲ καὶ περιβόητον· τοσαύτη περιῆλθε τὴν Ῥώμην νέμεσις, καὶ τοσοῦτον ἄγων φθόρον καὶ κίνδυνον ἅμα μετ’ αἰσχύνης ἐφάνη καιρὸς ἐπὶ τὴν πόλιν, εἴτε τῆς τύχης οὕτω συνελθούσης, εἴτε καὶ θεῶν τινος ἔργον ἐστὶ μὴ παραμελεῖν ἀρετῆς ἀχαριστουμένης.
[14] [1] Πρῶτον μὲν οὖν ἔδοξε σημεῖον γεγονέναι κακοῦ μεγάλου προσιόντος ‹ἡ Γαΐου› Ἰουλίου [μηνὸς ἡ] τοῦ τιμητοῦ τελευτή· μάλιστα γὰρ δὴ Ῥωμαῖοι σέβονται καὶ [2] νομίζουσιν ἱερὰν τὴν τῶν τιμητῶν ἀρχήν. δεύτερον δὲ πρὸ τῆς Καμίλλου φυγῆς ἀνὴρ οὐκ ἐπιφανὴς μὲν οὐδ’ ἐκ τῆς βουλῆς, ἐπιεικὴς δὲ καὶ χρηστὸς εἶναι δοκῶν, Μᾶρκος Καιδίκιος, ἀνήνεγκε πρὸς τοὺς χιλιάρχους πρᾶγμα φροντίδος [3] ἄξιον. ἔφη γὰρ ἐν τῇ παρῳχημένῃ νυκτὶ καθ’ ὁδὸν βαδίζων ἣν Καινὴν ὀνομάζουσι, κληθεὶς ὑπό τινος φθεγξαμένου μεταστραφῆναι, καὶ θεάσασθαι μὲν οὐδένα, φωνῆς δὲ μείζονος ἢ κατ’ ἀνθρωπίνην ἀκοῦσαι τάδε λεγούσης· ‘ἄγε Μᾶρκε Καιδίκιε, λέγε πρὸς τοὺς ἄρχοντας ἕωθεν ἐλθὼν ὀλίγου χρόνου Γαλάτας προσδέχεσθαι.’ [4] ταῦτ’ ἀκούσαντες οἱ χιλίαρχοι γέλωτα καὶ παιδιὰν ἐποιοῦντο, καὶ μετ’ ὀλίγον συνέβη τὰ περὶ Κάμιλλον.
[15] [1] Οἱ δὲ Γαλάται τοῦ Κελτικοῦ γένους ὄντες ὑπὸ πλήθους λέγονται τὴν αὑτῶν ἀπολιπόντες, οὐκ οὖσαν αὐτάρκη τρέφειν πάντας, ἐπὶ γῆς ζήτησιν ἑτέρας ὁρμῆσαι· [2] μυριάδες δὲ πολλαὶ γενόμενοι νέων ἀνδρῶν καὶ μαχίμων, ἔτι δὲ πλείους παίδων καὶ γυναικῶν ἄγοντες, οἱ μὲν ἐπὶ τὸν βόρειον Ὠκεανὸν ὑπερβαλόντες τὰ Ῥιπαῖα ὄρη ῥυῆναι καὶ τὰ ἔσχατα τῆς Εὐρώπης κατασχεῖν, οἱ δὲ μεταξὺ Πυρήνης ὄρους καὶ τῶν Ἄλπεων ἱδρυθέντες ἐγγὺς Σενώνων καὶ Βιτουρίγων κατοικεῖν χρόνον [3] πολύν· ὀψὲ δ’ οἴνου γευσάμενοι τότε πρῶτον ἐξ Ἰταλίας κομισθέντος, οὕτως ἄρα θαυμάσαι τὸ πόμα καὶ πρὸς τὴν καινότητα τῆς ἡδονῆς ἔκφρονες γενέσθαι πάντες, ὥστ’ ἀράμενοι τὰ ὅπλα καὶ γενεὰς ἀναλαβόντες ἐπὶ τὰς Ἄλπεις φέρεσθαι καὶ ζητεῖν ἐκείνην τὴν γῆν ἣ τοιοῦτον καρπὸν ἀναδίδωσι, τὴν δ’ ἄλλην ἄκαρπον ἡγεῖσθαι καὶ ἀνήμερον.
[4] Ὁ δ’ εἰσαγαγὼν τὸν οἶνον πρὸς αὐτοὺς καὶ παροξύνας ἐπὶ τὴν Ἰταλίαν μάλιστα καὶ πρῶτος Ἄρρων λέγεται γενέσθαι Τυρρηνός, ἀνὴρ ἐπιφανὴς καὶ φύσει μὲν οὐ πονηρός, συμφορᾷ δὲ τοιαύτῃ χρησάμενος. ἦν ἐπίτροπος παιδὸς ὀρφανοῦ πλούτῳ τε πρώτου τῶν πολιτῶν καὶ [5] θαυμαζομένου κατ’ εἶδος, ὄνομα Λουκούμωνος. οὗτος ἐκ νέου παρὰ τῷ Ἄρρωνι δίαιταν εἶχε, καὶ μειράκιον ὢν οὐκ ἀπέλιπε τὴν οἰκίαν, ἀλλὰ προσεποιεῖτο χαίρειν συνὼν ἐκείνῳ, καὶ πολὺν χρόνον ἐλάνθανε διεφθαρκὼς [6] αὐτοῦ τὴν γυναῖκα καὶ διεφθαρμένος ὑπ’ ἐκείνης· ἤδη δὲ πόρρω τοῦ πάθους ἀμφοτέρων γεγονότων καὶ μήτ’ ἀφεῖναι τὴν ἐπιθυμίαν μήτε κρύπτειν ἔτι δυναμένων, ὁ μὲν νεανίσκος ἐπεχείρει φανερῶς ἀποσπάσας ἔχειν τὴν ἄνθρωπον, ὁ δ’ ἀνὴρ ἐπὶ δίκην ἐλθὼν καὶ κρατούμενος πλήθει φίλων καὶ χρημάτων δαπάναις ὑπὸ τοῦ Λουκούμωνος, ἐξέλιπε τὴν ἑαυτοῦ, καὶ πυθόμενος τὰ τῶν Γαλατῶν, ἧκεν εἰς αὐτοὺς καὶ καθηγήσατο τῆς εἰς τὴν Ἰταλίαν στρατείας.
[16] [1] Οἱ δ’ ἐμβαλόντες εὐθὺς ἐκράτουν τῆς χώρας ὅσην τὸ παλαιὸν οἱ Τυρρηνοὶ κατεῖχον, ἀπὸ τῶν Ἄλπεων ἐπ’ ἀμφοτέρας καθήκουσαν τὰς θαλάσσας, ὡς καὶ τοὔνομα [2] μαρτυρεῖ τῷ λόγῳ· τὴν μὲν γὰρ βόρειον θάλασσαν Ἀδρίαν καλοῦσιν ἀπὸ Τυρρηνικῆς πόλεως Ἀδρίας, τὴν δὲ πρὸς νότον κεκλιμένην ἄντικρυς Τυρρηνικὸν πέλαγος. πᾶσα δ’ ἐστὶ δενδρόφυτος αὕτη καὶ θρέμμασιν εὔβοτος [3] καὶ κατάρρυτος ποταμοῖς, καὶ πόλεις εἶχεν ὀκτωκαίδεκα καλὰς καὶ μεγάλας καὶ κατεσκευασμένας πρός τε χρηματισμὸν ἐργατικῶς καὶ πρὸς δίαιταν πανηγυρικῶς, ἃς οἱ Γαλάται τοὺς Τυρρηνοὺς ἐκβαλόντες αὐτοὶ κατέσχον. ἀλλὰ ταῦτα μὲν ἐπράχθη συχνῷ τινι χρόνῳ πρότερον.
[17] [1] Οἱ δὲ Γαλάται τότε πρὸς πόλιν Τυρρηνίδα Κλούσιον στρατεύσαντες ἐπολιόρκουν. οἱ δὲ Κλουσῖνοι καταφυγόντες ἐπὶ τοὺς Ῥωμαίους ᾐτήσαντο πρέσβεις παρ’ αὐτῶν καὶ γράμματα πρὸς τοὺς βαρβάρους. ἐπέμφθησαν δὲ τοῦ Φαβίων γένους τρεῖς ἄνδρες εὐδόκιμοι καὶ τιμὰς [2] μεγάλας ἔχοντες ἐν τῇ πόλει. τούτους ἐδέξαντο μὲν οἱ Γαλάται φιλανθρώπως διὰ τὸ τῆς Ῥώμης ὄνομα, καὶ παυσάμενοι τῆς πρὸς τὰ τείχη μάχης εἰς λόγους συνῆλθον. πυνθανομένων δ’ αὐτῶν ὅ τι παθόντες ὑπὸ Κλουσίνων ἥκοιεν ἐπὶ τὴν πόλιν, γελάσας ὁ βασιλεὺς τῶν [3] Γαλατῶν Βρέννος· ‘ἀδικοῦσιν ἡμᾶς’ ἔφη ‘Κλουσῖνοι γῆν καὶ χώραν ὀλίγην μὲν γεωργεῖν δυνάμενοι, πολλὴν δὲ κατέχειν ἀξιοῦντες, καὶ μὴ μεταδιδόντες ἡμῖν ξένοις οὖσι [4] καὶ πολλοῖς καὶ πένησι. ταῦτα δ’ ἄρα καὶ ὑμᾶς ἠδίκουν ὦ Ῥωμαῖοι πρότερον μὲν Ἀλβανοὶ καὶ Φιδηνᾶται καὶ Ἀρδεᾶται, νῦν δὲ Βήιοι καὶ Καπηνᾶται καὶ πολλοὶ Φαλίσκων καὶ Οὐολούσκων· ἐφ’ οὓς ὑμεῖς στρατεύοντες, ἐὰν μὴ μεταδιδῶσιν ὑμῖν τῶν ἀγαθῶν, ἀνδραποδίζεσθε καὶ λεηλατεῖτε καὶ κατασκάπτετε τὰς πόλεις αὐτῶν, οὐδὲν οὐδ’ ὑμεῖς γε δεινὸν οὐδ’ ἄδικον ποιοῦντες, ἀλλὰ τῷ πρεσβυτάτῳ τῶν νόμων ἀκολουθοῦντες, ὃς τῷ κρείττονι τὰ τῶν ἡττόνων δίδωσιν, ἀρχόμενος ἀπὸ τοῦ θεοῦ [5] καὶ τελευτῶν εἰς τὰ θηρία. καὶ γὰρ τούτοις ἐκ φύσεως ἔνεστι τὸ ζητεῖν πλέον ἔχειν τὰ κρείττονα τῶν ὑποδεεστέρων. Κλουσίνους δὲ παύσασθε πολιορκουμένους οἰκτίροντες, ὡς μὴ καὶ Γαλάτας διδάξητε χρηστοὺς καὶ φιλοικτίρμονας γενέσθαι τοῖς ὑπὸ Ῥωμαίων ἀδικουμένοις.’
[6] Ἐκ τούτων τῶν λόγων ἔγνωσαν οἱ Ῥωμαῖοι τὸν Βρέννον ἀσυμβάτως ἔχοντα, καὶ παρελθόντες εἰς τὸ Κλούσιον ἐθάρρυνον καὶ παρώρμων τοὺς ἄνδρας ἐπεξελθεῖν τοῖς βαρβάροις μετ’ αὐτῶν, εἴτε τὴν ἐκείνων ἀλκὴν καταμαθεῖν [7] εἴτε τὴν ἑαυτῶν ἐπιδείξασθαι θέλοντες. ἐκδρομῆς δὲ τῶν Κλουοίνων καὶ μάχης παρὰ τὰ τείχη γενομένης, εἷς τῶν Φαβίων, Κόιντος Ἄμβουστος, ἵππον ἔχων ἐξήλασεν ‹ἐν›αντίος ἀνδρὶ μεγάλῳ καὶ καλῷ Γαλάτῃ, πολὺ προϊππεύοντι τῶν ἄλλων, ἀγνοηθεὶς ἐν ἀρχῇ διὰ τὸ τὴν σύνοδον ὀξεῖαν γενέσθαι καὶ τὰ ὅπλα περιλάμποντα τὴν [8] ὄψιν ἀποκρύπτειν· ὡς δ’ ἐπικρατήσας τῇ μάχῃ καὶ καταβαλὼν ἐσκύλευε τὸν ἄνδρα, γνωρίσας ὁ Βρέννος αὐτὸν ἐμαρτύρατο θεούς, ὡς παρὰ τὰ κοινὰ καὶ νενομισμένα πᾶσιν ἀνθρώποις ὅσια καὶ δίκαια πρεσβευτοῦ μὲν ἥκοντος, [9] πολέμια δ’ εἰργασμένου. καταπαύσας δὲ τὴν μάχην αὐτίκα, Κλουσίνους μὲν εἴα χαίρειν, ἐπὶ δὲ τὴν Ῥώμην τὸν στρατὸν ἦγεν. οὐ βουλόμενος δὲ δόξαι τὴν ἀδικίαν αὐτοῖς ὥσπερ ἀσμένοις γεγονέναι καὶ δεομένοις προφάσεως, ἔπεμπεν ἐξαιτῶν ἐπὶ τιμωρίᾳ τὸν ἄνδρα καὶ προῆγεν ἅμα σχολαίως.
[18] [1] Ἐν δὲ Ῥώμῃ τῆς βουλῆς συναχθείσης, ἄλλοι τε πολλοὶ τοῦ Φαβίου κατηγόρουν, καὶ τῶν ἱερέων οἱ καλούμενοι φιτιαλεῖς ἐνῆγον ἐπιθειάζοντες καὶ κελεύοντες τὸ τῶν πεπραγμένων ἄγος τὴν σύγκλητον εἰς ἕνα τὸν αἴτιον [2] τρέψασαν ὑπὲρ τῶν ἄλλων ἀφοσιώσασθαι. τούτους τοὺς φιτιαλεῖς Πομπίλιος Νομᾶς, βασιλέων ἡμερώτατος γενόμενος καὶ δικαιότατος, κατέστησε φύλακας μὲν εἰρήνης, ἐπιγνώμονας δὲ καὶ βεβαιωτὰς αἰτιῶν αἳ σὺν δίκῃ πόλεμον [3] συνάπτουσι. τῆς δὲ βουλῆς ἐπὶ τὸν δῆμον ἀνενεγκαμένης τὸ πρᾶγμα, καὶ τῶν ἱερέων ὅμοια τοῦ Φαβίου κατηγορούντων, οὕτω περιύβρισαν οἱ πολλοὶ τὰ θεῖα καὶ κατεγέλασαν, ὥστε καὶ χιλίαρχον ἀποδεῖξαι τὸν Φάβιον [4] μετὰ τῶν ἀδελφῶν. οἱ δὲ Κελτοὶ πυθόμενοι ταῦτα καὶ χαλεπῶς φέροντες, οὐδὲν ἐμποδὼν ἐποιοῦντο τῆς σπουδῆς, ἀλλ’ ἐχώρουν ἅπαντι τάχει, καὶ πρὸς τὸ πλῆθος αὐτῶν καὶ τὴν λαμπρότητα τῆς παρασκευῆς καὶ βίαν καὶ θυμὸν ἐκπεπληγμένων τῶν διὰ μέσου, καὶ τήν τε χώραν ἀπολωλέναι πᾶσαν ἤδη καὶ τὰς πόλεις εὐθὺς ἀπολεῖσθαι δοκούντων, παρ’ ἐλπίδας οὐδὲν ἠδίκουν οὐδ’ ἐλάμβανον ἀπὸ τῶν ἀγρῶν, ἀλλὰ καὶ παρὰ τὰς πόλεις ἐγγὺς παρεξιόντες ἐβόων ἐπὶ τὴν Ῥώμην πορεύεσθαι καὶ μόνοις πολεμεῖν Ῥωμαίοις, τοὺς δ’ ἄλλους φίλους ἐπίστασθαι.
[5] Τοιαύτῃ δὲ χρωμένων ὁρμῇ τῶν βαρβάρων, ἐξῆγον οἱ χιλίαρχοι τοὺς Ῥωμαίους ἐπὶ τὸν ἀγῶνα, πλήθει μὲν οὐκ ἐνδεεῖς - ἐγένοντο γὰρ ὁπλῖται τετρακισμυρίων οὐκ ἐλάττους - , ἀνασκήτους δὲ τοὺς πολλοὺς καὶ τότε πρῶτον ἁπτομένους ὅπλων. ἔτι δ’ ἐξημέλητο τὰ τῶν θεῶν αὐτοῖς, οὔτε καλλιερήσασιν οὔτε μάντεις ἃ πρὸ κινδύνου [6] καὶ μάχης εἰκὸς ἦν ἐρομένοις. οὐδενὸς δ’ ἧττον ἐπετάραττεν ἡ πολυαρχία τὰ πραττόμενα. καίτοι πρότερόν γε καὶ πρὸς ἐλάττονας ἀγῶνας εἵλοντο πολλάκις μονάρχους, οὓς δικτάτορας καλοῦσιν, οὐκ ἀγνοοῦντες ὅσον ἐστὶν εἰς ἐπισφαλῆ καιρὸν ὄφελος μιᾷ χρωμένους γνώμῃ πρὸς ἀνυπεύθυνον ἀρχὴν ἐν χερσὶ τὴν δίκην ἔχουσαν εὐτακτεῖν.
[7] οὐχ ἥκιστα δὲ καὶ Κάμιλλος ἀγνωμονηθεὶς ἔβλαψε τὰ πράγματα, τοῦ μὴ πρὸς χάριν μηδὲ κολακεύοντας ἄρχειν φοβεροῦ γενομένου. προελθόντες οὖν ἀπὸ τῆς πόλεως σταδίους ἐνενήκοντα παρὰ τὸν Ἀλίαν ποταμὸν ηὐλίσθησαν, οὐ πόρρω τοῦ στρατοπέδου τῷ Θύβριδι [8] συμφερόμενον. ἐνταῦθα δὲ τῶν βαρβάρων ἐπιφανέντων, αἰσχρῶς ἀγωνισάμενοι δι’ ἀταξίαν ἐτράποντο, καὶ τὸ μὲν ἀριστερὸν κέρας εὐθὺς ἐμβαλόντες εἰς τὸν ποταμὸν οἱ Κελτοὶ διέφθειραν, τὸ δὲ δεξιὸν ὑπεκκλῖναν τὴν ἐπιφορὰν ἐκ τοῦ πεδίου πρὸς τοὺς λόφους ἧττον ἐξεκόπη, [9] καὶ διεξέπεσον ἀπὸ τούτων εἰς τὴν πόλιν οἱ πολλοί. τοῖς δ’ ἄλλοις, ὅσοι τῶν πολεμίων ἀπειπόντων πρὸς τὸν φόνον ἐσώθησαν, εἰς Βηίους αἱ φυγαὶ διὰ νυκτὸς ἦσαν, ὡς τῆς Ῥώμης οἰχομένης καὶ τῶν ἐκεῖ πάντων ἀπολωλότων.
[19] [1] Ἐγένετο δ’ ἡ μάχη μετὰ τροπὰς θερινὰς περὶ τὴν πανσέληνον, ᾗ καὶ πρότερον ἡμέρᾳ μέγα πάθος συνέβη τὸ περὶ τοὺς Φαβίους· τριακόσιοι γὰρ ἐκ τοῦ γένους [2] ἄνδρες ὑπὸ Τυρρηνῶν ἀνῃρέθησαν. ἐκράτησε δὲ τὴν ἡμέραν ἀπὸ τῆς δευτέρας ἥττης Ἀλιάδα μέχρι νῦν καλεῖσθαι [3] διὰ τὸν ποταμόν. περὶ δ’ ἡμερῶν ἀποφράδων, εἴτε χρὴ τίθεσθαί τινας, εἴτε [μὴ] ὀρθῶς Ἡράκλειτος ἐπέπληξεν Ἡσιόδῳ, τὰς μὲν ἀγαθὰς ποιουμένῳ τὰς δὲ φαύλας, ὡς ἀγνοοῦντι φύσιν ἡμέρας ἁπάσης μίαν οὖσαν, [4] ἑτέρωθι (fr. p. 141 Bernard.) διηπόρηται. τῇ δ’ ὑποκειμένῃ γροφῇ τὸ μνημονεῦσαι παραδειγμάτων ὀλίγων ἴσως ἂν ἁρμόσειε. τοῦτο μὲν τοίνυν Βοιωτοῖς Ἱπποδρομίου μηνός, ὡς δ’ Ἀθηναῖοι καλοῦσιν Ἑκατομβαιῶνος, ἱσταμένου πέμπτῃ δύο λαβεῖν συνέβη νίκας ἐπιφανεστάτας, αἷς τοὺς Ἕλληνας ἠλευθέρωσαν, τήν τε περὶ Λεῦκτρα καὶ τὴν ἐπὶ Κερησσῷ, ταύτης πρότερον ἔτεσι πλείοσιν ἢ διακοσίοις, ὅτε Λατταμύαν καὶ Θεσσαλοὺς ἐνίκησαν· [5] τοῦτο δ’ αὖ πάλιν Πέρσαι μηνὸς Βοηδρομιῶνος ἕκτῃ μὲν ἐν Μαραθῶνι, τρίτῃ δ’ ἐν Πλαταιαῖς ἅμα καὶ περὶ Μυκάλην ἡττήθησαν ὑπὸ τῶν Ἑλλήνων, πέμπτῃ δὲ φθίνοντος [6] ἐν Ἀρβήλοις. οἱ ‹δ’› Ἀθηναῖοι καὶ τὴν περὶ Νάξον ἐνίκων ναυμαχίαν, ἧς Χαβρίας ἐστρατήγει, τοῦ Βοηδρομιῶνος περὶ τὴν πανσέληνον, ἐν δὲ Σαλαμῖνι περὶ τὰς εἰκάδας, ὡς ἡμῖν ἐν τῷ Περὶ ἡμερῶν (fr. p. 141 [7] Bernard.) ἀποδέδεικται. ἐνήνοχε δὲ καὶ ὁ Θαργηλιὼν μὴν τοῖς βαρβάροις ἐπιδήλους ἀτυχίας· καὶ γὰρ Ἀλέξανδρος ἐπὶ Γρανικῷ τοὺς βασιλέως στρατηγοὺς Θαργηλιῶνος ἐνίκησε, καὶ Καρχηδόνιοι περὶ Σικελίαν ὑπὸ Τιμολέοντος ἡττῶντο τῇ ἑβδόμῃ φθίνοντος, περὶ ἣν δοκεῖ καὶ τὸ Ἴλιον ἁλῶναι, τοῦ Θαργηλιῶνος, ὡς Ἔφορος (FGrH 70 F 226) καὶ Καλλισθένης (FGrH 124 F 10b) καὶ Δαμάστης (FGrH 5 F 7) καὶ Μάλακος (FGrH 81 F 74; [8] 552) ἱστορήκασιν. ἔμπαλιν δ’ ὁ Μεταγειτνιών, ὃν Βοιωτοὶ Πάνημον καλοῦσι, τοῖς Ἕλλησιν οὐκ εὐμενὴς γέγονε. τούτου γὰρ τοῦ μηνὸς ἑβδόμῃ καὶ τὴν ἐν Κρανῶνι μάχην ἡττηθέντες ὑπ’ Ἀντιπάτρου τελέως ἀπώλοντο, καὶ πρότερον ἐν Χαιρωνείᾳ μαχόμενοι πρὸς Φίλιππον ἠτύχησαν.
[9] τῆς δ’ αὐτῆς ἡμέρας ταύτης ἐν τῷ Μεταγειτνιῶνι κατὰ τὸν αὐτὸν ἐνιαυτὸν οἱ μετ’ Ἀρχιδάμου διαβάντες εἰς τὴν Ἰταλίαν ὑπὸ τῶν ἐκεῖ βαρβάρων διεφθάρησαν. Καλχηδόνιοι δὲ τὴν ἐνάτην φθίνοντος ὡς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἀτυχημάτων αὐτοῖς ἀεὶ φέρουσαν παραφυλάττουσιν.
[10] οὐκ ἀγνοῶ δ’ ὅτι περὶ τὸν τῶν μυστηρίων καιρὸν αὖθις Θῆβαί τε κατεσκάφησαν ὑπ’ Ἀλεξάνδρου, καὶ μετὰ ταῦτα φρουρὰν Ἀθηναῖοι Μακεδόνων ἐδέξαντο περὶ αὐτὴν τὴν εἰκάδα τοῦ Βοηδρομιῶνος ᾗ τὸν μυστικὸν Ἴακχον [11] ἐξάγουσιν. ὁμοίως δὲ Ῥωμαῖοι τῆς αὐτῆς ἡμέρας πρότερον μὲν ὑπὸ Κίμβρων τὸ μετὰ Καιπίωνος ἀπέβαλον στρατόπεδον, ὕστερον δὲ Λευκόλλου στρατηγοῦντος Ἀρμενίους καὶ Τιγράνην ἐνίκησαν. Ἄτταλος δ’ ὁ βασιλεὺς καὶ Πομπήιος Μᾶγνος ἐν τοῖς αὑτῶν γενεθλίοις ἀπέθανον, καὶ ὅλως ἐστὶ πολλοὺς ἐπ’ ἀμφότερα ταῖς [12] αὐταῖς χρησαμένους ἀποδεῖξαι περιόδοις. ἀλλὰ Ῥωμαίοις αὕτη μία τῶν μάλιστα ἀποφράδων ἐστί, καὶ διὰ ταύτην ἑκάστου μηνὸς ἕτεραι δύο, τῆς πρὸς τὸ συμβὰν εὐλαβείας καὶ δεισιδαιμονίας ἐπὶ πλέον ὥσπερ εἴωθε ῥυείσης. ταῦτα μὲν οὖν ἐν τῷ Περὶ αἰτίων Ῥωμαϊκῶν (mor. 269e) ἐπιμελέστερον εἴρηται.
[20] [1] Μετὰ δὲ τὴν μάχην ἐκείνην εἰ μὲν εὐθὺς ἐπηκολούθησαν οἱ Γαλάται τοῖς φεύγουσιν, οὐδὲν ἂν ἐκώλυσε τὴν Ῥώμην ἄρδην ἀναιρεθῆναι καὶ πάντας ἀπολέσθαι τοὺς ἐν αὐτῇ καταληφθέντας· τοσοῦτον οἱ φεύγοντες ἐνειργάζοντο δεῖμα τοῖς ὑποδεχομένοις, καὶ τοσαύτης [2] πάλιν ἀνεπίμπλαντο ταραχῆς καὶ παραφροσύνης. νυνὶ δ’ ἀπιστίᾳ τοῦ μεγέθους τῆς νίκης οἱ βάρβαροι καὶ πρὸς εὐπάθειαν ἐκ τοῦ περιχαροῦς ἅμα καὶ νεμήσεις τῶν ἑαλωκότων ἐν τῷ στρατοπέδῳ χρημάτων τραπόμενοι, τῷ μὲν ἐκπίπτοντι τῆς πόλεως ὄχλῳ ῥᾳστώνην φυγῆς παρέσχον, ἐλπίσαι δ’ ἔτι καὶ παρασκευάσασθαι τοῖς ὑπομένουσι.
[3] τὴν γὰρ ἄλλην πόλιν προέμενοι, τὸ Καπιτώλιον ἐφράξαντο βέλεσι καὶ διατειχίσμασιν. ἐν πρώτοις δὲ τῶν ἱερῶν ἃ μὲν εἰς τὸ Καπιτώλιον ἀνεσκευάσαντο, τὰ δὲ τῆς Ἑστίας αἱ παρθένοι μετὰ τῶν ἱερέων ἔφευγον ἁρπασάμεναι.
[4] καίτοι τινὲς οὐδὲν εἶναι τὸ φρουρούμενον ὑπ’ αὐτῶν ἕτερον ἢ τὸ πῦρ ἄφθιτον ἱστοροῦσι, Νομᾶ τοῦ βασιλέως καταστήσαντος ὡς ἀρχὴν ἁπάντων σέβεσθαι. κινητικώτατον γὰρ ἐν τῇ φύσει τοῦτο· κίνησις δέ τις ἢ σύν τινι κινήσει πάντως ἡ γένεσις· τὰ δ’ ἄλλα τῆς ὕλης μόρια θερμότητος ἐπιλειπούσης ἀργὰ κείμενα καὶ νεκροῖς ἐοικότα ποθεῖ τὴν τοῦ πυρὸς δύναμιν ὡς ψυχήν, καὶ προσελθούσης ἁμῶς γέ πως ἐπὶ τὸ δρᾶν τι καὶ πάσχειν [5] τρέπεται. τοῦτ’ οὖν ἅτε δὴ περιττὸν ἄνδρα τὸν Νομᾶν καὶ λόγον ἔχοντα ταῖς Μούσαις συνεῖναι διὰ σοφίαν ἐξοσιῶσαι καὶ φρουρεῖν ἀκοίμητον ἐν εἰκόνι τῆς τὰ πάντα κοσμούσης ἀιδίου δυνάμεως. οἱ δὲ τὸ μὲν πῦρ ὥσπερ παρ’ Ἕλλησι πρὸ ἱερῶν αἴθεσθαι καθάρσιον, ἄλλα δὲ τὰ ἐντὸς ἀθέατα κρύπτεσθαι πᾶσι, πλὴν ταῖς παρθένοις [6] ταύταις ἃς Ἑστιάδας ἐπονομάζουσι. καὶ πλεῖστος μὲν λόγος κατέχει τὸ Τρωικὸν ἐκεῖ Παλλάδιον ἀποκεῖσθαι δι’ Αἰνείου κομισθὲν εἰς Ἰταλίαν· εἰσὶ δ’ οἱ τὰ Σαμοθρᾴκια μυθολογοῦντες Δάρδανον μὲν εἰς Τροίαν ἐξενεγκάμενον ὀργιάσαι καὶ καθιερῶσαι κτίσαντα τὴν πόλιν, Αἰνείαν δὲ περὶ τὴν ἅλωσιν ἐκκλέψαντα διασῶσαι μέχρι [7] τῆς ἐν Ἰταλίᾳ κατοικήσεως. οἱ δὲ προσποιούμενοί τι πλέον ἐπίστασθαι περὶ τούτων δύο φασὶν οὐ μεγάλους ἀποκεῖσθαι πίθους, [ὧν] τὸν μὲν ἀνεῳγότα καὶ κενὸν, τὸν δὲ πλήρη καὶ κατασεσημασμένον, ἀμφοτέρους δὲ [8] ταῖς παναγέσι μόναις παρθένοις ὁρατούς. ἄλλοι δὲ τούτους διεψεῦσθαι νομίζουσι τῷ τὰ πλεῖστα τῶν ἱερῶν τότε τὰς κόρας ἐμβαλούσας εἰς πίθους δύο κρύψαι κατὰ γῆς ὑπὸ τὸν νεὼν τοῦ Κυρίνου, καὶ τὸν τόπον ἐκεῖνον ἔτι καὶ νῦν τῶν Πίθων φέρεσθαι τὴν ἐπωνυμίαν.
[21] [1] Τὰ δὲ κυριώτατα καὶ μέγιστα τῶν ἱερῶν αὗται λαβοῦσαι φυγῇ παρὰ τὸν ποταμὸν ἐποιοῦντο τὴν ἀποχώρησιν. ἐνταῦθα Λεύκιος Ἀλβίνιος ἀνὴρ δημοτικὸς ἐν τοῖς φεύγουσιν ἔτυχε τέκνα νήπια καὶ γυναῖκα μετὰ χρημάτων [2] ἀναγκαίων ἐφ’ ἁμάξης ὑπεκκομίζων. ὡς δ’ εἶδε τὰς παρθένους, ἐν τοῖς κόλποις φερούσας τὰ τῶν θεῶν ἱερά, θεραπείας ἐρήμους παραπορευομένας καὶ κακοπαθούσας, ταχὺ τὴν γυναῖκα μετὰ τῶν παίδων καὶ τῶν χρημάτων καθελὼν ἀπὸ τῆς ἁμάξης, ἐκείναις παρέδωκεν ἐπιβῆναι καὶ διαφυγεῖν εἴς τινα τῶν Ἑλληνίδων πόλεων.
[3] τὴν μὲν οὖν Ἀλβινίου πρὸς τὸ θεῖον εὐλάβειαν καὶ τιμὴν ἐν τοῖς ἐπισφαλεστάτοις καιροῖς ἐκφανῆ γενομένην οὐκ [4] ἄξιον ἦν ἀμνημόνευτον παρελθεῖν. οἱ δὲ τῶν ἄλλων θεῶν ἱερεῖς οἵ τε γηραιοὶ τῶν ὑπατικῶν καὶ θριαμβικῶν ἀνδρῶν τὴν μὲν πόλιν ἐκλιπεῖν οὐχ ὑπέμειναν, ἱερὰς δὲ καὶ λαμπρὰς ἀναλαβόντες ἐσθῆτας, ἐξηγουμένου Φαβίου τοῦ ἀρχιερέως, ἐπευξάμενοι τοῖς θεοῖς, ὡς ἑαυτοὺς ὑπὲρ τῆς πατρίδος τῷ δαίμονι καθιεροῦντες, ἐπὶ τῶν ἐλεφαντίνων δίφρων ἐν ἀγορᾷ καθῆντο κεκοσμημένοι, τὴν ἐπιοῦσαν τύχην ὑπομένοντες.
[22] [1] Τρίτῃ δ’ ἀπὸ τῆς μάχης ἡμέρᾳ παρῆν ὁ Βρέννος ἐπὶ τὴν πόλιν ἄγων τὸ στράτευμα, καὶ τάς τε πύλας εὑρὼν ἀνεῳγμένας καὶ τὰ τείχη φυλάκων ἔρημα, πρῶτον μὲν ἔδεισεν ἐνέδραν καὶ λόχον, ἀπιστῶν οὕτω παντάπασιν [2] ἀπειρηκέναι τοὺς Ῥωμαίους. ἐπεὶ δ’ ἔγνω τὸ ἀληθές, εἰσελάσας διὰ τῆς Κολλίνης πύλης ἔσχε τὴν πόλιν, ἑξήκοντα καὶ τριακοσίων ἐτῶν πλείονα βραχεῖ χρόνον ἀπὸ τῆς κτίσεως ἔχουσαν, εἴ τῳ πιστὸν ἀποσῴζεσθαί τινα τῶν χρόνων ἀκρίβειαν, οἷς καὶ περὶ νεωτέρων ἄλλων ἀμφισβήτησιν ἡ σύγχυσις ἐκείνη παρέσχε. τοῦ μέντοι πάθους αὐτοῦ καὶ τῆς ἁλώσεως ἔοικεν ἀμυδρά τις εὐθὺς [3] εἰς τὴν Ἑλλάδα φήμη διελθεῖν. Ἡρακλείδης γὰρ ὁ Ποντικὸς (fg. 102 Wehrli) οὐ πολὺ τῶν χρόνων ἐκείνων ἀπολειπόμενος ἐν τῷ Περὶ ψυχῆς συντάγματί φησιν ἀπὸ τῆς ἑσπέρας λόγον κατασχεῖν, ὡς στρατὸς ἐξ Ὑπερβορέων ἐλθὼν ἔξωθεν ᾑρήκοι πόλιν Ἑλληνίδα Ῥώμην, ἐκεῖ που συνῳκημένην περὶ τὴν μεγάλην θάλασσαν. οὐκ ἂν οὖν θαυμάσαιμι μυθώδη καὶ πλασματίαν ὄντα τὸν Ἡρακλείδην ἀληθεῖ λόγῳ τῷ περὶ τῆς ἁλώσεως ἐπικομπάσαι τοὺς Ὑπερβορέους καὶ τὴν μεγάλην θάλασσαν.
[4] Ἀριστοτέλης δ’ ὁ φιλόσοφος (fr. 568) τὸ μὲν ἁλῶναι τὴν πόλιν ὑπὸ Κελτῶν ἀκριβῶς δῆλός ἐστιν ἀκηκοώς, τὸν δὲ σώσαντα Λεύκιον εἶναί φησιν· ἦν δὲ Μᾶρκος, οὐ [5] Λεύκιος, ὁ Κάμιλλος. ἀλλὰ ταῦτα μὲν εἰκασμῷ λέλεκται.
Κατασχὼν δὲ τὴν Ῥώμην ὁ Βρέννος τῷ μὲν Καπιτωλίῳ φρουρὰν περιέστησεν, αὐτὸς δὲ καταβαίνων δι’ ἀγορᾶς ἐθαύμαζε τοὺς προκαθημένους ἄνδρας ἐν κόσμῳ καὶ σιωπῇ θεώμενος, ὡς οὔθ’ ὑπεξανέστησαν ἐπιόντων πολεμίων οὔτ’ ὄψιν ἢ χρόαν ἔτρεψαν, ἀλλὰ ῥᾳθύμως καὶ ἀδεῶς ἐγκεκλιμένοι τοῖς σκίπωσιν, οὓς ἐφόρουν, καὶ [6] προσβλέποντες ἀλλήλοις ἡσύχαζον. ἦν οὖν θαῦμα τοῖς Γαλάταις πρὸς τὴν ἀτοπίαν, καὶ πολὺν χρόνον ὀκνοῦντες ἅψασθαι καὶ προσελθεῖν ὡς κρείττοσι διηπόρουν. ἐπεὶ δὲ τολμήσας τις ἐξ αὐτῶν ἐγγὺς παρέστη Παπειρίῳ Μανίῳ καὶ προσαγαγὼν τὴν χεῖρα πρᾴως ἥψατο τοῦ γενείου καὶ κατῆγε τὴν ὑπήνην βαθεῖαν οὖσαν, ὁ μὲν Παπείριος τῇ βακτηρίᾳ τὴν κεφαλὴν αὐτοῦ πατάξας συνέτριψεν, ὁ δὲ βάρβαρος ἐκεῖνον σπασάμενος τὴν μάχαιραν [7] ἀπέκτεινεν. ἐκ δὲ τούτου καὶ τοὺς λοιποὺς ἀνῄρουν προσπεσόντες, καὶ τῶν ἄλλων ὅσοις ἐπιτύχοιεν διεχρῶντο, καὶ τὰς οἰκίας ἐπόρθουν ἐφ’ ἡμέρας πολλὰς ἄγοντες καὶ φέροντες, εἶτα κατεπίμπρασαν καὶ κατέσκαπτον, ὀργιζόμενοι τοῖς ἔχουσι τὸ Καπιτώλιον, ὅτι καλούντων αὐτῶν οὐχ ὑπήκουον, ἀλλὰ καὶ προσβάλλουσι πληγὰς [8] ἔδοσαν ἀπὸ τοῦ διατειχίσματος ἀμυνόμενοι. διὰ ταῦτα μὲν οὖν ἐλυμήναντο τὴν πόλιν καὶ προσδιέφθειραν τοὺς ἁλισκομένους, ὁμοίως μὲν ἄνδρας καὶ γυναῖκας, ὁμοίως δὲ καὶ πρεσβύτας καὶ παῖδας.
[23] [1] Τῆς δὲ πολιορκίας μῆκος λαμβανούσης, ἐπισιτισμοῦ τοῖς Γαλάταις ἔδει, καὶ διελόντες αὑτοὺς οἱ μὲν τῷ βασιλεῖ παραμένοντες ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ τὴν χώραν περιιόντες ἐλεηλάτουν καὶ τὰς κώμας ἐπόρθουν προσπίπτοντες, οὐχ ὁμοῦ πάντες, ἄλλοι δ’ ἄλλῃ καθ’ ἡγεμονίας καὶ συντάγματα, τῷ μέγα φρονεῖν ὑπὸ τῶν εὐτυχημάτων καὶ δεδιέναι μηδὲν ἀποσκιδνάμενοι.
[2] τὸ δὲ πλεῖστον αὐτῶν καὶ μάλιστα συντεταγμένον ἐχώρει πρὸς τὴν Ἀρδεατῶν πόλιν, ἐν ᾗ διέτριβε Κάμιλλος ἀργῶν ταῖς πράξεσι μετὰ τὴν φυγὴν καὶ ἰδιωτεύων, ἐλπίδας δὲ λαμβάνων καὶ διαλογισμοὺς οὐχὶ τὸ λαθεῖν καὶ διαφυγεῖν τοὺς πολεμίους ἀγαπῶντος ἀνδρός, ἀλλ’ ὅπως [3] εἰ παραγένοιτο καιρὸς ἀμυνεῖται σκοποῦντος. διὸ καὶ τοὺς Ἀρδεάτας ὁρῶν πλήθει μὲν ἱκανοὺς ὄντας, ἐνδεεῖς δὲ τόλμης δι’ ἀπειρίαν καὶ μαλακίαν τῶν στρατηγῶν, ἐνέβαλε λόγον εἰς τοὺς νέους πρῶτον, ὡς οὐ χρὴ τὴν Ῥωμαίων ἀτυχίαν ἀνδρείαν Κελτῶν νομίζειν, οὐδ’ ἃ κακῶς φρονήσασι συνέβη παθεῖν ἐκείνοις ἔργα τῶν οὐδὲν εἰς τὸ νικῆσαι παρασχόντων, ἀλλὰ τύχης ἐπίδειξιν ἡγεῖσθαι.
[4] καλὸν μὲν οὖν εἶναι καὶ διὰ κινδύνων ἀπώσασθαι πόλεμον ἀλλόφυλον καὶ βαρβαρικόν, ᾧ τοῦ κρατεῖν πέρας ὥσπερ τῷ πυρὶ διαφθαρῆναι τὸ νικώμενον· οὐ μὴν ἀλλὰ καὶ θαρροῦσι καὶ προθυμουμένοις αὐτοῖς ἀκίνδυνον [5] ἐν καιρῷ τὴν νίκην παρέξειν. τούτους τοὺς λόγους τῶν νέων δεξαμένων, ἐπὶ τοὺς ἄρχοντας ᾔει καὶ τοὺς προβούλους τῶν Ἀρδεατῶν ὁ Κάμιλλος. ὡς δὲ κἀκείνους συνέπεισεν, ὥπλισε τοὺς ἐν ἡλικίᾳ πάντας καὶ συνεῖχε τοῦ τείχους ἐντός, ἀγνοεῖσθαι βουλόμενος ὑπὸ [6] τῶν πολεμίων ἐγγὺς ὄντων. ἐπεὶ δὲ τὴν χώραν ἱππασάμενοι καὶ βαρεῖς ὄντες ὑπὸ πλήθους τῶν ἀγομένων καὶ φερομένων ἀμελῶς καὶ ὀλιγώρως ἐν τῷ πεδίῳ κατεστρατοπέδευσαν, ἐκ δὲ τούτου νὺξ ἐπῆλθε μεθύουσιν αὐτοῖς καὶ σιωπὴ κατέσχε τὸ στρατόπεδον, πυθόμενος ταῦτα παρὰ τῶν κατασκόπων ὁ Κάμιλλος ἐξῆγε τοὺς Ἀρδεάτας, καὶ διεξελθὼν καθ’ ἡσυχίαν τὸν μεταξὺ τόπον, περὶ μέσας νύκτας προσέμειξε τῷ χάρακι, κραυγῇ τε χρώμενος πολλῇ καὶ ταῖς σάλπιγξι πανταχόθεν ἐκταράττων ἀνθρώπους κακῶς ὑπὸ μέθης καὶ μόγις ἐκ τῶν [7] ὕπνων ἀναφέροντας πρὸς τὸν θόρυβον. ὀλίγοι μὲν οὖν ἀνανήψαντες ἐν τῷ φόβῳ καὶ διασκευασάμενοι τοὺς περὶ τὸν Κάμιλλον ὑπέστησαν, ὥστ’ ἀμυνόμενοι πεσεῖν· τοὺς δὲ πλείστους ἔτι κρατουμένους ὕπνῳ καὶ οἴνῳ καταλαμβάνοντες ἀόπλους ἀπέκτεινον. ὅσοι δὲ νυκτὸς ἀπέδρασαν ἐκ τοῦ χάρακος οὐ πολλοί, τούτους μεθ’ ἡμέραν σποράδας ἐν τῇ χώρᾳ διαφερομένους ἐπελαύνοντες ἱππεῖς διέφθειρον.
[24] [1] Ἡ δὲ φήμη ταχὺ διαγγέλλουσα τὴν πρᾶξιν ἐπὶ τὰς πόλεις, ἐξεκαλεῖτο πολλοὺς τῶν ἐν ἡλικίᾳ συνισταμένους, μάλιστα δὲ Ῥωμαίων ὅσοι διαφυγόντες ἐκ τῆς ἐπ’ Ἀλίᾳ μάχης ἐν Βηίοις ἦσαν, καὶ ὠδύροντο κατὰ σφᾶς αὐτούς· ‘οἷον ἡγεμόνα τῆς Ῥώμης ὁ δαίμων ἀφελόμενος Ἀρδεάτας ἐκόσμησε τοῖς Καμίλλου κατορθώμασιν, ἡ δὲ γειναμένη καὶ θρέψασα τοιοῦτον ἄνδρα πόλις [2] οἴχεται καὶ ἀπόλωλεν. ἡμεῖς δ’ ἀπορίᾳ στρατηγῶν ἀλλότρια τείχη περιβαλόμενοι καθήμεθα προέμενοι τὴν Ἰταλίαν. φέρε πέμψαντες Ἀρδεάτας ἀπαιτῶμεν τὸν αὑτῶν στρατηγόν, ἢ λαβόντες αὐτοὶ τὰ ὅπλα πρὸς ἐκεῖνον βαδίζωμεν. οὐκέτι γάρ ἐστι φυγὰς οὐδ’ ἡμεῖς πολῖται, πατρίδος οὐκ οὔσης, ἀλλὰ κρατουμένης ὑπὸ τῶν πολεμίων.’ [3] ταῦτ’ ἔδοξε, καὶ πέμψαντες ἐδέοντο τοῦ Καμίλλου δέχεσθαι τὴν ἀρχήν. ὁ δ’ οὐκ ἔφη πρότερον ἢ τοὺς ἐν τῷ Καπιτωλίῳ πολίτας ἐπιψηφίσασθαι κατὰ τὸν νόμον· ἐκείνους γὰρ ἡγεῖσθαι πατρίδα σῳζομένους, καὶ κελεύουσι μὲν ὑπακούσειν προθύμως, ἀκόντων δὲ μηδὲν πολυπραγμονήσειν.
[4] τῆς μὲν οὖν εὐλαβείας καὶ καλοκαγαθίας τὸν Κάμιλλον ἐθαύμασαν, ἦν δ’ ἀπορία τοῦ ταῦτα διαγγελοῦντος εἰς τὸ Καπιτώλιον, μᾶλλον δ’ ὅλως ἀδύνατον ἐδόκει, τῶν πολεμίων ἐχόντων τὴν πόλιν, ἄγγελον εἰς τὴν ἀκρόπολιν παρεισελθεῖν.
[25] [1] Ἦν δέ τις ἐν τοῖς νέοις Πόντιος Κομίνιος, τῶν μέσων κατὰ γένος πολιτῶν, δόξης δὲ καὶ τιμῆς ἐραστής.
[2] οὗτος ὑπέστη τὸν ἆθλον ἑκούσιος, καὶ γράμματα μὲν οὐκ ἔλαβε πρὸς τοὺς ἐν τῷ Καπιτωλίῳ, μὴ ληφθέντος αὐτοῦ φωράσωσιν οἱ πολέμιοι δι’ αὐτῶν τοῦ Καμίλλου τὴν διάνοιαν, ἐσθῆτα δὲ φαύλην ἔχων καὶ φελλοὺς ὑπ’ αὐτῇ κομίζων, τὴν μὲν ἄλλην ὁδὸν ἡμέρας ἀδεῶς διῆλθεν, ἐγγὺς δὲ τῆς πόλεως γενόμενος ἤδη σκοταῖος, ἐπεὶ κατὰ γέφυραν οὐκ ἦν τὸν ποταμὸν περᾶσαι τῶν βαρβάρων παραφυλαττόντων, τὴν μὲν ἐσθῆτα τῇ κεφαλῇ περισπειράσας, οὐ πολλὴν οὖσαν οὐδὲ βαρεῖαν, τοῖς δὲ φελλοῖς ἐφεὶς τὸ σῶμα καὶ συνεπικουφίζων ‹ἐν› τῷ περαιοῦσθαι, [3] πρὸς τὴν πόλιν ἐξέβη, καὶ παραλλάττων ἀεὶ τοὺς ἐγρηγορότας, τοῖς φέγγεσι καὶ τῷ θορύβῳ τεκμαιρόμενος, ἐβάδιζε πρὸς τὴν Καρμεντίδα πύλην· ἣ πλείστην εἶχεν ἡσυχίαν, καὶ μάλιστα κατ’ αὐτὴν ὄρθιος ὁ τοῦ Καπιτωλίου λόφος ἀνέστηκε καὶ πέτρα κύκλῳ πολλὴ καὶ τραχεῖα περιπέφυκε· δι’ ἧς ἀνέβη λαθὼν καὶ προσέμειξε τοῖς φυλάττουσι τὸ διατείχισμα χαλεπῶς καὶ μόλις κατὰ [4] τὸ λαγαρώτατον. ἀσπασάμενος δὲ τοὺς ἄνδρας καὶ φράσας ἑαυτὸν ἐξ ὀνόματος, ἀναληφθεὶς ἐχώρει πρὸς τοὺς ἐν τέλει τῶν Ῥωμαίων. ταχὺ δὲ συγκλήτου γενομένης, παρελθὼν τήν τε νίκην ἀπήγγελλε τοῦ Καμίλλου πρότερον οὐ πυθομένοις, καὶ τὰ δοκοῦντα τοῖς στρατιώταις διηγεῖτο, καὶ παρεκάλει βεβαιῶσαι τῷ Καμίλλῳ τὴν ἀρχήν, ὡς μόνῳ πεισομένων ἐκείνῳ τῶν ἔξω πολιτῶν. [5] οἱ δ’ ἀκούσαντες καὶ βουλευσάμενοι τόν τε Κάμιλλον ἀποδεικνύουσι δικτάτορα, καὶ τὸν Πόντιον αὖθις ἀποπέμπουσι, τὴν αὐτὴν ὁδὸν ὁμοίως ἀγαθῇ τύχῃ χρησάμενον· ἔλαθε γὰρ τοὺς πολεμίους καὶ τὰ παρὰ τῆς βουλῆς ἀπήγγελλε τοῖς ἔξω Ῥωμαίοις.
[26] [1] Ἐκείνων δὲ δεξαμένων προθύμως, ἀφικόμενος ὁ Κάμιλλος ἤδη μὲν ἐν ὅπλοις δισμυρίους κατέλαβε, πλείονας δὲ συνῆγεν ἀπὸ τῶν συμμάχων καὶ παρεσκευάζετο πρὸς τὴν ἐπίθεσιν. [οὕτω μὲν ᾑρέθη δικτάτωρ ὁ Κάμιλλος τὸ δεύτερον καὶ πορευθεὶς εἰς Βηίους ἐνέτυχε τοῖς στρατιώταις καὶ συνῆγε πλείους ἀπὸ τῶν συμμάχων [2] ὡς ἐπιθησόμενος τοῖς πολεμίοις.] ἐν δὲ τῇ Ῥώμῃ τῶν βαρβάρων τινὲς ἐκείνῃ κατὰ τύχην παρεξιόντες ᾗ διὰ νυκτὸς ὁ Πόντιος προσέβη τῷ Καπιτωλίῳ, καταμαθόντες πολλαχῇ μὲν ἴχνη τῶν ποδῶν καὶ τῶν χειρῶν, ὡς ἀντελαμβάνετο καὶ περιεδράττετο, πολλαχῇ δὲ τῶν ἐπιπεφυκότων τοῖς κρημνοῖς ἀποτριβὰς καὶ περιολισθήσεις [3] τῶν γεωδῶν, φράζουσι τῷ βασιλεῖ, κἀκεῖνος ἐπελθὼν καὶ θεασάμενος, τότε μὲν ἡσύχαζεν, ἑσπέρας δὲ τοὺς ἐλαφροτάτους τοῖς σώμασι καὶ πεφυκότας ὀρειβατεῖν μάλιστα [4] τῶν Κελτῶν συναγαγών, ‘τὴν μὲν ὁδὸν’ εἶπεν ‘ἡμῖν ἐφ’ ἑαυτοὺς ἀγνοουμένην οἱ πολέμιοι δεικνύουσιν ὡς οὔτ’ ἀπόρευτος οὔτ’ ἄβατος ἀνθρώποις ἐστίν, αἰσχύνη δὲ πολλὴ τὴν ἀρχὴν ἔχοντας ἐλλείπειν πρὸς τὸ τέλος καὶ προέσθαι τὸν τόπον ὡς ἀνάλωτον, αὐτῶν τῶν πολεμίων [5] ᾗ ληπτός ἐστι διδασκόντων. ᾗ γὰρ ἑνὶ προσβῆναι ῥᾴδιον, οὐδὲ πολλοῖς καθ’ ἕνα δύσκολον, ἀλλὰ καὶ ῥώμη καὶ βοήθεια πολλὴ μετ’ ἀλλήλων ἐπιχειροῦσι. δωρεαὶ δὲ καὶ τιμαὶ πρέπουσαι τῆς ἀνδραγαθίας ἑκάστῳ δοθήσονται.’
[27] [1] Τοιαῦτα τοῦ βασιλέως διαλεχθέντος, ὑπέστησαν οἱ Γαλάται προθύμως, καὶ περὶ μέσας νύκτας ἐπιβάντες ἅμα πολλοὶ τῆς πέτρας ἐχώρουν ἄνω μετὰ σιωπῆς, ἐμφυόμενοι τοῖς χωρίοις ἀποτόμοις οὖσι καὶ χαλεποῖς, οὐ μὴν ἀλλὰ καὶ μᾶλλον ἢ προσεδοκήθη πειρωμένων αὐτῶν προσιεμένοις καὶ παρείκουσιν, ὥστε τοὺς πρώτους ἁψαμένους τῶν ἄκρων καὶ διασκευασαμένους ὅσον οὐκ ἤδη τοῦ προτειχίσματος ἅπτεσθαι καὶ τοῖς φύλαξιν ἐπιχειρεῖν κοιμωμένοις· ᾔσθετο γὰρ οὔτ’ ἄνθρωπος οὔτε κύων.
[2] ἀλλὰ χῆνες ἦσαν ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας, τρεφόμενοι τὸν ἄλλον χρόνον ἀφθόνως, τότε δὲ τῶν σιτίων ἤδη γλίσχρως καὶ μόλις αὐτοῖς διαρκούντων ἀμελούμενοι [3] κακῶς ἔπραττον. ἔστι μὲν οὖν δὴ καὶ φύσει πρὸς αἴσθησιν ὀξὺ καὶ ψοφοδεὲς τὸ ζῷον· ἐκεῖνοι δὲ καὶ διὰ λιμὸν ἀγρυπνητικοὶ καὶ θορυβώδεις γεγονότες, ταχὺ τὴν ἔφοδον ᾔσθοντο τῶν Γαλατῶν, καὶ μετὰ δρόμου καὶ κλαγγῆς φερόμενοι πρὸς αὐτούς, ἐπήγειραν ἅπαντας, ἤδη καὶ τῶν βαρβάρων διὰ τὸ μὴ λανθάνειν ἀφειδούντων [4] θορύβου καὶ βιαιότερον ἐπιτιθεμένων. ἁρπάσαντες οὖν ὑπὸ σπουδῆς ᾧ τις ἕκαστος ὅπλῳ προσετύγχανεν, ἐκ τοῦ παρόντος ἐβοήθουν. πάντων δὲ πρῶτος Μάλλιος, ἀνὴρ ὑπατικὸς, τό τε σῶμα ῥωμαλέος καὶ φρονήματι ψυχῆς ἐπιφανής, ἀπαντήσας δυσὶν ὁμοῦ τῶν πολεμίων, τοῦ μὲν ἔφθασε διηρμένου κοπίδα τῷ ξίφει τὴν δεξιὰν ἀποκόψας, τὸν δὲ τῷ θυρεῷ πατάξας εἰς τὸ πρόσωπον ἔωσεν ὀπίσω [5] κατὰ τῆς πέτρας. ἐπιστὰς δὲ τῷ τείχει μετὰ τῶν συνδραμόντων καὶ γενομένων περὶ αὐτὸν ἀπέστρεψε τοὺς ἄλλους, οὔτε πολλοὺς ἄνω γενομένους οὔτε πράξαντάς [6] τι τῆς τόλμης ἄξιον. οὕτω δὲ τὸν κίνδυνον ἐκφυγόντες, ἅμ’ ἡμέρᾳ τὸν μὲν ἄρχοντα τῶν φυλάκων ἔρριψαν εἰς τοὺς πολεμίους κατὰ τῆς πέτρας, τῷ δὲ Μαλλίῳ τῆς νίκης ἀριστεῖα πρὸς τιμὴν [μεγάλην] μᾶλλον ἢ χρείαν ψηφισάμενοι συνεισήνεγκαν ὅσον ἡμέρας ἕκαστος ἐλάμβανεν εἰς τροφήν, σίτου μὲν ἡμίλιτρον ἐπιχώριον - οὕτω γὰρ καλοῦσιν αὐτό - , οἴνου δὲ κοτύλης Ἑλληνικῆς τέταρτον.
[28] [1] Ἐκ τούτου τὰ τῶν Κελτῶν ἦν ἀθυμότερα. καὶ γὰρ ἐπιτηδείων ἐσπάνιζον, εἰργόμενοι προνομῆς φόβῳ τοῦ Καμίλλου, καὶ νόσος ὑπῳκούρησεν αὐτοὺς ἐν νεκρῶν πλήθει [καὶ] χύδην καταβεβλημένων σκηνοῦντας ἐν ἐρειπίοις, τό τε βάθος τῆς τέφρας, ἀέρα ξηρότητι καὶ δριμύτητι φαῦλον ὑπὸ πνευμάτων καὶ καυμάτων ἀναθυμιώσης, [2] ἐλυμαίνετο τὰ σώματα διὰ τῆς ἀναπνοῆς. μάλιστα δ’ ἡ μεταβολὴ τῆς συντρόφου διαίτης, ἐκ τόπων σκιερῶν καὶ θέρους καταφυγὰς ἀλύπους ἐχόντων ἐμβαλόντας εἰς χώραν ταπεινὴν καὶ κεκραμένην ἀφυῶς πρὸς μετόπωρον, ἐκίνησεν αὐτούς, ἥ τε πρὸς τῷ Καπιτωλίῳ καθέδρα καὶ σχολὴ γενομένη χρόνιος. ἕβδομον γὰρ ἐκεῖνον ᾠκούρουν [3] μῆνα πολιορκοῦντες. ὥστε φθορὰν εἶναι πολλὴν ἐν τῷ στρατοπέδῳ, καὶ μηδὲ θάπτεσθαι διὰ πλῆθος ἔτι τοὺς ἀποθνῄσκοντας.
Οὐ μὴν παρὰ τοῦτο βελτίω τὰ πράγματα τοῖς πολιορκουμένοις ἦν. ἐπέτεινε γὰρ ὁ λιμός, ἥ τε τῶν περὶ Κάμιλλον ἄγνοια παρεῖχε δυσθυμίαν· οὐδεὶς γὰρ ἐφοίτα παρ’ αὐτῶν διὰ τὸ φρουρεῖσθαι τὴν πόλιν ἀκριβῶς ὑπὸ [4] τῶν βαρβάρων. ὅθεν οὕτω πράττουσιν ἀμφοτέροις ἐγίνοντο συμβατικοὶ λόγοι διὰ τῶν προφυλάκων τὸ πρῶτον ἀλλήλοις ἐντυγχανόντων· εἶθ’ ὡς ἔδοξε τοῖς κρατίστοις, συνελθόντος εἰς λόγους Βρέννῳ Σουλπικίου τοῦ χιλιάρχου τῶν Ῥωμαίων, ὡμολογήθη τοὺς μὲν χιλίας λίτρας χρυσίου καταβαλεῖν, τοὺς δὲ λαβόντας ἐκ τῆς πόλεως αὐτίκα [5] καὶ τῆς χώρας ἀπελθεῖν. ἐπὶ τούτοις γενομένων ὅρκων καὶ τοῦ χρυσίου κομισθέντος, τῶν δὲ Κελτῶν περὶ τὸν σταθμὸν ἀγνωμονούντων κρύφα τὸ πρῶτον, εἶτα καὶ φανερῶς ἀφελκόντων καὶ διαστρεφόντων τὴν [6] ῥοπήν, ἠγανάκτουν οἱ Ῥωμαῖοι πρὸς αὐτούς. ὁ δὲ Βρέννος οἷον ἐφυβρίζων καὶ καταγελῶν ἀπολυσάμενος τὴν μάχαιραν ἅμα καὶ τὸν ζωστῆρα προσέθηκε τοῖς σταθμοῖς· πυνθανομένου δὲ τοῦ Σουλπικίου ‘τί τοῦτο;’ ‘τί γὰρ ἄλλο’ εἶπεν ‘ἢ τοῖς νενικημένοις ὀδύνη;’ τοῦτο μὲν [7] οὖν ἤδη παροιμιώδης λόγος γέγονε. τῶν δὲ Ῥωμαίων οἱ μὲν ἠγανάκτουν καὶ τὸ χρυσίον ᾤοντο δεῖν λαβόντας αὖθις ἀπιέναι καὶ τὴν πολιορκίαν ὑπομένειν, οἱ δὲ συγχωρεῖν ἐκέλευον ἀδικουμένους μέτρια, καὶ μὴ τῷ πλέον διδόναι προσλογίζεσθαι τὸ αἰσχρόν, αὐτό γε τὸ δοῦναι διὰ τὸν καιρὸν οὐ καλῶς ἀλλ’ ἀναγκαίως ὑπομένοντας.
[29] [1] Οὔσης δὲ περὶ τούτων πρός τε τοὺς Κελτοὺς καὶ πρὸς αὑτοὺς διαφορᾶς, ἄγων τὸν στρατὸν ὁ Κάμιλλος ἐν ταῖς πύλαις ἦν, καὶ πυθόμενος τὰ γινόμενα, τοὺς ἄλλους ἐκέλευσεν ἐν τάξει καὶ σχέδην ἐπακολουθεῖν, αὐτὸς δὲ μετὰ τῶν ἀρίστων ἐπειγόμενος εὐθὺς ἐπορεύετο πρὸς [2] τοὺς Ῥωμαίους. διαστάντων δὲ πάντων καὶ δεξαμένων αὐτὸν ὡς αὐτοκράτορα κόσμῳ καὶ σιωπῇ, τὸν μὲν χρυσὸν ἄρας ἀπὸ τοῦ ζυγοῦ τοῖς ὑπηρέταις ἔδωκε, τὸν δὲ ζυγὸν καὶ τὰ σταθμὰ τοὺς Κελτοὺς λαβόντας ἀποχωρεῖν ἐκέλευσεν, εἰπὼν ὡς σιδήρῳ πάτριόν ἐστι Ῥωμαίοις, οὐ [3] χρυσῷ, τὴν πατρίδα σῴζειν. ἀγανακτοῦντος δὲ τοῦ Βρέννου καὶ φάσκοντος ἀδικεῖσθαι λυομένης τῆς ὁμολογίας, ἀντεῖπε μὴ νομίμως γεγονέναι μηδὲ κυρίας εἶναι τὰς συνθήκας· ἤδη γὰρ αὐτοῦ δικτάτορος ᾑρημένου καὶ μηδενὸς ἄρχοντος ἑτέρου νόμῳ, πρὸς οὐκ ἔχοντας ἐξουσίαν [4] ὁμολογηθῆναι. νυνὶ δὲ χρῆναι λέγειν εἴ τι βούλονται· νόμῳ γὰρ ἥκειν κύριος γεγονὼς συγγνώμην τε δοῦναι δεομένοις καὶ δίκην εἰ μὴ μετανοοῦσιν ἐπιθεῖναι τοῖς αἰτίοις. πρὸς ταῦτα θορυβηθεὶς ὁ Βρέννος ἥψατο μὲν ἁψιμαχίας, καὶ προῆλθον ἄχρι ξιφουλκίας ἑκάτεροι καὶ διωθισμῶν, ἀναμεμειγμένοι πρὸς ἀλλήλους ὥσπερ εἰκός, ἐν οἰκίαις καὶ στενωποῖς ἀναστρεφόμενοι καὶ χωρίοις [5] δέξασθαι παράταξιν οὐ δυναμένοις. ταχὺ δὲ συμφρονήσας ὁ Βρέννος ἀπήγαγε τοὺς Κελτοὺς εἰς τὸ στρατόπεδον οὐ πολλῶν πεσόντων, καὶ νυκτὸς ἀναστήσας ἅπαντας ἐξέλιπε τὴν πόλιν, καὶ προελθὼν ἑξήκοντα σταδίους κατεστρατοπέδευσε [6] παρὰ τὴν Γαβινίαν ὁδόν. ἅμα δ’ ἡμέρᾳ παρῆν ὁ Κάμιλλος ἐπ’ αὐτόν, ὡπλισμένους λαμπρῶς καὶ τεθαρρηκότας ἔχων τότε τοὺς Ῥωμαίους, καὶ γενομένης ἰσχυρᾶς μάχης ἐπὶ πολὺν χρόνον, αὐτούς τε τρέπεται πολλῷ φόνῳ καὶ λαμβάνει τὸ στρατόπεδον. τῶν δὲ φευγόντων οἱ μὲν εὐθὺς ἀνῃρέθησαν καταδιωχθέντες, τοὺς δὲ πλείστους διασπαρέντας ἐπεκθέοντες ἐκ τῶν πέριξ κωμῶν καὶ πόλεων ἔκτεινον.
[30] [1] Οὕτω μὲν ἡ Ῥώμη παραλόγως ἥλω καὶ παραλογώτερον ἐσώθη, μῆνας ἑπτὰ τοὺς πάντας ὑπὸ τοῖς βαρβάροις γενομένη. παρελθόντες γὰρ εἰς αὐτὴν ὀλίγαις ἡμέραις ὕστερον τῶν Κυϊντιλίων εἰδῶν, περὶ τὰς Φεβρουαρίας [2] εἰδοὺς ἐξέπεσον. ὁ δὲ Κάμιλλος ἐθριάμβευσε μέν, ὡς εἰκὸς ἦν τὸν ἀπολωλυίας πατρίδος σωτῆρα γενόμενον καὶ καταγαγόντα τὴν πόλιν αὐτὴν εἰς ἑαυτήν· [3] οἵ τε γὰρ ἔξωθεν ἅμα παισὶ καὶ γυναιξὶν εἰσελαύνοντος αὐτοῦ συγκατῄεσαν, οἵ τε πολιορκηθέντες ἐν τῷ Καπιτωλίῳ, μικροῦ δεήσαντες ἀπολέσθαι διὰ λιμόν, ἀπήντων περιβάλλοντες ἀλλήλους καὶ δακρύοντες ἀπιστίᾳ τῆς παρούσης ἡδονῆς, ἱερεῖς τε καὶ ζάκοροι θεῶν, ὅσα φεύγοντες αὐτόθι τῶν ἀβεβήλων ἔκρυψαν ἢ σὺν αὑτοῖς ἐξέκλεψαν, ἀνασῳζόμενα καὶ κεκοσμημένα κομίζοντες ἐπεδείκνυντο, ποθουμένας ὄψεις τοῖς πολίταις, δεχομένοις μετὰ χαρᾶς, ὥσπερ αὐτῶν τῶν θεῶν αὖθις εἰς τὴν [4] Ῥώμην συγκατερχομένων. θύσας δὲ τοῖς θεοῖς καὶ καθάρας τὴν πόλιν ἐξηγουμένων τῶν περὶ ταῦτα δεινῶν, τὰ μὲν ὄντα τῶν ἱερῶν κατέστησεν, αὐτὸς δ’ ἱδρύσατο νεὼν Φήμης καὶ Κληδόνος, ἀνευρὼν ἐκεῖνον τὸν τόπον ἐν ᾧ νύκτωρ ἡ καταγγέλλουσα τὴν τῶν βαρβάρων στρατείαν ἐκ θεοῦ τῷ Καιδικίῳ φωνὴ προσέπεσε.
[31] [1] Χαλεπῶς μὲν οὖν καὶ μόλις αἱ τῶν ἱερῶν ἀνεκαλύπτοντο χῶραι φιλοτιμίᾳ τοῦ Καμίλλου καὶ πόνῳ πολλῷ τῶν ἱεροφαντῶν. ὡς δὲ καὶ τὴν πόλιν ἀνοικοδομεῖν ἔδει παντάπασι διεφθαρμένην, ἀθυμία πρὸς τὸ ἔργον ἐνέπιπτε τοῖς πολλοῖς, καὶ μέλλησις ἦν ἐστερημένοις ἁπάντων καί τινος ἐν τῷ παρόντι ῥᾳστώνης καὶ ἀναπαύσεως ἐκ κακῶν δεομένοις μᾶλλον ἢ κάμνειν καὶ ἀποτρύχειν ἑαυτούς, [2] οὔτε χρήμασιν οὔτε σώμασιν ἐρρωμένους. οὕτω δ’ ἡσυχῇ πρὸς τοὺς Βηίους αὖθις ἀποστρεφόμενοι, πόλιν ἅπασι κατεσκευασμένην καὶ διαμένουσαν, ἀρχὰς δημαγωγιῶν ἐνέδοσαν τοῖς πρὸς χάριν εἰθισμένοις ὁμιλεῖν, καὶ λόγων ἠκροῶντο στασιαστικῶν πρὸς τὸν Κάμιλλον, ὡς ἐκείνου φιλοτιμίας ἕνεκα καὶ δόξης ἰδίας ἀποστεροῦντος αὐτοὺς πόλεως ἑτοίμης καὶ βιαζομένου κινεῖν ἐρείπια καὶ πυρκαϊὰν τοσαύτην ἐγείρειν, ὅπως μὴ μόνον ἡγεμὼν Ῥώμης καὶ στρατηγός, ἀλλὰ καὶ κτίστης λέγηται, παρώσας Ῥωμύλον.
[3] ἐκ τούτου φοβηθεῖσα τὸν θόρυβον ἡ βουλὴ τὸν μὲν Κάμιλλον οὐκ εἴασε βουλόμενον ἀποθέσθαι τὴν ἀρχὴν ἐντὸς ἐνιαυτοῦ, καίπερ ἓξ μῆνας οὐδενὸς ὑπερβαλόντος ἑτέρου δικτάτορος, αὐτὴ δὲ παρεμυθεῖτο καὶ κατεπράυνε πείθουσα καὶ δεξιουμένη τὸν δῆμον, ἐπιδεικνυμένη μὲν ἡρῷα καὶ τάφους πατέρων, ὑπομιμνῄσκουσα δὲ χωρίων ἱερῶν καὶ τόπων ἁγίων, οὓς Ῥωμύλος ἢ Νομᾶς ἤ τις ἄλλος αὐτοῖς τῶν βασιλέων ἐπιθειάσας [4] παρέδωκεν. ἐν πρώτοις δὲ τῶν θείων τήν τε νεοσφαγῆ κεφαλὴν προὔφερον, ἐν τῇ θεμελιώσει τοῦ Καπιτωλίου φανεῖσαν, ὡς τῷ τόπῳ πεπρωμένον ἐκείνῳ τῆς Ἰταλίας κεφαλῇ γενέσθαι, καὶ τὸ τῆς Ἑστίας πῦρ, ὃ μετὰ τὸν πόλεμον ὑπὸ τῶν παρθένων ἀναπτόμενον αὖθις ἀφανίζειν καὶ σβεννύναι τοὺς προλιπόντας τὴν πόλιν, ὄνειδος αὐτοῖς ἐσόμενον, ἄν θ’ ὑπ’ ἄλλων οἰκουμένην ὁρῶσιν ἐπηλύδων καὶ ξένων ἄν τ’ ἔρημον οὖσαν καὶ μηλόβοτον.
[5] τοιαῦτα καὶ πρὸς ἕκαστον ἰδίᾳ καὶ κοινῇ πολλάκις ἐν τῷ δήμῳ σχετλιάζοντες, ἐπεκλῶντο πάλιν ὑπὸ τῶν πολλῶν, τὴν παροῦσαν ὀλοφυρομένων ἀμηχανίαν καὶ δεομένων μὴ σφᾶς ὥσπερ ἐκ ναυαγίου γυμνοὺς καὶ ἀπόρους σωθέντας προσβιάζεσθαι τὰ λείψανα τῆς διεφθαρμένης συμπηγνύναι πόλεως, ἑτέρας ἑτοίμης παρούσης.
[32] [1] Ἔδοξεν οὖν βουλὴν προθεῖναι τῷ Καμίλλῳ, καὶ πολλὰ μὲν αὐτὸς διεξῆλθε παρακαλῶν ὑπὲρ τῆς Ῥώμης, πολλὰ δὲ καὶ τῶν ἄλλων ὁ βουλόμενος. τέλος δὲ τὸν πρῶτον εἰωθότα λέγειν γνώμην Λεύκιον Λουκρήτιον ἀναστήσας ἐκέλευσεν ἀποφαίνεσθαι πρῶτον, εἶτα τοὺς ἄλλους [2] ἐφεξῆς. γενομένης δὲ σιωπῆς καὶ τοῦ Λουκρητίου μέλλοντος ἐνάρχεσθαι, κατὰ τύχην ἔξωθεν ἑκατοντάρχης ἄγων τάγμα φυλακῆς ἡμερινῆς παρεπορεύετο, καὶ τὸν φέροντα [πρῶτον] τὸ σημεῖον μεγάλῃ φωνῇ προσαγορεύσας ἐκέλευσεν αὐτοῦ μένειν καὶ τὸ σημεῖον τίθεσθαι· [3] κάλλιστα γὰρ ἐνταῦθα καθεδεῖσθαι καὶ μενεῖν. ἅμα δὲ τῷ καιρῷ καὶ τῇ περὶ τοῦ μέλλοντος ἐννοίᾳ καὶ ἀδηλότητι τῆς φωνῆς γενομένης, ὅ τε Λουκρήτιος ἔφη προσκυνήσας τῷ θεῷ προστίθεσθαι τὴν ἑαυτοῦ γνώμην, καὶ τῶν [4] ἄλλων ἕκαστος ἐπηκολούθησε. θαυμαστὴ δὲ καὶ τὸ πλῆθος ἔσχε μεταβολὴ τῆς ὁρμῆς, ἀλλήλους παρακαλούντων καὶ προτρεπομένων πρὸς τὸ ἔργον, οὐκ ἐκ διανομῆς τινος ἢ τάξεως, ἀλλ’ ὡς ἕκαστος ἑτοιμότητος ἢ βουλήσεως [5] εἶχε τῶν χωρίων καταλαμβανομένων. διὸ καὶ τεταραγμένην τοῖς στενωποῖς καὶ συμπεφυρμένην ταῖς οἰκήσεσιν ἀνήγαγον τὴν πόλιν ὑπὸ σπουδῆς καὶ τάχους. ἐντὸς γὰρ ἐνιαυτοῦ λέγεται καὶ τοῖς τείχεσι καινὴ καὶ ταῖς ἰδιωτικαῖς οἰκοδομαῖς ἀναστῆναι πάλιν.
[6] Οἱ δὲ τοὺς ἱεροὺς τόπους ἀναλαβεῖν καὶ ὁρίσαι ταχθέντες ὑπὸ τοῦ Καμίλλου, συγκεχυμένων ἁπάντων, ὡς ἧκον ἐπὶ τὴν καλιάδα τοῦ Ἄρεως περιοδεύοντες τὸ Παλάτιον, αὐτὴν μὲν ὡς τἆλλα διεφθαρμένην καὶ κατακεκαυμένην εὗρον ὑπὸ τῶν πολεμίων, σκευωρούμενοι δὲ καὶ καθαίροντες τὸ χωρίον, ἐντυγχάνουσι τῷ μαντικῷ ξύλῳ τοῦ Ῥωμύλου, κατὰ τέφρας πολλῆς καὶ βαθείας [7] καταδεδυκότι. τοῦτο δ’ ἔστι μὲν ἐπικαμπὲς ἐκ θατέρου πέρατος, καλεῖται δὲ λίτυον· χρῶνται δ’ αὐτῷ πρὸς τὰς τῶν πλινθίων ὑπογραφάς, ὅταν ἐπ’ ὄρνισι διαμαντευόμενοι καθέζωνται, ὡς κἀκεῖνος ἐχρῆτο μαντικώτατος ὤν. ἐπειδὴ δ’ ἐξ ἀνθρώπων ἠφανίσθη, παραλαβόντες οἱ ἱερεῖς τὸ ξύλον ὥσπερ ἄλλο τι τῶν ἱερῶν ἄψαυστον ἐφύλαττον.
[8] τοῦτο δὴ τότε τῶν ἄλλων ἀπολωλότων ἀνευρόντες διαπεφευγὸς τὴν φθοράν, ἡδίους ἐγένοντο ταῖς ἐλπίσιν ὑπὲρ τῆς Ῥώμης, ὡς ἀίδιον αὐτῇ τὴν σωτηρίαν τοῦ σημείου βεβαιοῦντος.
[33] [1] Οὔπω δὲ τῆς περὶ ταῦτα πεπαυμένοις ἀσχολίας αὐτοῖς ἐπιπίπτει πόλεμος, Αἰκανῶν μὲν ἅμα καὶ Οὐολούσκων καὶ Λατίνων εἰς τὴν χώραν ἐμβαλόντων, Τυρρηνῶν δὲ πολιορκούντων Σούτριον, συμμαχίδα Ῥωμαίων [2] πόλιν. ἐπειδὴ δ’ οἱ τὴν ἡγεμονίαν ἔχοντες χιλίαρχοι στρατοπεδευσάμενοι περὶ τὸ Μαίκιον ὄρος ὑπὸ τῶν Λατίνων ἐπολιορκοῦντο καὶ κινδυνεύοντες ἀποβαλεῖν τὸ στρατόπεδον εἰς Ῥώμην ἔπεμψαν, ἀποδείκνυται τὸ τρίτον Κάμιλλος δικτάτωρ.
Περὶ τούτου τοῦ πολέμου διττοὶ λόγοι λέγονται· δίειμι [3] δὲ τὸν μυθώδη πρότερον. φασὶ τοὺς Λατίνους, εἴτε προφάσει χρωμένους, εἴτε βουλομένους ὡς ἀληθῶς ἀναμείξασθαι τὰ γένη πάλιν ἐξ ὑπαρχῆς, πέμψαντας αἰτεῖν παρὰ τῶν Ῥωμαίων παρθένους ἐλευθέρας καὶ γυναῖκας.
[4] ἀπορούντων δὲ τῶν Ῥωμαίων τί χρὴ ποιεῖν - καὶ γὰρ τὸν πόλεμον ὠρρώδουν οὔπω καθεστῶτες οὐδ’ ἀνειληφότες αὑτούς, καὶ τὴν αἴτησιν τῶν γυναικῶν ὑπώπτευον ἐξομήρευσιν εἶναι, τοῦ δ’ εὐπρεποῦς χάριν ἐπιγαμίαν καλεῖσθαι - , θεραπαινίδα τοὔνομα Τουτούλαν, ὡς δ’ ἔνιοι λέγουσι Φιλωτίδα, τοῖς ἄρχουσι παραινέσαι πέμπειν σὺν αὐτῇ τῶν δμωίδων τὰς ἐν ὥρᾳ μάλιστα καὶ ταῖς ὄψεσιν ἐλευθερίους, κοσμήσαντας ὡς νύμφας εὐγενεῖς, τὰ λοιπὰ [5] δ’ αὐτῇ μελήσειν. πεισθέντας δὲ τοὺς ἄρχοντας ἐπιλέξασθαι τῶν θεραπαινίδων ὅσας ἐκείνη πρὸς τὴν χρείαν ἐδοκίμασε, καὶ κοσμήσαντας ἐσθῆτι καὶ χρυσῷ παραδοῦναι τοῖς Λατίνοις, οὐ πάνυ πρόσω τῆς πόλεως στρατοπεδεύουσι. νύκτωρ δὲ τὰς μὲν ἄλλας ὑφελέσθαι τὰ ἐγχειρίδια τῶν πολεμίων, τὴν δ’ εἴτε Τουτούλαν εἴτε Φιλωτίδα προσβᾶσαν ἐρινεῷ μεγάλῳ καὶ παρατείνασαν ὀπίσω τὸ ἱμάτιον ἆραι πυρσὸν εἰς τὴν Ῥώμην, ὥσπερ ἦν αὐτῇ συγκείμενον πρὸς τοὺς ἄρχοντας, οὐδενὸς ἄλλου [6] τῶν πολιτῶν εἰδότος. δι’ ὃ καὶ θορυβώδη γενέσθαι τὴν τῶν στρατιωτῶν ἔξοδον, ὡς κατήπειγον οἱ ἄρχοντες, ἀλλήλους ἀνακαλούντων καὶ μόλις εἰς τὴν τάξιν καθισταμένων. ἐπελθόντας δὲ τῷ χάρακι τῶν πολεμίων οὐ προσδεχομένων καὶ καθευδόντων, ἑλεῖν τὸ στρατόπεδον [7] καὶ διαφθεῖραι τοὺς πλείστους. τοῦτο δὲ γενέσθαι ταῖς νῦν Ἰουλίαις, τότε δὲ Κυϊντιλίαις νώναις, καὶ τὴν ἀγομένην ἑορτὴν ὑπόμνημα τῆς πράξεως ἐκείνης εἶναι. πρῶτον μὲν γὰρ ἐξιόντες ἀθρόοι διὰ τῆς πύλης πολλὰ τῶν ἐπιχωρίων καὶ κοινῶν ὀνομάτων βοῇ φθέγγονται, Γάιον, Μᾶρκον, Λούκιον καὶ τὰ τούτοις ὅμοια, μιμούμενοι τὴν τότε γενομένην μετὰ σπουδῆς ἀλλήλων ἀνάκλησιν. ἔπειτα κεκοσμημέναι λαμπρῶς αἱ θεραπαινίδες περιίασι παίζουσαι [8] διὰ σκωμμάτων εἰς τοὺς ἀπαντῶντας. γίνεται δὲ καὶ μάχη τις αὐταῖς πρὸς ἀλλήλας, ὡς καὶ τότε τοῦ πρὸς τοὺς Λατίνους ἀγῶνος συνεπιλαμβανομέναις. ἑστιώμεναι δὲ καθέζονται κλάδοις συκῆς σκιαζόμεναι, καὶ τὴν ἡμέραν νώνας Καπρατίνας καλοῦσιν, ὡς οἴονται διὰ τὸν ἐρινεὸν ἀφ’ οὗ τὴν παιδίσκην τὸν πυρσὸν ἆραι· τὸν γὰρ [9] ἐρινεὸν καπρίφικον ὀνομάζουσιν. ἕτεροι δὲ τούτων τὰ πλεῖστα δρᾶσθαι καὶ λέγεσθαί φασιν ἐπὶ τῷ τοῦ Ῥωμύλου πάθει· κατὰ ταύτην γὰρ ἀφανισθῆναι τὴν ἡμέραν αὐτὸν ἔξω πύλης, ζόφου καὶ θυέλλης ἄφνω περισχούσης, [10] ὡς δ’ ἔνιοι νομίζουσιν ἐκλείψεως ἡλίου γενομένης, καὶ τὴν ἡμέραν ἀπὸ τοῦ τόπου νώνας Καπρατίνας κληθῆναι· τὴν γὰρ αἶγα κάπραν καλοῦσιν, ὁ δὲ Ῥωμύλος ἠφανίσθη δημηγορῶν περὶ τὸ τῆς αἰγὸς ἕλος προσαγορευόμενον, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται (Rom. 27).
[34] [1] Τὸν δ’ ἕτερον λόγον οἱ πλεῖστοι τῶν συγγραφέων δοκιμάζοντες οὕτω λέγουσιν. ἀποδειχθεὶς δικτάτωρ τὸ τρίτον ὁ Κάμιλλος καὶ πυθόμενος τὸ μετὰ τῶν χιλιάρχων στράτευμα πολιορκούμενον ὑπὸ τῶν Λατίνων καὶ τῶν Οὐολούσκων, ἠναγκάσθη καὶ τοὺς οὐκ ἐν ὥρᾳ τῶν πολιτῶν, [2] ἀλλ’ ἤδη παρηβηκότας καθοπλίσαι. περιελθὼν δὲ μακρὰν περίοδον περὶ τὸ Μαίκιον ὄρος καὶ λαθὼν τοὺς πολεμίους, ἵδρυσε τὴν στρατιὰν κατόπιν αὐτῶν, καὶ πυρὰ πολλὰ καύσας διεσήμηνε τὴν αὑτοῦ παρουσίαν. οἱ μὲν οὖν πολιορκούμενοι θαρρήσαντες ἐπεξιέναι διενοοῦντο καὶ μάχην συνάπτειν· οἱ δὲ Λατῖνοι καὶ Οὐολοῦσκοι συστείλαντες εἴσω τοῦ χάρακος ἑαυτούς, ἀπεσταύρουν ξύλοις πολλοῖς καὶ διεφράγνυντο πανταχόθεν τὸ στρατόπεδον, ἀμφίβολοι γεγονότες ὑπὸ τῶν πολεμίων καὶ περιμένειν ἐγνωκότες ἑτέραν οἴκοθεν δύναμιν, ἅμα δὲ [3] καὶ Τυρρηνῶν προσδεχόμενοι βοήθειαν. τοῦτο δ’ αἰσθόμενος ὁ Κάμιλλος καὶ δεδοικὼς ταὐτὰ παθεῖν ἅπερ ἐποίησεν αὐτὸς τοὺς πολεμίους κυκλωσάμενος, ἔσπευδε προλαβεῖν τὸν καιρόν. ὄντος δὲ τοῦ περιφράγματος ξυλίνου καὶ πνεύματος μεγάλου κατιόντος ἀπὸ τῶν ὀρῶν ἅμα φάει, πυροβόλα παρασκευασάμενος καὶ περὶ τὸν ὄρθρον ἐξαγαγὼν τὴν δύναμιν, τοὺς μὲν ἄλλους ἐκέλευσε χρῆσθαι βέλεσι καὶ κραυγῇ καθ’ ἕτερον μέρος, αὐτὸς δὲ τοὺς τὸ πῦρ ἀφήσειν μέλλοντας ἔχων, ὅθεν εἰώθει μάλιστα προσπίπτειν ὁ ἄνεμος τῷ χάρακι τῶν πολεμίων, [4] ἀνέμενε τὴν ὥραν. ἐπεὶ δὲ συνεστώσης τῆς μάχης ὅ θ’ ἥλιος ἀνῄει καὶ τὸ πνεῦμα λαμπρὸν ἐξέπιπτε, σημήνας ἐπιδρομὴν κατέσπειρε τοῦ χάρακος ἄφθονα τῶν πυροβόλων. ταχὺ δὲ πολλῆς φλογὸς ἐν ὕλῃ πυκνῇ καὶ σταυρώμασι ξυλίνοις ἀνατραφείσης καὶ κύκλῳ περινεμομένης, οὐδὲν ἄκος οὐδὲ σβεστήριον ἔχοντες οἱ Λατῖνοι παρεσκευασμένον, ὡς πλῆρες ἦν ἤδη τὸ στρατόπεδον πυρός, ἐπ’ ὀλίγον συστελλόμενοι τόπον ἐξέπιπτον ὑπ’ ἀνάγκης πρὸς ὡπλισμένους καὶ παρατεταγμένους πρὸ [5] τοῦ χάρακος τοὺς πολεμίους· καὶ τούτων μὲν ὀλίγοι διέφυγον, τοὺς δὲ καταλειφθέντας ἐν τῷ στρατοπέδῳ πάντας διέφθειρε τὸ πῦρ, μέχρι οὗ κατασβέσαντες οἱ Ῥωμαῖοι τὰ χρήματα διήρπασαν.
[35] [1] Γενομένων δὲ τούτων, ἀπολιπὼν ἐπὶ στρατοπέδου τὸν υἱὸν Λεύκιον φύλακα τῶν ἡλωκότων ἀνθρώπων καὶ χρημάτων, αὐτὸς εἰς τὴν τῶν πολεμίων ἐνέβαλε, καὶ τὴν Αἰκανῶν πόλιν ἐξελὼν καὶ προσαγαγόμενος τοὺς Οὐολούσκους, εὐθὺς ἦγε τὴν στρατιὰν πρὸς τὸ Σούτριον, οὔπω τὰ συμβεβηκότα τοῖς Σουτρίνοις πεπυσμένος, ἀλλ’ ὡς ἔτι κινδυνεύουσι καὶ πολιορκουμένοις ὑπὸ [2] τῶν Τυρρηνῶν βοηθῆσαι σπεύδων. οἱ δ’ ἔτυχον ἤδη τὴν μὲν πόλιν τοῖς πολεμίοις παραδεδωκότες, αὐτοὶ δὲ πάντων ἐνδεεῖς ἐν ἱματίοις μόνον ἀφειμένοι, καὶ καθ’ ὁδὸν ὄντι τῷ Καμίλλῳ μετὰ τέκνων καὶ γυναικῶν ἀπήντων, [3] ὀδυρόμενοι τὰς αὑτῶν τύχας. ὁ δὲ Κάμιλλος αὐτός τε πρὸς τὴν ὄψιν ἐπικλασθείς, καὶ τοὺς Ῥωμαίους ὁρῶν ἐμφυομένων αὐτοῖς τῶν Σουτρίνων δακρύοντας καὶ δυσανασχετοῦντας ἐπὶ τοῖς γεγενημένοις, οὐκ ἔγνω ποιεῖσθαι τῆς τιμωρίας ἀναβολήν, ἀλλ’ εὐθὺς ἦγεν ἐπὶ τὸ Σούτριον ἐκείνης τῆς ἡμέρας, λογιζόμενος ἀνθρώπους εὐδαίμονα καὶ πλουσίαν πόλιν ἄρτι κατειληφότας καὶ μηδένα τῶν πολεμίων ὑπολελοιπότας ἐν αὐτῇ μηδὲ προσδεχομένους ἔξωθεν, ἐκλελυμένους παντάπασι καὶ ἀφυλάκτους [4] εὑρήσειν· ὀρθῶς λογισάμενος. οὐ γὰρ μόνον τὴν χώραν ἔλαθε διελθών, ἀλλὰ καὶ πρὸς ταῖς πύλαις γενόμενος καὶ τὰ τείχη καταλαβών· ἐφύλαττε γὰρ οὐδείς, ἀλλ’ ἐν οἴνῳ καὶ συνουσίαις ἦσαν, ἐσκεδασμένοι κατὰ τὰς [5] οἰκίας. ἐπεὶ δ’ ᾔσθοντο τοὺς πολεμίους ἤδη κρατοῦντας, οὕτω διέκειντο μοχθηρῶς ὑπὸ πλησμονῆς καὶ μέθης, ὥστε μηδὲ πρὸς φυγὴν ὁρμῆσαι πολλούς, ἀλλ’ ἐν ταῖς οἰκίαις αἴσχιστα πάντων ὑπομένοντας ἀποθνῄσκειν, ἢ παραδιδόναι σφᾶς αὐτοὺς τοῖς πολεμίοις. τὴν μὲν οὖν Σουτρίνων πόλιν ἐν ἡμέρᾳ μιᾷ δὶς ἁλοῦσαν οὕτω συνέβη καὶ τοὺς ἔχοντας ἀποβαλεῖν, καὶ τοὺς ἀφῃρημένους ἀπολαβεῖν διὰ Κάμιλλον.
[36] [1] Ὁ δ’ ἀπὸ τούτων θρίαμβος αὐτῷ χάριν οὐκ ἐλάττονα καὶ κόσμον ἤνεγκε τῶν πρώτων δυεῖν. καὶ γὰρ τοὺς πάνυ βασκαίνοντας τῶν πολιτῶν καὶ πάντα βουλομένους εὐτυχίᾳ τινὶ μᾶλλον ἢ δι’ ἀρετὴν κατωρθῶσθαι τότ’ ἠνάγκαζον αἱ πράξεις τῇ δεινότητι καὶ τῷ δραστηρίῳ [2] τοῦ ἀνδρὸς ἀποδιδόναι τὴν δόξαν. ἦν δὲ τῶν διαμαχομένων αὐτῷ καὶ προσφθονούντων ἐπιφανέστατος Μᾶρκος Μάλλιος, ὁ πρῶτος ὠσάμενος ἀπὸ τῆς ἄκρας τοὺς Κελτούς, ὅτε τῷ Καπιτωλίῳ νυκτὸς ἐπέθεντο, καὶ [3] διὰ τοῦτο Καπιτωλῖνος ἐπικληθείς. οὗτος γὰρ ἀξιῶν πρῶτος εἶναι τῶν πολιτῶν καὶ μὴ δυνάμενος τὸν Κάμιλλον ἀπὸ τοῦ βελτίστου τρόπου τῇ δόξῃ παρελθεῖν, ἐπίθεσιν τυραννίδος ἐποιήσατο κοινὴν καὶ συνήθη, δημαγωγῶν τοὺς πολλούς, μάλιστα δὲ τῶν ὀφειλόντων χρέα τοῖς μὲν παριστάμενος καὶ συνδικῶν ἐπὶ τοὺς δανειστάς, τοὺς δ’ ἀφαιρούμενος βίᾳ καὶ κωλύων ἄγεσθαι πρὸς τὸν νόμον, ὥστε πολλοὺς ταχὺ τῶν ἀπόρων περὶ αὐτὸν γενέσθαι καὶ πολὺν φόβον παρασχεῖν τοῖς βελτίστοις τῶν πολιτῶν θρασυνομένους καὶ ταράττοντας τὴν ἀγοράν.
[4] ἐπεὶ δὲ κατασταθεὶς ἐπὶ ταῦτα δικτάτωρ Κούιντος Καπιτωλῖνος εἰς τὴν εἱρκτὴν ἐνέβαλε τὸν Μάλλιον, ὁ δὲ δῆμος τούτου γενομένου μετέβαλε τὴν ἐσθῆτα, πρᾶγμα γινόμενον ἐπὶ συμφοραῖς μεγάλαις καὶ δημοσίαις, δείσασα τὸν θόρυβον ἡ σύγκλητος ἐκέλευσεν ἀφεθῆναι τὸν [5] Μάλλιον. ὁ δ’ οὐδὲν ἦν ἀφεθεὶς ἀμείνων, ἀλλὰ σοβαρώτερον ἐδημαγώγει καὶ διεστασίαζε τὴν πόλιν. αἱροῦνται δὴ πάλιν χιλίαρχον τὸν Κάμιλλον. εἰσαγομένων δὲ τῶν κατὰ τοῦ Μαλλίου δικῶν, μεγάλα τοὺς κατηγόρους [6] ἔβλαπτεν ἡ ὄψις. ὁ γὰρ τόπος, ἐφ’ οὗ βεβηκὼς ὁ Μάλλιος ἐνυκτομάχησε πρὸς τοὺς Κελτούς, ὑπερεφαίνετο τῆς ἀγορᾶς ἀπὸ τοῦ Καπιτωλίου καὶ παρεῖχεν οἶκτον τοῖς ὁρῶσιν, αὐτός τε τὰς χεῖρας ὀρέγων ἐκεῖ καὶ δακρύων ὑπεμίμνῃσκε τῶν ἀγώνων, ὥστε τοὺς κρίνοντας ἀπορεῖν καὶ πολλάκις ὑπερβάλλεσθαι τὴν δίκην, μήτ’ ἀφεῖναι βουλομένους ἐπὶ τεκμηρίοις φανεροῖς τὸ ἀδίκημα, μήτε χρήσασθαι τῷ νόμῳ δυναμένους ἐν ὀφθαλμοῖς τῆς πράξεως [7] οὔσης διὰ τὸν τόπον. τοῦτο δὴ συμφρονήσας ὁ Κάμιλλος μετήγαγεν ἔξω πύλης τὸ δικαστήριον εἰς τὸ Πετηλῖνον ἄλσος· ὅθεν οὐκ ὄντος τοῦ Καπιτωλίου καταφανοῦς, ὅ τε διώκων ἐχρήσατο τῇ κατηγορίᾳ, καὶ τοῖς κρίνουσι παρεχώρησεν ἡ μνήμη τῶν γεγονότων ἀξίαν [8] ἀναλαβεῖν ὀργὴν ἐπὶ τοῖς παροῦσιν ἀδικήμασιν. ὁ μὲν οὖν Μάλλιος ἁλοὺς εἰς τὸ Καπιτώλιον ἀπήχθη, καὶ κατὰ τῆς πέτρας ὠσθεὶς τὸν αὐτὸν τόπον ἔσχε καὶ τῶν εὐτυχεστάτων ἔργων καὶ τῶν μεγίστων ἀτυχημάτων μνημεῖον.
[9] οἱ δὲ Ῥωμαῖοι τὴν οἰκίαν αὐτοῦ κατασκάψαντες, ἱερὸν ἱδρύσαντο θεᾶς ἣν Μονῆταν καλοῦσι, καὶ τὸ λοιπὸν ἐψηφίσαντο μηδένα τῶν πατρικίων ἐπὶ τῆς ἄκρας κατοικεῖν.
[37] [1] Ὁ δὲ Κάμιλλος ἐπὶ χιλιαρχίαν ἕκτην καλούμενος παρῃτεῖτο, γεγονὼς μὲν ἡλικίας ἤδη πρόσω, καί πού τινα καὶ φθόνον δεδιὼς καὶ νέμεσιν ἐπὶ δόξῃ τοσαύτῃ καὶ κατορθώμασιν. ἡ δὲ φανερωτάτη τῶν αἰτιῶν ἦν ἀρρωστία σώματος· ἐτύγχανε γὰρ νοσῶν περὶ τὰς ἡμέρας [2] ἐκείνας. οὐ μὴν παρῆκεν αὐτῷ τὴν ἀρχὴν ὁ δῆμος, ἀλλὰ βοῶν μήθ’ ἱππεύοντος αὐτοῦ μήθ’ ὁπλομαχοῦντος ἐν τοῖς ἀγῶσι δεῖσθαι, βουλευομένου δὲ μόνον καὶ προστάσσοντος, ἠνάγκασεν ὑποστῆναι τὴν στρατηγίαν καὶ μεθ’ ἑνὸς τῶν συναρχόντων Λευκίου Φουρίου τὸν στρατὸν ἄγειν εὐθὺς ἐπὶ τοὺς πολεμίους. οὗτοι δ’ ἦσαν Πραινεστῖνοι καὶ Οὐολοῦσκοι, μετὰ πολλῆς δυνάμεως τὴν [3] συμμαχίδα τῶν Ῥωμαίων πορθοῦντες. ἐξελθὼν δὲ καὶ παραστρατοπεδεύσας τοῖς πολεμίοις, αὐτὸς μὲν ἠξίου τρίβειν τὸν πόλεμον χρόνῳ, κἂν εἰ μάχης δεήσειε, ῥώσας τὸ σῶμα διαγωνίσασθαι· Λευκίου δὲ τοῦ συνάρχοντος ἐπιθυμίᾳ δόξης φερομένου πρὸς τὸν κίνδυνον ἀκατασχέτως, καὶ συνεξορμῶντος ἅμα ταξιάρχους καὶ λοχαγούς, φοβηθεὶς μὴ φθόνῳ δή τινι δοκῇ κατόρθωμα καὶ φιλοτιμίαν ἀφαιρεῖσθαι νέων ἀνδρῶν, συνεχώρησεν ἄκων ἐκείνῳ παρατάξαι τὴν δύναμιν, αὐτὸς δὲ διὰ τὴν ἀσθένειαν [4] ὑπελείφθη μετ’ ὀλίγων ἐν τῷ στρατοπέδῳ. τοῦ δὲ Λευκίου προπετῶς χρησαμένου τῇ μάχῃ καὶ σφαλέντος, αἰσθόμενος τὴν τροπὴν τῶν Ῥωμαίων οὐ κατέσχεν αὑτόν, ἀλλ’ ἀναθορὼν ἐκ τῆς στιβάδος ἀπήντα μετὰ τῶν ὀπαδῶν ἐπὶ τὰς πύλας τοῦ χάρακος, διὰ τῶν φευγόντων ὠθούμενος εἰς τοὺς διώκοντας, ὥστε τοὺς μὲν εὐθὺς ἀναστρέφειν καὶ συνακολουθεῖν, τοὺς δὲ προσφερομένους ἔξωθεν ἵστασθαι πρὸ αὐτοῦ καὶ συνασπίζειν, παρεγγυῶντας [5] ἀλλήλοις μὴ ἀπολείπεσθαι τοῦ στρατηγοῦ. τότε μὲν οὖν οὕτως ἀπετράποντο τῆς διώξεως οἱ πολέμιοι· τῇ δ’ ὑστεραίᾳ προαγαγὼν τὴν δύναμιν ὁ Κάμιλλος καὶ συνάψας μάχην αὐτούς τε νικᾷ κατὰ κράτος καὶ τὸν χάρακα λαμβάνει συνεισπεσὼν τοῖς φεύγουσι καὶ διαφθείρας [6] τοὺς πλείστους. ἐκ δὲ τούτου πυθόμενος πόλιν Σατρίαν ὑπὸ τῶν Τυρρηνῶν ἑαλωκέναι καὶ τοὺς οἰκήτορας ἀπεσφάχθαι, Ῥωμαίους ἅπαντας ὄντας, τὴν μὲν πολλὴν καὶ βαρεῖαν τῆς δυνάμεως εἰς Ῥώμην ἀπέστειλεν, αὐτὸς δὲ τοὺς ἀκμάζοντας μάλιστα καὶ προθυμοτάτους ἀναλαβών, ἐπέβαλε τοῖς τὴν πόλιν ἔχουσι Τυρρηνοῖς, καὶ κρατήσας τοὺς μὲν ἐξήλασεν αὐτῶν, τοὺς δ’ ἀπέκτεινεν.
[38] [1] Ἐπανελθὼν δὲ μετὰ πολλῶν λαφύρων εἰς Ῥώμην, ἐπέδειξε φρονιμωτάτους ἁπάντων τοὺς μὴ φοβηθέντας ἀσθένειαν καὶ γῆρας ἡγεμόνος ἐμπειρίαν καὶ τόλμαν ἔχοντος, ἀλλ’ ἑλομένους ἐκεῖνον ἄκοντα καὶ νοσοῦντα μᾶλλον ἢ τῶν ἐν ἡλικίᾳ τοὺς δεομένους καὶ σπουδάζοντας [2] ἄρχειν. διὸ καὶ Τουσκλανῶν ἀφεστάναι λεγομένων ἐκέλευον ἐξιέναι τὸν Κάμιλλον ἐπ’ αὐτούς, ἕνα τῶν πέντε συστρατήγων προσελόμενον. ὁ δὲ καίπερ ἁπάντων βουλομένων καὶ δεομένων, ἐάσας τοὺς ἄλλους προσείλετο [3] Λεύκιον Φούριον, οὐδενὸς ἂν προσδοκήσαντος. ἐκεῖνος γὰρ ἦν ὁ παρὰ γνώμην τοῦ Καμίλλου διαγωνίσασθαι προθυμηθεὶς ἔναγχος καὶ δυστυχήσας περὶ τὴν μάχην· ἀλλὰ βουλόμενος ὡς ἔοικεν ἀποκρύψαι τὴν συμφορὰν καὶ τὴν αἰσχύνην ἀπαλλάξαι τοῦ ἀνδρός, ἀντὶ πάντων [4] τοῦτον προῆγεν. οἱ δὲ Τουσκλανοὶ τὴν ἁμαρτίαν ἐπανορθούμενοι πανούργως, ἤδη βαδίζοντος ἐπ’ αὐτοὺς τοῦ Καμίλλου, τὸ μὲν πεδίον ἀνθρώπων ὡς ἐν εἰρήνῃ γεωργούντων καὶ νεμόντων ἐνέπλησαν, τὰς δὲ πύλας εἶχον ἀνεῳγμένας καὶ τοὺς παῖδας ἐν τοῖς διδασκαλείοις μανθάνοντας, τοῦ δὲ δήμου τὸ μὲν βάναυσον ἐπὶ τῶν ἐργαστηρίων ἑωρᾶτο περὶ τὰς τέχνας, τὸ δ’ ἀστεῖον ἐπὶ τῆς ἀγορᾶς ἐν ἱματίοις, οἱ δ’ ἄρχοντες περιῄεσαν σπουδῇ καταλύσεις τοῖς Ῥωμαίοις ἐπαγγέλλοντες, ὡς οὐδὲν κακὸν [5] προσδοκῶντες οὐδὲ συνειδότες. τούτων δὲ πραττομένων ἀπιστεῖν μὲν οὐκ ἐπῄει τῷ Καμίλλῳ τὴν προδοσίαν, οἰκτίρας δὲ τὴν ἐπὶ τῇ προδοσίᾳ μετάνοιαν αὐτῶν, ἐκέλευσε πρὸς τὴν σύγκλητον ἐλθόντας παραιτεῖσθαι τὴν ὀργήν, καὶ παραιτουμένους συνέπραξεν αὐτὸς ἀφεθῆναί τε τὴν πόλιν αἰτίας πάσης καὶ μεταλαβεῖν ἰσοπολιτείας. αὗται μὲν οὖν ἐγένοντο τῆς ἕκτης χιλιαρχίας ἐπιφανέσταται πράξεις.
[39] [1] Μετὰ δὲ ταῦτα Λικιννίου Στόλωνος ἐν τῇ πόλει τὴν μεγάλην στάσιν ἐγείροντος, ἣν ὁ δῆμος ἐστασίασε πρὸς τὴν σύγκλητον, βιαζόμενος δυεῖν ὑπάτων καθισταμένων τὸν ἕτερον πάντως ἐκ δημοτῶν εἶναι καὶ μὴ συναμφοτέρους πατρικίους, δήμαρχοι μὲν ᾑρέθησαν, τὰς δ’ ὑπατικὰς ἀρχαιρεσίας ἐπιτελεσθῆναι διεκώλυσαν οἱ [2] πολλοί. καὶ τῶν πραγμάτων δι’ ἀναρχίας φερομένων εἰς μείζονας ταραχάς, ἀποδείκνυται δικτάτωρ ὁ Κάμιλλος ὑπὸ τῆς βουλῆς ἄκοντι τῷ δήμῳ τὸ τέταρτον, οὐδ’ αὐτὸς ὢν πρόθυμος οὐδὲ βουλόμενος ἐναντιοῦσθαι πρὸς ἀνθρώπους παρρησίαν ἔχοντας ἀπὸ πολλῶν καὶ μεγάλων ἀγώνων πρὸς αὐτόν, ὡς πλείονα μετ’ αὐτῶν διαπεπραγμένος ἐν στρατηγίαις ἢ μετὰ τῶν πατρικίων ἐν πολιτείαις, καὶ νῦν διὰ φθόνον ἐκείνων ᾑρημένος ὑπ’ αὐτῶν, ὅπως ἢ καταλύσειε τὸν δῆμον ἰσχύσας, ἢ καταλυθείη [3] μὴ κρατήσας. οὐ μὴν ἀλλὰ πειρώμενος ἀμύνειν τοῖς παροῦσι, τὴν ἡμέραν γνοὺς ἐν ᾗ νομοθετεῖν οἱ δήμαρχοι διενοοῦντο, προέγραψε στρατιᾶς κατάλογον καὶ μετεκάλει τὸν δῆμον ἐκ τῆς ἀγορᾶς εἰς τὸ πεδίον, μεγάλας [4] ζημίας ἀπειλῶν κατὰ τοῦ μὴ ὑπακούσαντος. τῶν δὲ δημάρχων ἐκεῖθεν αὖ πάλιν ἀντανισταμένων ταῖς ἀπειλαῖς καὶ διομνυμένων πέντε μυριάσιν ἀργυρίου ζημιώσειν, εἰ μὴ παύσοιτο τοῦ δήμου τὸν νόμον ἀφαιρούμενος καὶ τὴν ψῆφον, εἴτε δείσας φυγὴν ἑτέραν καὶ καταδίκην, ὡς ἀνδρὶ πρεσβύτῃ καὶ κατειργασμένῳ μεγάλα μὴ πρέπουσαν, εἴτε τοῦ πλήθους τὴν βίαν ἄμαχον οὖσαν καὶ δυσνίκητον ὑπερβαλέσθαι μὴ δυνάμενος μηδὲ βουλόμενος, τότε μὲν ἀπεχώρησεν οἴκαδε· ταῖς δ’ ἑξῆς ἡμέραις [5] σκηψάμενος ἀρρωστεῖν ἐξωμόσατο τὴν ἀρχήν. ἡ δὲ σύγκλητος ἕτερον δικτάτορα κατέστησε, κἀκεῖνος ἀποδείξας ἵππαρχον αὐτὸν τὸν ἡγεμόνα τῆς στάσεως Στόλωνα παρῆκεν ἐπικυρῶσαι τὸν νόμον τὸν μάλιστα λυποῦντα τοὺς πατρικίους. ἐκέλευσε δ’ οὗτος μηδένα πλέθρων πεντακοσίων [6] πλείονα χώραν κεκτῆσθαι. τότε μὲν οὖν λαμπρὸς ὁ Στόλων ἐγεγόνει τῇ ψήφῳ κρατήσας· ὀλίγῳ δ’ ὕστερον αὐτὸς ἑάλω κεκτημένος ὅσην ἔχειν ἐκώλυεν ἑτέρους, καὶ κατὰ τὸν αὑτοῦ νόμον δίκην ἔδωκεν.
[40] [1] Ὑπολειπομένης δὲ τῆς περὶ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν φιλονικίας, ὃ δὴ χαλεπώτατον τῆς στάσεως μόριον ἦν καὶ πρῶτον ἦρξε καὶ πλεῖστα πράγματα παρέσχε τῇ βουλῇ διαφερομένῃ πρὸς τὸν δῆμον, ἀγγελία προσέπεσε σαφής, Κελτοὺς αὖθις ἀπὸ τῆς Ἀδριατικῆς ἄραντας θαλάσσης μυριάσι πολλαῖς ἐπὶ τὴν Ῥώμην ἐλαύνειν.
[2] ἅμα δὲ τῷ λόγῳ καὶ τὰ ἔργα τοῦ πολέμου παρῆν, πορθουμένης τῆς χώρας καὶ τῶν ἀνθρώπων, ὅσοις οὐ ῥᾴδιον ἦν εἰς τὴν Ῥώμην καταφυγεῖν, ἀνὰ τὰ ὄρη σκεδαννυμένων. οὗτος δ’ ὁ φόβος κατέπαυσε τὴν στάσιν, καὶ συνελθόντες εἰς τὸ αὐτὸ τοῖς πολλοῖς οἱ κράτιστοι καὶ τῇ βουλῇ τὸ δημοτικὸν εἵλοντο πάντες ἐκ μιᾶς γνώμης [3] δικτάτορα τὸ πέμπτον Κάμιλλον, ὁ δ’ ἦν μὲν σφόδρα γέρων καὶ μικρὸν ἀπέλειπεν ὀγδοήκοντα ἔτη γεγονέναι· συνορῶν δὲ τὴν ἀνάγκην καὶ τὸν κίνδυνον, οὔθ’ ὑποτίμησιν ὡς πρότερον εἰπών, οὔτε προφάσει χρησάμενος, ἀλλ’ αὐτόθεν ὑποστὰς τὴν στρατηγίαν, κατέλεγε τοὺς [4] μαχησομένους. εἰδὼς δὲ τῆς τῶν βαρβάρων ἀλκῆς τὴν βιαιοτάτην ἐν ταῖς μαχαίραις οὖσαν, ἃς βαρβαρικῶς καὶ σὺν οὐδεμιᾷ τέχνῃ καταφέροντες ὤμους μάλιστα καὶ κεφαλὰς διέκοπτον, ἐχαλκεύσατο μὲν κράνη τοῖς ὁπλίταις ὁλοσίδηρα καὶ λεῖα ταῖς περιφερείαις, ὡς ἀπολισθάνειν ἢ κατάγνυσθαι τὰς μαχαίρας, τοῖς δὲ θυρεοῖς κύκλῳ περιήρμοσε λεπίδα χαλκῆν, τοῦ ξύλου καθ’ αὑτὸ τὰς πληγὰς μὴ στέγοντος· αὐτοὺς δὲ τοὺς στρατιώτας ἐδίδαξε τοῖς ὑσσοῖς μακροῖς διὰ χειρὸς χρῆσθαι καὶ τοῖς ξίφεσι τῶν πολεμίων ὑποβάλλοντας ἐκδέχεσθαι τὰς καταφοράς.
[41] [1] Ἐπεὶ δὲ πλησίον ἦσαν οἱ Κελτοί, περὶ τὸν Ἀνίωνα ποταμὸν στρατόπεδον βαρὺ καὶ μεστὸν ἀφθόνου λείας ἔχοντες, ἐξαγαγὼν τὴν δύναμιν ἵδρυσε κατὰ νάπης μαλακῆς καὶ συγκλίσεις πολλὰς ἐχούσης, ὥστε τὸ μὲν πλεῖστον ἀποκρύπτεσθαι, τὸ δ’ ὁρώμενον δοκεῖν ὑπὸ [2] δέους εἰς χωρία προσάντη κατειλεῖσθαι. ταύτην δὲ τὴν δόξαν αὐτῶν ὁ Κάμιλλος αὔξειν βουλόμενος, οὐ προσήμυνε τῶν ὑπὸ πόδας πορθουμένων, ἀλλὰ τὸν χάρακα φραξάμενος ἠρέμει, μέχρι οὗ τοὺς μὲν ἐν προνομαῖς ἐσκεδασμένους κατεῖδε, τοὺς δ’ ἐν τῷ στρατοπέδῳ πᾶσαν [3] ὥραν ἐμπιμπλαμένους ἀφειδῶς καὶ μεθύοντας. τότε δὲ νυκτὸς ἔτι τοὺς ψιλοὺς προεκπέμψας ἐμποδὼν εἶναι τοῖς βαρβάροις εἰς τάξιν καθισταμένοις καὶ διαταράττειν εὐθὺς ἐπεξιόντας, κατεβίβαζεν ὄρθρου τοὺς ὁπλίτας καὶ παρέταττεν ἐν τοῖς ἐπιπέδοις, πολλοὺς καὶ προθύμους, οὐχ ὥσπερ οἱ βάρβαροι προσεδόκων ὀλίγους καὶ ἀτόλμους [4] φανέντας. πρῶτον μὲν οὖν τοῦτο τῶν Κελτῶν ἀνέτρεψε τὰ φρονήματα, παρ’ ἀξίαν ἐπιχειρεῖσθαι δοκούντων. ἔπειτα προσπίπτοντες οἱ ψιλοὶ καὶ πρὶν ἢ τὸν συνήθη λαβεῖν κόσμον καὶ διακριθῆναι κατὰ λόχους κινοῦντες αὐτοὺς καὶ βιαζόμενοι πρὸς τὸ συντυχὸν ἀτάκτους [5] ἠνάγκασαν μάχεσθαι. τέλος δὲ τοῦ Καμίλλου τοὺς ὁπλίτας ἐπάγοντος, οἱ μὲν ἀνατεινάμενοι τὰς μαχαίρας συνδραμεῖν ἔσπευδον, οἱ δὲ τοῖς ὑσσοῖς ἀπαντῶντες καὶ τὰ σεσιδηρωμένα μέρη ταῖς πληγαῖς ὑποφέροντες ἀπέστρεφον τὸν ἐκείνων σίδηρον, μαλακὸν ὄντα καὶ λεπτῶς ἐληλασμένον, ὥστε κάμπτεσθαι ταχὺ καὶ διπλοῦσθαι τὰς μαχαίρας, τοὺς δὲ θυρεοὺς συμπεπάρθαι καὶ βαρύνεσθαι [6] τῶν ὑσσῶν ἐφελκομένων. διὸ καὶ μεθιστάμενοι τῶν ἰδίων ὅπλων, ἐπειρῶντο τοῖς ἐκείνων ἐμπλέκεσθαι καὶ τοὺς ὑσσοὺς παραφέρειν, ἐπιλαμβανόμενοι ταῖς χερσίν. οἱ δὲ Ῥωμαῖοι γυμνουμένους ὁρῶντες, ἤδη τοῖς ξίφεσιν ἐχρῶντο, καὶ φόνος μὲν ἦν πολὺς τῶν προτάκτων, φυγὴ δὲ τῶν ἄλλων πανταχόσε τοῦ πεδίου· τοὺς γὰρ λόφους καὶ τὰ ὑψηλὰ προκατειλήφει Κάμιλλος, τὸ δὲ στρατόπεδον διὰ τὸ θαρσεῖν ἄφρακτον ἔχοντες ᾔδεσαν οὐ χαλεπῶς ἁλωσόμενον.
[7] Ταύτην τὴν μάχην ἔτεσιν ὕστερον τρισκαίδεκα γενέσθαι λέγουσι τῆς Ῥώμης ἁλώσεως, καὶ βέβαιον ἐξ αὐτῆς φρόνημα κατὰ τῶν Κελτῶν ἐγγενέσθαι Ῥωμαίοις, σφόδρα δεδοικόσι τοὺς βαρβάρους, ὡς τὸ πρῶτον διὰ νόσους καὶ τύχας παραλόγους, οὐ κατὰ κράτος ὑπ’ αὐτῶν νενικημένους. οὕτω δ’ οὖν ὁ φόβος ἦν ἰσχυρός, ὥστε θέσθαι νόμον ἀφεῖσθαι τοὺς ἱερεῖς στρατείας, χωρὶς ἂν μὴ Γαλατικὸς ᾖ πόλεμος.
[42] [1] Τῶν μὲν οὖν στρατιωτικῶν ἀγώνων οὗτος ἠγωνίσθη τῷ Καμίλλῳ τελευταῖος· τὴν γὰρ Οὐελιτρανῶν πόλιν εἷλεν ἐν παρέργῳ ταύτης τῆς στρατείας, ἀμαχεὶ [2] προσχωρήσασαν αὐτῷ· τῶν δὲ πολιτικῶν ὁ μέγιστος ὑπελείπετο καὶ χαλεπώτατος ‹ὁ› πρὸς τὸν δῆμον, ἰσχυρὸν ἐπανήκοντα τῇ νίκῃ καὶ βιαζόμενον ἐκ δημοτῶν ὕπατον ἀποδεῖξαι παρὰ τὸν καθεστῶτα νόμον, ἀντιταττομένης τῆς βουλῆς καὶ τὸν Κάμιλλον οὐκ ἐώσης ἀποθέσθαι τὴν ἀρχήν, ὡς μετ’ ἰσχυρᾶς καὶ μεγάλης ἐξουσίας τῆς ἐκείνου μαχησομένων ἂν βέλτιον ὑπὲρ τῆς ἀριστοκρατίας.
[3] ἐπεὶ δὲ προκαθημένου τοῦ Καμίλλου καὶ χρηματίζοντος ἐπὶ τῆς ἀγορᾶς ὑπηρέτης πεμφθεὶς παρὰ τῶν δημάρχων ἐκέλευσεν ἀκολουθεῖν καὶ τὴν χεῖρα τῷ σώματι προσῆγεν ὡς ἀπάξων, κραυγὴ δὲ καὶ θόρυβος οἷος οὔπω κατέσχε τὴν ἀγοράν, τῶν μὲν περὶ τὸν Κάμιλλον ὠθούντων ἀπὸ τοῦ βήματος τὸν δημόσιον, τῶν δὲ πολλῶν κάτωθεν ἕλκειν ἐπικελευομένων, ἀπορούμενος τοῖς παροῦσι τὴν μὲν ἀρχὴν οὐ προήκατο, τοὺς δὲ βουλευτὰς [4] ἀναλαβὼν ἐβάδιζεν εἰς τὴν σύγκλητον, καὶ πρὶν εἰσελθεῖν μεταστραφεὶς εἰς τὸ Καπιτώλιον ηὔξατο τοῖς θεοῖς κατευθῦναι τὰ παρόντα πρὸς τὸ κάλλιστον τέλος, ὑποσχόμενος ναὸν Ὁμονοίας ἱδρύσειν τῆς ταραχῆς καταστάσης. μεγάλου δ’ ἀγῶνος ἐν τῇ συγκλήτῳ γενομένου πρὸς τὰς ἐναντίας γνώμας, ὅμως ἐνίκησεν ἡ μαλακωτέρα καὶ ὑπείκουσα τῷ δήμῳ καὶ διδοῦσα τῶν ὑπάτων [5] τὸν ἕτερον ἀπὸ τοῦ πλήθους ἀρχαιρεσιάσαι. ταῦτα δ’ ὡς τῇ βουλῇ δοκοῦντα τοῦ δικτάτορος ἀνειπόντος ἐν τῷ δήμῳ, παραχρῆμα μὲν οἷον εἰκὸς ἡδόμενοι τῇ βουλῇ διηλλάττοντο, καὶ τὸν Κάμιλλον οἴκαδε κρότῳ καὶ βοῇ [6] προέπεμπον. τῇ δ’ ὑστεραίᾳ συνελθόντες ἐψηφίσαντο τῆς μὲν Ὁμονοίας ἱερόν, ὥσπερ ηὔξατο Κάμιλλος, εἰς τὴν ἀγορὰν καὶ τὴν ἐκκλησίαν ἄποπτον ἐπὶ τοῖς γεγενημένοις ἱδρύσασθαι, ταῖς δὲ καλουμέναις Λατίναις μίαν ἡμέραν προσθέντας ἑορτάζειν τέτταρας, παραυτίκα δὲ θύειν [7] καὶ στεφανηφορεῖν Ῥωμαίους ἅπαντας. τῶν δ’ ἀρχαιρεσίων βραβευθέντων ὑπὸ Καμίλλου, κατεστάθησαν ὕπατοι Μᾶρκος μὲν Αἰμίλιος ἐκ πατρικίων, Λεύκιος δὲ Σέξτιος ἐκ δημοτῶν πρῶτος. καὶ τοῦτο πέρας αἱ Καμίλλου πράξεις ἔσχον.
[43] [1] Ἐν δὲ τῷ κατόπιν ἐνιαυτῷ λοιμώδης νόσος ἐμπεσοῦσα τῇ Ῥώμῃ τὸν μὲν ἄλλον ὄχλον οὐ περιληπτὸν ἀριθμῷ διέφθειρε, τῶν δ’ ἀρχόντων τοὺς πλείστους.
[2] ἐτελεύτησε δὲ καὶ Κάμιλλος, ἡλικίας μὲν οὕνεκα καὶ βίου τελειότητος ὡς εἴ τις ἄλλος ἀνθρώπων ὡραῖος, ἀνιάσας δὲ Ῥωμαίους ὡς οὐδὲ σύμπαντες οἱ τῇ νόσῳ κατ’ ἐκεῖνον τὸν χρόνον ἀποθανόντες.