Fabius Maximus

[1] [1] Τοιούτου δὲ τοῦ Περικλέους ἐν τοῖς ἀξίοις μνήμης γεγονότος, ὡς παρειλήφαμεν, ἐπὶ τὸν Φάβιον τὴν ἱστορίαν μετάγομεν.

[2] Νυμφῶν μιᾶς λέγουσιν, οἱ δὲ γυναικὸς ἐπιχωρίας, Ἡρακλεῖ μιγείσης περὶ τὸν Θύβριν ποταμὸν γενέσθαι Φάβιον, ἄνδρα πολὺ καὶ δόκιμον ἐν Ῥώμῃ τὸ Φαβίων γένος ἀφ’ αὑτοῦ παρασχόντα. τινὲς δὲ τοὺς ἀπὸ τοῦ γένους τούτου πρώτους τῇ δι’ ὀρυγμάτων χρησαμένους ἄγρᾳ Φοδίους ἱστοροῦσιν ὀνομάζεσθαι τὸ παλαιόν· οὕτω γὰρ ἄχρι νῦν αἱ διώρυχες φόσσαι καὶ φόδερε τὸ σκάψαι καλεῖται· χρόνῳ δὲ τῶν δυεῖν φθόγγων μεταπεσόντων, Φάβιοι [3] προσηγορεύθησαν. πολλοὺς δὲ ‹καὶ› μεγάλους τῆς οἰκίας ἐξενεγκαμένης ἄνδρας, ἀπὸ Ῥούλλου τοῦ μεγίστου καὶ διὰ τοῦτο Μαξίμου παρὰ Ῥωμαίοις ἐπονομασθέντος τέταρτος [4] ἦν Φάβιος Μάξιμος, περὶ οὗ τάδε γράφομεν. ἦν δ’ αὐτῷ σωματικὸν μὲν παρωνύμιον ὁ Βερρούκωσος· εἶχε γὰρ ἀκροχορδόνα μικρὰν ἐπάνω τοῦ χείλους ἐπιπεφυκυῖαν· ὁ δ’ Ὀβικούλας σημαίνει μὲν προβάτιον, ἐτέθη δὲ πρὸς τὴν πρᾳότητα καὶ βραδυτῆτα τοῦ ἤθους ἔτι παιδὸς ὄντος.

[5] τὸ γὰρ ἡσύχιον αὐτοῦ καὶ σιωπηλὸν καὶ μετὰ πολλῆς μὲν εὐλαβείας τῶν παιδικῶν ἁπτόμενον ἡδονῶν, βραδέως δὲ καὶ διαπόνως δεχόμενον τὰς μαθήσεις, εὔκολον δὲ πρὸς τοὺς συνήθεις καὶ κατήκοον ἀβελτερίας τινὸς καὶ νωθρότητος ὑπόνοιαν εἶχε παρὰ τοῖς ἐκτός· ὀλίγοι δ’ ἦσαν οἱ τὸ δυσκίνητον ὑπὸ βάθους καὶ μεγαλόψυχον καὶ λεοντῶδες ἐν τῇ φύσει καθορῶντες [6] αὐτοῦ. ταχὺ δὲ τοῦ χρόνου προϊόντος ὑπὸ τῶν πραγμάτων ἐγειρόμενος, διεσήμαινε καὶ τοῖς πολλοῖς ἀπάθειαν μὲν οὖσαν τὴν δοκοῦσαν ἀπραγίαν, εὐβουλίαν δὲ τὴν εὐλάβειαν, τὸ δὲ πρὸς μηδὲν ὀξὺ μηδ’ εὐκίνητον ἐν πᾶσι μόνιμον [7] καὶ βέβαιον. ὁρῶν δὲ καὶ τῆς πολιτείας τὸ μέγεθος καὶ τῶν πολέμων τὸ πλῆθος, ἤσκει τὸ μὲν σῶμα πρὸς τοὺς πολέμους ὥσπερ ὅπλον σύμφυτον, τὸν δὲ λόγον ὄργανον πειθοῦς πρὸς τὸν δῆμον, εὖ μάλα τῷ βίῳ πρεπόντως [8] κατακεκοσμημένον. οὐ γὰρ ἐπῆν ὡραϊσμὸς οὐδὲ κενὴ καὶ ἀγοραῖος χάρις, ἀλλὰ νοῦς ἴδιον καὶ περιττὸν ἐν γνωμολογίαις σχῆμα καὶ βάθος ἔχων, ἃς μάλιστα ταῖς [9] Θουκυδίδου προσεοικέναι λέγουσι. διασῴζεται γὰρ αὐτοῦ λόγος ὃν εἶπεν ἐν τῷ δήμῳ, τοῦ παιδὸς αὐτοῦ μεθ’ ὑπατείαν ἀποθανόντος ἐγκώμιον.

[2] [1] Πέντε δ’ ὑπατειῶν ἃς ὑπάτευσεν ἡ πρώτη τὸν ἀπὸ Λιγύων θρίαμβον ἔσχεν. ἡττηθέντες γὰρ ὑπ’ αὐτοῦ μάχῃ καὶ πολλοὺς ἀποβαλόντες, εἰς τὰς Ἄλπεις ἀνεστάλησαν, καὶ τὴν πρόσοικον ἐπαύσαντο τῆς Ἰταλίας λῃζόμενοι καὶ κακῶς ποιοῦντες.

[2] Ἐπεὶ δ’ Ἀννίβας ἐμβαλὼν εἰς Ἰταλίαν καὶ μάχῃ πρῶτον περὶ τὸν Τρεβίαν ποταμὸν ἐπικρατήσας, αὐτὸς μὲν ἤλαυνε διὰ Τυρρηνίας πορθῶν τὴν χώραν, ἔκπληξιν δὲ δεινὴν καὶ φόβον εἰς τὴν Ῥώμην ἐνέβαλλε, σημεῖα δὲ τὰ μὲν συνήθη Ῥωμαίοις ἀπὸ κεραυνῶν, τὰ δ’ ὅλως ἐξηλλαγμένα καὶ πολλὴν ἀτοπίαν ἔχοντα προσέπιπτε - θυρεούς τε γὰρ ἀφ’ αὑτῶν αἵματι γενέσθαι διαβρόχους ἐλέχθη, καὶ θέρη σταχύων περὶ Ἄντιον ἔναιμα κείρεσθαι, καὶ λίθους μὲν ἐκ τοῦ ἀέρος διαπύρους καὶ φλεγομένους φέρεσθαι, τοῦ δ’ ὑπὲρ Φαλερίους οὐρανοῦ ῥαγῆναι δόξαντος ἐκπίπτειν καὶ διασπείρεσθαι πολλὰ γραμματεῖα, καὶ τούτων ἐν ἑνὶ γεγραμμένον φανῆναι κατὰ λέξιν· Ἄρης τὰ [3] ἑαυτοῦ ὅπλα σαλεύει - , τὸν μὲν ὕπατον Γάιον Φλαμίνιον οὐδὲν ἤμβλυνε τούτων, ἄνδρα πρὸς τῷ φύσει θυμοειδεῖ καὶ φιλοτίμῳ μεγάλαις ἐπαιρόμενον εὐτυχίαις, ἃς πρόσθεν εὐτύχησε παραλόγως, τῆς τε βουλῆς ἀποκαλούσης καὶ τοῦ συνάρχοντος ἐνισταμένου βίᾳ συμβαλὼν τοῖς Γαλάταις μάχῃ καὶ κρατήσας, Φάβιον δὲ τὰ μὲν σημεῖα, καίπερ [4] ἁπτόμενα πολλῶν, ἧττον ὑπέθραττε διὰ τὴν ἀλογίαν· τὴν δ’ ὀλιγότητα τῶν πολεμίων καὶ τὴν ἀχρηματίαν πυνθανόμενος, καρτερεῖν παρεκάλει τοὺς Ῥωμαίους καὶ μὴ μάχεσθαι πρὸς ἄνθρωπον ἐπ’ αὐτῷ τούτῳ διὰ πολλῶν ἀγώνων ἠσκημένῃ στρατιᾷ χρώμενον, ἀλλὰ τοῖς συμμάχοις ἐπιπέμποντας βοηθείας καὶ τὰς πόλεις διὰ χειρὸς ἔχοντας, αὐτὴν ἐᾶν περὶ αὑτῇ μαραίνεσθαι τὴν ἀκμὴν τοῦ Ἀννίβου, καθάπερ φλόγα λάμψασαν ἀπὸ μικρᾶς καὶ κούφης δυνάμεως.

[3] [1] Οὐ μὴν ἔπεισε τὸν Φλαμίνιον, ἀλλὰ φήσας οὐκ ἀνέξεσθαι προσιόντα τῇ Ῥώμῃ τὸν πόλεμον οὐδ’ ὥσπερ ὁ παλαιὸς Κάμιλλος ἐν τῇ πόλει διαμαχεῖσθαι περὶ αὐτῆς, τὸν μὲν στρατὸν ἐξάγειν ἐκέλευσε τοὺς χιλιάρχους, αὐτὸς δ’ ἐπὶ τὸν ἵππον ἁλάμενος, ἐξ οὐδενὸς αἰτίου προδήλου παραλόγως ἐντρόμου τοῦ ἵππου γενομένου καὶ πτυρέντος, ἐξέπεσε καὶ κατενεχθεὶς ἐπὶ κεφαλὴν ὅμως οὐδὲν ἔτρεψε τῆς γνώμης, ἀλλ’ ὡς ὥρμησεν ἐξ ἀρχῆς ἀπαντῆσαι τῷ Ἀννίβᾳ, περὶ τὴν καλουμένην Θρασυνίαν λίμνην τῆς Τυρρηνίας [2] παρετάξατο. τῶν δὲ στρατιωτῶν συμβαλόντων εἰς χεῖρας, ἅμα τῷ καιρῷ τῆς μάχης συνέπεσε σεισμός, ὑφ’ οὗ καὶ πόλεις ἀνετράπησαν καὶ ῥεύματα ποταμῶν ἐξ ἕδρας μετέστη καὶ κρημνῶν ὑπώρειαι παρερράγησαν. ἀλλὰ καίπερ οὕτω γενομένου βιαίου ‹τοῦ› πάθους οὐδεὶς τὸ παράπαν [3] ᾔσθετο τῶν μαχομένων. αὐτὸς μὲν οὖν ὁ Φλαμίνιος πολλὰ καὶ τόλμης ἔργα καὶ ῥώμης ἀποδεικνύμενος ἔπεσε, καὶ περὶ αὐτὸν οἱ κράτιστοι· τῶν δ’ ἄλλων τραπέντων πολὺς ἦν ὁ φόνος, καὶ πεντακισχίλιοι πρὸς μυρίοις κατεκόπησαν, καὶ ἑάλωσαν ἕτεροι τοσοῦτοι. τὸ δὲ Φλαμινίου σῶμα φιλοτιμούμενος θάψαι καὶ κοσμῆσαι δι’ ἀρετὴν ὁ Ἀννίβας οὐχ εὗρεν ἐν τοῖς νεκροῖς, ἀλλ’ ἠγνοεῖτο τὸ παρά[4] παν ὅπως ἠφανίσθη. τὴν μὲν οὖν ἐπὶ τοῦ Τρεβίου γενομένην ἧτταν οὔθ’ ὁ γράψας στρατηγὸς οὔθ’ ὁ πεμφθεὶς ἄγγελος ἀπ’ εὐθείας ἔφρασεν, ἀλλ’ ἐψεύσαντο τὴν νίκην ἐπίδικον αὐτοῖς καὶ ἀμφίδοξον γενέσθαι· περὶ δὲ ταύτης ὡς πρῶτον ἤκουσεν ὁ στρατηγὸς Πομπώνιος, συναγαγὼν εἰς ἐκκλησίαν τὸν δῆμον οὐ περιπλοκὰς οὐδὲ παραγωγὰς ‹πλασάμενος›, [5] ἀλλ’ ἄντικρυς ἔφη προσελθών· νενικήμεθα ὦ ἄνδρες Ῥωμαῖοι μεγάλῃ μάχῃ, καὶ διέφθαρται τὸ στρατόπεδον, καὶ Φλαμίνιος ὕπατος ἀπόλωλεν. ἀλλὰ βουλεύεσθε [6] περὶ σωτηρίας αὑτῶν καὶ ἀσφαλείας. οὗτος μὲν οὖν ὥσπερ πνεῦμα τὸν λόγον ἐμβαλὼν εἰς πέλαγος τοσοῦτον δῆμον, συνετάραξε τὴν πόλιν, οὐδ’ ἑστάναι πρὸς τοσαύτην [7] ἔκπληξιν οἱ λογισμοὶ καὶ διαμένειν ἐδύναντο, πάντες δ’ εἰς μίαν γνώμην συνηνέχθησαν, ἀνυπευθύνου τε δεῖσθαι τὰ πράγματα μοναρχίας, ἣν δικτατορίαν καλοῦσι, καὶ τοῦ μεταχειριουμένου ταύτην ἀθρύπτως καὶ ἀδεῶς ἀνδρός· εἶναι δὲ τοῦτον ἕνα Φάβιον Μάξιμον, ἰσόρροπον ἔχοντα τῷ μεγέθει τῆς ἀρχῆς τὸ φρόνημα καὶ τὸ ἀξίωμα τοῦ ἤθους, ἡλικίας τε κατὰ τοῦτο γεγενημένον ἐν ᾧ συνέστηκεν ἔτι πρὸς τὰ τῆς ψυχῆς βουλεύματα τὸ σῶμα τῇ ῥώμῃ καὶ συγκέκραται τῷ φρονίμῳ τὸ θαρραλέον.

[4] [1] Ὡς οὖν ταῦτ’ ἔδοξεν, ἀποδειχθεὶς δικτάτωρ Φάβιος καὶ ἀποδείξας αὐτὸς ἵππαρχον Μᾶρκον Μινούκιον, πρῶτον μὲν ᾐτήσατο τὴν σύγκλητον ἵππῳ χρῆσθαι παρὰ τὰς [2] στρατείας. οὐ γὰρ ἐξῆν, ἀλλ’ ἀπηγόρευτο κατὰ δή τινα νόμον παλαιόν, εἴτε τῆς ἀλκῆς τὸ πλεῖστον ἐν τῷ πεζῷ τιθεμένων καὶ διὰ τοῦτο τὸν στρατηγὸν οἰομένων δεῖν παραμένειν τῇ φάλαγγι καὶ μὴ προλείπειν, εἴθ’, ὅτι τυραννικὸν εἰς ἅπαντα τἆλλα καὶ μέγα τὸ τῆς ἀρχῆς κράτος ἐστίν, ἔν γε τούτῳ βουλομένων τὸν δικτάτορα τοῦ δήμου [3] φαίνεσθαι δεόμενον. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ὁ Φάβιος εὐθὺς ἐνδείξασθαι θέλων τῆς ἀρχῆς τὸ μέγεθος καὶ τὸν ὄγκον, ὡς μᾶλλον ὑπηκόοις χρῷτο καὶ πειθηνίοις τοῖς πολίταις, προῆλθε συνενεγκάμενος εἰς τὸ αὐτὸ ῥαβδουχίας εἰκοσιτέσσαρας· καὶ τοῦ ἑτέρου τῶν ὑπάτων ἀπαντῶντος αὐτῷ, τὸν ὑπηρέτην πέμψας ἐκέλευσε τοὺς ῥαβδούχους ἀπαλλάξαι καὶ τὰ παράσημα τῆς ἀρχῆς ἀποθέμενον ἰδιώτην ἀπαντᾶν.

[4] Μετὰ δὲ ταῦτα καλλίστην ἀρχόμενος ‹τὴν› ἐκ θεῶν ἀρχήν, καὶ διδάσκων τὸν δῆμον ὡς ὀλιγωρίᾳ καὶ περιφρονήσει τοῦ στρατηγοῦ πρὸς τὸ δαιμόνιον, οὐ μοχθηρίᾳ τῶν ἀγωνισαμένων σφαλέντα, προὔτρεπε μὴ δεδιέναι τοὺς ἐχθρούς, ἀλλὰ [καὶ] τοὺς θεοὺς ἐξευμενίζεσθαι καὶ τιμᾶν, οὐ δεισιδαιμονίαν ἐνεργαζόμενος, ἀλλὰ θαρρύνων εὐσεβείᾳ τὴν ἀρετὴν καὶ ταῖς παρὰ τῶν θεῶν ἐλπίσι τὸν ἀπὸ τῶν [5] πολεμίων φόβον ἀφαιρῶν καὶ παραμυθούμενος. ἐκινήθησαν δὲ τότε καὶ πολλαὶ τῶν ἀπορρήτων καὶ χρησμίων αὐτοῖς βίβλων ἃς Σιβυλλείους καλοῦσι, καὶ λέγεται συνδραμεῖν ἔνια τῶν ἀποκειμένων ἐν αὐταῖς λογίων πρὸς τὰς [6] τύχας καὶ τὰς πράξεις ἐκείνας. καὶ τὸ μὲν ‹ἀνα›γνωσθὲν οὐκ ἦν ἑτέρῳ πυθέσθαι, προελθὼν δ’ ὁ δικτάτωρ εἰς τὸν ὄχλον, εὔξατο τοῖς θεοῖς ἐνιαυτοῦ μὲν αἰγῶν καὶ συῶν καὶ προβάτων καὶ βοῶν ἐπιγονήν, ὅσην Ἰταλίας ὄρη καὶ πεδία καὶ ποταμοὶ καὶ λειμῶνες εἰς ὥραν ἐσομένην θρέψουσι, καταθύσειν ἅπαντα, θέας δὲ μουσικὰς καὶ θυμελικὰς ἄξειν ἀπὸ σηστερτίων τριακοσίων τριάκοντα τριῶν καὶ δηναρίων τριακοσίων τριάκοντα τριῶν, ἔτι τριτημορίου προσόντος. τοῦτο τὸ κεφάλαιόν ἐστιν ὀκτὼ μυριάδες δραχμῶν καὶ δραχμαὶ τρισχίλιαι πεντακόσιαι ὀγδοήκοντα τρεῖς καὶ [7] δύο ὀβολοί. λόγον δὲ τῆς εἰς τοῦτο τοῦ πλήθους ἀκριβείας καὶ διανομῆς χαλεπόν ἐστιν εἰπεῖν, εἰ μή τις ἄρα βούλοιτο τῆς τριάδος ὑμνεῖν τὴν δύναμιν, ὅτι καὶ φύσει τέλειος καὶ πρῶτος τῶν περισσῶν ἀρχήν τε πλήθους ἐν αὑτῷ τάς τε πρώτας διαφορὰς καὶ τὰ παντὸς ἀριθμοῦ στοιχεῖα μείξας καὶ συναρμόσας εἰς ταὐτὸν ἀνείληφε.

[5] [1] Τῶν μὲν οὖν πολλῶν ὁ Φάβιος τὴν γνώμην ἀναρτήσας εἰς τὸ θεῖον, ἡδίω πρὸς τὸ μέλλον ἐποίησεν· αὐτὸς δὲ πάσας θέμενος ἐν αὑτῷ τὰς τῆς νίκης ἐλπίδας, ὡς καὶ τοῦ θεοῦ τὰς εὐπραξίας δι’ ἀρετῆς καὶ φρονήσεως παραδιδόντος, τρέπεται πρὸς Ἀννίβαν, οὐχ ὡς διαμαχούμενος, ἀλλὰ χρόνῳ τὴν ἀκμὴν αὐτοῦ καὶ χρήμασι τὴν ἀπορίαν καὶ πολυανθρωπίᾳ τὴν ὀλιγότητα τρίβειν καὶ ὑπαναλίσκειν [2] βεβουλευμένος. ὅθεν αἰεὶ μετέωρος ἀπὸ τῆς ἵππου τῶν πολεμίων ἐν τόποις ὀρεινοῖς στρατοπεδεύων ἐπῃωρεῖτο, καθημένου μὲν ἡσυχάζων, κινουμένου δὲ κατὰ τῶν ἄκρων κύκλῳ περιιὼν καὶ περιφαινόμενος ἐκ διαστήματος, ὅσον ἀκοντὶ μὴ βιασθῆναι μάχεσθαι καὶ φόβον ὡς μαχησόμενος τοῖς πολεμίοις ἀπὸ τῆς μελλήσεως αὐτῆς [3] παρέχειν. οὕτω δὲ παράγων τὸν χρόνον ὑπὸ πάντων κατεφρονεῖτο, καὶ κακῶς μὲν ἤκουεν ἐν τῷ στρατοπέδῳ, κομιδῇ δὲ τοῖς πολεμίοις ἄτολμος ἐδόκει καὶ τὸ μηδὲν [4] εἶναι, πλὴν ἑνὸς ἀνδρὸς Ἀννίβου. μόνος δ’ ἐκεῖνος αὐτοῦ τὴν δεινότητα καὶ τὸν τρόπον ᾧ πολεμεῖν ἐγνώκει συνιδών, καὶ διανοηθεὶς ὡς πάσῃ τέχνῃ καὶ βίᾳ κινητέος ἐστὶν εἰς μάχην ὁ ἀνὴρ ἢ διαπέπρακται τὰ Καρχηδονίων, οἷς μέν εἰσι κρείττους ὅπλοις χρήσασθαι μὴ δυναμένων, οἷς δὲ λείπονται σώμασι καὶ χρήμασιν ἐλαττουμένων καὶ δαπανωμένων εἰς τὸ μηδέν, ἐπὶ πᾶσαν ἰδέαν στρατηγικῶν σοφισμάτων καὶ παλαισμάτων τρεπόμενος καὶ πειρώμενος ὥσπερ δεινὸς ἀθλητὴς λαβὴν ζητῶν, προσέβαλλε καὶ διετάραττε καὶ μετῆγε πολλαχόσε τὸν Φάβιον, ἐκστῆσαι τῶν ὑπὲρ τῆς ἀσφαλείας λογισμῶν [5] βουλόμενος. τῷ δ’ ἡ μὲν κρίσις πίστιν ἔχοντι τοῦ συμφέροντος ἐν αὑτῇ βέβαιος εἱστήκει καὶ ἀμετάπτωτος, ἠνώχλει δ’ αὐτὸν ὁ ἵππαρχος Μινούκιος, φιλομαχῶν ἀκαίρως καὶ θρασυνόμενος καὶ δημαγωγῶν τὸ στράτευμα, μανικῆς φορᾶς καὶ κενῶν ἐλπίδων ὑπ’ αὐτοῦ πεπληρωμένον· οἳ τὸν μὲν Φάβιον σκώπτοντες καὶ καταφρονοῦντες Ἀννίβου παιδαγωγὸν ἀπεκάλουν, τὸν δὲ Μινούκιον μέγαν ἄνδρα [6] καὶ τῆς Ῥώμης ἄξιον ἡγοῦντο στρατηγόν. ὁ δὲ μᾶλλον εἰς φρόνημα καὶ θράσος ἀνειμένος, ἐχλεύαζε μὲν τὰς ἐπὶ τῶν ἄκρων στρατοπεδείας, ὡς καλὰ θέατρα τοῦ δικτάτορος ἀεὶ παρασκευαζομένου θεωρήσουσι πορθουμένην καὶ φλεγομένην τὴν Ἰταλίαν, ἠρώτα δὲ τοὺς φίλους τοῦ Φαβίου, πότερον εἰς τὸν οὐρανὸν ἄρας ἀναφέρει τὸν στρατὸν ὥσπερ τῆς γῆς ἀπεγνωκώς, ἢ νέφη καὶ ὁμίχλας προβαλλόμενος [7] ἀποδιδράσκει τοὺς πολεμίους. ταῦτα τῶν φίλων πρὸς τὸν Φάβιον ἀπαγγελλόντων καὶ τὴν ἀδοξίαν τῷ κινδύνῳ λῦσαι παραινούντων, οὕτω μέντἄν ἔφη δειλότερος ἢ νῦν εἶναι δοκῶ γενοίμην, εἰ σκώμματα καὶ λοιδορίας φοβηθεὶς [8] ἐκπέσοιμι τῶν ἐμαυτοῦ λογισμῶν. καίτοι τὸ μὲν ὑπὲρ πατρίδος οὐκ αἰσχρὸν δέος, ἡ δὲ πρὸς δόξαν ἀνθρώπων καὶ διαβολὰς καὶ ψόγους ἔκπληξις οὐκ ἀξίου τηλικαύτης ἀρχῆς ἀνδρός, ἀλλὰ δουλεύοντος ὧν κρατεῖν αὐτὸν καὶ δεσπόζειν κακῶς φρονούντων προσήκει.

[6] [1] Μετὰ ταῦτα γίνεται διαμαρτία τοῦ Ἀννίβου. βουλόμενος γὰρ ἀποσπάσαι τοῦ Φαβίου πορρωτέρω τὸ στράτευμα καὶ πεδίων ἐπιλαβέσθαι προνομὰς ἐχόντων, ἐκέλευσε τοὺς ὁδηγοὺς μετὰ δεῖπνον εὐθὺς ἡγεῖσθαι πρὸς τὸ [2] Κασινάτον. οἱ δὲ τῆς φωνῆς διὰ βαρβαρισμὸν οὐκ ἐξακούσαντες ἀκριβῶς, ἐμβάλλουσιν αὐτοῦ τὴν δύναμιν φέροντες εἰς τὰ καταλήγοντα τῆς Καμπανίας εἰς πόλιν Κασιλῖνον, ἣν τέμνει ῥέων διὰ μέσης [ὁ Λοθρόνος] ποταμὸς ὃν Οὐολτοῦρνον [3] οἱ Ῥωμαῖοι καλοῦσιν. ἔστι δ’ ἡ χώρα τὰ μὲν ἄλλα περιστεφὴς ὄρεσιν, αὐλὼν δ’ ἀναπέπταται πρὸς τὴν θάλατταν, ἔνθα τὰ ἕλη καταδίδωσι τοῦ ποταμοῦ περιχεομένου καὶ θῖνας ἄμμου βαθείας ἔχει καὶ τελευτᾷ πρὸς αἰγιαλὸν [4] κυματώδη καὶ δύσορμον. ἐνταῦθα καταβαίνοντος τοῦ Ἀννίβου, περιελθὼν ἐμπειρίᾳ τῶν ὁδῶν ὁ Φάβιος, τὴν μὲν διέξοδον ὁπλίτας τετρακισχιλίους ἐπιστήσας ἐνέφραξε, τὸν δ’ ἄλλον στρατὸν ὑπὲρ τῶν [ἄλλων] ἄκρων ἐν καλῷ καθίσας, διὰ τῶν ἐλαφροτάτων καὶ προχειροτάτων ἐνέβαλε τοῖς ἐσχάτοις τῶν πολεμίων καὶ συνετάραξεν ἅπαν τὸ [5] στράτευμα, διέφθειρε δὲ περὶ ὀκτακοσίους. ἐκ τούτου βουλόμενος Ἀννίβας ἀπαγαγεῖν τὸ στράτευμα, καὶ τὴν διαμαρτίαν τοῦ τόπου νοήσας καὶ τὸν κίνδυνον, ἀνεσταύρωσε μὲν τοὺς ὁδηγούς, ἐκβιάζεσθαι δὲ τοὺς πολεμίους καὶ προσμάχεσθαι [6] τῶν ὑπερβολῶν ἐγκρατεῖς ὄντας ἀπεγίνωσκε. δυσθύμως δὲ καὶ περιφόβως διακειμένων ἁπάντων καὶ περιεστάναι σφᾶς πάντοθεν ἀφύκτους ἡγουμένων ἀπορίας, ἔγνω δολοῦν ἀπάτῃ τοὺς πολεμίους. ἦν δὲ τοιόνδε. βοῦς ὅσον δισχιλίας ἐκ τῶν αἰχμαλώτων ἐκέλευσε συλλαβόντας ἀναδῆσαι δᾷδα πρὸς ἕκαστον κέρας καὶ λύγων ἢ φρυγάνων αὔων φάκελον· εἶτα νυκτὸς ὅταν ἀρθῇ σημεῖον, ἀνάψαντας ἐλαύνειν ἐπὶ τὰς ὑπερβολὰς παρὰ τὰ στενὰ καὶ τὰς φυλακὰς [7] τῶν πολεμίων. ἅμα δὲ ταῦτα παρεσκεύαζον οἷς προσετέτακτο, καὶ τὸν ἄλλον αὐτὸς ἀναστήσας στρατὸν ἤδη σκότους ὄντος ἦγε σχολαίως. αἱ δὲ βόες ἄχρι μὲν τὸ πῦρ ὀλίγον ἦν καὶ περιέκαιε τὴν ὕλην, ἀτρέμα προσεχώρουν ἐλαυνόμεναι πρὸς τὴν ὑπώρειαν, καὶ θαῦμα τοῖς καθορῶσι νομεῦσιν ἀπὸ τῶν ἄκρων καὶ βουκόλοις ἦσαν αἱ φλόγες, ἄκροις ἐπιλάμπουσαι τοῖς κέρασιν, ὡς στρατοπέδου καθ’ [8] ἕνα κόσμον ὑπὸ λαμπάδων πολλῶν βαδίζοντος. ἐπεὶ δὲ πυρούμενον τὸ κέρας ἄχρι ῥίζης διέδωκε τῇ σαρκὶ τὴν αἴσθησιν, καὶ πρὸς τὸν πόνον διαφέρουσαι καὶ τινάσσουσαι τὰς κεφαλὰς ἀνεπίμπλαντο πολλῆς ἀπ’ ἀλλήλων φλογός, οὐκ ἐνέμειναν τῇ τάξει τῆς πορείας, ἀλλ’ ἔκφοβοι καὶ περιαλγεῖς οὖσαι δρόμῳ κατὰ τῶν ὀρῶν ἐφέροντο, λαμπόμεναι μὲν οὐρὰς ἄκρας καὶ μέτωπα, πολλὴν δὲ τῆς ὕλης δι’ ἧς [9] ἔφευγον ἀνάπτουσαι. δεινὸν οὖν ἦν θέαμα τοῖς παραφυλάττουσι τὰς ὑπερβολὰς Ῥωμαίοις· καὶ γὰρ αἱ φλόγες ἐῴκεσαν ὑπ’ ἀνθρώπων θεόντων διαφερομέναις λαμπάσι, καὶ θόρυβος ἦν ἐν αὐτοῖς πολὺς καὶ φόβος, ἀλλαχόθεν ἄλλους ἐπιφέρεσθαι τῶν πολεμίων σφίσι καὶ κυκλοῦσθαι πανταχόθεν ἡγουμένων. διὸ μένειν οὐκ ἐτόλμων, ἀλλὰ πρὸς τὸ [10] μεῖζον ἀνεχώρουν στρατόπεδον, προέμενοι τὰ στενά. [καὶ] κατὰ τοῦτο δὲ καιροῦ προσμείξαντες οἱ ψιλοὶ τοῦ Ἀννίβου τὰς ὑπερβολὰς κατέσχον, ἡ δ’ ἄλλη δύναμις ἤδη προσέβαινεν ἀδεῶς, πολλὴν καὶ βαρεῖαν ἐφελκομένη λείαν.

[7] [1] Τῷ δὲ Φαβίῳ συνέβη μὲν ἔτι νυκτὸς αἰσθέσθαι τὸν δόλον - φεύγουσαι γὰρ ἔνιαι τῶν βοῶν σποράδες ἧκον αὐτῶν εἰς χεῖρας - , ἐνέδρας δὲ δεδιὼς σκοταίους, ἀτρέμα [2] τὴν δύναμιν ἐν τοῖς ὅπλοις εἶχεν. ὡς δ’ ἦν ἡμέρα, διώκων ἐξήπτετο τῶν ἐσχάτων, καὶ συμπλοκαὶ περὶ τὰς δυσχωρίας ἐγίνοντο καὶ θόρυβος ἦν πολύς, ἕως παρ’ Ἀννίβου τῶν ὀρειβατεῖν δεινῶν Ἰβήρων ἄνδρες ἐλαφροὶ καὶ ποδώκεις πεμφθέντες ἀπὸ τοῦ στόματος εἰς βαρεῖς ὁπλίτας τοὺς Ῥωμαίους ἐνέβαλον, καὶ διαφθείραντες οὐκ ὀλίγους [3] ἀπέστρεψαν τὸν Φάβιον. τότε δὴ μάλιστα κακῶς ἀκοῦσαι καὶ καταφρονηθῆναι συνέβη τὸν Φάβιον. τῆς γὰρ ἐν τοῖς ὅπλοις τόλμης ὑφιέμενος ὡς γνώμῃ καὶ προνοίᾳ καταπολεμήσων τὸν Ἀννίβαν, αὐτὸς ἡττημένος τούτοις [4] καὶ κατεστρατηγημένος ἐφαίνετο. βουλόμενος δὲ μᾶλλον ἐκκαῦσαι τὴν πρὸς αὐτὸν ὀργὴν τῶν Ῥωμαίων ὁ Ἀννίβας, ὡς ἦλθεν ἐπὶ τοὺς ἀγροὺς αὐτοῦ, τὰ μὲν ἄλλα πάντα καίειν καὶ διαφθείρειν ἐκέλευσεν, ἐκείνων δ’ ἀπεῖπεν ἅπτεσθαι μόνων, καὶ παρακατέστησε φυλακὴν οὐδὲν ἐῶσαν [5] ἀδικεῖν οὐδὲ λαμβάνειν ἐκεῖθεν. ταῦτα προσδιέβαλε τὸν Φάβιον εἰς Ῥώμην ἀναγγελθέντα, καὶ πολλὰ μὲν αὐτοῦ πρὸς τὸν ὄχλον οἱ δήμαρχοι κατεβόων, ἐπάγοντος μάλιστα Μετιλίου καὶ παροξύνοντος, οὐ κατὰ τὴν πρὸς Φάβιον ἔχθραν, ἀλλ’ οἰκεῖος ὢν Μινουκίου τοῦ ἱππάρχου, τιμὴν ᾤετο καὶ δόξαν ἐκείνῳ φέρειν τὰς τούτου διαβολάς. ἐγεγόνει δὲ καὶ τῇ βουλῇ δι’ ὀργῆς οὐχ ἥκιστα μεμφομένῃ τὰς περὶ τῶν αἰχμαλώτων πρὸς Ἀννίβαν ὁμολογίας. ὡμολογήκεισαν γὰρ αὑτοῖς ἄνδρα μὲν ἀνδρὶ λύεσθαι τῶν ἁλισκομένων, εἰ δὲ πλείους οἱ ἕτεροι γένοιντο, διδόναι δραχμὰς ὑπὲρ ἑκάστου τὸν κομιζόμενον πεντήκοντα καὶ διακοσίας.

[6] ὡς οὖν γενομένης τῆς κατ’ ἄνδρα διαμείψεως ηὑρέθησαν ὑπόλοιποι Ῥωμαίων παρ’ Ἀννίβᾳ τεσσαράκοντα καὶ διακόσιοι, τούτων ἡ σύγκλητος ἔγνω τὰ λύτρα μὴ πέμπειν, καὶ προσῃτιᾶτο τὸν Φάβιον, ὡς οὐ πρεπόντως οὐδὲ λυσιτελῶς ἄνδρας ὑπὸ δειλίας πολεμίων ἄγραν γενομένους [7] ἀνακομιζόμενον. ταῦτ’ ἀκούσας ὁ Φάβιος τὴν μὲν ὀργὴν ἔφερε πρᾴως τῶν πολιτῶν, χρήματα δ’ οὐκ ἔχων, διαψεύσασθαι δὲ τὸν Ἀννίβαν καὶ προέσθαι τοὺς πολίτας οὐχ ὑπομένων, ἔπεμψε τὸν υἱὸν εἰς Ῥώμην, κελεύσας ἀποδόσθαι τοὺς ἀγροὺς καὶ τὸ ἀργύριον εὐθὺς ὡς αὐτὸν ἐπὶ τὸ [8] στρατόπεδον κομίζειν. ἀποδομένου δὲ τοῦ νεανίσκου τὰ χωρία καὶ ταχέως ἐπανελθόντος, ἀπέπεμψε τὰ λύτρα τῷ Ἀννίβᾳ καὶ τοὺς αἰχμαλώτους ἀπέλαβε· καὶ πολλῶν ἀποδιδόντων ὕστερον, παρ’ οὐδενὸς ἔλαβεν, ἀλλ’ ἀφῆκε πᾶσι.

[8] [1] Μετὰ δὲ ταῦτα τῶν ἱερέων καλούντων αὐτὸν εἰς Ῥώμην ἐπί τινας θυσίας, παρέδωκε τῷ Μινουκίῳ τὴν δύναμιν, ὑπὲρ τοῦ μὴ μάχεσθαι μηδὲ συμπλέκεσθαι τοῖς πολεμίοις οὐ μόνον ὡς αὐτοκράτωρ διαγορεύσας, ἀλλὰ καὶ παραινέσεις καὶ δεήσεις πολλὰς αὐτοῦ ποιησάμενος.

[2] ὧν ἐκεῖνος ἐλάχιστα φροντίσας, εὐθὺς ἐνέκειτο τοῖς πολεμίοις, καί ποτε παραφυλάξας τὸν Ἀννίβαν τὸ πολὺ τῆς στρατιᾶς ἐπὶ σιτολογίας ἀφεικότα, καὶ προσβαλὼν τῷ ὑπολειπομένῳ, κατήραξεν εἰς τὸν χάρακα καὶ διέφθειρεν οὐκ ὀλίγους καὶ φόβον περιέστησε πᾶσιν ὡς πολιορκησομένοις [3] ὑπ’ αὐτοῦ, καὶ συλλεγομένης αὖθις εἰς τὸ στρατόπεδον τῷ Ἀννίβᾳ τῆς δυνάμεως, ἀσφαλῶς ἀνεχώρησεν, αὑτόν τε μεγαλαυχίας ἀμέτρου καὶ θράσους τὸ στρατιωτικὸν [4] ἐμπεπληκώς. ταχὺ δὲ τοῦ ἔργου λόγος μείζων διεφοίτησεν εἰς Ῥώμην, καὶ Φάβιος μὲν ἀκούσας ἔφη μᾶλλον τοῦ Μινουκίου φοβεῖσθαι τὴν εὐτυχίαν ‹ἢ τὴν ἀτυχίαν›, ὁ δὲ δῆμος ἦρτο καὶ μετὰ χαρᾶς εἰς ἀγορὰν συνέτρεχε, καὶ Μετίλιος ὁ δήμαρχος ἐπὶ τοῦ βήματος καταστὰς ἐδημηγόρει μεγαλύνων τὸν Μινούκιον, τοῦ δὲ Φαβίου κατηγορῶν οὐ μαλακίαν οὐδ’ ἀνανδρίαν, ἀλλ’ ἤδη προδοσίαν, συναιτιώμενος ἅμα καὶ τῶν ἄλλων ἀνδρῶν τοὺς δυνατωτάτους καὶ πρώτους ἐπαγαγέσθαι τὸν πόλεμον ἐξ ἀρχῆς ἐπὶ καταλύσει τοῦ δήμου τήν τε πόλιν ἐμβαλεῖν εὐθὺς εἰς μοναρχίαν ἀνυπεύθυνον, ἣ διατρίβουσα τὰς πράξεις ἵδρυσιν Ἀννίβᾳ παρέξει καὶ χρόνον, αὖθις ἐκ Λιβύης ἑτέραν δύναμιν προσγενέσθαι ὡς κρατοῦντι τῆς Ἰταλίας.

[9] [1] Ἐπεὶ δ’ ὁ Φάβιος προσελθὼν ἀπολογεῖσθαι μὲν οὐδ’ ἐμέλλησε πρὸς τὸν δήμαρχον, ἔφη δὲ τάχιστα τὰς θυσίας καὶ τὰς ἱερουργίας γενέσθαι †ὥστ’ ἐπὶ τὸ στράτευμα βαδιεῖσθαι τῷ Μινουκίῳ δίκην ἐπιθήσων, ὅτι κωλύσαντος αὐτοῦ τοῖς πολεμίοις συνέβαλε, θόρυβος διῇξε τοῦ δήμου πολὺς ὡς κινδυνεύσοντος τοῦ Μινουκίου. καὶ γὰρ εἷρξαι τῷ δικτάτορι καὶ θανατῶσαι πρὸ δίκης ἔξεστι, καὶ τοῦ Φαβίου τὸν θυμὸν ἐκ πολλῆς πρᾳότητος κεκινημένον ᾤοντο [2] βαρὺν εἶναι καὶ δυσπαραίτητον. ὅθεν οἱ μὲν ἄλλοι καταδείσαντες ἡσυχίαν ἦγον, ὁ δὲ Μετίλιος ἔχων τὴν ἀπὸ τῆς δημαρχίας ἄδειαν - μόνη γὰρ αὕτη δικτάτορος αἱρεθέντος ἡ ἀρχὴ τὸ κράτος οὐκ ἀπόλλυσιν, ἀλλὰ μένει τῶν ἄλλων καταλυθεισῶν - , ἐνέκειτο τῷ δήμῳ πολύς, μὴ προέσθαι δεόμενος τὸν Μινούκιον μηδ’ ἐᾶσαι παθεῖν ἃ Μάλλιος Τορκουᾶτος ἔδρασε τὸν υἱόν, ἀριστεύσαντος καὶ στεφανωθέντος ἀποκόψας πελέκει τὸν τράχηλον, ἀφελέσθαι δὲ τοῦ Φαβίου τὴν τυραννίδα καὶ τῷ δυναμένῳ καὶ βουλομένῳ [3] σῴζειν ἐπιτρέψαι τὰ πράγματα. τοιούτοις λόγοις κινηθέντες οἱ ἄνθρωποι τὸν μὲν Φάβιον οὐκ ἐτόλμησαν ἀναγκάσαι καταθέσθαι τὴν μοναρχίαν καίπερ ἀδοξοῦντα, τὸν δὲ Μινούκιον ἐψηφίσαντο τῆς στρατηγίας ὁμότιμον ὄντα διέπειν τὸν πόλεμον ἀπὸ τῆς αὐτῆς ἐξουσίας τῷ δικτάτορι, πρᾶγμα μὴ πρότερον ἐν Ῥώμῃ γεγονός, ὀλίγῳ δ’ ὕστερον αὖθις γενόμενον μετὰ τὴν ἐν Κάνναις ἀτυχίαν.

[4] καὶ γὰρ τότ’ ἐπὶ τῶν στρατοπέδων Μᾶρκος Ἰούνιος ἦν δικτάτωρ, καὶ κατὰ πόλιν τὸ βουλευτικὸν ἀναπληρῶσαι δεῆσαν, ἅτε δὴ πολλῶν ἐν τῇ μάχῃ συγκλητικῶν ἀπολωλότων, [5] ἕτερον εἵλοντο δικτάτορα Φάβιον Βουτεῶνα. πλὴν οὗτος μὲν ἐπεὶ προῆλθε καὶ κατέλεξε τοὺς ἄνδρας καὶ συνεπλήρωσε τὴν βουλήν, αὐθημερὸν ἀφεὶς τοὺς ῥαβδούχους καὶ διαφυγὼν τοὺς προάγοντας, εἰς τὸν ὄχλον ἐμβαλὼν καὶ καταμείξας ἑαυτὸν ἤδη τι τῶν ἑαυτοῦ διοικῶν καὶ πραγματευόμενος ὥσπερ ἰδιώτης ἐπὶ τῆς ἀγορᾶς ἀνεστρέφετο.

[10] [1] Τὸν δὲ Μινούκιον ἐπὶ τὰς αὐτὰς τῷ δικτάτορι πράξεις ἀποδείξαντες, ᾤοντο κεκολοῦσθαι καὶ γεγονέναι ταπεινὸν παντάπασιν ἐκεῖνον, οὐκ ὀρθῶς στοχαζόμενοι τοῦ [2] ἀνδρός· οὐ γὰρ αὑτοῦ συμφορὰν ἡγεῖτο τὴν ἐκείνων ἄγνοιαν, ἀλλ’ ὥσπερ Διογένης ὁ σοφός, εἰπόντος τινὸς πρὸς αὐτόν οὗτοι σοῦ καταγελῶσιν ἀλλ’ ἐγώ εἶπεν οὐ καταγελῶμαι, μόνους ἡγούμενος καταγελᾶσθαι τοὺς ἐνδιδόντας καὶ πρὸς τὰ τοιαῦτα διαταραττομένους, οὕτω Φάβιος ἔφερεν ἀπαθῶς καὶ ῥᾳδίως ὅσον ἐπ’ αὐτῷ τὰ γινόμενα, συμβαλλόμενος ἀπόδειξιν τῶν φιλοσόφων τοῖς ἀξιοῦσι μήθ’ ὑβρίζεσθαι μήτ’ ἀτιμοῦσθαι τὸν ἀγαθὸν [3] ἄνδρα καὶ σπουδαῖον· ἠνία δ’ αὐτὸν ἡ τῶν πολλῶν ἀβουλία διὰ τὰ κοινά, δεδωκότων ἀφορμὰς ἀνδρὸς οὐχ ὑγιαινούσῃ [4] φιλοτιμίᾳ πρὸς τὸν πόλεμον, καὶ δεδοικὼς μὴ παντάπασιν ἐκμανεὶς ὑπὸ κενῆς δόξης καὶ ὄγκου φθάσῃ τι [5] κακὸν ἀπεργασάμενος, λαθὼν ἅπαντας ἐξῆλθε, καὶ παραγενόμενος εἰς τὸ στρατόπεδον καὶ καταλαβὼν τὸν Μινούκιον οὐκέτι καθεκτόν, ἀλλὰ βαρὺν καὶ τετυφωμένον καὶ παρὰ μέρος ἄρχειν ἀξιοῦντα, τοῦτο μὲν οὐ συνεχώρησε, τὴν δὲ δύναμιν διενείματο πρὸς αὐτόν, ὡς μέρους μόνος [6] ἄρξων βέλτιον [τι ὂν] ἢ πάντων παρὰ μέρος. καὶ τὸ μὲν πρῶτον τῶν ταγμάτων καὶ τέταρτον αὐτὸς ἔλαβε, τὸ δὲ δεύτερον καὶ τρίτον ἐκείνῳ παρέδωκεν, ἐπ’ ἴσης καὶ τῶν [7] συμμαχικῶν διανεμηθέντων. σεμνυνομένου δὲ τοῦ Μινουκίου καὶ χαίροντος ἐπὶ τῷ τὸ πρόσχημα τῆς ἀκροτάτης καὶ μεγίστης ἀρχῆς ὑφεῖσθαι καὶ προπεπηλακίσθαι δι’ αὐτόν, ὑπεμίμνῃσκεν ὁ Φάβιος, ὡς οὐκ ὄντος μὲν αὐτῷ πρὸς Φάβιον, ἀλλ’ εἰ σωφρονεῖ πρὸς Ἀννίβαν τοῦ ἀγῶνος· εἰ δὲ καὶ πρὸς τὸν συνάρχοντα φιλονικεῖ, σκοπεῖν ὅπως τοῦ νενικημένου καὶ καθυβρισμένου παρὰ τοῖς πολίταις ὁ τετιμημένος καὶ νενικηκὼς οὐ φανεῖται μᾶλλον ὀλιγωρῶν τῆς σωτηρίας αὐτῶν καὶ τῆς ἀσφαλείας.

[11] [1] Ὁ δὲ ταῦτα μὲν εἰρωνείαν ἡγεῖτο γεροντικήν· παραλαβὼν δὲ τὴν ἀποκληρωθεῖσαν δύναμιν, ἰδίᾳ καὶ χωρὶς ἐστρατοπέδευσεν, οὐδὲν ἀγνοοῦντος τοῦ Ἀννίβου τῶν γινομένων, ἀλλὰ πᾶσιν ἐφεδρεύοντος. ἦν δὲ λόφος κατὰ μέσον, καταληφθῆναι μὲν οὐ χαλεπός, ὀχυρὸς δὲ καταληφθεὶς [2] στρατοπέδῳ καὶ διαρκὴς εἰς ἅπαντα, τὸ δὲ πέριξ πεδίον ὀφθῆναι μὲν ἄπωθεν ὁμαλὸν διὰ ψιλότητα καὶ λεῖον, ἔχον δέ τινας οὐ μεγάλας τάφρους ἐν αὑτῷ καὶ κοιλότητας ἄλλας. διὸ καὶ τὸν λόφον ἐκ τοῦ ῥᾴστου κρύφα κατασχεῖν παρόν, οὐκ ἠθέλησεν ὁ Ἀννίβας, ἀλλ’ ἀπέλιπε [3] μάχης ἐν μέσῳ πρόφασιν. ὡς δ’ εἶδε κεχωρισμένον τοῦ Φαβίου τὸν Μινούκιον, νυκτὸς μὲν εἰς τὰς τάφρους καὶ τὰς κοιλότητας κατέσπειρε τῶν στρατιωτῶν τινας, ἅμα δὲ τῇ ἡμέρᾳ φανερῶς ἔπεμψεν οὐ πολλοὺς καταληψομένους τὸν λόφον, ὡς ἐπάγοιτο συμπεσεῖν περὶ τοῦ τόπου τὸν [4] Μινούκιον. ὃ δὴ καὶ συνέβη. πρῶτον μὲν γὰρ ἀπέστειλε τὴν κούφην στρατιάν, ἔπειτα τοὺς ἱππεῖς, τέλος δ’ ὁρῶν τὸν Ἀννίβαν παραβοηθοῦντα τοῖς ἐπὶ τοῦ λόφου, πάσῃ κατέβαινε [5] τῇ δυνάμει συντεταγμένος, καὶ μάχην καρτερὰν θέμενος ἠμύνετο τοὺς ἀπὸ τοῦ λόφου βάλλοντας, συμπλεκόμενος καὶ ἴσα φερόμενος, ἄχρι οὗ καλῶς ἠπατημένον ὁρῶν ὁ Ἀννίβας καὶ γυμνὰ παρέχοντα τοῖς ἐνεδρεύουσι τὰ [6] νῶτα, τὸ σημεῖον αἴρει. πρὸς δὲ τοῦτο πολλαχόθεν ἐξανισταμένων ἅμα καὶ μετὰ κραυγῆς προσφερομένων καὶ τοὺς ἐσχάτους ἀποκτιννύντων, ἀδιήγητος κατεῖχε ταραχὴ καὶ πτοία τοὺς Ῥωμαίους, αὐτοῦ τε τοῦ Μινουκίου τὸ θράσος κατεκέκλαστο, καὶ πρὸς ἄλλον ἄλλοτε τῶν ἡγεμόνων διεπάπταινεν, οὐδενὸς ἐν χώρᾳ μένειν τολμῶντος, ἀλλὰ πρὸς [7] φυγὴν ὠθουμένων οὐ σωτήριον. οἱ γὰρ Νομάδες ἤδη κρατοῦντες κύκλῳ περιήλαυνον τὸ πεδίον καὶ τοὺς ἀποσκιδναμένους ἔκτεινον.

[12] [1] Ἐν τοσούτῳ δὲ κακῷ τῶν Ῥωμαίων ὄντων, οὐκ ἔλαθεν ὁ κίνδυνος τὸν Φάβιον, ἀλλὰ καὶ τὸ μέλλον ὡς ἔοικεν ἤδη προειληφώς, τήν τε δύναμιν συντεταγμένην εἶχεν ἐπὶ τῶν ὅπλων, καὶ τὰ πραττόμενα γινώσκειν ἐφρόντιζεν, οὐ δι’ ἀγγέλων, ἀλλ’ αὐτὸς ἔχων κατασκοπὴν πρὸ τοῦ [2] χάρακος. ὡς οὖν κατεῖδε κυκλούμενον καὶ ταραττόμενον τὸ στράτευμα, καὶ κραυγὴ προσέπιπτεν οὐ μενόντων, ἀλλ’ ἤδη πεφοβημένων καὶ τρεπομένων, μηρόν τε πληξάμενος καὶ στενάξας μέγα, πρὸς μὲν τοὺς παρόντας εἶπεν· ὦ Ἡράκλεις, ὡς τάχιον μὲν ἢ ἐγὼ προσεδόκων, βράδιον δ’ [3] ἢ αὐτὸς ἔσπευδε Μινούκιος ἑαυτὸν ἀπολώλεκε, τὰς δὲ σημαίας ἐκφέρειν κατὰ τάχος καὶ τὸν στρατὸν ἕπεσθαι κελεύσας ἀνεβόησε· νῦν τις ὦ στρατιῶται Μάρκου Μινουκίου μεμνημένος ἐπειγέσθω· λαμπρὸς γὰρ ἁνὴρ καὶ φιλόπατρις. εἰ δέ τι σπεύδων ἐξελάσαι τοὺς πολεμίους ἥμαρτεν, [4] αὖθις αἰτιασόμεθα. πρῶτον μὲν οὖν ἐπιφανεὶς τρέπεται καὶ διασκίδνησι τοὺς ἐν τῷ πεδίῳ περιελαύνοντας Νομάδας, εἶτα πρὸς τοὺς μαχομένους καὶ κατὰ νώτου τῶν Ῥωμαίων ὄντας ἐχώρει καὶ τοὺς ἐμποδὼν ἔκτεινεν, οἱ δὲ λοιποί, πρὶν ἀποληφθῆναι καὶ γενέσθαι περιπετεῖς οἷς [5] αὐτοὶ τοὺς Ῥωμαίους ἐποίησαν, ἐγκλίναντες ἔφυγον. ὁρῶν δ’ ὁ Ἀννίβας τὴν μεταβολὴν καὶ τὸν Φάβιον εὐρώστως παρ’ ἡλικίαν διὰ τῶν μαχομένων ὠθούμενον ἄνω πρὸς τὸν Μινούκιον εἰς τὸν λόφον, ἐπέσχε τὴν μάχην, καὶ τῇ σάλπιγγι σημήνας ἀνάκλησιν, ἀπῆγεν εἰς τὸν χάρακα τοὺς Καρχηδονίους, ἀσμένως καὶ τῶν Ῥωμαίων ἀναστρεφομένων.

[6] λέγεται δ’ αὐτὸν ἀπιόντα περὶ τοῦ Φαβίου πρὸς τοὺς φίλους εἰπεῖν τι τοιοῦτον μετὰ παιδιᾶς· οὐκ ἐγὼ μέντοι προὔλεγον ὑμῖν πολλάκις τὴν ἐπὶ τῶν ἄκρων ταύτην καθημένην νεφέλην ὅτι μετὰ χαλάζης ποτὲ καὶ καταιγίδων ὄμβρον ἐκρήξει;

[13] [1] Μετὰ δὲ τὴν μάχην Φάβιος μὲν ὅσους ἔκτεινε τῶν πολεμίων σκυλεύσας ἀνεχώρησεν, οὐδὲν ὑπερήφανον οὐδ’ ἐπαχθὲς εἰπὼν περὶ τοῦ συνάρχοντος· Μινούκιος δὲ τὴν [2] αὑτοῦ στρατιὰν ἀθροίσας, ἄνδρες ἔφη συστρατιῶται, τὸ μὲν ἁμαρτεῖν μηδὲν ἐν πράγμασι μεγάλοις μεῖζον ἢ κατ’ ἄνθρωπόν ἐστι, τὸ δ’ ἁμαρτόντα χρήσασθαι τοῖς πταίσμασι διδάγμασι πρὸς τὸ λοιπὸν ἀνδρὸς ἀγαθοῦ καὶ νοῦν [3] ἔχοντος. ἐγὼ μὲν οὖν ὁμολογῶ μικρὰ μεμφόμενος τὴν τύχην ‹ἔχειν› περὶ μειζόνων ἐπαινεῖν. ἃ γὰρ οὐκ ᾐσθόμην χρόνον τοσοῦτον, ἡμέρας μέρει μικρῷ πεπαίδευμαι, γνοὺς ἐμαυτὸν οὐκ ἄρχειν ἑτέρων δυνάμενον, ἀλλ’ ἄρχοντος ἑτέρου δεόμενον, [καὶ] μὴ φιλοτιμούμενον νικᾶν ὑφ’ ὧν [4] ἡττᾶσθαι κάλλιον. ὑμῖν δὲ τῶν μὲν ἄλλων ἐστὶν ἄρχων ὁ δικτάτωρ, τῆς δὲ πρὸς ἐκεῖνον εὐχαριστίας αὐτὸς ἡγεμὼν ἔσομαι, πρῶτον ἐμαυτὸν εὐπειθῆ καὶ ποιοῦντα τὸ κελευόμενον [5] ὑπ’ ἐκείνου παρεχόμενος. ταῦτ’ εἰπὼν καὶ τοὺς ἀετοὺς ἄρασθαι κελεύσας καὶ πάντας ἀκολουθεῖν, ἦγε πρὸς τὸν χάρακα τοῦ Φαβίου, καὶ παρελθὼν ἐντὸς ἐβάδιζεν ἐπὶ τὴν στρατηγικὴν σκηνήν, ὥστε θαυμάζειν [6] καὶ διαπορεῖν πάντας. προελθόντος δὲ τοῦ Φαβίου, θέμενος ἔμπροσθεν τὰς σημαίας, αὐτὸς μὲν ἐκεῖνον πατέρα μεγάλῃ φωνῇ, οἱ δὲ στρατιῶται τοὺς στρατιώτας πάτρωνας ἠσπάζοντο· τοῦτο δ’ ἔστι τοῖς ἀπελευθέροις προσφώνημα [7] πρὸς τοὺς ἀπελευθερώσαντας. ἡσυχίας δὲ γενομένης ὁ Μινούκιος εἶπε· δύο νίκας ὦ δίκτατορ τῇ σήμερον ἡμέρᾳ νενίκηκας, ἀνδρείᾳ μὲν Ἀννίβαν, εὐβουλίᾳ δὲ καὶ χρηστότητι τὸν συνάρχοντα, καὶ δι’ ἧς μὲν σέσωκας ἡμᾶς, δι’ ἧς δὲ πεπαίδευκας, ἡττωμένους αἰσχρὰν μὲν [8] ἧτταν ὑπ’ ἐκείνου, καλὴν δὲ καὶ σωτήριον ὑπὸ σοῦ. πατέρα δή σε χρηστὸν προσαγορεύω, τιμιωτέραν οὐκ ἔχων προσηγορίαν, ἐπεὶ τῆς γε τοῦ τεκόντος χάριτος μείζων ἡ παρὰ σοῦ χάρις αὕτη· ἐγεννήθην μὲν γὰρ ὑπ’ ἐκείνου [9] μόνος, σῴζομαι δ’ ὑπὸ σοῦ μετὰ τοσούτων. ταῦτ’ εἰπὼν καὶ περιβαλὼν τὸν Φάβιον ἠσπάζετο, τὸ δ’ αὐτὸ καὶ τοὺς στρατιώτας ἦν ὁρᾶν πράττοντας· ἐνεφύοντο γὰρ ἀλλήλοις καὶ κατεφίλουν, ὥστε μεστὸν εἶναι χαρᾶς καὶ δακρύων ἡδίστων τὸ στρατόπεδον.

[14] [1] Ἐκ τούτου Φάβιος μὲν ἀπέθετο τὴν ἀρχήν, ὕπατοι δ’ αὖθις ἀπεδείκνυντο. καὶ τούτων οἱ μὲν πρῶτοι διεφύλαξαν ἣν ἐκεῖνος ἰδέαν τοῦ πολέμου κατέστησε, μάχεσθαι μὲν ἐκ παρατάξεως φεύγοντες πρὸς Ἀννίβαν, τοῖς δὲ συμμάχοις ἐπιβοηθοῦντες καὶ τὰς ἀποστάσεις κωλύοντες· [2] Τερέντιος δὲ Βάρρων εἰς τὴν ὑπατείαν προαχθεὶς ἀπὸ γένους ἀσήμου, βίου δὲ διὰ δημοκοπίαν καὶ προπέτειαν ἐπισήμου, δῆλος ἦν εὐθὺς ἀπειρίᾳ καὶ θρασύτητι τὸν περὶ τῶν ὅλων ἀναρρίψων κύβον. ἐβόα γὰρ ἐν ταῖς ἐκκλησίαις μενεῖν τὸν πόλεμον, ἄχρι οὗ Φαβίοις χρῆται στρατηγοῖς ἡ πόλις, αὐτὸς δὲ τῆς αὐτῆς ἡμέρας ὄψεσθαί τε καὶ νικήσειν [3] τοὺς πολεμίους. ἅμα δὲ τούτοις τοῖς λόγοις συνῆγε καὶ κατέγραφε δύναμιν τηλικαύτην, ἡλίκῃ πρὸς οὐδένα πώποτε τῶν πολέμων ἐχρήσαντο Ῥωμαῖοι· μυριάδες γὰρ ἐννέα δισχιλίων ἀνδρῶν δέουσαι συνετάχθησαν εἰς τὴν μάχην, μέγα δέος Φαβίῳ καὶ τοῖς νοῦν ἔχουσι Ῥωμαίων· οὐ γὰρ ἤλπιζον ἕξειν ἀναφορὰν τὴν πόλιν ἐν τοσαύτῃ σφαλεῖσαν [4] ἡλικίᾳ. διὸ καὶ τὸν συνάρχοντα τοῦ Τερεντίου Παῦλον Αἰμίλιον, ἄνδρα πολέμων ἔμπειρον, οὐκ ἀρεστὸν δὲ τῷ δήμῳ καὶ καταπλῆγα ‹τῶν› πολλῶν ἔκ τινος καταδίκης πρὸς τὸ δημόσιον αὐτῷ γεγενημένης, ἀνίστη καὶ παρεθάρρυνεν [5] ἐπιλαμβάνεσθαι τῆς ἐκείνου μανίας, διδάσκων ὡς οὐ πρὸς Ἀννίβαν αὐτῷ μᾶλλον ἢ πρὸς Τερέντιον ὑπὲρ τῆς πατρίδος ὁ ἀγὼν ἔσοιτο· σπεύδειν γὰρ μάχην γενέσθαι τὸν μὲν οὐκ αἰσθανόμενον τῆς ‹αὑτοῦ› δυνάμεως, τὸν [6] δ’ αἰσθανόμενον τῆς περὶ αὑτὸν ἀσθενείας. ἐγὼ δέ εἶπεν ὦ Παῦλε Τερεντίου πιστεύεσθαι δικαιότερός εἰμι περὶ τῶν Ἀννίβου πραγμάτων διαβεβαιούμενος, ὡς εἰ μηδεὶς αὐτῷ μαχεῖται τοῦτον τὸν ἐνιαυτόν, ἀπολεῖται μένων ὁ ἀνὴρ ἢ φεύγων ἄπεισιν, ᾧ γε καὶ νῦν νικᾶν καὶ κρατεῖν δοκοῦντι τῶν μὲν πολεμίων οὐδεὶς προσκεχώρηκε, τῆς δ’ οἴκοθεν δυνάμεως οὐδ’ ἡ τρίτη μοῖρα πάνυ περίεστι.

[7] πρὸς ταῦτα λέγεται τὸν Παῦλον εἰπεῖν· ἐμοὶ μὲν ὦ Φάβιε τὰ ἐμαυτοῦ σκοποῦντι κρεῖττόν ἐστι τοῖς τῶν πολεμίων ὑποπεσεῖν δόρασιν ἢ πάλιν ταῖς ψήφοις τῶν πολιτῶν· εἰ δ’ οὕτως ἔχει τὰ δημόσια πράγματα, πειράσομαι μᾶλλον σοὶ δοκεῖν ἀγαθὸς εἶναι στρατηγὸς ἢ πᾶσι τοῖς ἄλλοις ἐπὶ τἀναντία βιαζομένοις. ταύτην ἔχων τὴν προαίρεσιν ὁ Παῦλος ἐξῆλθεν ἐπὶ τὸν πόλεμον.

[15] [1] Ἀλλ’ ὁ Τερέντιος ἐμβαλὼν αὑτὸν εἰς τὸ παρ’ ἡμέραν ἄρχειν, καὶ τῷ Ἀννίβᾳ παραστρατοπεδεύσας περὶ τὸν Αὐφίδιον ποταμὸν καὶ τὰς λεγομένας Κάννας, ἅμ’ ἡμέρᾳ τὸ τῆς μάχης σημεῖον ἐξέθηκεν - ἔστι δὲ χιτὼν κόκκινος ὑπὲρ τῆς στρατηγικῆς σκηνῆς διατεινόμενος - , ὥστε καὶ τοὺς Καρχηδονίους ἐξ ἀρχῆς διαταραχθῆναι, τήν τε τόλμαν τοῦ στρατηγοῦ καὶ τὸ τοῦ στρατοπέδου πλῆθος ὁρῶντας, [2] αὐτοὺς οὐδ’ ἥμισυ μέρος ὄντας. Ἀννίβας δὲ τὴν δύναμιν ἐξοπλίζεσθαι κελεύσας, αὐτὸς ἱππότης μετ’ ὀλίγων ὑπὲρ λόφου τινὸς μαλακοῦ κατεσκόπει τοὺς πολεμίους, ἤδη καθισταμένους εἰς τάξιν. εἰπόντος δέ τινος τῶν περὶ αὐτὸν ἀνδρὸς ἰσοτίμου τοὔνομα Γίσκωνος, ὡς θαυμαστὸν αὐτῷ φαίνεται τὸ πλῆθος τῶν πολεμίων, συναγαγὼν τὸ πρόσωπον ὁ Ἀννίβας ἕτερον εἶπεν ὦ Γίσκων λέληθέ [3] σε τούτου θαυμασιώτερον. ἐρομένου δὲ τοῦ Γίσκωνος τὸ ποῖον, ὅτι ἔφη τούτων ὄντων τοσούτων οὐδεὶς ἐν αὐτοῖς Γίσκων καλεῖται. γενομένου δὲ παρὰ δόξαν αὐτοῖς τοῦ σκώμματος ἐμπίπτει γέλως πᾶσι, καὶ κατέβαινον ἀπὸ τοῦ λόφου τοῖς ἀπαντῶσιν ἀεὶ τὸ πεπαιγμένον ἀπαγγέλλοντες, ὥστε διὰ πολλῶν πολὺν εἶναι τὸν γέλωτα καὶ μηδ’ ἀναλαβεῖν ἑαυτοὺς δύνασθαι τοὺς περὶ τὸν Ἀννίβαν. [4] τοῦτο τοῖς Καρχηδονίοις ἰδοῦσι θάρσος παρέστη, λογιζομένοις ἀπὸ πολλοῦ καὶ ἰσχυροῦ τοῦ καταφρονοῦντος ἐπιέναι γελᾶν οὕτω καὶ παίζειν τῷ στρατηγῷ παρὰ τὸν κίνδυνον.

[16] [1] Ἐν δὲ τῇ μάχῃ στρατηγήμασιν ἐχρήσατο, πρώτῳ μὲν τῷ ἀπὸ τοῦ τόπου, ποιησάμενος κατὰ νώτου τὸν ἄνεμον· πρηστῆρι γὰρ ἐοικὼς φλέγοντι κατερρήγνυτο, καὶ τραχὺν ἐκ πεδίων ὑφάμμων καὶ ἀναπεπταμένων αἴρων κονιορτὸν ὑπὲρ τὴν φάλαγγα τῶν Καρχηδονίων εἰς τοὺς Ῥωμαίους ἐώθει καὶ προσέβαλλε τοῖς προσώποις ἀποστρεφομένων [2] καὶ συνταραττομένων· δευτέρῳ δὲ τῷ περὶ τὴν τάξιν· ὃ γὰρ ἦν ἰσχυρότατον αὐτῷ καὶ μαχιμώτατον τῆς δυνάμεως ἑκατέρωσε τοῦ μέσου τάξας, τὸ μέσον αὐτὸ συνεπλήρωσεν ἐκ τῶν ἀχρειοτάτων, ἐμβόλῳ τούτῳ πολὺ προέχοντι τῆς ἄλλης φάλαγγος χρησάμενος· εἴρητο δὲ τοῖς κρατίστοις, ὅταν τούτους διακόψαντες οἱ Ῥωμαῖοι καὶ φερόμενοι πρὸς τὸ εἶκον ἐκβιαζομένου τοῦ μέσου καὶ κόλπον λαμβάνοντος ἐντὸς γένωνται τῆς φάλαγγος, ὀξέως ἑκατέρωθεν ἐπιστρέψαντας ἐμβαλεῖν τε πλαγίοις καὶ περιπτύσσειν [3] ὄπισθεν συγκλείοντας. ὃ δὴ καὶ δοκεῖ τὸν πλεῖστον ἀπεργάσασθαι φόνον. ὡς γὰρ ἐνέδωκε τὸ μέσον καὶ τοὺς Ῥωμαίους ἐδέξαντο διώκοντας, ἡ δὲ φάλαγξ τοῦ Ἀννίβου μεταβαλοῦσα τὸ σχῆμα μηνοειδὴς ἐγεγόνει, καὶ τῶν ἐπιλέκτων οἱ ταξίαρχοι ταχὺ τοὺς μὲν ἐπ’ ἀσπίδα, τοὺς δ’ ἐπὶ δόρυ κλίναντες προσέπεσον κατὰ τὰ γυμνά, πάντας, ὅσοι μὴ τὴν κύκλωσιν ὑπεκκλίναντες ἔφθασαν, ἐν [4] μέσῳ κατειργάσαντο καὶ διέφθειραν. λέγεται δὲ καὶ τοῖς ἱππεῦσι τῶν Ῥωμαίων σύμπτωμα παράλογον γενέσθαι. τὸν γὰρ Παῦλον ὡς ἔοικε τρωθεὶς ὁ ἵππος ἀπεσείσατο, καὶ τῶν περὶ αὐτὸν ἄλλος καὶ ἄλλος ἀπολιπὼν τὸν ἵππον [5] πεζὸς τῷ ὑπάτῳ προσήμυνε. τοῦτο δ’ οἱ ἱππεῖς ἰδόντες, ὡς παραγγέλματος κοινοῦ δεδομένου, πάντες ἀποπηδήσαντες πεζοὶ συνεπλέκοντο τοῖς πολεμίοις. ἰδὼν δ’ ὁ Ἀννίβας τοῦτο ἔφη μᾶλλον ἠβουλόμην ἢ εἰ δεδεμένους [6] παρέλαβον. ἀλλὰ ταῦτα μὲν οἱ τὰς διεξοδικὰς γράψαντες ἱστορίας ἀπηγγέλκασι. τῶν δ’ ὑπάτων ὁ μὲν Βάρρων ὀλιγοστὸς ἀφίππευσεν εἰς Οὐενουσίαν πόλιν, ὁ δὲ Παῦλος ἐν τῷ βυθῷ καὶ κλύδωνι τῆς φυγῆς ἐκείνης, βελῶν τε πολλῶν [ἐπὶ] τοῖς τραύμασιν ἐγκειμένων ἀνάπλεως τὸ σῶμα καὶ τὴν ψυχὴν πένθει τοσούτῳ βαρυνόμενος, πρός τινι λίθῳ καθῆστο, τὸν ἐπισφάξοντα τῶν πολεμίων ἀναμένων.

[7] ἦν δὲ δι’ αἵματος πλῆθος, ᾧ συνεπέφυρτο τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, οὐ πολλοῖς διάδηλος, ἀλλὰ καὶ φίλοι καὶ θεράποντες αὐτὸν ὑπ’ ἀγνοίας παρῆλθον. μόνος δὲ Κορνήλιος Λέντλος εὐπατρίδης νέος ἰδὼν καὶ προνοήσας ἀπεπήδησε τοῦ ἵππου, καὶ προσαγαγὼν παρεκάλει χρῆσθαι καὶ σῴζειν αὑτὸν τοῖς πολίταις, ἄρχοντος ἀγαθοῦ τότε [8] μάλιστα χρῄζουσιν. ὁ δὲ ταύτην μὲν ἀπετρίψατο τὴν δέησιν, καὶ τὸ μειράκιον αὖθις ἠνάγκασεν ἐπὶ τὸν ἵππον ἀναβῆναι δακρῦον, εἶτα δὲ τὴν δεξιὰν ἐμβαλὼν καὶ συνεξαναστάς ἀπάγγελλε εἶπεν ὦ Λέντλε Φαβίῳ Μαξίμῳ καὶ γενοῦ μάρτυς αὐτός, ὅτι Παῦλος Αἰμίλιος ἐνέμεινεν αὑτοῦ τοῖς λογισμοῖς ἄχρι τέλους, καὶ τῶν ὁμολογηθέντων πρὸς ἐκεῖνον οὐδὲν ἔλυσεν, ἀλλ’ ἐνικήθη πρότερον ὑπὸ Βάρρωνος, [9] εἶθ’ ὑπ’ Ἀννίβου. τοσαῦτ’ ἐπιστείλας τὸν μὲν Λέντλον ἀπέπεμψεν, αὐτὸς δὲ ῥίψας ἑαυτὸν εἰς τοὺς φονευομένους ἀπέθανε. λέγονται δὲ πεσεῖν μὲν ἐν τῇ μάχῃ Ῥωμαίων πεντακισμύριοι, ζῶντες δ’ ἁλῶναι τετρακισχίλιοι, καὶ μετὰ τὴν μάχην οἱ ληφθέντες ἐπ’ ἀμφοτέροις τοῖς στρατοπέδοις μυρίων οὐκ ἐλάττους.

[17] [1] Τὸν δ’ Ἀννίβαν ἐπὶ τηλικούτῳ κατορθώματι τῶν φίλων παρορμώντων ἅμ’ ἕπεσθαι τῇ τύχῃ καὶ συνεπεισπεσεῖν ἅμα τῇ φυγῇ τῶν πολεμίων εἰς τὴν πόλιν, πεμπταῖον γὰρ ἀπὸ τῆς νίκης ἐν Καπιτωλίῳ δειπνήσειν, οὐ ῥᾴδιον εἰπεῖν ὅστις ἀπέτρεψε λογισμός, ἀλλὰ μᾶλλον δαίμονος ἢ θεοῦ τινος ἐμποδὼν στάντος ἔοικεν ἔργον ἡ πρὸς [2] τοῦτο μέλλησις αὐτοῦ καὶ δειλίασις γενέσθαι. διὸ καὶ Βάρκαν τὸν Καρχηδόνιον εἰπεῖν μετ’ ὀργῆς πρὸς αὐτὸν λέγουσι· σὺ νικᾶν οἶδας, νίκῃ δὲ χρῆσθαι οὐκ οἶδας.

[3] καίτοι τοσαύτην μεταβολὴν ἡ νίκη περὶ αὐτὸν ἐποίησεν, ὡς πρὸ τῆς μάχης οὐ πόλιν, οὐκ ἐμπόριον, οὐ λιμένα τῆς Ἰταλίας ἔχοντα, χαλεπῶς δὲ καὶ μόλις τὰ ἐπιτήδεια τῇ στρατιᾷ δι’ ἁρπαγῆς κομιζόμενον, ὁρμώμενον ἀπ’ οὐδενὸς βεβαίου πρὸς τὸν πόλεμον, ἀλλ’ ὥσπερ λῃστηρίῳ μεγάλῳ τῷ στρατοπέδῳ πλανώμενον καὶ περιφερόμενον, τότε [4] πᾶσαν ὀλίγου δεῖν ὑφ’ αὑτῷ ποιήσασθαι τὴν Ἰταλίαν. τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν ἐθνῶν αὐτῷ προσεχώρησεν ἑκούσια, καὶ Καπύην, ἣ μέγιστον ἔχει μετὰ Ῥώμην ἀξίωμα τῶν πόλεων, προσθεμένην κατέσχεν. οὐ μόνον δ’ ἦν ἄρα τὸ φίλων πεῖραν λαβεῖν, ὡς Εὐριπίδης (fr. 993 N2 ) φησίν, [5] οὐ σμικρὸν κακόν, ἀλλὰ καὶ τὸ φρονίμων στρατηγῶν. ἡ γὰρ πρὸ τῆς μάχης Φαβίου δειλία καὶ ψυχρότης λεγομένη μετὰ τὴν μάχην εὐθὺς οὐδ’ ἀνθρώπινος ἐδόκει λογισμός, ἀλλὰ θεῖόν τι χρῆμα διανοίας καὶ δαιμόνιον, ἐκ τοσούτου τὰ μέλλοντα προορωμένης, ἃ μόλις ἦν πιστὰ πάσχουσιν.

[6] ὅθεν εὐθὺς εἰς ἐκεῖνον ἡ Ῥώμη συνενεγκοῦσα τὰς λοιπὰς ἐλπίδας, καὶ προσφυγοῦσα τῇ γνώμῃ τοῦ ἀνδρὸς ὥσπερ ἱερῷ καὶ βωμῷ, πρώτην καὶ μεγίστην αἰτίαν ἔσχε τοῦ μεῖναι καὶ μὴ διαλυθῆναι τὴν ἐκείνου φρόνησιν, καθάπερ [7] ἐν τοῖς Κελτικοῖς πάθεσιν. ὁ γὰρ ἐν οἷς οὐδὲν ἐδόκει δεινὸν εἶναι καιροῖς εὐλαβὴς φαινόμενος καὶ δυσέλπιστος, τότε πάντων καταβεβληκότων ἑαυτοὺς εἰς ἀπέραντα πένθη καὶ ταραχὰς ἀπράκτους, μόνος ἐφοίτα διὰ τῆς πόλεως πρᾴῳ βαδίσματι καὶ προσώπῳ καθεστῶτι καὶ φιλανθρώπῳ προσαγορεύσει, κοπετούς τε γυναικείους ἀφαιρῶν καὶ συστάσεις εἴργων τῶν εἰς τὸ δημόσιον ἐπὶ κοινοῖς ὀδυρμοῖς προσφερομένων, βουλήν τε συνελθεῖν ἔπεισε καὶ παρεθάρσυνε τὰς ἀρχάς, αὐτὸς ὢν καὶ ῥώμη καὶ δύναμις ἀρχῆς ἁπάσης πρὸς ἐκεῖνον ἀποβλεπούσης.

[18] [1] Ταῖς μὲν οὖν πύλαις ἐπέστησε τοὺς τὸν ἐκπίπτοντα καὶ προλείποντα τὴν πόλιν ὄχλον ἀπείρξοντας, πένθους δὲ καὶ τόπον καὶ χρόνον ὥρισε, κατ’ οἰκίαν ἀποθρηνεῖν κελεύσας ἐφ’ ἡμέρας τριάκοντα τὸν βουλόμενον· μετὰ δὲ ταύτας ἔδει πᾶν πένθος λύεσθαι καὶ καθαρεύειν τῶν [2] τοιούτων τὴν πόλιν· ἑορτῆς τε Δήμητρος εἰς τὰς ἡμέρας ἐκείνας καθηκούσης, βέλτιον ἐφάνη παραλιπεῖν ὅλως τάς τε θυσίας καὶ τὴν πομπήν, ἢ τὸ μέγεθος τῆς συμφορᾶς ὀλιγότητι καὶ κατηφείᾳ τῶν συνερχομένων ἐλέγχεσθαι· καὶ γὰρ τὸ θεῖον ἥδεσθαι τιμώμενον ὑπὸ τῶν εὐτυχούντων.

[3] ὅσα μέντοι πρὸς ἱλασμοὺς θεῶν ἢ τεράτων ἀποτροπὰς συνηγόρευον οἱ μάντεις, ἐπράττετο. καὶ γὰρ εἰς Δελφοὺς ἐπέμφθη θεοπρόπος Πίκτωρ συγγενὴς Φαβίου, καὶ τῶν Ἑστιάδων παρθένων δύο διεφθαρμένας εὑρόντες, τὴν μὲν ὥσπερ ἐστὶν ἔθος ζῶσαν κατώρυξαν, ἡ δ’ ὑφ’ ἑαυτῆς [4] ἀπέθανε. μάλιστα δ’ ἄν τις ἠγάσατο τὸ φρόνημα καὶ τὴν πρᾳότητα τῆς πόλεως, ὅτε τοῦ ὑπάτου Βάρρωνος ἀπὸ τῆς φυγῆς ἐπανιόντος, ὡς ἄν τις αἴσχιστα καὶ δυσποτμότατα πεπραχὼς ἐπανίοι, ταπεινοῦ καὶ κατηφοῦς, ἀπήντησεν αὐτῷ περὶ τὰς πύλας ἥ τε βουλὴ καὶ τὸ πλῆθος ἅπαν ἀσπαζόμενον.

[5] οἱ δ’ ἐν τέλει καὶ πρῶτοι τῆς γερουσίας, ὧν καὶ Φάβιος ἦν, ἡσυχίας γενομένης ἐπῄνεσαν, ὅτι τὴν πόλιν οὐκ ἀπέγνω μετὰ δυστυχίαν τηλικαύτην, ἀλλὰ πάρεστιν ἄρξων ἐπὶ τὰ πράγματα καὶ χρησόμενος τοῖς νόμοις καὶ τοῖς πολίταις ὡς σῴζεσθαι δυναμένοις.

[19] [1] Ἐπεὶ δ’ Ἀννίβαν ἐπύθοντο μετὰ τὴν μάχην ἀποτετράφθαι πρὸς τὴν ἄλλην Ἰταλίαν, ἀναθαρρήσαντες ἐξέπεμπον ἡγεμόνας καὶ στρατεύματα. τούτων δ’ ἐπιφανέστατοι Φάβιός τε Μάξιμος καὶ Κλαύδιος Μάρκελλος ἦσαν, ἀπὸ τῆς ἐναντίας σχεδὸν προαιρέσεως θαυμαζόμενοι [2] παραπλησίως. ὁ μὲν γάρ, ὥσπερ ἐν τοῖς περὶ αὐτοῦ γεγραμμένοις εἴρηται (cap. 9), περιλαμπὲς τὸ δραστήριον ἔχων καὶ γαῦρον, ἅτε δὴ καὶ κατὰ χεῖρα πλήκτης ἀνὴρ καὶ φύσει τοιοῦτος ὢν οἵους Ὅμηρος μάλιστα καλεῖ φιλοπολέμους καὶ ἀγερώχους, ἐν τῷ παραβόλῳ καὶ ἰταμῷ καὶ πρὸς ἄνδρα τολμηρὸν τὸν Ἀννίβαν ἀντιτολμῶντι [τῷ] τρόπῳ [3] πολέμου συνίστατο τοὺς πρώτους ἀγῶνας· Φάβιος δὲ τῶν πρώτων ἐχόμενος λογισμῶν ἐκείνων, ἤλπιζε μηδενὸς μαχομένου μηδ’ ἐρεθίζοντος τὸν Ἀννίβαν αὐτὸν ἐπηρεάσειν ἑαυτῷ καὶ κατατριβήσεσθαι περὶ τὸν πόλεμον, ὥσπερ ἀθλητικοῦ σώματος τῆς δυνάμεως ὑπερτόνου γινομένης [4] καὶ καταπόνου ταχύτατα τὴν ἀκμὴν ἀποβαλόντα. διὸ τοῦτον μὲν ὁ Ποσειδώνιός (FGrH 87 F 42) φησι θυρεόν, τὸν δὲ Μάρκελλον ξίφος ὑπὸ τῶν Ῥωμαίων καλεῖσθαι, κιρναμένην δὲ τὴν Φαβίου βεβαιότητα καὶ ἀσφάλειαν τῇ Μαρκέλλου [5] συντονίᾳ σωτήριον γενέσθαι τοῖς Ῥωμαίοις. ὁ δ’ Ἀννίβας τῷ μὲν ὡς ῥέοντι σφόδρα ποταμῷ πολλάκις ἀπαντῶν, ἐσείετο καὶ παρερρηγνύετο τὴν δύναμιν, ὑφ’ οὗ δ’ ἀψοφητὶ καὶ κατὰ μικρὸν ὑπορρέοντος καὶ παρεμπίπτοντος ἐνδελεχῶς ὑπερειπόμενος καὶ δαπανώμενος ἐλάνθανε, καὶ τελευτῶν εἰς ἀπορίαν κατέστη τοσαύτην, ὥστε Μαρκέλλῳ μὲν ἀποκαμεῖν μαχόμενον, Φάβιον δὲ φοβεῖσθαι μὴ [6] μαχόμενον. τὸ γὰρ πλεῖστον ὡς εἰπεῖν τοῦ χρόνου τούτοις διεπολέμησεν ἢ στρατηγοῖς ἢ ἀνθυπάτοις ἢ ὑπάτοις ἀποδεικνυμένοις· ἑκάτερος γὰρ αὐτῶν πεντάκις ὑπάτευσεν. ἀλλὰ Μάρκελλον μὲν ὑπατεύοντα τὸ πέμπτον ἐνέδρᾳ περιβαλὼν ἔκτεινε, Φαβίῳ δὲ πᾶσαν ἀπάτην καὶ διάπειραν ἐπάγων πολλάκις οὐδὲν ἐπέραινε, πλὴν ἅπαξ ὀλίγου παρακρουσάμενος [7] ἔσφηλε τὸν ἄνδρα. συνθεὶς γὰρ ἐπιστολὰς παρὰ τῶν ἐν Μεταποντίῳ δυνατῶν καὶ πρώτων ἔπεμψε πρὸς τὸν Φάβιον, ὡς τῆς πόλεως ἐνδοθησομένης εἰ παραγένοιτο, καὶ τῶν τοῦτο πραττόντων ἐκεῖνον ἐλθεῖν καὶ [8] φανῆναι πλησίον ἀναμενόντων. ταῦτ’ ἐκίνησε τὸν Φάβιον τὰ γράμματα, καὶ λαβὼν μέρος τι τῆς στρατιᾶς ἔμελλεν ὁρμήσειν διὰ νυκτός· εἶτα χρησάμενος ὄρνισιν οὐκ αἰσίοις ἀπετράπη, καὶ μετὰ μικρὸν ἐπεγνώσθη τὰ γράμματα πρὸς αὐτὸν ὑπ’ Ἀννίβου δόλῳ συντεθέντα κἀκεῖνος ἐνεδρεύων αὐτὸν ὑπὸ τὴν πόλιν. ἀλλὰ ταῦτα μὲν ἄν τις εὐνοίᾳ θεῶν ἀναθείη.

[20] [1] Τὰς δ’ ἀποστάσεις τῶν πόλεων καὶ τὰ κινήματα τῶν συμμάχων ὁ Φάβιος μᾶλλον ᾤετο δεῖν ἠπίως ὁμιλοῦντα καὶ πρᾴως ἀνείργειν καὶ δυσωπεῖν, μὴ πᾶσαν ὑπόνοιαν ἐλέγχοντα καὶ χαλεπὸν ὄντα παντάπασι τοῖς [2] ὑπόπτοις. λέγεται γὰρ ὅτι στρατιώτην ἄνδρα Μάρσον, ἀνδρείᾳ καὶ γένει τῶν συμμάχων πρῶτον, αἰσθόμενος διειλεγμένον τισὶ τῶν ἐν στρατοπέδῳ περὶ ἀποστάσεως οὐ διηρέθισεν, ἀλλ’ ὁμολογήσας ἠμελῆσθαι παρ’ ἀξίαν αὐτόν, νῦν μὲν ἔφη τοὺς ἡγεμόνας αἰτιᾶσθαι πρὸς χάριν μᾶλλον ἢ πρὸς ἀρετὴν τὰς τιμὰς νέμοντας, ὕστερον δ’ ἐκεῖνον αἰτιάσεσθαι μὴ φράζοντα μηδ’ ἐντυγχάνοντα πρὸς αὐτὸν εἴ [3] του δέοιτο. καὶ ταῦτ’ εἰπὼν ἵππον τε πολεμιστὴν ἐδωρήσατο καὶ τοῖς ἄλλοις ἀριστείοις ἐκόσμησεν, ὥστε πιστότατον [4] ἐξ ἐκείνου καὶ προθυμότατον εἶναι τὸν ἄνδρα. δεινὸν γὰρ ἡγεῖτο τοὺς μὲν ἱππικοὺς καὶ κυνηγετικοὺς ἐπιμελείᾳ καὶ συνηθείᾳ καὶ τροφῇ μᾶλλον ἢ μάστιξι καὶ κλοιοῖς τὴν χαλεπότητα τῶν ζῴων καὶ τὸ θυμούμενον καὶ τὸ δυσκολαῖνον ἐξαιρεῖν, τὸν δ’ ἀνθρώπων ἄρχοντα μὴ τὸ πλεῖστον ἐν χάριτι καὶ πρᾳότητι τῆς ἐπανορθώσεως τίθεσθαι, σκληρότερον δὲ προσφέρεσθαι καὶ βιαιότερον, ἤπερ οἱ γεωργοῦντες ἐρινεοῖς καὶ ἀχράσι καὶ κοτίνοις προσφέρονται, τὰ μὲν εἰς ἐλαίας, τὰ δ’ εἰς ἀπίους, τὰ δ’ εἰς συκᾶς [5] ἐξημεροῦντες καὶ τιθασεύοντες. ἕτερον τοίνυν τῷ γένει Λευκανὸν ἄνδρα προσήγγειλαν οἱ λοχαγοὶ ῥεμβόμενον ἀπὸ τοῦ στρατοπέδου καὶ τὴν τάξιν ἀπολείποντα πολλάκις. ὁ δ’ ἠρώτησε, τἆλλα ποῖόν τινα τὸν ἄνθρωπον εἰδεῖεν ὄντα.

[6] μαρτυρούντων δὲ πάντων ὅτι ῥᾳδίως ἕτερος οὐκ εἴη στρατιώτης τοιοῦτος, ἅμα τ’ αὐτοῦ τινας ἀνδραγαθίας ἐπιφανεῖς καὶ πράξεις λεγόντων, αἰτίαν τῆς ἀταξίας ζητῶν εὗρεν ἔρωτι παιδίσκης κατεχόμενον τὸν ἄνδρα καὶ κινδυνεύοντα μακρὰς ὁδοὺς ἑκάστοτε, φοιτῶντα πρὸς ἐκείνην ἀπὸ τοῦ [7] στρατοπέδου. πέμψας οὖν τινας ἀγνοοῦντος αὐτοῦ καὶ συλλαβὼν τὸ γύναιον ἔκρυψεν ἐν τῇ σκηνῇ, καὶ καλέσας τὸν Λευκανὸν ἰδίᾳ πρὸς αὑτόν οὐ λέληθας ἔφη παρὰ τὰ Ῥωμαίων πάτρια καὶ τοὺς νόμους ἀπονυκτερεύων τοῦ στρατοπέδου πολλάκις· ἀλλ’ οὐδὲ χρηστὸς ὢν πρότερον [8] ἐλελήθεις. τὰ μὲν οὖν ἡμαρτημένα σοι λελύσθω τοῖς ἠνδραγαθημένοις, τὸ δὲ λοιπὸν ἐφ’ ἑτέρῳ ποιήσομαι τὴν φρουράν.

[9] θαυμάζοντος δὲ τοῦ στρατιώτου, προαγαγὼν τὴν ἄνθρωπον ἐνεχείρισεν αὐτῷ καὶ εἶπεν· αὕτη μὲν ἐγγυᾶταί σε μενεῖν ἐν τῷ στρατοπέδῳ μεθ’ ἡμῶν· σὺ δ’ ἔργῳ δείξεις, εἰ μὴ δι’ ἄλλην τινὰ μοχθηρίαν ἀπέλειπες, ὁ δ’ ἔρως καὶ αὕτη πρόφασις ἦν λεγομένη. ταῦτα μὲν περὶ τούτων ἱστοροῦσι.

[21] [1] Τὴν δὲ Ταραντίνων πόλιν ἔσχεν ἑαλωκυῖαν ἐκ προδοσίας τὸν τρόπον τοῦτον. ἐστρατεύετο παρ’ αὐτῷ νεανίας Ταραντῖνος ἔχων ἀδελφὴν ἐν Τάραντι πιστῶς πάνυ καὶ [2] φιλοστόργως διακειμένην πρὸς αὐτόν. ἤρα δὲ ταύτης ἀνὴρ Βρέττιος τῶν τεταγμένων ὑπ’ Ἀννίβου τὴν πόλιν φρουρεῖν ἐφ’ ἡγεμονίας. τοῦτο πράξεως ἐλπίδα τῷ Ταραντίνῳ παρέσχε, καὶ τοῦ Φαβίου συνειδότος εἰς τὴν πόλιν ἀφείθη, λόγῳ δ’ ἀποδεδράκει πρὸς τὴν ἀδελφήν. αἱ μὲν οὖν πρῶται τῶν ἡμερῶν ‹δι›ῇσαν, καὶ καθ’ ἑαυτὸν ὁ Βρέττιος [3] ἀνεπαύετο, λανθάνειν τὸν ἀδελφὸν οἰομένης ἐκείνης. ἔπειτα λέγει πρὸς αὐτὴν ὁ νεανίας· καὶ μὴν ἐκεῖ λόγος ἐφοίτα πολὺς ἀνδρί σε τῶν δυνατῶν καὶ μεγάλων συνεῖναι. τίς οὗτός ἐστιν; εἰ γὰρ εὐδόκιμός τις ὥς φασιν ἀρετῇ καὶ λαμπρός, ἐλάχιστα φροντίζει γένους ὁ πάντα συμμειγνὺς πόλεμος· αἰσχρὸν δὲ μετ’ ἀνάγκης οὐδέν, ἀλλ’ εὐτυχία τις ἐν καιρῷ τὸ δίκαιον ἀσθενὲς ἔχοντι πρᾳοτάτῳ χρήσασθαι [4] τῷ βιαζομένῳ. ἐκ τούτου μεταπέμπεται μὲν ἡ γυνὴ τὸν Βρέττιον καὶ γνωρίζει τὸν ἀδελφὸν αὐτῷ, ταχὺ δὲ συμπράττων τὴν ἐπιθυμίαν ἐκεῖνος καὶ μᾶλλον ἢ πρότερον εὔνουν καὶ χειροήθη τῷ βαρβάρῳ παρέχειν δοκῶν τὴν ἀδελφήν, ἔσχε πίστιν, ὥστε μὴ χαλεπῶς ἐρῶντος ἀνθρώπου μισθοφόρου μεταστῆσαι διάνοιαν ἐπ’ ἐλπίσι δωρεῶν μεγάλων [5] ἃς ἐπηγγέλλετο παρέξειν αὐτῷ τὸν Φάβιον. ταῦτα μὲν οὖν οἱ πλεῖστοι γράφουσι περὶ τούτων· ἔνιοι δὲ τὴν ἄνθρωπον ὑφ’ ἧς ὁ Βρέττιος μετήχθη φασὶν οὐ Ταραντίνην, ἀλλὰ Βρεττίαν τὸ γένος οὖσαν, τῷ δὲ Φαβίῳ παλλακευομένην, ὡς ᾔσθετο πολίτην καὶ γνώριμον ὄντα τὸν τῶν Βρεττίων ἄρχοντα, τῷ τε Φαβίῳ φράσαι καὶ συνελθοῦσαν εἰς λόγους ὑπὸ τὸ τεῖχος ἐκπεῖσαι καὶ κατεργάσασθαι τὸν ἄνθρωπον.

[22] [1] Πραττομένων δὲ τούτων ὁ Φάβιος περισπάσαι τὸν Ἀννίβαν τεχνάζων, ἐπέστειλε τοῖς ἐν Ῥηγίῳ στρατιώταις τὴν Βρεττίαν καταδραμεῖν καὶ Καυλωνίαν ἐξελεῖν κατὰ κράτος στρατοπεδεύσαντας, ὀκτακισχιλίους ὄντας, αὐτομόλους δὲ τοὺς πολλοὺς καὶ τῶν ἐκ Σικελίας ὑπὸ Μαρκέλλου κεκομισμένων ἀτίμων τοὺς ἀχρηστοτάτους καὶ μετ’ ἐλαχίστης [2] τῇ πόλει λύπης καὶ βλάβης ἀπολουμένους. ἤλπιζε γὰρ τούτους προέμενος τῷ Ἀννίβᾳ καὶ δελεάσας, ἀπάξειν αὐτὸν ἀπὸ τοῦ Τάραντος. ὃ καὶ συνέβαινεν· εὐθὺς γὰρ [3] ἐκεῖ διώκων ὁ Ἀννίβας ἐρρύη μετὰ τῆς δυνάμεως. ἡμέρᾳ δ’ ἕκτῃ τοὺς Ταραντίνους τοῦ Φαβίου περιστρατοπεδεύσαντος, ὁ προδιελεγμένος τῷ Βρεττίῳ μετὰ τῆς ἀδελφῆς νεανίσκος ἧκε νύκτωρ πρὸς αὐτόν, εἰδὼς ἀκριβῶς καὶ καθεωρακὼς τὸν τόπον ἐφ’ οὗ παραφυλάττων ὁ Βρέττιος ἔμελλεν [4] ἐνδώσειν καὶ παρήσειν τοῖς προσβάλλουσιν. οὐ μὴν ἁπλῶς γε τῆς προδοσίας ἐξήρτησεν ὁ Φάβιος τὴν πρᾶξιν, ἀλλ’ αὐτὸς μὲν ἐκεῖσε παρελθὼν ἡσυχίαν ἦγεν, ἡ δ’ ἄλλη στρατιὰ προσέβαλλε τοῖς τείχεσιν ἔκ τε γῆς καὶ θαλάττης, ἅμα ποιοῦσα πολλὴν κραυγὴν καὶ θόρυβον, ἄχρι οὗ τῶν πλείστων Ταραντίνων ἐκεῖ βοηθούντων καὶ συμφερομένων τοῖς τειχομαχοῦσιν ἐσήμηνε τῷ Φαβίῳ τὸν καιρὸν ὁ Βρέττιος, καὶ διὰ κλιμάκων [5] ἀναβὰς ἐκράτησε τῆς πόλεως. ἐνταῦθα μέντοι δοκεῖ φιλοτιμίας ἥττων γενέσθαι· τοὺς γὰρ Βρεττίους πρώτους ἀποσφάττειν ἐκέλευσεν, ὡς μὴ προδοσίᾳ τὴν πόλιν ἔχων φανερὸς γένοιτο· καί‹τοι› ταύτης τε διήμαρτε τῆς δόξης καὶ διαβολὴν ἀπιστίας προσέλαβε καὶ ὠμότητος.

[6] Ἀπέθανον δὲ πολλοὶ καὶ τῶν Ταραντίνων, οἱ δὲ πραθέντες ἐγένοντο τρισμύριοι, καὶ τὴν πόλιν ἡ στρατιὰ διήρπασεν, ἀνηνέχθη δ’ εἰς τὸ δημόσιον τρισχίλια τάλαντα.

[7] πάντων δὲ τῶν ἄλλων ἀγομένων καὶ φερομένων, λέγεται τὸν γραμματέα πυθέσθαι τοῦ Φαβίου περὶ τῶν θεῶν τί κελεύει, τὰς γραφὰς οὕτω προσαγορεύσαντα καὶ τοὺς ἀνδριάντας· τὸν οὖν Φάβιον εἰπεῖν· ἀπολίπωμεν τοὺς [8] θεοὺς Ταραντίνοις κεχολωμένους. οὐ μὴν ἀλλὰ τὸν κολοσσὸν τοῦ Ἡρακλέους μετακομίσας ἐκ Τάραντος ἔστησεν ἐν Καπιτωλίῳ, καὶ πλησίον ἔφιππον εἰκόνα χαλκῆν ἑαυτοῦ, πολὺ Μαρκέλλου φανεὶς ἀτοπώτερος περὶ ταῦτα, μᾶλλον δ’ ὅλως ἐκεῖνον ἄνδρα πρᾳότητι καὶ φιλανθρωπίᾳ θαυμαστὸν ἀποδείξας, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται (c. 21, 4).

[23] [1] Ἀννίβαν δὲ λέγεται διώκοντα τεσσαράκοντα μόνοις ἀπολειφθῆναι σταδίοις, καὶ φανερῶς μὲν εἰπεῖν· ἦν ἄρα καὶ Ῥωμαίοις Ἀννίβας τις ἕτερος· ἀπεβάλομεν γὰρ τὴν Ταραντίνων πόλιν ὡς παρελάβομεν, ἰδίᾳ δὲ τό‹τε› πρῶτον αὐτῷ παραστῆναι πρὸς τοὺς φίλους εἰπεῖν, ὡς πάλαι μὲν ἑώρα χαλεπὸν αὐτοῖς, νῦν δ’ ἀδύνατον κρατεῖν ἀπὸ τῶν ὑπαρχόντων Ἰταλίας.

[2] Τοῦτον δεύτερον θρίαμβον ἐθριάμβευσε λαμπρότερον τοῦ προτέρου Φάβιος, ὥσπερ ἀθλητὴς ἀγαθὸς ἐπαγωνιζόμενος τῷ Ἀννίβᾳ καὶ ῥᾳδίως ἀπολυόμενος αὐτοῦ τὰς πράξεις, ὥσπερ ἅμματα καὶ λαβὰς οὐκέτι τὸν αὐτὸν ἐχούσας [3] τόνον. ἡ μὲν γὰρ ἀνεῖτο τῆς δυνάμεως αὐτῷ διὰ τρυφὴν καὶ πλοῦτον, ἡ δ’ ὥσπερ ἐξήμβλυντο καὶ κατατέτριπτο τοῖς ἀλωφήτοις ἀγῶσιν.

Ἦν δὲ Μᾶρκος Λίβιος, οὗ τὸν Τάραντα φρουροῦντος ὁ Ἀννίβας ἀπέστησεν, ὅμως δὲ τὴν ἄκραν κατέχων οὐκ ἐξεκρούσθη καὶ διεφύλαξεν ἄχοι τοῦ πάλιν ὑπὸ Ῥωμαίοις [4] γενέσθαι τοὺς Ταραντίνους. τοῦτον ἠνία Φάβιος τιμώμενος, καί ποτε πρὸς τὴν σύγκλητον ὑπὸ φθόνου καὶ φιλοτιμίας ἐξενεχθεὶς εἶπεν, ὡς οὐ Φάβιος, ἀλλ’ αὐτὸς αἴτιος γένοιτο τοῦ τὴν Ταραντίνων ‹πόλιν› ἁλῶναι. γελάσας οὖν ὁ Φάβιος· ἀληθῆ λέγεις εἶπεν· εἰ μὴ γὰρ σὺ τὴν πόλιν ἀπέβαλες, οὐκ ἂν ἐγὼ παρέλαβον.

[24] [1] Οἱ δὲ Ῥωμαῖοι τά τ’ ἄλλα τῷ Φαβίῳ προσεφέροντο λαμπρῶς καὶ τὸν υἱὸν αὐτοῦ Φάβιον ἀνέδειξαν ὕπατον. παραλαβόντος δὲ τὴν ἀρχὴν αὐτοῦ καὶ διοικοῦντός τι τῶν πρὸς τὸν πόλεμον, ὁ πατὴρ εἴτε διὰ γῆρας καὶ ἀσθένειαν, εἴτε διαπειρώμενος τοῦ παιδός, ἀναβὰς ἐφ’ ἵππον προσῄει [2] διὰ τῶν ἐντυγχανόντων καὶ περιεστώτων. ὁ δὲ νεανίας κατιδὼν πόρρωθεν οὐκ ἠνέσχετο, πέμψας δ’ ὑπηρέτην ἐκέλευσε καταβῆναι τὸν πατέρα καὶ δι’ αὑτοῦ προσελθεῖν, [3] εἰ δή τι τυγχάνει τῆς ἀρχῆς δεόμενος. καὶ τοὺς μὲν ἄλλους ἠνίασε τὸ ἐπίταγμα, καὶ σιωπῇ πρὸς τὸν Φάβιον ὡς ἀνάξια πάσχοντα τῆς δόξης ἀπέβλεψαν· αὐτὸς δ’ ἐκεῖνος ἀποπηδήσας κατὰ τάχος, θᾶττον ἢ βάδην πρὸς τὸν υἱὸν ἐπειχθεὶς [4] καὶ περιβαλὼν καὶ ἀσπασάμενος· εὖ γε εἶπεν ὦ παῖ φρονεῖς καὶ πράττεις, αἰσθόμενος τίνων ἄρχεις καὶ πηλίκης μέγεθος ἀνείληφας ἀρχῆς. οὕτω καὶ ἡμεῖς καὶ οἱ πρόγονοι τὴν Ῥώμην ηὐξήσαμεν, ἐν δευτέρῳ καὶ γονεῖς [5] καὶ παῖδας ἀεὶ τῶν τῆς πατρίδος καλῶν τιθέμενοι. λέγεται δ’ ὡς ἀληθῶς τοῦ Φαβίου τὸν πρόπαππον ἐν δόξῃ καὶ δυνάμει μεγίστῃ Ῥωμαίων γενόμενον πεντάκις μὲν ὑπατεῦσαι καὶ θριάμβους ἐκ πολέμων μεγίστων ἐπιφανεστάτους καταγαγεῖν, ὑπατεύοντι δ’ υἱῷ πρεσβευτὴν συνεξελθεῖν ἐπὶ τὸν πόλεμον, ἐν δὲ τῷ θριάμβῳ τὸν μὲν εἰσελαύνειν ἐπὶ τεθρίππῳ, τὸν δ’ ἵππον ἔχοντα μετὰ τῶν ἄλλων ἐπακολουθεῖν, ἀγαλλόμενον ὅτι τοῦ μὲν υἱοῦ κύριος, τῶν δὲ πολιτῶν μέγιστος καὶ ὢν καὶ προσαγορευόμενος, ὕστερον [6] αὑτὸν τοῦ νόμου καὶ τοῦ ἄρχοντος τίθησιν. ἀλλὰ γὰρ ἐκεῖνος οὐκ ἀπὸ τούτων μόνον θαυμαστὸς ἦν. τοῦ δὲ Φαβίου τὸν υἱὸν ἀποθανεῖν συνέβη, καὶ τὴν μὲν συμφορὰν ὡς ἀνήρ τε φρόνιμος καὶ πατὴρ χρηστὸς ἤνεγκε μετριώτατα, τὸ δ’ ἐγκώμιον ὃ ταῖς ἐκκομιδαῖς τῶν ἐπιφανῶν οἱ προσήκοντες ἐπιτελοῦσιν, αὐτὸς εἶπε καταστὰς ἐν ἀγορᾷ καὶ γράψας τὸν λόγον ἐξέδωκεν.

[25] [1] Ἐπεὶ δὲ Σκιπίων Κορνήλιος εἰς Ἰβηρίαν πεμφθεὶς Καρχηδονίους μὲν ἐξήλασε μάχαις πολλαῖς κρατήσας, ἔθνη δὲ πάμπολλα καὶ πόλεις μεγάλας καὶ πράγματα λαμπρὰ Ῥωμαίοις κτησάμενος εὔνοιαν εἶχε καὶ δόξαν ἐπανελθὼν ὅσην ἄλλος οὐδείς, ὕπατος δὲ κατασταθεὶς καὶ τὸν δῆμον αἰσθόμενος μεγάλην ἀπαιτοῦντα καὶ προσδεχόμενον πρᾶξιν αὐτοῦ, τὸ μὲν αὐτόθι συμπλέκεσθαι πρὸς Ἀννίβαν ἀρχαῖον ἡγεῖτο λίαν καὶ πρεσβυτικόν, αὐτὴν δὲ Καρχηδόνα καὶ Λιβύην εὐθὺς ἐμπλήσας ὅπλων καὶ στρατευμάτων διενοεῖτο πορθεῖν καὶ τὸν πόλεμον ἐκ τῆς Ἰταλίας ἐκεῖ μεθιστάναι, καὶ πρὸς τοῦτο παντὶ τῷ θυμῷ συνεξώρμα [2] τὸν δῆμον, ἐνταῦθα δὴ Φάβιος ἐπὶ πᾶν δέους ἄγων τὴν πόλιν, ὡς ὑπ’ ἀνδρὸς ἀνοήτου καὶ νέου φερομένην εἰς τὸν ἔσχατον καὶ μέγιστον κίνδυνον, οὔτε λόγου φειδόμενος οὔτ’ ἔργου δοκοῦντος ἀποτρέψειν τοὺς πολίτας, τὴν μὲν βουλὴν ἔπεισε, τῷ δὲ δήμῳ διὰ φθόνον ἐδόκει τοῦ Σκιπίωνος εὐημεροῦντος ἐπιλαμβάνεσθαι καὶ δεδιέναι, μή τι μέγα καὶ λαμπρὸν ἐξεργασαμένου καὶ τὸν πόλεμον ἢ παντάπασιν ἀνελόντος ἢ τῆς Ἰταλίας ἐκβαλόντος αὐτὸς ἀργὸς φανῇ καὶ μαλακός, ἐν τοσούτῳ χρόνῳ ‹μὴ› διαπεπολεμηκώς.

[3] ἔοικε δ’ ὁρμῆσαι μὲν ἐξ ἀρχῆς ὁ Φάβιος πρὸς τὸ ἀντιλέγειν ὑπὸ πολλῆς ἀσφαλείας καὶ προνοίας, μέγαν ὄντα δεδιὼς τὸν κίνδυνον, ἐντεῖναι δέ πως μᾶλλον ἑαυτὸν καὶ πορρωτέρω προαχθῆναι φιλοτιμίᾳ τινὶ καὶ φιλονικίᾳ κωλύων τοῦ Σκιπίωνος τὴν αὔξησιν, ὅς γε καὶ Κράσσον ἔπειθε, τὸν συνυπατεύοντα τῷ Σκιπίωνι, μὴ παρεῖναι τὴν στρατηγίαν μηδ’ ὑπείκειν, ἀλλ’ αὐτὸν εἰ δόξειεν ἐπὶ Καρχηδονίους περαιοῦσθαι, καὶ χρήματα δοθῆναι [4] πρὸς τὸν πόλεμον οὐκ εἴασε. χρήματα μὲν οὖν Σκιπίων ἑαυτῷ πορίζειν ἀναγκαζόμενος, ἤγειρε παρὰ τῶν ἐν Τυρρηνίᾳ πόλεων, ἰδίᾳ πρὸς αὐτὸν οἰκείως διακειμένων καὶ χαριζομένων· Κράσσον δὲ τὰ μὲν ἡ φύσις, οὐκ ὄντα φιλόνικον, ἀλλὰ πρᾷον, οἴκοι κατεῖχε, τὰ δὲ καὶ νόμος θεῖος ἱερωσύνην ἔχοντα τὴν μεγίστην.

[26] [1] Αὖθις οὖν καθ’ ἑτέραν ὁδὸν ἀπαντῶν ὁ Φάβιος τῷ Σκιπίωνι, κατεκώλυε τοὺς ὁρμωμένους αὐτῷ συστρατεύεσθαι τῶν νέων καὶ κατεῖχεν, ἔν τε ταῖς βουλαῖς καὶ ταῖς ἐκκλησίαις βοῶν, ὡς οὐκ αὐτὸς Ἀννίβαν ἀποδιδράσκοι μόνον ὁ Σκιπίων, ἀλλὰ καὶ τὴν ὑπόλοιπον ἐκπλέοι λαβὼν δύναμιν ἐκ τῆς Ἰταλίας, δημαγωγῶν ἐλπίσι τοὺς νέους καὶ ἀναπείθων ἀπολιπεῖν γονέας καὶ γυναῖκας καὶ πόλιν, ἧς ἐν θύραις ἐπικρατῶν καὶ ἀήττητος ὁ πολέμιος κάθηται.

[2] καὶ μέντοι ταῦτα λέγων ἐφόβησε τοὺς Ῥωμαίους, καὶ μόνοις αὐτὸν ἐψηφίσαντο χρῆσθαι τοῖς ἐν Σικελίᾳ στρατεύμασι καὶ τῶν ἐν Ἰβηρίᾳ γεγονότων μετ’ αὐτοῦ τριακοσίους ἄγειν, οἷς ἐχρῆτο πιστοῖς. ταῦτα μὲν οὖν ἐδόκει [3] πολιτεύεσθαι πρὸς τὴν ἑαυτοῦ φύσιν ὁ Φάβιος. ἐπεὶ δὲ Σκιπίωνος εἰς Λιβύην διαβάντος εὐθὺς ἔργα θαυμαστὰ καὶ πράξεις ὑπερήφανοι τὸ μέγεθος καὶ τὸ κάλλος εἰς Ῥώμην ἀπηγγέλλοντο, καὶ μαρτυροῦντα ταῖς φήμαις εἵπετο λάφυρα πολλὰ καὶ βασιλεὺς ὁ Νομάδων αἰχμάλωτος, καὶ δύο στρατοπέδων ὑφ’ ἕνα καιρὸν ἐμπρήσεις καὶ φθορά, πολλῶν μὲν ἀνθρώπων, πολλῶν δ’ ὅπλων καὶ ἵππων ἐν αὐτοῖς συγκατακεκαυμένων, καὶ πρεσβεῖαι πρὸς Ἀννίβαν ἐπέμποντο παρὰ Καρχηδονίων, καλούντων καὶ δεομένων ἐάσαντα τὰς ἀτελεῖς ἐκείνας ἐλπίδας οἴκαδε βοηθεῖν, ἐν δὲ Ῥώμῃ πάντων ἐχόντων τὸν Σκιπίωνα διὰ στόματος ἐπὶ τοῖς κατορθώμασι Φάβιος ἠξίου πέμπεσθαι Σκιπίωνι διάδοχον, ἄλλην μὲν οὐκ ἔχων πρόφασιν, εἰπὼν δὲ τὸ μνημονευόμενον, ὡς ἐπισφαλές ἐστι πιστεύειν ἀνδρὸς ἑνὸς τύχῃ τηλικαῦτα πράγματα, χαλεπὸν γὰρ εὐτυχεῖν ἀεὶ τὸν αὐτόν, οὕτω προσέκρουσεν ἤδη πολλοῖς, ὡς δύσκολος ἀνὴρ καὶ βάσκανος ἢ πάμπαν ὑπὸ γήρως ἄτολμος γεγονὼς καὶ δύσελπις, περαιτέρω τε τοῦ μετρίου κατατεθαμβημένος [4] τὸν Ἀννίβαν. οὐδὲ γὰρ ἐκπλεύσαντος αὐτοῦ μετὰ τῶν δυνάμεων ἐξ Ἰταλίας εἴασε τὸ χαῖρον καὶ τεθαρρηκὸς τῶν πολιτῶν ἀθόρυβον καὶ βέβαιον, ἀλλὰ τότε δὴ μάλιστα τὰ πράγματα τῇ πόλει θεούσῃ παρὰ τὸν ἔσχατον κίνδυνον ἐπισφαλῶς ἔχειν ἔλεγε· βαρύτερον γὰρ ἐν Λιβύῃ πρὸ Καρχηδόνος αὐτοῖς Ἀννίβαν ἐμπεσεῖσθαι καὶ στρατὸν ἀπαντήσειν Σκιπίωνι πολλῶν ἔτι θερμὸν αὐτοκρατόρων αἵματι καὶ δικτατόρων καὶ ὑπάτων· ὥστε τὴν πόλιν αὖθις ὑπὸ τῶν λόγων τούτων ἀναταράττεσθαι, καὶ τοῦ πολέμου μεθεστῶτος εἰς Λιβύην ἐγγυτέρω τῆς Ῥώμης οἴεσθαι γεγονέναι τὸν φόβον.

[27] [1] Ἀλλὰ Σκιπίων μὲν οὐ μετὰ πολὺν χρόνον αὐτόν τε νικήσας μάχῃ κατὰ κράτος Ἀννίβαν, καὶ καταβαλὼν τὸ φρόνημα καὶ καταπατήσας τῆς Καρχηδόνος ὑποπεσούσης, ἀπέδωκε μείζονα χαρὰν ἁπάσης ἐλπίδος τοῖς πολίταις, καὶ τὴν ἡγεμονίαν ὡς ἀληθῶς (Soph. Antig. 163)

πολλῷ σάλῳ σεισθεῖσαν ὤρθωσεν πάλιν·
[2] Φάβιος δὲ Μάξιμος οὐ διήρκεσε τῷ βίῳ πρὸς τὸ τοῦ πολέμου τέλος, οὐδ’ ἤκουσεν Ἀννίβαν ἡττημένον, οὐδὲ τὴν μεγάλην καὶ βέβαιον εὐτυχίαν τῆς πατρίδος ἐπεῖδεν, ἀλλὰ περὶ ὃν χρόνον Ἀννίβας ἀπῆρεν ἐξ Ἰταλίας, νόσῳ καμὼν ἐτελεύτησεν.

[3] Ἐπαμεινώνδαν μὲν οὖν Θηβαῖοι δημοσίᾳ διὰ πενίαν ἣν ἀπέλιπεν ὁ ἀνὴρ ἔθαψαν· οὐδὲν γὰρ οἴκοι τελευτήσαν[4] τος εὑρεθῆναι πλὴν ὀβελίσκον σιδηροῦν λέγουσι· Φάβιον δὲ Ῥωμαῖοι δημοσίᾳ μὲν οὐκ ἐκήδευσαν, ἰδίᾳ δ’ ἑκάστου τὸ σμικρότατον αὐτῷ τῶν νομισμάτων ἐπενεγκόντος, οὐχ ὡς δι’ ἔνδειαν προσαρκούντων, ἀλλ’ ὡς πατέρα τοῦ δήμου θάπτοντος, ἔσχε τιμὴν καὶ δόξαν ὁ θάνατος αὐτοῦ τῷ βίῳ πρέπουσαν.