[1] [1] Θεσπρωτῶν καὶ Μολοσσῶν μετὰ τὸν κατακλυσμὸν ἱστοροῦσι Φαέθοντα βασιλεῦσαι πρῶτον, ἕνα τῶν μετὰ Πελασγοῦ παραγενομένων εἰς τὴν Ἤπειρον· ἔνιοι δὲ Δευκαλίωνα καὶ Πύρραν εἱσαμένους τὸ περὶ Δωδώνην [2] ἱερὸν αὐτόθι κατοικεῖν ἐν Μολοσσοῖς. χρόνῳ δ’ ὕστερον Νεοπτόλεμος ὁ Ἀχιλλέως λαὸν ἀγαγὼν αὐτός τε τὴν χώραν κατέσχε, καὶ διαδοχὴν βασιλέων ἀφ’ αὑτοῦ κατέλιπε, Πυρρίδας ἐπικαλουμένους· καὶ γὰρ αὐτῷ Πύρρος ἦν παιδικὸν ἐπωνύμιον, καὶ τῶν γνησίων παίδων ἐκ Λανάσσης τῆς Κλεοδαίου τοῦ Ὕλλου γενομένων ἕνα Πύρρον [3] ὠνόμασεν. ἐκ τούτου δὲ καὶ Ἀχιλλεὺς ἐν Ἠπείρῳ τιμὰς ἰσοθέους ἔσχεν, Ἄσπετος ἐπιχωρίῳ φωνῇ προσαγορευόμενος.
[4] μετὰ δὲ τοὺς πρώτους τῶν διὰ μέσου βασιλέων ἐκβαρβαρωθέντων καὶ γενομένων τῇ τε δυνάμει καὶ τοῖς βίοις ἀμαυροτέρων, Θαρρύπαν πρῶτον ἱστοροῦσιν Ἑλληνικοῖς ἔθεσι καὶ γράμμασι καὶ νόμοις φιλανθρώποις [5] διακοσμήσαντα τὰς πόλεις ὀνομαστὸν γενέσθαι. Θαρρύπου δ’ Ἀλκέτας υἱὸς ἦν, Ἀλκέτα δ’ Ἀρύββας, Ἀρύββα δὲ [6] καὶ Τρῳάδος Αἰακίδης. οὗτος ἔγημε τὴν Μένωνος τοῦ Θεσσαλοῦ θυγατέρα Φθίαν, ἀνδρὸς εὐδοκίμου περὶ τὸν Λαμιακὸν πόλεμον γενομένου καὶ μέγιστον ἀξίωμα τῶν [7] συμμάχων μετὰ Λεωσθένην λαβόντος. ἐκ δὲ τῆς Φθίας τῷ Αἰακίδῃ γίνονται θυγατέρες Δηιδάμεια καὶ Τρῳάς, υἱὸς δὲ Πύρρος.
[2] [1] Ἐπεὶ δὲ στασιάσαντες οἱ Μολοσσοὶ καὶ τὸν Αἰακίδην ἐκβαλόντες ἐπηγάγοντο τοὺς Νεοπτολέμου παῖδας, οἱ μὲν φίλοι τοῦ Αἰακίδου διεφθάρησαν καταληφθέντες, τὸν δὲ Πύρρον ἔτι νήπιον ὄντα καὶ ζητούμενον ὑπὸ τῶν πολεμίων ἐκκλέψαντες οἱ περὶ Ἀνδροκλείδην καὶ Ἄγγελον ἔφευγον, οἰκέτας ὀλίγους καὶ γύναια τιθηνούμενα τὸ [2] παιδίον ἀναγκαίως ἐφελκόμενοι. καὶ διὰ τοῦτο τῆς φυγῆς γινομένης αὐτοῖς δυσέργου καὶ βραδείας, καταλαμβανόμενοι τὸ μὲν παιδίον ἐγχειρίζουσιν Ἀνδροκλείωνι καὶ Ἱππίᾳ καὶ Νεάνδρῳ, νεανίσκοις οὖσι πιστοῖς καὶ ῥωμαλέοις, ἀνὰ κράτος φεύγειν καὶ Μεγάρων ἔχεσθαι χωρίου Μακεδονικοῦ προστάξαντες, αὐτοὶ δὲ τὰ μὲν δεόμενοι, τὰ δ’ ἀπομαχόμενοι τοῖς διώκουσιν ἐμποδὼν ἦσαν ἄχρι δείλης ὀψίας. ἀποτραπομένων δὲ μόλις ἐκείνων, μετέθεον [3] τοὺς τὸν Πύρρον κομίζοντας. ἤδη δὲ τοῦ ἡλίου καταδεδυκότος ἐγγὺς γενόμενοι τῆς ἐλπίδος ἐξαίφνης ἀπεκόπησαν, ἐντυχόντες τῷ παρὰ τὴν πόλιν παραρρέοντι ποταμῷ, χαλεπῷ μὲν ὀφθῆναι καὶ ἀγρίῳ, πειρωμένοις [4] δὲ διαβαίνειν παντάπασιν ἀπεράτῳ. πολύ τε γὰρ ἐξέπιπτε ῥεῦμα καὶ θολερὸν ὄμβρων ἐπιγενομένων, καὶ τὸ [5] σκότος ἐποίει πάντα φοβερώτερα. καθ’ αὑτοὺς μὲν οὖν ἀπέγνωσαν ἐπιχειρεῖν, παιδίον φερόμενοι καὶ γύναια τὰ τρέφοντα τὸ παιδίον, αἰσθόμενοι δὲ τῶν ἐπιχωρίων τινὰς ἐν τῷ πέραν ἑστῶτας, ἐδέοντο συλλαβέσθαι πρὸς τὴν διάβασιν, καὶ τὸν Πύρρον ἀνεδείκνυσαν βοῶντες καὶ [6] ἱκετεύοντες. οἱ δ’ οὐ κατήκουον διὰ τραχύτητα καὶ πάταγον τοῦ ῥεύματος, ἀλλ’ ἦν διατριβὴ τῶν μὲν βοώντων, τῶν δὲ μὴ συνιέντων, ἄχρι τις ἐννοήσας καὶ περιελὼν δρυὸς φλοιὸν ἐνέγραψε πόρπῃ γράμματα φράζοντα τήν τε χρείαν καὶ τὴν τύχην τοῦ παιδός, εἶτα λίθῳ τὸν φλοιὸν περιελίξας καὶ χρησάμενος οἷον ἕρματι τῆς βολῆς ἀφῆκεν εἰς τὸ πέραν· ἔνιοι δέ φασι σαυνίῳ περιπήξαντας ἀκοντίσαι [7] τὸν φλοιόν. ὡς δ’ οὖν ἀνέγνωσαν οἱ πέραν τὰ γράμματα καὶ συνεῖδον τὴν ὀξύτητα τοῦ καιροῦ, κόπτοντες [8] ξύλα καὶ πρὸς ἄλληλα συνδέοντες ἐπεραιοῦντο. καὶ κατὰ τύχην ὁ πρῶτος αὐτῶν περαιωθεὶς Ἀχιλλεὺς τοὔνομα τὸν Πύρρον ἐδέξατο· τοὺς δ’ ἄλλους ὡς ἔτυχον ἄλλοι διεκόμιζον.
[3] [1] Οὕτω δὲ σωθέντες καὶ φθάσαντες τὴν δίωξιν, εἰς Ἰλλυριοὺς παρεγένοντο πρὸς Γλαυκίαν τὸν βασιλέα· καὶ καθεζόμενον εὑρόντες οἴκοι μετὰ τῆς γυναικός, ἐν μέσῳ [2] τὸ παιδίον ἐπὶ τῆς γῆς κατέθεσαν. ὁ δ’ †ἦν ἐπὶ γνώμης, Κάσσανδρον δεδοικὼς ἐχθρὸν ὄντα τοῦ Αἰακίδου, καὶ [3] σιωπὴν εἶχε πολὺν χρόνον βουλευόμενος. ἐν τούτῳ δ’ ὁ Πύρρος ἀπ’ αὐτομάτου προσερπύσας καὶ λαβόμενος τοῦ ἱματίου ταῖς χερσὶ καὶ προσεξαναστὰς πρὸς τὰ γόνατα τοῦ Γλαυκίου, γέλωτα πρῶτον, εἶτ’ οἶκτον παρέσχεν, [4] ὥσπερ τις ἱκέτης δεόμενος καὶ δακρύων. ἔνιοι δέ φασιν οὐ τῷ Γλαυκίᾳ προσπεσεῖν αὐτόν, ἀλλὰ βωμοῦ θεῶν προσαψάμενον ἑστάναι πρὸς αὐτὸν περιβαλόντα τὰς χεῖρας, [5] καὶ τὸ πρᾶγμα τῷ Γλαυκίᾳ θεῖον φανῆναι. διὸ καὶ παραυτίκα τὸν Πύρρον ἐνεχείρισε τῇ γυναικί, κελεύσας ἅμα τοῖς τέκνοις τρέφεσθαι, καὶ μικρὸν ὕστερον ἐξαιτουμένων τῶν πολεμίων, Κασσάνδρου δὲ καὶ διακόσια τάλαντα διδόντος, οὐκ ἐξέδωκεν, ἀλλὰ καὶ γενόμενον δυοκαίδεκα ἐτῶν καταγαγὼν εἰς Ἤπειρον μετὰ δυνάμεως βασιλέα κατέστησεν.
[6] Ἦν δ’ ὁ Πύρρος τῇ μὲν ἰδέᾳ τοῦ προσώπου φοβερώτερον ἔχων ἢ σεμνότερον τὸ βασιλικόν, πολλοὺς δ’ ὀδόντας οὐκ εἶχεν, ἀλλ’ ἓν ὀστέον συνεχὲς ἦν ἄνωθεν, οἷον λεπταῖς ἀμυχαῖς τὰς διαφυὰς ὑπογεγραμμένον τῶν ὀδόντων.
[7] τοῖς δὲ σπληνιῶσιν ἐδόκει βοηθεῖν ἀλεκτρυόνα θύων λευκόν, ὑπτίων τε κατακειμένων τῷ δεξιῷ ποδὶ πιέζων [8] ἀτρέμα τὸ σπλάγχνον. οὐδεὶς δ’ ἦν πένης οὐδ’ ἄδοξος οὕτως, ὥστε μὴ τυχεῖν τῆς ἰατρείας δεηθείς. ἐλάμβανε δὲ καὶ τὸν ἀλεκτρυόνα θύσας, καὶ τὸ γέρας τοῦθ’ ἥδιστον ἦν [9] αὐτῷ. λέγεται δὲ τοῦ ποδὸς ἐκείνου τὸν μείζονα δάκτυλον ἔχειν δύναμιν θείαν, ὥστε μετὰ τὴν τελευτὴν τοῦ λοιποῦ σώματος κατακαέντος ἀπαθῆ καὶ ἄθικτον ὑπὸ τοῦ πυρὸς εὑρεθῆναι. ταῦτα μὲν οὖν ὕστερον.
[4] [1] Γενομένῳ δὲ περὶ ἑπτακαίδεκα ἔτη καὶ δοκοῦντι τὴν ἀρχὴν ἔχειν βεβαίως ἀποδημία τις συνέτυχε, τῶν Γλαυκίου παίδων ἑνὸς οἷς συνετέθραπτο γυναῖκα λαμβάνοντος.
[2] πάλιν οὖν οἱ Μολοττοὶ συστάντες ἐξέβαλον τοὺς φίλους αὐτοῦ καὶ τὰ χρήματα διήρπασαν, καὶ Νεοπτολέμῳ [3] παρέδωκαν ἑαυτούς. ὁ δὲ Πύρρος οὕτω τὴν ἀρχὴν ἀποβαλὼν καὶ γενόμενος πάντων ἔρημος, Δημητρίῳ τῷ Ἀντιγόνου προσέμειξεν ἑαυτόν, ἔχοντι τὴν ἀδελφὴν αὐτοῦ Δηιδάμειαν, ἣν ἔτι μὲν οὖσαν κόρην ὠνόμαζον Ἀλεξάνδρου τοῦ Ῥωξάνης γυναῖκα, τῶν δὲ κατ’ ἐκείνους δυστυχηθέντων, ὥραν ἔχουσαν αὐτὴν ἔγημεν ὁ Δημήτριος.
[4] τῆς δὲ μεγάλης μάχης, ἣν ἐν Ἰψῷ πάντες οἱ βασιλεῖς ἠγωνίσαντο, παρὼν ὁ Πύρρος τοῖς περὶ Δημήτριον συμμετεῖχε μειράκιον ὢν ἔτι, καὶ τοὺς καθ’ ἑαυτὸν [5] ἐτρέψατο καὶ διεφάνη λαμπρὸς ἐν τοῖς μαχομένοις. πταίσαντα δὲ Δημήτριον οὐκ ἐγκατέλιπεν, ἀλλὰ καὶ τὰς ἐν τῇ Ἑλλάδι πόλεις πιστευθεὶς διεφύλαξε, καὶ συμβάσεων αὐτῷ γενομένων πρὸς Πτολεμαῖον, ἔπλευσεν εἰς Αἴγυπτον [6] ὁμηρεύσων. καὶ Πτολεμαίῳ μὲν ἔν τε θήραις καὶ γυμνασίοις ἐπίδειξιν ἀλκῆς παὶ καρτερίας παρεῖχε, τὴν δὲ Βερενίκην ὁρῶν μέγιστον δυναμένην καὶ πρωτεύουσαν ἀρετῇ καὶ φρονήσει τῶν Πτολεμαίου γυναικῶν ἐθεράπευε [7] μάλιστα· καὶ δεινὸς ὢν ὑπελθεῖν ἐπ’ ὠφελείᾳ τοὺς κρείττονας, ὥσπερ ὑπερόπτης τῶν ταπεινοτέρων, κόσμιος δὲ καὶ σώφρων περὶ δίαιταν, ἐκ πολλῶν νέων ἡγεμονικῶν προεκρίθη λαβεῖν Ἀντιγόνην γυναῖκα τῶν Βερενίκης θυγατέρων, ἣν ἔσχεν ἐκ Φιλίππου πρὶν ἢ Πτολεμαίῳ συνοικεῖν.
[5] [1] Μετὰ δὲ τὸν γάμον τοῦτον ἔτι μᾶλλον εὐδοκιμῶν, καὶ γυναικὸς ἀγαθῆς τῆς Ἀντιγόνης περὶ αὐτὸν οὔσης, διεπράξατο χρήματα λαβὼν καὶ δύναμιν εἰς Ἤπειρον ἐπὶ [2] τὴν βασιλείαν ἀποσταλῆναι. καὶ παρῆν οὐκ ἄκουσι ‹τοῖς› πολλοῖς διὰ τὴν ἀπέχθειαν τοῦ Νεοπτολέμου, χαλεπῶς [3] καὶ βιαίως ἄρχοντος. πλὴν ἀλλὰ δείσας, μὴ πρός τινα τῶν ἄλλων βασιλέων ὁ Νεοπτόλεμος τράπηται, διαλύσεις ἔθετο καὶ φιλίαν πρὸς αὐτὸν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς.
[4] Χρόνου δὲ προϊόντος ἦσαν οἱ παροξύνοντες αὐτοὺς κρύφα καὶ κατ’ ἀλλήλων ἐμποιοῦντες ὑποψίας. ἡ μέντοι μάλιστα κινήσασα τὸν Πύρρον αἰτία λέγεται τοιαύτην [5] ἀρχὴν λαβεῖν. εἰώθεισαν οἱ βασιλεῖς ἐν Πασσαρῶνι, χωρίῳ τῆς Μολοττίδος, Ἀρείῳ Διὶ θύσαντες ὁρκωμοτεῖν τοῖς Ἠπειρώταις καὶ ὁρκίζειν, αὐτοὶ μὲν ἄρξειν κατὰ τοὺς νόμους, ἐκείνους δὲ τὴν βασιλείαν διαφυλάξειν κατὰ [6] τοὺς νόμους. ταῦτ’ οὖν ἐδρᾶτο ἀμφοτέρων τῶν βασιλέων παρόντων, καὶ συνῆσαν ἀλλήλοις μετὰ τῶν φίλων, δῶρα [7] πολλὰ τὰ μὲν διδόντες, τὰ δὲ λαμβάνοντες. ἐνταῦθα δὴ Γέλων, ἀνὴρ πιστὸς Νεοπτολέμῳ, δεξιωσάμενος φιλοφρόνως τὸν Πύρρον ἐδωρήσατο βοῶν ἀροτήρων δυσὶ ζεύγεσι. ταῦτα Μυρτίλος ὁ ἐπὶ τοῦ οἴνου παρὼν ᾔτει τὸν Πύρρον· ἐκείνου δὲ μὴ διδόντος, ἀλλ’ ἑτέρῳ, χαλεπῶς [8] ἐνεγκὼν ὁ Μυρτίλος οὐκ ἔλαθε τὸν Γέλωνα. καλέσας οὖν αὐτὸν ἐπὶ δεῖπνον, ὡς δέ φασιν ἔνιοι καὶ χρησάμενος παρ’ οἶνον ὥραν ἔχοντι, λόγους προσήνεγκε παρακαλῶν ἑλέσθαι τὰ τοῦ Νεοπτολέμου καὶ φαρμάκοις διαφθεῖραι τὸν [9] Πύρρον. ὁ δὲ Μυρτίλος ἐδέξατο μὲν τὴν πεῖραν ὡς ἐπαινῶν καὶ συμπεπεισμένος, ἐμήνυσε δὲ τῷ Πύρρῳ· καὶ κελεύσαντος ἐκείνου τὸν ἀρχιοινοχόον Ἀλεξικράτην τῷ Γέλωνι συνέστησεν, ὡς δὴ μεθέξοντα τῆς πράξεως αὐτοῖς· ἐβούλετο γὰρ ἐν πλείοσιν ὁ Πύρρος τὸν ἔλεγχον γενέσθαι [10] τοῦ ἀδικήματος. οὕτω δὲ τοῦ Γέλωνος ἐξαπατωμένου, συνεξαπατώμενος ὁ Νεοπτόλεμος καὶ τὴν ἐπιβουλὴν ὁδῷ βαδίζειν οἰόμενος, οὐ κατεῖχεν, ἀλλ’ ὑπὸ χαρᾶς ἐξέφερε [11] πρὸς τοὺς φίλους. καί ποτε κωμάσας παρὰ τὴν ἀδελφὴν Καδμείαν, ἐχρῆτο λαλιᾷ περὶ τούτων, οὐδένα συνακούειν [12] οἰόμενος· οὐδεὶς γὰρ ἦν πλησίον ἄλλος ἢ Φαιναρέτη, γυνὴ Σάμωνος τοῦ τὰ ποίμνια καὶ τὰ βουκόλια τῷ Νεοπτολέμῳ διοικοῦντος, αὕτη δ’ ἀπεστραμμένη πρὸς τοῖχον ἐπὶ [13] κλίνης τινὸς ἐδόκει καθεύδειν. συνήκοος δὲ πάντων γενομένη καὶ λαθοῦσα, μεθ’ ἡμέραν ἧκε πρὸς Ἀντιγόνην τὴν Πύρρου γυναῖκα καὶ πάντα κατεῖπεν ὅσα τοῦ Νεοπτολέμου [14] πρὸς τὴν ἀδελφὴν ἤκουσε λέγοντος. πυθόμενος δ’ ὁ Πύρρος ἐκεῖ μὲν ἡσυχίαν ἦγεν, ἐν δὲ θυσίᾳ καλέσας ἐπὶ δεῖπνον τὸν Νεοπτόλεμον ἀπέκτεινεν, αἰσθόμενος τῶν Ἠπειρωτῶν τοὺς κρατίστους προσέχοντας αὑτῷ καὶ παρακελευομένους ἀπαλλαγῆναι τοῦ Νεοπτολέμου, καὶ μὴ μερίδα μικρὰν ἔχοντα βασιλείας ἀγαπᾶν, ἀλλὰ τῇ φύσει χρήσασθαι μειζόνων πραγμάτων ἀντιλαμβανόμενον, καί τινος ὑποψίας ἅμα προσγενομένης τὸν Νεοπτόλεμον φθάσαντ’ ἀνελεῖν.
[6] [1] Μεμνημένος δὲ Βερενίκης καὶ Πτολεμαίου, παιδίον μὲν αὐτῷ γενόμενον ἐξ Ἀντιγόνης Πτολεμαῖον ὠνόμασεν, οἰκίσας δὲ πόλιν ἐν τῇ χερρονήσῳ τῆς Ἠπείρου Βερονικίδα προσηγόρευσεν.
[2] Ἐκ δὲ τούτου πολλὰ μὲν περινοῶν καὶ μεγάλα τῇ γνώμῃ, ταῖς δ’ ἐλπίσι μάλιστα καὶ πρῶτον ἀντιλαμβανόμενος τῶν πλησίον, εὗρεν ἐμφῦναι τοῖς Μακεδόνων [3] πράγμασιν ἐκ τοιᾶσδέ τινος προφάσεως. τῶν Κασσάνδρου παίδων ὁ πρεσβύτερος Ἀντίπατρος τήν τε μητέρα Θεσσαλονίκην ἀνεῖλε καὶ τὸν ἀδελφὸν Ἀλέξανδρον ἤλαυνεν. ὁ δὲ πρός τε Δημήτριον ἔπεμψε δεόμενος βοηθεῖν καὶ [4] Πύρρον ἐκάλει. Δημητρίου δ’ ὑπ’ ἀσχολιῶν βραδύνοντος, ἐπελθὼν ὁ Πύρρος ᾔτησε μισθὸν τῆς συμμαχίας τήν τε Στυμφαίαν καὶ τὴν Παραυαίαν τῆς Μακεδονίας καὶ τῶν ἐπικτήτων ἐθνῶν Ἀμβρακίαν, Ἀκαρνανίαν, Ἀμφιλοχίαν.
[5] προεμένου δὲ τοῦ νεανίσκου, ταῦτα μὲν αὐτὸς εἶχε φρουραῖς καταλαβών, τὰ δὲ λοιπὰ κτώμενος ἐκείνῳ, [6] περιέκοπτε τὸν Ἀντίπατρον. Λυσίμαχος δ’ ὁ βασιλεὺς αὐτὸς μὲν ἦν ἐν ἀσχολίαις, προθυμούμενος Ἀντιπάτρῳ βοηθεῖν, εἰδὼς δὲ τὸν Πύρρον οὐδὲν ἀχαριστεῖν οὐδ’ ἀρνεῖσθαι Πτολεμαίῳ βουλόμενον, ἔπεμψε πλαστὰ γράμματα πρὸς αὐτόν, ὡς Πτολεμαίου κελεύοντος ἀπαλλάττεσθαι τῆς στρατείας τριακόσια τάλαντα παρὰ τοῦ Ἀντιπάτρου [7] λαβόντα. λύσας δὲ τὴν ἐπιστολὴν ὁ Πύρρος εὐθὺς τὸ ῥᾳδιούργημα τοῦ Λυσιμάχου συνεῖδεν· οὐ γὰρ ἦν ἡ συνήθης γεγραμμένη προσαγόρευσις ὁ πατὴρ τῷ υἱῷ χαίρειν, ἀλλὰ βασιλεὺς Πτολεμαῖος βασιλεῖ Πύρρῳ [8] χαίρειν. λοιδορήσας δὲ τὸν Λυσίμαχον, ὅμως ἐποιεῖτο τὴν εἰρήνην, καὶ συνῄεσαν ὡς κατὰ σφαγίων ὁρκωμοτήσοντες.
[9] ἐπεὶ δὲ ταύρου καὶ κάπρου καὶ κριοῦ προσαχθέντος ὁ κριὸς αὐτομάτως ἀπέθανε, τοῖς μὲν ἄλλοις γελᾶν ἐπῄει, τὸν δὲ Πύρρον ὁ μάντις Θεόδοτος ὀμόσαι διεκώλυσε, φήσας τὸ δαιμόνιον ἑνὶ προσημαίνειν τῶν τριῶν βασιλέων θάνατον. ὁ μὲν οὖν Πύρρος οὕτως ἀπέστη τῆς εἰρήνης.
[7] [1] Τῷ δ’ Ἀλεξάνδρῳ τῶν πραγμάτων ἤδη κατάστασιν ἐχόντων, ὅμως ὁ Δημήτριος ἀφίκετο, καὶ δῆλος μὲν ἦν εὐθὺς ἥκων μὴ δεομένῳ καὶ φόβον παρεῖχεν· ὀλίγας δ’ ἡμέρας συγγενόμενοι δι’ ἀπιστίας ἐπεβούλευσαν ἀλλήλοις [2] ἀμφότεροι. καιρῷ δὲ χρησάμενος καὶ φθάσας ἀποκτίννυσιν ὁ Δημήτριος τὸ μειράκιον καὶ βασιλεὺς ἀνηγορεύθη Μακεδονίας.
[3] Ἦν μὲν οὖν καὶ πρότερον αὐτῷ πρὸς τὸν Πύρρον ἐγκλήματα, καὶ καταδρομαὶ τῆς Θεσσαλίας ἐγεγόνεισαν ὑπ’ ἐκείνου, καὶ τὸ σύμφυτον νόσημα ταῖς δυναστείαις, ἡ πλεονεξία, τὴν γειτνίασιν αὐτοῖς ἐπίφοβον καὶ ἄπιστον παρεῖχε, καὶ μᾶλλον ἔτι μετὰ τὴν τῆς Δηιδαμείας τελευτήν.
[4] ἐπεὶ δὲ καὶ κατασχόντες ἀμφότεροι Μακεδονίας συνέπιπτον εἰς τὸ αὐτὸ καὶ μείζονας ἐλάμβανε προφάσεις ἡ διαφορά, Δημήτριος μὲν ἐπ’ Αἰτωλοὺς στρατευσάμενος καὶ κρατήσας, Πάνταυχον αὐτόθι μετὰ πολλῆς δυνάμεως καταλιπών, αὐτὸς ἐβάδιζεν ἐπὶ Πύρρον, καὶ [5] Πύρρος ἐπ’ ἐκεῖνον ὡς ᾔσθετο. γενομένης δὲ διαμαρτίας καθ’ ὁδὸν ἀλλήλους παρήλλαξαν· καὶ Δημήτριος μὲν ἐμβαλὼν εἰς Ἤπειρον ἐλεηλάτει, Πύρρος δὲ Πανταύχῳ [6] περιπεσὼν εἰς μάχην κατέστη. καὶ τῶν στρατιωτῶν συμπεσόντων δεινὸς ἦν καὶ μέγας ἀγὼν μάλιστα κατὰ [7] τοὺς ἡγεμόνας. ὅ τε γὰρ Πάνταυχος ἀνδρείᾳ καὶ χειρὶ καὶ ῥώμῃ σώματος ἄριστος ὢν ὁμολογουμένως τῶν περὶ Δημήτριον στρατηγῶν, καὶ θάρσος ἔχων καὶ φρόνημα, προὐκαλεῖτο τὸν Πύρρον εἰς [τὰς] χεῖρας, ὅ τε Πύρρος οὐδενὶ τῶν βασιλέων ὑφιέμενος ἀλκῆς καὶ τόλμης, καὶ τὴν Ἀχιλλέως δόξαν αὑτῷ δι’ ἀρετὴν μᾶλλον ἢ κατὰ γένος συνοικειοῦν βουλόμενος, ἐναντίος ἐχώρει διὰ τῶν [8] προμάχων ἐπὶ τὸν Πάνταυχον. ἦν δὲ δορατισμὸς τὸ πρῶτον, εἶτ’ ἐν χερσὶ γενόμενοι μετὰ τέχνης ἅμα καὶ [9] βίας ἐχρῶντο τοῖς ξίφεσι. λαβὼν δ’ ὁ Πύρρος ἓν τραῦμα, δοὺς δὲ δύο, τὸ μὲν εἰς τὸν μηρόν, τὸ δὲ παρὰ τὸν τράχηλον, ἐτρέψατο καὶ κατέβαλε τὸν Πάνταυχον· οὐ μὴν ἀνεῖλεν, [10] ἀνηρπάγη γὰρ ὑπὸ τῶν φίλων. οἱ δ’ Ἠπειρῶται τῇ νίκῃ τοῦ βασιλέως ἐπαρθέντες καὶ θαυμάσαντες τὴν ἀρετήν, ἐβιάσαντο καὶ διέκοψαν τὴν φάλαγγα τῶν Μακεδόνων, καὶ φεύγοντας διώκοντες ἀπέκτεινάν τε πολλοὺς καὶ πεντακισχιλίους ζῶντας εἷλον.
[8] [1] Ὁ δ’ ἀγὼν οὗτος οὐ τοσοῦτον ὀργῆς ὧν ἔπαθον οὐδὲ μίσους ἐνέπλησε τοὺς Μακεδόνας πρὸς τὸν Πύρρον, ὅσην δόξαν αὐτοῦ καὶ θαῦμα τῆς ἀρετῆς καὶ λόγον ἐνειργάσατο τοῖς ἰδοῦσι τὰ ἔργα καὶ συνενεχθεῖσι κατὰ τὴν μάχην. [2] καὶ γὰρ ὄψιν ᾤοντο καὶ τάχος ἐοικέναι καὶ κίνημα τοῖς Ἀλεξάνδρου, καὶ τῆς φορᾶς ἐκείνου καὶ βίας παρὰ τοὺς ἀγῶνας ἐν τούτῳ σκιάς τινας ὁρᾶσθαι καὶ μιμήματα, τῶν μὲν ἄλλων βασιλέων ἐν πορφύραις καὶ δορυφόροις καὶ κλίσει τραχήλου καὶ τῷ μεῖζον διαλέγεσθαι, μόνου δὲ Πύρρου τοῖς ὅπλοις καὶ ταῖς χερσὶν ἐπιδεικνυμένου τὸν [3] Ἀλέξανδρον. τῆς δὲ περὶ τάξεις καὶ στρατηγίας ἐπιστήμης αὐτοῦ καὶ δεινότητος ἔνεστι δείγματα λαβεῖν ἐκ τῶν [4] γραμμάτων ἃ περὶ τούτων ἀπολέλοιπε (FGrH 229). λέγεται δὲ καὶ Ἀντίγονος ἐρωτηθείς, τίς ἄριστος τῶν στρατηγῶν, φάναι Πύρρος, ἂν γηράσῃ, περὶ τῶν καθ’ αὑτὸν [5] οὕτως ἀποφηνάμενος μόνον. Ἀννίβας δὲ συμπάντων ἀπέφαινε τῶν στρατηγῶν πρῶτον μὲν ἐμπειρίᾳ καὶ δεινότητι Πύρρον, Σκιπίωνα δὲ δεύτερον, ἑαυτὸν δὲ τρίτον, ὡς [6] ἐν τοῖς περὶ Σκιπίωνος (fr. 2 Sandbach) γέγραπται. καὶ ὅλως τοῦτο μελετῶν ἔοικε καὶ φιλοσοφῶν ἀεὶ διατελεῖν ὁ Πύρρος, ὡς μαθημάτων βασιλικώτατον, τὰς δ’ ἄλλας [7] ‹ὡς› γλαφυρίας ἐν οὐδενὶ λόγῳ τίθεσθαι. λέγεται γὰρ ὡς ἐρωτηθεὶς ἔν τινι πότῳ, πότερον αὐτῷ φαίνεται Πύθων αὐλητὴς ἀμείνων ἢ Καφισίας, εἰπεῖν ὅτι Πολυπέρχων στρατηγός, ὡς ταῦτα τῷ βασιλεῖ ζητεῖν μόνα καὶ γινώσκειν [8] προσῆκον. ἦν δὲ καὶ πρὸς τοὺς συνήθεις ἐπιεικὴς καὶ πρᾶος ὀργήν, σφοδρὸς δὲ καὶ πρόθυμος ἐν ταῖς χάρισιν.
[9] Ἀερόπου γοῦν ἀποθανόντος οὐκ ἤνεγκε μετρίως, ἐκεῖνον μὲν ἀνθρώπινα πεπονθέναι φάσκων, ἑαυτὸν δὲ μεμφόμενος καὶ κακίζων, ὅτι μέλλων ἀεὶ καὶ βραδύνων χάριν οὐκ ἀπέδωκεν [10] αὐτῷ. τὰ μὲν γὰρ χρέα καὶ κληρονόμοις ἔστιν ἀποδοῦναι τῶν δανεισάντων, αἱ δὲ τῶν χαρίτων ἀμοιβαὶ μὴ γενόμεναι πρὸς αἰσθανομένους ἀνιῶσι τὸν χρηστὸν [11] καὶ δίκαιον. ἐν δ’ Ἀμβρακίᾳ κακολόγον τινὰ καὶ βλάσφημον ἄνθρωπον οἰομένων δεῖν μεταστῆσαι τὸν Πύρρον, αὐτοῦ μένων ἔφη μᾶλλον ἡμᾶς ἐν ὀλίγοις ἢ [12] περιιὼν πρὸς ἅπαντας ἀνθρώπους κακῶς λεγέτω. καὶ τοὺς παρ’ οἶνον αὐτὸν λοιδορήσαντας, εἶτ’ ἐλεγχομένους ἠρώτησεν εἰ ταῦτ’ εἶπον. ἀποκριναμένου δὲ τῶν νεανίσκων ἑνός, ταῦτ’ ὦ βασιλεῦ· πλείονα δ’ ἂν ἔτι τούτων εἰρήκειμεν, εἰ πλείων παρῆν οἶνος ἡμῖν, γελάσας ἀφῆκε.
[9] [1] Γυναῖκας δὲ πραγμάτων ἕνεκα καὶ δυνάμεως πλείονας [2] ἔγημε μετὰ τὴν Ἀντιγόνης τελευτήν. καὶ γὰρ Αὐτολέοντος τοῦ Παιόνων βασιλέως ἔλαβε θυγατέρα, καὶ Βιρκένναν τὴν Βαρδύλλιος τοῦ Ἰλλυριῶν, καὶ Λάνασσαν τὴν Ἀγαθοκλέους τοῦ Συρακοσίου, προῖκα προσφερομένην αὐτῷ τὴν Κερκυραίων πόλιν, ἡλωκυῖαν ὑπ’ Ἀγαθοκλέους.
[3] ἐκ μὲν οὖν Ἀντιγόνης Πτολεμαῖον υἱὸν ἔσχεν, ἐκ δὲ Λανάσσης Ἀλέξανδρον, Ἕλενον δὲ τὸν νεώτατον ἐκ [4] Βιρκέννης. καὶ πάντας ἀγαθοὺς ἐν τοῖς ὅπλοις ἐθρέψατο καὶ διαπύρους, εὐθὺς ἐκ γενετῆς ἐπὶ τοῦτο θηγομένους [5] ὑπ’ αὐτοῦ. λέγεται γὰρ [ὡς] ἐρωτηθεὶς ὑφ’ ἑνὸς αὐτῶν ἔτι παιδὸς ὄντος, τίνι καταλείψει τὴν βασιλείαν, εἰπεῖν ὃς [6] ἂν ὑμῶν τὴν μάχαιραν ὀξυτέραν ἔχῃ. τοῦτο δ’ οὐδὲν ἀποδεῖ τῆς τραγικῆς ἀρᾶς ἐκείνης (Eurip. Phoen. 68)· θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τοὺς ἀδελφούς. οὕτως ἄμεικτός ἐστι καὶ θηριώδης ἡ τῆς πλεονεξίας ὑπόθεσις.
[10] [1] Μετὰ δὲ τὴν μάχην ταύτην ὁ Πύρρος ἐπανελθὼν οἴκαδε λαμπρὸς ὑπὸ δόξης καὶ φρονήματος ἔχαιρε, καὶ Ἀετὸς ὑπὸ τῶν Ἠπειρωτῶν προσαγορευόμενος, δι’ ὑμᾶς ἔλεγεν ἀετός εἰμι· πῶς γὰρ οὐ μέλλω, τοῖς ὑμετέροις [2] ὅπλοις ὥσπερ ὠκυπτέροις ἐπαιρόμενος; ὀλίγῳ δ’ ὕστερον πυθόμενος νοσεῖν τὸν Δημήτριον ἐπισφαλῶς, ἐνέβαλε μὲν ἐξαίφνης εἰς Μακεδονίαν ὡς ἐπιδρομήν τινα καὶ λεηλασίαν ποιησόμενος, παρ’ ὀλίγον δ’ ἦλθε πάντων ὁμοῦ κρατῆσαι καὶ λαβεῖν ἀμαχεὶ τὴν βασιλείαν, ἐλάσας ἄχρι Ἐδέσσης μηδενὸς ἀμυνομένου, πολλῶν δὲ καὶ προστιθεμένων [3] καὶ συστρατευόντων. αὐτόν τε δὴ τὸν Δημήτριον ὁ κίνδυνος ἐξανέστησε παρὰ δύναμιν, οἵ τε φίλοι καὶ ἡγεμόνες ὀλίγῳ χρόνῳ πολλοὺς ἀθροίσαντες, ἐρρωμένως [4] καὶ προθύμως ἐπὶ τὸν Πύρρον ὥρμησαν. ὁ δὲ λῃστρικώτερον ἀφιγμένος οὐκ ἔμεινεν, ἀλλὰ φεύγων μέρος τι τῆς στρατιᾶς ἀπέβαλε, καθ’ ὁδὸν ἐπιθεμένων τῶν [5] Μακεδόνων. οὐ μὴν ὅτι ῥᾳδίως καὶ ταχὺ τὸν Πύρρον ἐξέβαλε τῆς χώρας ὁ Δημήτριος ἠμέλησεν, ἐγνωκὼς δὲ μεγάλων πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὴν πατρῴαν ἀρχὴν ἀνακτᾶσθαι δέκα μυριάσι στρατοῦ καὶ ναυσὶ πεντακοσίαις, οὐκ ἐβούλετο τῷ Πύρρῳ προσπταῖσαι οὐδ’ ἀπολιπεῖν Μακεδόσι πάροικον ἐργώδη καὶ χαλεπόν, ἀλλ’ ἐπεὶ μὴ ἐσχόλαζε πολεμεῖν πρὸς αὐτόν, διαλυθεὶς καὶ θέμενος εἰρήνην οὕτως ἐπὶ τοὺς ἄλλους βασιλεῖς τραπέσθαι.
[6] Γενομένων δὲ διὰ ταῦτα τῶν ὁμολογιῶν, καὶ τῆς γνώμης ἅμα τῷ μεγέθει τῆς παρασκευῆς ἐκφανείσης τοῦ Δημητρίου, φοβηθέντες οἱ βασιλεῖς διεπέμποντο πρὸς τὸν Πύρρον ἀγγέλους καὶ γράμματα, θαυμάζειν φάσκοντες, εἰ τὸν αὑτοῦ προέμενος καιρὸν ἐν τῷ Δημητρίου πολεμῆσαι περιμένει, καὶ δυνάμενος Μακεδονίας ἐκβαλεῖν αὐτὸν πολλὰ ταράττοντα καὶ ταραττόμενον, ἐκδέχεται [καὶ] σχολάζοντι καὶ μεγάλῳ γενομένῳ περὶ τῶν ἐν Μολοσσοῖς ἱερῶν καὶ τάφων διαγωνίσασθαι, καὶ ταῦτα Κέρκυραν ἔναγχος ἀφῃρημένος ὑπ’ αὐτοῦ μετὰ τῆς γυναικός.
[7] ἡ γὰρ Λάνασσα μεμψαμένη τὸν Πύρρον ὡς μᾶλλον προσέχοντα ταῖς βαρβάροις γυναιξίν, εἰς Κέρκυραν ἀπεχώρησε, καὶ δεομένη γάμων βασιλικῶν ἐκάλει Δημήτριον, ἐπισταμένη μάλιστα τῶν βασιλέων εὐκόλως ἔχοντα πρὸς γάμους γυναικῶν. ἐκεῖνος δὲ πλεύσας τῇ τε Λανάσσῃ συνῆλθε καὶ φρουρὰν ἐν τῇ πόλει κατέλιπε.
[11] [1] Ταῦτα πρὸς τὸν Πύρρον οἱ βασιλεῖς γράφοντες, ἅμα καὶ δι’ ἑαυτῶν ἔτι μέλλοντα καὶ παρασκευαζόμενον τὸν [2] Δημήτριον ἐκίνουν. Πτολεμαῖος μὲν γὰρ ἐπιπλεύσας μεγάλῳ στόλῳ τὰς Ἑλληνίδας ἀφίστη πόλεις, Λυσίμαχος δὲ τὴν ἄνω Μακεδονίαν ἐκ Θρᾴκης ἐμβαλὼν ἐπόρθει.
[3] Πύρρος δὲ τούτοις ἅμα συνεξαναστὰς ἐπὶ Βέροιαν ἤλαυνε, προσδοκῶν, ὅπερ συνέβη, Δημήτριον ὑπαντιάζοντα Λυσιμάχῳ [4] τὴν κάτω χώραν ἀπολείψειν ἔρημον. ἐκείνης δὲ τῆς νυκτὸς ἔδοξε κατὰ τοὺς ὕπνους ὑπ’ Ἀλεξάνδρου καλεῖσθαι τοῦ μεγάλου, καὶ παραγενόμενος κλινήρη μὲν αὐτὸν ἰδεῖν, λόγων δὲ χρηστῶν τυχεῖν καὶ φιλοφροσύνης, ἐπαγγελλομένου [5] προθύμως βοηθήσειν. αὐτοῦ δὲ τολμήσαντος εἰπεῖν καὶ πῶς ἂν ὦ βασιλεῦ νοσῶν δυνατὸς εἴης ἐμοὶ βοηθεῖν; αὐτῷ φάναι τῷ ὀνόματι, καὶ περιβάντα [6] Νισαῖον ἵππον ἡγεῖσθαι. ταύτην ἰδὼν τὴν ὄψιν ἐπερρώσθη, τάχει δὲ χρησάμενος καὶ διαδραμὼν τὰ μεταξύ, καταλαμβάνει τὴν Βέροιαν, καὶ τὸ πλεῖστον αὐτόθι τῆς στρατιᾶς ἱδρύσας, τὰ λοιπὰ προσήγετο διὰ τῶν στρατηγῶν.
[7] ὁ δὲ Δημήτριος ἐπεὶ ταῦτ’ ἤκουσε καὶ πονηρὸν ἐν τῷ στρατοπέδῳ θόρυβον ᾔσθετο τῶν Μακεδόνων, ἔδεισε πορρωτέρω προαγαγεῖν, μὴ πλησίον γενόμενοι βασιλέως Μακεδόνος καὶ δόξαν ἔχοντος μεταβάλωνται πρὸς [8] αὐτόν. ὅθεν ἐπιστρέψας ἐπὶ τὸν Πύρρον ἦγεν ὡς ξένον καὶ μισούμενον ὑπὸ τῶν Μακεδόνων. ἐπεὶ δὲ παρεστρατοπέδευσεν αὐτόθι, πολλοὶ τῶν ἐκ τῆς Βεροίας ἀφικνούμενοι τὸν Πύρρον ἐνεκωμίαζον ὡς ἄμαχον μὲν ἐν τοῖς ὅπλοις καὶ λαμπρὸν ἄνδρα, πράως δὲ καὶ φιλανθρώπως [9] τοῖς ἡλωκόσι χρώμενον. ἦσαν δέ τινες οὓς αὐτὸς ὁ Πύρρος ἐγκαθίει, προσποιουμένους εἶναι Μακεδόνας καὶ λέγοντας, ὅτι νῦν καιρός ἐστι τῆς Δημητρίου βαρύτητος ἀπαλλαγῆναι, πρὸς ἄνδρα δημοτικὸν καὶ φιλοστρατιώτην [10] μεταβαλομένους τὸν Πύρρον. ἐκ τούτου τὸ πλεῖστον ἀνηρέθιστο τῆς στρατιᾶς, καὶ τὸν Πύρρον ἐζήτουν [11] περισκοποῦντες· ἔτυχε γὰρ ἀφῃρημένος τὸ κράνος, ἄχρι οὗ πάλιν συμφρονήσας καὶ περιθέμενος ἐγνώσθη τῷ τε λόφῳ διαπρέποντι καὶ τοῖς τραγικοῖς κέρασιν, ὥστε τοὺς Μακεδόνας σύνθημα προστρέχοντας αἰτεῖν, ἄλλους δὲ κλάδους δρυὸς ἀναστέφεσθαι διὰ τὸ καὶ τοὺς περὶ ἐκεῖνον [12] ἐστεφανωμένους [εἰς]ὁρᾶν. ἤδη δὲ καὶ πρὸς αὐτόν τινες ἐτόλμων λέγειν τὸν Δημήτριον, ὡς ὑπεκστὰς καὶ προέμενος [13] τὰ πράγματα καλῶς δόξει βεβουλεῦσθαι. τούτοις τοῖς λόγοις ὅμοιον ὁρῶν τὸ κίνημα τοῦ στρατοπέδου καὶ φοβηθεὶς κρύφα διεξέπεσε, καυσίᾳ τινὶ καὶ λιτῷ χλαμυδίῳ [14] περιστείλας ἑαυτόν. ἐπελθὼν δ’ ὁ Πύρρος ἀμαχεὶ παρέλαβε τὸ στρατόπεδον, καὶ βασιλεὺς ἀνηγορεύθη Μακεδόνων.
[12] [1] Ἐπιφανέντος δὲ Λυσιμάχου καὶ κοινὸν ἔργον ἀμφοῖν ποιουμένου τὴν Δημητρίου κατάλυσιν, καὶ νέμεσθαι τὴν βασιλείαν ἀξιοῦντος, οὔπω πάνυ βεβαίως τοῖς Μακεδόσι πιστεύων ὁ Πύρρος ἀλλ’ ἀμφίβολος ὢν ἐν αὐτοῖς, ἐδέξατο τοῦ Λυσιμάχου τὴν πρόκλησιν, καὶ διενείμαντο τὰς πόλεις καὶ τὴν χώραν πρὸς ἀλλήλους.
[2] Τοῦτο δ’ ὤνησε μὲν ἐν τῷ παρόντι καὶ κατέπαυσε τὸν πόλεμον αὐτοῖς, ὀλίγῳ δ’ ὕστερον ἔγνωσαν οὐκ ἀπαλλαγὴν ἔχθρας, ἀλλ’ ἐγκλημάτων καὶ διαφορᾶς ἀρχὴν πεποιημένοι [3] τὴν νέμησιν. οἷς γὰρ οὐ πέλαγος, οὐκ ὄρος, οὐκ ἀοίκητος ἐρημία πέρας ἐστὶ πλεονεξίας, οὐδ’ οἱ διαιροῦντες Εὐρώπην καὶ Ἀσίαν τέρμονες ὁρίζουσι τὰς ἐπιθυμίας, πῶς ἂν ἁπτόμενοι καὶ ψαύοντες ἀλλήλων ἀτρεμοῖεν, ἐν τοῖς παροῦσι μὴ ἀδικοῦντες, οὐκ ἔστιν εἰπεῖν· [4] ἀλλὰ πολεμοῦσι μὲν ἀεί, τὸ ἐπιβουλεύειν καὶ φθονεῖν ἔμφυτον ἔχοντες, δυεῖν δ’ ὀνομάτων ὥσπερ νομισμάτων, πολέμου καὶ εἰρήνης, τῷ παρατυχόντι χρῶνται πρὸς τὸ [5] συμφέρον, οὐ πρὸς τὸ δίκαιον· ἐπεὶ βελτίους γε πολεμεῖν ὁμολογοῦντές εἰσιν, ἢ τῆς ἀδικίας τὸ ἀργοῦν καὶ σχολάζον [6] δικαιοσύνην καὶ φιλίαν ὀνομάζοντες. ἐδήλωσε δ’ ὁ Πύρρος· ἐμποδὼν γὰρ αὐξομένῳ τῷ Δημητρίῳ πάλιν ἱστάμενος καὶ κολούων τὴν δύναμιν ὥσπερ ἐξ ἀρρωστίας μεγάλης ἀναλαμβάνουσαν, ἐβοήθει τοῖς Ἕλλησι καὶ παρῆλθεν εἰς [7] τὰς Ἀθήνας. ἀναβὰς δ’ εἰς τὴν ἀκρόπολιν καὶ θύσας τῇ θεῷ καὶ καταβὰς αὐθημερόν, ἀγαπᾶν μὲν ἔφησε τοῦ δήμου τὴν πρὸς αὐτὸν εὔνοιαν καὶ πίστιν· ἂν μέντοι σωφρονῶσι, μηδένα τῶν βασιλέων ἔτι παρήσειν αὐτοὺς εἰς τὴν πόλιν, [8] μηδὲ τὰς πύλας ἀνοίξειν. ἐκ τούτου καὶ πρὸς τὸν Δημήτριον εἰρήνην ἐποιήσατο, καὶ μετ’ ὀλίγον χρόνον εἰς Ἀσίαν ἀπάραντος αὐτοῦ, πάλιν πεισθεὶς ὑπὸ Λυσιμάχου Θετταλίαν ἀφίστη καὶ ταῖς Ἑλληνικαῖς φρουραῖς προσεπολέμει, βελτίοσι χρώμενος τοῖς Μακεδόσι στρατευομένοις ἢ σχολάζουσι, καὶ ὅλως αὐτὸς οὐκ εὖ πρὸς ἡσυχίαν πεφυκώς.
[9] τέλος δὲ Δημητρίου καταπολεμηθέντος ἐν Συρίᾳ, Λυσίμαχος ἐπ’ ἀδείας γενόμενος καὶ σχολάζων εὐθὺς ἐπὶ τὸν [10] Πύρρον ὥρμησε. καὶ καθημένου περὶ τὴν Ἔδεσσαν αὐτοῦ, ταῖς ἀγοραῖς κομιζομέναις ἐπιπεσὼν καὶ κρατήσας, ἀπορίαν πρῶτον αὐτῷ περιέστησεν, εἶτα γράμμασι καὶ λόγοις διέφθειρε τοὺς πρώτους τῶν Μακεδόνων, ὀνειδίζων εἰ ξένον ἄνδρα καὶ προγόνων ἀεὶ δεδουλευκότων Μακεδόσι δεσπότην ἑλόμενοι, τοὺς Ἀλεξάνδρου φίλους καὶ συνήθεις [11] ἀπωθοῦσι Μακεδονίας. ἀναπειθομένων δὲ πολλῶν, δείσας ὁ Πύρρος ἀπηλλάγη μετὰ τῆς Ἠπειρωτικῆς καὶ συμμαχικῆς δυνάμεως, ἀποβαλὼν Μακεδονίαν ᾧ τρόπῳ παρέλαβεν.
[12] ὅθεν οὐδ’ αἰτιᾶσθαι τοὺς πολλοὺς ἔχουσιν οἱ βασιλεῖς μετατιθεμένους πρὸς τὸ συμφέρον· ἐκείνους γὰρ αὐτοὺς ταῦτα μιμοῦνται ποιοῦντες, ἀπιστίας καὶ προδοσίας διδασκάλους ὄντας καὶ πλεῖστα νομίζοντας ὠφελεῖσθαι τὸν ἐλάχιστα τῷ δικαίῳ χρώμενον.
[13] [1] Τότε δ’ οὖν εἰς Ἤπειρον ἐκπεσόντι τῷ Πύρρῳ καὶ προεμένῳ Μακεδονίαν ἡ μὲν τύχη παρεῖχε χρῆσθαι τοῖς παροῦσιν ἀπραγμόνως καὶ ζῆν ἐν εἰρήνῃ, βασιλεύοντα [2] τῶν οἰκείων· ὁ δὲ τὸ μὴ παρέχειν ἑτέροις κακὰ μηδ’ ἔχειν ὑφ’ ἑτέρων ἄλυν τινὰ ναυτιώδη νομίζων, ὥσπερ ὁ Ἀχιλλεὺς οὐκ ἔφερε τὴν σχολήν (Il. 1, 491 sq.),
ἀλλὰ φθινύθεσκε φίλον κῆρ
αὖθι μένων, ποθέεσκε δ’ ἀυτήν τε πτόλεμόν τε.
[3] δεόμενος δ’ οὖν ἔλαβε πραγμάτων καινῶν τοιαύτην ὑπόθεσιν.
[4] Ῥωμαῖοι Ταραντίνοις ἐπολέμουν· οἱ δὲ μήτε φέρειν τὸν πόλεμον δυνάμενοι μήτε θέσθαι θρασύτητι καὶ μοχθηρίᾳ δημαγωγῶν, ἐβουλεύοντο ποιεῖσθαι Πύρρον ἡγεμόνα καὶ καλεῖν ἐπὶ τὸν πόλεμον, ὡς σχολὴν ἄγοντα πλείστην τῶν βασιλέων καὶ στρατηγὸν ὄντα δεινότατον.
[5] τῶν δὲ πρεσβυτέρων καὶ νοῦν ἐχόντων πολιτῶν οἱ μὲν ἄντικρυς ἐνιστάμενοι πρὸς τὴν γνώμην ἐξέπιπτον ὑπὸ κραυγῆς καὶ βίας τῶν πολεμοποιῶν, οἱ δὲ ταῦθ’ ὁρῶντες [6] ἀπέλειπον τὰς ἐκκλησίας. εἷς δέ τις ἀνὴρ ἐπιεικὴς Μέτων ὄνομα, τῆς ἡμέρας ἐκείνης ἐν ᾗ τὸ δόγμα κυροῦν ἔμελλον ἐνστάσης καὶ τοῦ δήμου καθεζομένου, λαβὼν στέφανον τῶν ἑώλων καὶ λαμπάδιον ὥσπερ οἱ μεθύοντες, αὐλητρίδος ὑφηγουμένης αὐτῷ, πρὸς τὴν ἐκκλησίαν [7] ἐκώμαζεν. οἷα δ’ ἐν ὄχλῳ δημοκρατίας κόσμον οὐκ ἐχούσης, οἱ μὲν ἐκρότουν ἰδόντες, οἱ δ’ ἐγέλων, ἐκώλυε δ’ οὐδείς, ἀλλὰ καὶ τὸ γύναιον αὐλεῖν κἀκεῖνον ᾄδειν ἐκέλευον εἰς μέσον προελθόντα· καὶ τοῦτο ποιήσων ἐπίδοξος [8] ἦν. γενομένης δὲ σιωπῆς ἄνδρες ἔφη Ταραντῖνοι, καλῶς ποιεῖτε παίζειν καὶ κωμάζειν ἕως ἔξεστι [9] τοῖς βουλομένοις μὴ φθονοῦντες. ἐὰν δὲ σωφρονῆτε, καὶ πάντες ἀπολαύσετε ἔτι τῆς ἐλευθερίας, ὡς ἕτερα πράγματα καὶ βίον καὶ δίαιταν ἕξοντες, ὅταν Πύρρος εἰς τὴν [10] πόλιν παραγένηται. ταῦτα ῥηθέντα τοὺς πολλοὺς ἔπεισε τῶν Ταραντίνων, καὶ θροῦς διέδραμε τῆς ἐκκλησίας ὡς [11] εὖ λεγομένων. οἱ δὲ τοὺς Ῥωμαίους δεδιότες, μὴ γενομένης εἰρήνης ἐκδοθῶσι, τόν τε δῆμον ἐλοιδόρουν, εἰ φέρει πράως ἐπικωμαζόμενος οὕτως ἀσελγῶς καὶ παροινούμενος, [12] τόν τε Μέτωνα συστραφέντες ἐξέβαλον. οὕτω δὲ τοῦ δόγματος κυρίου γενομένου, πρέσβεις ἔπεμψαν εἰς Ἤπειρον, οὐχ αὑτῶν μόνον, ἀλλὰ καὶ τῶν Ἰταλιωτῶν, δῶρα τῷ Πύρρῳ κομίζοντας καὶ λέγοντας, ὡς ἡγεμόνος ἔμφρονος δέονται καὶ δόξαν ἔχοντος, δυνάμεις δ’ αὐτόθεν ὑπάρξουσι μεγάλαι παρά τε Λευκανῶν καὶ Μεσσαπίων καὶ Σαυνιτῶν καὶ Ταραντίνων εἰς δισμυρίους ἱππεῖς, πεζῶν δ’ ὁμοῦ πέντε καὶ τριάκοντα μυριάδας.
[13] ταῦτ’ οὐ μόνον αὐτὸν ἐπῆρε τὸν Πύρρον, ἀλλὰ καὶ τοῖς Ἠπειρώταις προθυμίαν ἐνέβαλε καὶ ὁρμὴν τῆς στρατείας.
[14] [1] Ἦν δέ τις Κινέας Θεσσαλὸς ἀνήρ, τῷ μὲν φρονεῖν δοκῶν ἱκανὸς εἶναι, Δημοσθένους δὲ τοῦ ῥήτορος ἀκηκοὼς ἐδόκει μόνος ἢ μάλιστα τῶν τότε λεγόντων οἷον ἐν εἰκόνι τῆς ἐκείνου δυνάμεως καὶ δεινότητος ἀναμιμνῄσκειν [2] τοὺς ἀκούοντας. συνὼν δὲ τῷ Πύρρῳ καὶ πεμπόμενος ἐπὶ τὰς πόλεις, ἐβεβαίου τὸ Εὐριπίδειον (Phoen. 516) ὅτι
πᾶν ἐξαιρεῖ λόγος,
ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
[3] ὁ γοῦν Πύρρος ἔλεγε πλείονας πόλεις ὑπὸ Κινέου τοῖς λόγοις ἢ τοῖς ὅπλοις ὑφ’ ἑαυτοῦ προσῆχθαι· καὶ διετέλει [4] τὸν ἄνδρα τιμῶν ἐν τοῖς μάλιστα καὶ χρώμενος. οὗτος οὖν τὸν Πύρρον ὡρμημένον τόθ’ ὁρῶν ἐπὶ τὴν Ἰταλίαν, εἰς λόγους ἐπηγάγετο τοιούτους ἰδὼν σχολάζοντα· [5] πολεμισταὶ μὲν ὦ Πύρρε Ῥωμαῖοι λέγονται καὶ πολλῶν ἐθνῶν μαχίμων ἄρχοντες· εἰ δὲ δοίη θεὸς περιγενέσθαι [6] τῶν ἀνδρῶν, τί χρησόμεθα τῇ νίκῃ; καὶ ὁ Πύρρος ἐρωτᾷς εἶπεν ὦ Κινέα πρᾶγμα φαινόμενον· οὔτε βάρβαρος ἡμῖν ἐκεῖ πόλις οὔθ’ Ἑλληνὶς ἀξιόμαχος Ῥωμαίων κρατηθέντων, ἀλλ’ ἕξομεν εὐθὺς Ἰταλίαν ἅπασαν, ἧς μέγεθος καὶ ἀρετὴν καὶ δύναμιν ἄλλῳ πού τινι μᾶλλον [7] ἀγνοεῖν ἢ σοὶ προσήκει. μικρὸν οὖν ἐπισχὼν ὁ Κινέας, Ἰταλίαν δέ εἶπεν ὦ βασιλεῦ λαβόντες, τί [8] ποιήσομεν; καὶ ὁ Πύρρος οὔπω τὴν διάνοιαν αὐτοῦ καθορῶν, ἐγγύς εἶπεν ἡ Σικελία χεῖρας ὀρέγει, νῆσος εὐδαίμων καὶ πολυάνθρωπος, ἁλῶναι δὲ ῥᾴστη· στάσις γὰρ ὦ Κινέα πάντα νῦν ἐκεῖ[να] καὶ ἀναρχία πόλεων καὶ [9] δημαγωγῶν ὀξύτης, Ἀγαθοκλέους ἐκλελοιπότος. εἰκότα ἔφη λέγεις ὁ Κινέας· ἀλλ’ ἦ τοῦτο πέρας ἡμῖν [10] τῆς στρατείας, λαβεῖν Σικελίαν; θεός ὁ Πύρρος ἔφη νικᾶν διδῴη καὶ κατορθοῦν· τούτοις δὲ προάγωσι χρησόμεθα πραγμάτων μεγάλων. τίς γὰρ ἂν ἀπόσχοιτο Λιβύης καὶ Καρχηδόνος ἐν ἐφικτῷ γενομένης, ἣν Ἀγαθοκλῆς ἀποδρὰς ἐκ Συρακουσῶν κρύφα καὶ περάσας ναυσὶν ὀλίγαις λαβεῖν παρ’ οὐδὲν ἦλθεν; ὅτι δὲ τούτων κρατήσασιν ἡμῖν οὐδεὶς ἀντιστήσεται τῶν νῦν ὑβριζόντων πολεμίων, [11] τί ἂν λέγοι τις; οὐδέν ὁ Κινέας εἶπε· δῆλον γὰρ ὅτι καὶ Μακεδονίαν ἀναλαβεῖν καὶ τῆς Ἑλλάδος ἄρχειν ὑπάρξει βεβαίως ἀπὸ τηλικαύτης δυνάμεως. γενομένων [12] δὲ πάντων ὑφ’ ἡμῖν, τί ποιήσομεν; καὶ ὁ Πύρρος ἐπιγελάσας, σχολήν ἔφη ἄξομεν πολλήν, καὶ κώθων ὦ μακάριε καθημερινὸς ἔσται, καὶ διὰ λόγων συνόντες [13] ἀλλήλους εὐφρανοῦμεν. ἐνταῦθα δὴ τῶν λόγων καταστήσας τὸν Πύρρον ὁ Κινέας, εἶτα ἔφη τί νῦν ἐμποδών ἐστιν ἡμῖν βουλομένοις κώθωνι χρῆσθαι καὶ σχολάζειν μετ’ ἀλλήλων, εἰ ταῦτ’ ἔχομεν ἤδη καὶ πάρεστιν ἀπραγμόνως, ἔφ’ ἃ δι’ αἵματος καὶ πόνων μεγάλων καὶ κινδύνων μέλλομεν ἀφίξεσθαι, πολλὰ καὶ δράσαντες [14] ἑτέρους κακὰ καὶ παθόντες; τούτοις τοῖς λόγοις ἠνίασε μᾶλλον ἢ μετέθηκε τὸν Πύρρον ὁ Κινέας, νοήσαντα μὲν ὅσην ἀπέλειπεν εὐδαιμονίαν, ὧν δ’ ὠρέγετο τὰς ἐλπίδας ἀφεῖναι μὴ δυνάμενον.
[15] [1] Πρῶτον μὲν οὖν ἀπέστειλε τὸν Κινέαν τοῖς Ταραντίνοις, [2] στρατιώτας ἄγοντα τρισχιλίους. ἔπειτα πολλῶν ἱππηγῶν καὶ καταφράκτων καὶ πορθμείων παντοδαπῶν ἐκ Τάραντος κομισθέντων, ἐνεβίβαζεν ἐλέφαντας εἴκοσι καὶ τρισχιλίους ἱππεῖς, πεζοὺς δὲ δισμυρίους καὶ [3] δισχιλίους τοξότας καὶ σφενδονήτας πεντακοσίους. γενομένων δὲ πάντων ἑτοίμων, ἀναχθεὶς ἔπλει· καὶ μέσον ἔχων τὸν Ἰόνιον, ἁρπάζεται βορέᾳ ἀνέμῳ παρ’ ὥραν [4] ἐκραγέντι. καὶ βιασθεὶς αὐτὸς μὲν ἀρετῇ καὶ προθυμίᾳ ναυτῶν καὶ κυβερνητῶν ἐξανέφερε καὶ προσῆγε τῇ γῇ [5] πολυπόνως καὶ παραβόλως· τοῦ δ’ ἄλλου στόλου συγχυθέντος καὶ τῶν νεῶν σκεδασθεισῶν, αἱ μὲν ἀποσφαλεῖσαι τῆς Ἰταλίας ἐξεώσθησαν εἰς τὸ Λιβυκὸν καὶ Σικελικὸν πέλαγος, τὰς δ’ ὑπερβαλεῖν μὴ δυνηθείσας ἄκραν Ἰαπυγίαν νύξ τε κατελάμβανε, καὶ πολλὴ καὶ χαλεπὴ θάλασσα παίουσα πρὸς χωρία δύσορμα καὶ τυφλὰ πάσας διέφθειρε [6] πλὴν τῆς βασιλικῆς. αὕτη δὲ πελαγίου μὲν ἔτι ὄντος τοῦ κύματος ἠμύνετο καὶ διέφευγε μεγέθει καὶ ῥώμῃ τὰς [7] ἐπιβολὰς τῆς θαλάσσης· ἐπεὶ δὲ περιελθὸν ἀπὸ γῆς ἀπήντα τὸ πνεῦμα καὶ κίνδυνον εἶχεν ἡ ναῦς ἀντίπρῳρος ἱσταμένη πρὸς κλύδωνα πολὺν διαρραγῆναι, τὸ δ’ ἐφέντας αὖθις ἠγριωμένῳ πελάγει καὶ πνεύματι τροπὰς λαμβάνοντι παντοδαπὰς φέρεσθαι φοβερώτερον ἐφαίνετο τῶν παρόντων κακῶν, ἄρας ὁ Πύρρος αὑτὸν ἀφῆκεν εἰς θάλασσαν, καὶ τῶν φίλων καὶ τῶν δορυφόρων εὐθὺς ἦν [8] ἅμιλλα καὶ προθυμία περὶ αὐτόν. ἡ δὲ νὺξ καὶ τὸ κῦμα μετὰ ψόφου μεγάλου καὶ τραχείας ἀνακοπῆς χαλεπὴν ἐποίει τὴν βοήθειαν, ὥστε μόλις ἡμέρας ἤδη μαραινομένου τοῦ πνεύματος ἐκπεσεῖν αὐτὸν ἐπὶ τὴν γῆν, τῷ μὲν σώματι παντάπασιν ἀδυνάτως ἔχοντα, τόλμῃ δὲ καὶ ῥώμῃ τῆς [9] ψυχῆς ἀνταίροντα πρὸς τὴν ἀπορίαν. ἅμα δ’ οἵ τε Μεσσάπιοι, καθ’ οὓς ἐξεβράσθη, συνέθεον βοηθοῦντες ἐκ τῶν παρόντων προθύμως, καὶ προσεφέροντο τῶν σῳζομένων ἔνιαι νεῶν, ἐν αἷς ἦσαν ἱππεῖς μὲν ὀλίγοι παντάπασι, πεζοὶ δὲ δισχιλίων ἐλάττους, ἐλέφαντες δὲ δύο.
[16] [1] Τούτους ἀναλαβὼν ὁ Πύρρος ἐβάδιζεν εἰς Τάραντα. καὶ τοῦ Κινέου προαγαγόντος εἰς ἀπάντησιν ὡς ᾔσθετο τοὺς στρατιώτας, παρελθὼν οὐδὲν ἀκόντων οὐδὲ πρὸς βίαν ἔπραττε τῶν Ταραντίνων, ἕως ἀνεσώθησαν αἱ νῆες ἐκ τῆς θαλάττης καὶ συνῆλθεν ἡ πλείστη τῆς δυνάμεως.
[2] τηνικαῦτα δ’ ὁρῶν τὸ πλῆθος ἄνευ μεγάλης ἀνάγκης μήτε σῴζεσθαι δυνάμενον μήτε σῴζειν, ἀλλ’ οἷον ἐκείνου προπολεμοῦντος οἴκοι καθῆσθαι περὶ λουτρὰ καὶ συνουσίας γενόμενον, ἀπέκλεισε μὲν τὰ γυμνάσια καὶ τοὺς περιπάτους, ἐν οἷς ἀλύοντες ὑπὲρ τῶν πραγμάτων λόγῳ διεστρατήγουν, πότους δὲ καὶ κώμους καὶ θαλίας ἀκαίρους [3] ἀνεῖλεν, ἐκάλει δὲ πρὸς τὰ ὅπλα, καὶ περὶ τοὺς καταλόγους τῶν στρατευομένων ἀπαραίτητος ἦν καὶ λυπηρός, ὥστε πολλοὺς ἐκ τῆς πόλεως ἀπελθεῖν, ἀηθείᾳ τοῦ ἄρχεσθαι δουλείαν τὸ μὴ πρὸς ἡδονὴν ζῆν καλοῦντας.
[4] Ἐπεὶ δὲ Λαιβῖνος ὁ τῶν Ῥωμαίων ὕπατος ἠγγέλλετο πολλῇ στρατιᾷ χωρεῖν ἐπ’ αὐτόν, ἅμα τὴν Λευκανίαν διαπορθῶν, οὐδέπω μὲν οἱ σύμμαχοι παρῆσαν αὐτῷ, δεινὸν δὲ ποιούμενος ἀνασχέσθαι καὶ περιιδεῖν τοὺς πολεμίους ἐγγυτέρω προϊόντας, ἐξῆλθε μετὰ τῆς δυνάμεως, προπέμψας κήρυκα πρὸς τοὺς Ῥωμαίους, εἰ φίλον ἐστὶν αὐτοῖς πρὸ πολέμου δίκας λαβεῖν παρὰ τῶν Ἰταλιωτῶν, [5] αὐτῷ δικαστῇ καὶ διαλλακτῇ χρησαμένους. ἀποκριναμένου δὲ τοῦ Λαιβίνου μήτε διαλλακτὴν Πύρρον αἱρεῖσθαι Ῥωμαίους μήτε δεδοικέναι πολέμιον, προελθὼν κατεστρατοπέδευσεν ἐν τῷ μεταξὺ πεδίῳ Πανδοσίας [6] πόλεως καὶ Ἡρακλείας. πυθόμενος δὲ τοὺς Ῥωμαίους ἐγγὺς εἶναι καὶ πέραν τοῦ Σίριος ποταμοῦ καταστρατοπεδεύειν, [7] προσίππευσε τῷ ποταμῷ θέας ἕνεκα· καὶ κατιδὼν τάξιν τε καὶ φυλακὰς καὶ κόσμον αὐτῶν καὶ τὸ σχῆμα τῆς στρατοπεδείας, ἐθαύμασε καὶ τῶν φίλων προσαγορεύσας τὸν ἐγγυτάτω τάξις μέν εἶπεν ὦ Μεγάκλεις αὕτη τῶν βαρβάρων οὐ βάρβαρος, τὸ δ’ ἔργον εἰσόμεθα.
[8] καὶ διὰ φροντίδος ἔχων ἤδη τὸ μέλλον, ἔγνω τοὺς συμμάχους ἀναμένειν, τοῖς δὲ Ῥωμαίοις, ἂν πρότερον ἐπιχειρῶσι διαβαίνειν, ἐπέστησε φυλακὴν ὑπὲρ τοῦ [9] ποταμοῦ τὴν εἴρξουσαν. οἱ δ’ ἅπερ ἐκεῖνος ἔγνω περιμένειν φθῆναι σπεύδοντες, ἐνεχείρουν τῇ διαβάσει, κατὰ πόρον μὲν οἱ πεζοί, πολλαχόθεν δ’ οἱ ἱππεῖς διεξελαύνοντες [10] τὸν ποταμόν, ὥστε δείσαντας τὴν κύκλωσιν ἀναχωρεῖν τοὺς Ἕλληνας, αἰσθόμενον δὲ τὸν Πύρρον καὶ διαταραχθέντα, τοῖς μὲν ἡγεμόσι τοῦ πεζοῦ παρεγγυᾶν εὐθὺς εἰς τάξιν καθίστασθαι καὶ περιμένειν ἐν τοῖς ὅπλοις, αὐτὸν δὲ τοῖς ἱππεῦσι παρεξελάσαι τρισχιλίοις οὖσιν, ἐλπίζοντα διαβαίνοντας ἔτι καὶ διεσπασμένους ἀτάκτους [11] λήψεσθαι τοὺς Ῥωμαίους. ἐπεὶ δ’ ἑώρα θυρεούς τε πολλοὺς ὑπερφαινομένους τοῦ ποταμοῦ καὶ τοὺς ἱππεῖς ἐπελαύνοντας ἐν τάξει, συστρέψας ἐνέβαλε πρῶτος, αὐτόθεν τε περίοπτος ὢν ὅπλων κάλλει καὶ λαμπρότητι κεκοσμημένων περιττῶς, καὶ τὴν δόξαν ἐπιδεικνύμενος ἔργοις οὐκ ἀποδέουσαν αὐτοῦ τῆς ἀρετῆς, μάλιστα δ’ ὅτι τὰς χεῖρας καὶ τὸ σῶμα παρέχων τῷ ἀγῶνι καὶ τοὺς καθ’ αὑτὸν ἀμυνόμενος ἐρρωμένως, οὐ συνεχεῖτο τὸν λογισμὸν οὐδὲ τοῦ φρονεῖν ἐξέπιπτεν, ἀλλ’ ὥσπερ ἔξωθεν ἐφορῶν διεκυβέρνα τὸν πόλεμον, αὐτὸς μεταθέων ἑκασταχόσε καὶ [12] παραβοηθῶν τοῖς ἐκβιάζεσθαι δοκοῦσιν. ἔνθα δὴ Λεοννάτος ὁ Μακεδὼν ἄνδρα κατιδὼν Ἰταλὸν ἐπέχοντα τῷ Πύρρῳ καὶ τὸν ἵππον ἀντιπαρεξάγοντα καὶ συμμεθιστάμενον [13] ἀεὶ καὶ συγκινούμενον, ὁρᾷς εἶπεν ὦ βασιλεῦ τὸν βάρβαρον ἐκεῖνον, ὃν ὁ μέλας ἵππος ὁ λευκόπους φέρει; μέγα τι βουλευομένῳ καὶ δεινὸν ὅμοιός ἐστι. σοὶ γὰρ ἐνορᾷ καὶ πρὸς σὲ τέταται, πνεύματος μεστὸς ὢν καὶ θυμοῦ, τοὺς δ’ ἄλλους ἐᾷ χαίρειν. ἀλλὰ σὺ φυλάττου [14] τὸν ἄνδρα. καὶ ὁ Πύρρος ἀπεκρίνατο· τὸ μὲν εἱμαρμένον ὦ Λεοννάτε διαφυγεῖν ἀδύνατον· χαίρων δ’ οὔθ’ οὗτος οὔτ’ ἄλλος τις Ἰταλῶν εἰς χεῖρας ἡμῖν σύνεισιν.
[15] ἔτι ταῦτα προσδιαλεγομένων, ὁ Ἰταλὸς διαλαβὼν τὸ δόρυ καὶ συστρέψας τὸν ἵππον ὥρμησεν ἐπὶ τὸν Πύρρον. εἶθ’ ἅμα παίει μὲν αὐτὸς τῷ δόρατι τοῦ βασιλέως τὸν [16] ἵππον, παίει δὲ τὸν ἐκείνου παραβαλὼν ὁ Λεοννάτος. ἀμφοτέρων δὲ τῶν ἵππων πεσόντων, τὸν μὲν Πύρρον οἱ φίλοι περισχόντες ἀνήρπασαν, τὸν δ’ Ἰταλὸν μαχόμενον διέφθειραν. ἦν δὲ τῷ γένει Φρεντανός, ἴλης ἡγεμών, Ὄπλακος ὄνομα.
[17] [1] Τοῦτο δ’ ἐδίδαξε τὸν Πύρρον μᾶλλον φυλάττεσθαι· καὶ τοὺς ἱππεῖς ὁρῶν ἐνδιδόντας, μετεπέμπετο τὴν φάλαγγα καὶ παρέταττεν, αὐτὸς δὲ τὴν χλαμύδα καὶ τὰ ὅπλα παραδοὺς ἑνὶ τῶν ἑταίρων Μεγακλεῖ, τοῖς δ’ ἐκείνου τρόπον τινὰ κατακρύψας ἑαυτόν, ἐπῆγε τοῖς Ῥωμαίοις.
[2] δεξαμένων δ’ ἐκείνων καὶ συμβαλόντων, χρόνον τε πολὺν εἱστήκει τὰ τῆς μάχης ἄκριτα, καὶ τροπὰς ἑπτὰ λέγεται φευγόντων ἀνάπαλιν καὶ διωκόντων γενέσθαι.
[3] καὶ γὰρ ἡ διάμειψις τῶν ὅπλων, ἐν καιρῷ πρὸς σωτηρίαν αὐτοῦ γενομένη τοῦ βασιλέως, ὀλίγον ἐδέησεν ἀνατρέψαι [4] τὰ πράγματα καὶ διαφθεῖραι τὴν νίκην. πολλῶν γὰρ ἐφιεμένων τοῦ Μεγακλέους, ὁ πρῶτος πατάξας καὶ καταβαλὼν αὐτόν, ὄνομα Δέξιος, ἀφαρπάσας τὸ κράνος καὶ τὴν χλαμύδα τῷ Λαιβίνῳ προσίππευσεν ἀναδεικνύων [5] ἅμα καὶ βοῶν ἀνῃρηκέναι τὸν Πύρρον. ἦν οὖν, παρὰ τὰς τάξεις τῶν λαφύρων παραφερομένων καὶ ἀναδεικνυμένων, τοῖς τε Ῥωμαίοις χαρὰ μετ’ ἀλαλαγμοῦ καὶ τοῖς Ἕλλησιν ἀθυμία καὶ κατάπληξις, ἄχρι οὗ μαθὼν ὁ Πύρρος τὸ γινόμενον παρήλαυνε γυμνῷ τῷ προσώπῳ, τήν τε δεξιὰν ὀρέγων τοῖς μαχομένοις καὶ τῇ φωνῇ σημαίνων ἑαυτόν.
[6] τέλος δὲ τῶν θηρίων ἐκβιαζομένων μάλιστα τοὺς Ῥωμαίους, καὶ τῶν ἵππων πρὶν ἐγγὺς γενέσθαι δυσανασχετούντων καὶ παραφερόντων τοὺς ἐπιβάτας, ἐπαγαγὼν τὴν Θεσσαλικὴν ἵππον αὐτοῖς ταρασσομένοις, ἐτρέψατο [7] πολλῷ φόνῳ. Διονύσιος (19, 12) μὲν οὖν ὀλίγῳ τῶν πεντακισχιλίων καὶ μυρίων ἐλάσσονας πεσεῖν ἱστορεῖ Ῥωμαίων, Ἱερώνυμος (FGrH 154 F 11) δὲ μόνους ἑπτακισχιλίους, τῶν δὲ περὶ Πύρρον ὁ μὲν Διονύσιος μυρίους καὶ τρισχιλίους, ὁ δ’ Ἱερώνυμος ἐλάττονας τῶν τετρακισχιλίων· [8] κράτιστοι δ’ ἦσαν οὗτοι, καὶ τῶν φίλων ὁ Πύρρος καὶ τῶν στρατηγῶν, οἷς μάλιστα χρώμενος [9] διετέλει καὶ πιστεύων, ἀπέβαλεν. οὐ μὴν ἀλλὰ καὶ τὸ στρατόπεδον ἔλαβε τῶν Ῥωμαίων ἐκλιπόντων, καὶ πόλεις συμμαχίδας αὐτῶν προσηγάγετο, καὶ χώραν πολλὴν διεπόρθησε, καὶ προῆλθεν ὅσον μὴ πλέον σταδίων [10] τριακοσίων ἀποσχεῖν τῆς Ῥώμης. ἀφίκοντο δ’ αὐτῷ Λευκανῶν τε πολλοὶ καὶ Σαυνιτῶν μετὰ τὴν μάχην, οὓς ἐμέμψατο μὲν ὑστερήσαντας, ἦν δὲ δῆλος ἡδόμενος καὶ μέγα φρονῶν, ὅτι μόνοις τοῖς μετ’ αὐτοῦ καὶ Ταραντίνοις ἐκράτησε τῆς μεγάλης Ῥωμαίων δυνάμεως.
[18] [1] Ῥωμαῖοι δὲ Λαιβῖνον μὲν οὐκ ἀπήλλαξαν τῆς ἀρχῆς· καίτοι λέγεται Γάιον Φαβρίκιον εἰπεῖν, ὡς οὐκ Ἠπειρῶται Ῥωμαίους, ἀλλὰ Πύρρος νενικήκοι Λαιβῖνον, οἰόμενον οὐ τῆς δυνάμεως, ἀλλὰ τῆς στρατηγίας γεγονέναι [2] τὴν ἧτταν· ἀναπληροῦντες δὲ τὰς τάξεις καὶ συντάττοντες ἑτέρας προθύμως, καὶ λόγους ἀδεεῖς καὶ σοβαροὺς περὶ τοῦ πολέμου λέγοντες, ἔκπληξιν τῷ Πύρρῳ παρεῖχον.
[3] ἔδοξεν οὖν αὐτῷ πέμψαντι πρότερον διάπειραν λαβεῖν τῶν ἀνδρῶν εἰ συμβατικῶς ἔχοιεν, ἡγουμένῳ τὸ μὲν ἑλεῖν τὴν πόλιν καὶ κρατῆσαι παντάπασιν οὐ μικρὸν ἔργον οὐδὲ τῆς παρούσης δυνάμεως εἶναι, τὴν δὲ φιλίαν καὶ τὰς διαλύσεις κάλλιστ’ ἔχειν πρὸς δόξαν αὐτῷ μετὰ [4] νίκην. πεμφθεὶς οὖν ὁ Κινέας ἐνετύγχανε τοῖς δυνατοῖς, καὶ δῶρα παισὶν αὐτῶν καὶ γυναιξὶν ἔπεμψε παρὰ τοῦ [5] βασιλέως. ἔλαβε δ’ οὐδείς, ἀλλ’ ἀπεκρίναντο πάντες καὶ πᾶσαι, ὅτι δημοσίᾳ σπονδῶν γενομένων καὶ τὰ παρ’ αὐτῶν [6] ὑπάρξει πρόθυμα τῷ βασιλεῖ καὶ κεχαρισμένα. πρὸς δὲ τὴν σύγκλητον ἐπαγωγὰ τοῦ Κινέου πολλὰ καὶ φιλάνθρωπα διαλεχθέντος, ἄσμενοι μὲν οὐδὲν οὐδ’ ἑτοίμως ἐδέχοντο, καίπερ ἄνδρας τε τοὺς ἡλωκότας ἐν τῇ μάχῃ δίχα λύτρων ἀφιέντος αὐτοῖς τοῦ Πύρρου καὶ συγκατεργάσεσθαι τὴν Ἰταλίαν ἐπαγγελλομένου, φιλίαν δ’ ἀντὶ τούτων ἑαυτῷ καὶ τοῖς Ταραντίνοις ἄδειαν, ἕτερον δὲ [7] μηδὲν αἰτουμένου· δῆλοί γε μὴν ἦσαν ἐνδιδόντες οἱ πολλοὶ πρὸς τὴν εἰρήνην, ἡττημένοι τε μεγάλῃ μάχῃ καὶ προσδοκῶντες ἑτέραν ἀπὸ μείζονος δυνάμεως, τῶν [8] Ἰταλικῶν τῷ Πύρρῳ προσγεγονότων. ἔνθα δὴ Κλαύδιος Ἄππιος, ἀνὴρ ἐπιφανής, ὑπὸ δὲ γήρως ἅμα καὶ πηρώσεως ὀμμάτων ἀπειρηκὼς πρὸς τὴν πολιτείαν καὶ πεπαυμένος, ἀπαγγελλομένων τότε τῶν παρὰ τοῦ βασιλέως, καὶ λόγου κατασχόντος, ὡς μέλλει ψηφίζεσθαι τὰς διαλύσεις ἡ σύγκλητος, οὐκ ἐκαρτέρησεν, ἀλλὰ τοὺς θεράποντας ἄρασθαι κελεύσας αὑτόν, ἐκομίζετο πρὸς τὸ βουλευτήριον ἐν φορείῳ [9] δι’ ἀγορᾶς. γενόμενον δὲ πρὸς ταῖς θύραις οἱ μὲν παῖδες ἅμα τοῖς γαμβροῖς ὑπολαβόντες καὶ περισχόντες εἰσῆγον, ἡ δὲ βουλὴ σιωπὴν αἰδουμένη τὸν ἄνδρα μετὰ τιμῆς ἔσχεν.
[19] [1] Ὁ δ’ αὐτόθεν καταστάς πρότερον μέν ἔφη τὴν περὶ τὰ ὄμματα τύχην ἀνιαρῶς ἔφερον, ὦ Ῥωμαῖοι, νῦν δ’ ἄχθομαι πρὸς τῷ τυφλὸς εἶναι μὴ καὶ κωφὸς ὤν, ἀλλ’ ἀκούων αἰσχρὰ βουλεύματα καὶ δόγμαθ’ ὑμῶν, ἀνατρέποντα [2] τῆς Ῥώμης τὸ κλέος. ποῦ γὰρ ὑμῶν ὁ πρὸς ἅπαντας ἀνθρώπους θρυλούμενος ἀεὶ λόγος, ὡς εἰ παρῆν ἐκεῖνος εἰς Ἰταλίαν ὁ μέγας Ἀλέξανδρος καὶ συνηνέχθη νέοις ἡμῖν καὶ τοῖς πατράσιν ἡμῶν ἀκμάζουσιν, οὐκ ἂν ὑμνεῖτο νῦν ἀνίκητος, ἀλλ’ ἢ φυγὼν ἂν ἤ που πεσὼν ἐνταῦθα τὴν [3] Ῥώμην ἐνδοξοτέραν ἀπέλιπε; ταῦτα μέντοι κενὴν ἀλαζονείαν καὶ κόμπον ἀποδείκνυτε, Χάονας καὶ Μολοσσοὺς τὴν ἀεὶ Μακεδόνων λείαν δεδιότες, καὶ τρέμοντες Πύρρον, ὃς τῶν Ἀλεξάνδρου δορυφόρων ἕνα γοῦν ἀεὶ περιέπων καὶ θεραπεύων διατετέλεκε, καὶ νῦν οὐ βοηθῶν τοῖς ἐνταῦθα μᾶλλον Ἕλλησιν ἢ φεύγων τοὺς ἐκεῖ πολεμίους πλανᾶται περὶ τὴν Ἰταλίαν, ἐπαγγελλόμενος ἡμῖν τὴν ἡγεμονίαν ἀπὸ ταύτης τῆς δυνάμεως, ἣ μέρος μικρὸν αὐτῷ Μακεδονίας [4] οὐκ ἤρκεσε διαφυλάξαι. μὴ τοῦτον οὖν ἀπαλλάξειν νομίζετε ποιησάμενοι φίλον, ἀλλ’ ἐκείνους ἐπάξεσθαι καταφρονήσαντας ὑμῶν ὡς πᾶσιν εὐκατεργάστων, εἰ Πύρρος ἄπεισι μὴ δοὺς δίκην ὧν ὕβρισεν, ἀλλὰ καὶ προσλαβὼν μισθὸν τὸ ἐπεγγελάσαι Ῥωμαίοις Ταραν[5] τίνους καὶ Σαυνίτας. τοιαῦτα τοῦ Ἀππίου διαλεχθέντος, ὁρμὴ παρέστη πρὸς τὸν πόλεμον αὐτοῖς, καὶ τὸν Κινέαν ἀποπέμπουσιν ἀποκρινάμενοι, Πύρρον ἐξελθόντα τῆς Ἰταλίας, οὕτως εἰ δέοιτο περὶ φιλίας καὶ συμμαχίας διαλέγεσθαι, μέχρι δ’ οὗ πάρεστιν ἐν ὅπλοις, πολεμήσειν αὐτῷ Ῥωμαίους κατὰ κράτος, κἂν μυρίους ἔτι Λαιβίνους [6] τρέψηται μαχόμενος. λέγεται δὲ Κινέαν, ἐν ᾧ ταῦτ’ ἔπραττεν, ἅμα ποιησάμενον ἔργον καὶ σπουδάσαντα τῶν τε βίων γενέσθαι θεατὴν καὶ τῆς πολιτείας τὴν ἀρετὴν κατανοῆσαι, καὶ διὰ λόγων ἐλθόντα τοῖς ἀρίστοις, τά τ’ ἄλλα τῷ Πύρρῳ φράσαι καὶ εἰπεῖν ὡς ἡ σύγκλητος αὐτῷ [7] βασιλέων πολλῶν συνέδριον φανείη· περὶ δὲ τοῦ πλήθους δεδιέναι, μὴ πρός τινα φανῶσι Λερναίαν ὕδραν μαχόμενοι· διπλασίους γὰρ ἤδη τῷ ὑπάτῳ τῶν παρατεταγμένων πρότερον ἠθροῖσθαι, καὶ πολλάκις εἶναι τοσούτους ἔτι τῶν Ῥωμαίων ὅπλα φέρειν δυναμένους.
[20] [1] Ἐκ τούτου πρέσβεις ἀφίκοντο περὶ τῶν αἰχμαλώτων οἱ περὶ Γάιον Φαβρίκιον, οὗ πλεῖστον ἔφη Ῥωμαίους λόγον ἔχειν ὁ Κινέας ὡς ἀνδρὸς ἀγαθοῦ καὶ πολεμικοῦ, [2] πένητος δ’ ἰσχυρῶς. τοῦτον οὖν ὁ Πύρρος ἰδίᾳ φιλοφρονούμενος ἔπειθε λαβεῖν χρυσίον, ἐπ’ οὐδενὶ δῆθεν αἰσχρῷ, φιλίας δέ τι καὶ ξενίας ἐπονομάζων τοῦτο [3] σύμβολον. ἀπωσαμένου δὲ τοῦ Φαβρικίου, τότε μὲν ἡσύχασε, τῇ δ’ ὑστεραίᾳ βουλόμενος αὐτὸν ἐκπλῆξαι μήπω θεατὴν ἐλέφαντος γεγενημένον, ἐκέλευσε τῶν θηρίων τὸ μέγιστον ἐξόπισθεν αὐτοῖς παραστῆσαι κοινολογουμένοις, [4] αὐλαίαν παρατείναντας. ἐγένετο δὴ ταῦτα· καὶ σημείου δοθέντος ἡ μὲν αὐλαία παρήχθη, τὸ δὲ θηρίον ἄφνω τήν τε προνομαίαν ἀράμενον ὑπερέσχε τῆς κεφαλῆς τοῦ Φαβρικίου [5] καὶ φωνὴν ἀφῆκε φοβερὰν καὶ τραχεῖαν. ὁ δ’ ἠρέμα μεταστραφεὶς καὶ διαμειδιάσας πρὸς τὸν Πύρρον εἶπεν· οὔτε χθές με τὸ χρυσίον ἐκίνησεν οὔτε σήμερον [6] τὸ θηρίον. ἐν δὲ τῷ δείπνῳ λόγων παντοδαπῶν γενομένων, πλείστων δὲ περὶ τῆς Ἑλλάδος καὶ τῶν φιλοσοφούντων, ἔτυχέ πως ὁ Κινέας ἐπιμνησθεὶς τοῦ Ἐπικούρου, καὶ διῆλθεν ἃ λέγουσι περὶ θεῶν καὶ πολιτείας καὶ τέλους, τὸ μὲν ἐν ἡδονῇ τιθέμενοι, πολιτείαν δὲ φεύγοντες ὡς βλάβην καὶ σύγχυσιν τοῦ μακαρίου, τὸ δὲ θεῖον ἀπωτάτω χάριτος καὶ ὀργῆς καὶ τοῦ μέλειν ἡμῶν εἰς ἀπράγμονα βίον καὶ μεστὸν εὐπαθειῶν ἀποικίζοντες.
[7] ἔτι δ’ αὐτοῦ λέγοντος, ἀνακραγὼν ὁ Φαβρίκιος ὦ Ἡράκλεις, εἶπε Πύρρῳ τὰ δόγματα μέλοι ταῦτα καὶ Σαυνίταις, [8] ἕως πολεμοῦσι πρὸς ἡμᾶς. οὕτω δὴ θαυμάσας τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὸ ἦθος ὁ Πύρρος ἔτι μᾶλλον ὠρέγετο φιλίαν ἀντὶ πολέμου πρὸς τὴν πόλιν αὐτῷ γενέσθαι, κἀκεῖνον ἰδίᾳ παρεκάλει ποιησάμενον τὰς διαλύσεις ἕπεσθαι καὶ συζῆν μετ’ αὐτοῦ, πρῶτον ὄντα πάντων [9] τῶν ἑταίρων καὶ τῶν στρατηγῶν. ὁ δ’ ἡσυχῇ λέγεται πρὸς αὐτὸν εἰπεῖν· ἀλλ’ οὐδὲ σοὶ τοῦτο βασιλεῦ λυσιτελές ἐστιν· αὐτοὶ γὰρ οἱ νῦν σε τιμῶντες καὶ θαυμάζοντες, ἂν ἐμοῦ πεῖραν λάβωσιν, ὑπ’ ἐμοῦ μᾶλλον [10] ἐθελήσουσιν ἢ σοῦ βασιλεύεσθαι. τοιοῦτος μὲν ὁ Φαβρίκιος. ὁ δὲ Πύρρος οὐ πρὸς ὀργὴν οὐδὲ τυραννικῶς ἐδέξατο τὸν λόγον, ἀλλὰ καὶ τοῖς φίλοις ἀπήγγειλε τοῦ Φαβρικίου τὴν μεγαλοφροσύνην, καὶ τοὺς αἰχμαλώτους ἐκείνῳ μόνῳ διεπίστευσεν, ὅπως εἰ μὴ ψηφίσαιτο τὴν εἰρήνην ἡ σύγκλητος, ἀσπασάμενοι τοὺς προσήκοντας καὶ τὰ Κρόνια διεορτάσαντες ἀποπεμφθεῖεν πάλιν πρὸς [11] αὐτόν. καὶ ἀπεπέμφθησαν μετὰ τὴν ἑορτήν, τῷ ὑπολειφθέντι τῆς βουλῆς ζημίαν θάνατον ψηφισαμένης.
[21] [1] Μετὰ ταῦτα τοῦ Φαβρικίου τὴν ἀρχὴν παραλαβόντος, ἧκεν ἀνὴρ εἰς τὸ στρατόπεδον πρὸς αὐτόν, ἐπιστολὴν κομίζων ἣν ἔγραψεν ὁ τοῦ βασιλέως ἰατρός, ἐπαγγελλόμενος φαρμάκοις ἀναιρήσειν τὸν Πύρρον, εἰ χάρις αὐτῷ παρ’ ἐκείνων ὁμολογηθείη λύσαντι τὸν πόλεμον [2] ἀκινδύνως. ὁ δὲ Φαβρίκιος δυσχεράνας πρὸς τὴν ἀδικίαν τοῦ ἀνθρώπου, καὶ τὸν συνάρχοντα διαθεὶς ὁμοίως, ἔπεμψε γράμματα πρὸς τὸν Πύρρον κατὰ τάχος, φυλάττεσθαι [3] τὴν ἐπιβουλὴν κελεύων. εἶχε δ’ οὕτως τὰ γεγραμμένα· Γάιος Φαβρίκιος καὶ Κόιντος Αἰμίλιος ὕπατοι Ῥωμαίων Πύρρῳ βασιλεῖ χαίρειν. οὔτε φίλων εὐτυχὴς [4] ἔοικας εἶναι κριτὴς οὔτε πολεμίων. γνώσῃ δὲ τὴν πεμφθεῖσαν ἡμῖν ἐπιστολὴν ἀναγνούς, ὅτι χρηστοῖς καὶ δικαίοις ἀνδράσι πολεμεῖς, ἀδίκοις δὲ καὶ κακοῖς πιστεύεις. οὐδὲ γὰρ ταῦτα σῇ χάριτι μηνύομεν, ἀλλ’ ὅπως μὴ τὸ σὸν πάθος ἡμῖν διαβολὴν ἐνέγκῃ καὶ δόλῳ δόξωμεν, ὡς [5] ἀρετῇ μὴ δυνάμενοι, κατεργάσασθαι τὸν πόλεμον. ἐντυχὼν τούτοις τοῖς γράμμασιν ὁ Πύρρος καὶ τὴν ἐπιβουλὴν ἐξελέγξας, τὸν μὲν ἰατρὸν ἐκόλασε, Φαβρικίῳ δὲ καὶ Ῥωμαίοις ἀμοιβὴν ἐδωρεῖτο προῖκα τοὺς αἰχμαλώτους, καὶ πάλιν ἔπεμψε τὸν Κινέαν διαπραξόμενον αὐτῷ τὴν [6] εἰρήνην. οἱ δὲ Ῥωμαῖοι μήτ’ εἰ χάρις ἐστὶ παρὰ πολεμίου, μήτ’ εἰ μισθὸς τοῦ μὴ ἀδικηθῆναι, λαβεῖν προῖκα τοὺς ἄνδρας ἀξιώσαντες, ἴσους ἀπέλυσαν αὐτῷ Ταραντίνων καὶ Σαυνιτῶν, περὶ δὲ φιλίας καὶ εἰρήνης οὐδὲν εἴων διαλέγεσθαι, πρὶν ‹ἂν› ἀράμενος τὰ ὅπλα καὶ τὸν στρατὸν ἐξ Ἰταλίας αἷς ἦλθε ναυσὶν ἀποπλεύσῃ πάλιν εἰς Ἤπειρον.
[7] Ἐκ τούτου μάχης ἄλλης τῶν πραγμάτων αὐτῷ δεομένων, ἀναλαβὼν τὴν στρατιὰν ἐχώρει, καὶ περὶ Ἄσκλον πόλιν τοῖς Ῥωμαίοις συνάψας καὶ βιαζόμενος πρὸς χωρία δύσιππα καὶ ποταμὸν ἰλυώδη καὶ τραχύν, ἔφοδον τῶν θηρίων οὐ λαβόντων, ὥστε προσμεῖξαι τῇ φάλαγγι, τραυμάτων πολλῶν γενομένων καὶ νεκρῶν πεσόντων, [8] τότε μὲν διεκρίθη μέχρι νυκτὸς ἀγωνισάμενος. τῇ δ’ ὑστεραίᾳ στρατηγῶν δι’ ὁμαλοῦ τὴν μάχην θέσθαι καὶ τοὺς ἐλέφαντας ἐν τοῖς ὅπλοις γενέσθαι τῶν πολεμίων, προέλαβε τὰς δυσχωρίας φυλακῇ, καὶ πολλὰ καταμείξας ἀκοντίσματα καὶ τοξεύματα τοῖς θηρίοις, ἐπῆγε μετὰ ῥώμης καὶ βίας πυκνὴν καὶ συντεταγμένην τὴν δύναμιν.
[9] οἱ δὲ Ῥωμαῖοι τὰς διακλίσεις καὶ τὰς ἀντιπαραγωγὰς τὰς πρότερον οὐκ ἔχοντες, ἐξ ἐπιπέδου συνεφέροντο κατὰ [10] στόμα· καὶ σπεύδοντες ὤσασθαι τοὺς ὁπλίτας πρὶν ἐπιβῆναι τὰ θηρία, δεινοὺς περὶ τὰς σαρίσας τῶν ξιφῶν ἀγῶνας εἶχον, ἀφειδοῦντες ἑαυτῶν καὶ ‹πρὸς› τὸ τρῶσαι καὶ καταβαλεῖν ὁρῶντες, τὸ δὲ παθεῖν εἰς οὐδὲν τιθέμενοι.
[11] χρόνῳ δὲ πολλῷ λέγεται μὲν ἀρχὴ τροπῆς κατ’ αὐτὸν γενέσθαι τὸν Πύρρον, ἐπερείσαντα τοῖς ἀντιτεταγμένοις, τὸ δὲ πλεῖστον ἀλκῇ καὶ βίᾳ τῶν ἐλεφάντων κατειργάσατο, χρήσασθαι τῇ ἀρετῇ πρὸς τὴν μάχην τῶν Ῥωμαίων μὴ δυναμένων, ἀλλ’ οἷον ἐφόδῳ κύματος ἢ σεισμοῦ κατερείποντος οἰομένων δεῖν ἐξίστασθαι, μηδ’ ὑπομένειν ἀπράκτους ἀποθνῄσκειν, ἐν τῷ μηδὲν ὠφελεῖν πάντα πάσχοντας [12] τὰ χαλεπώτατα. τῆς δὲ φυγῆς οὐ μακρᾶς εἰς τὸ στρατόπεδον γενομένης, ἑξακισχιλίους ἀποθανεῖν φησι τῶν Ῥωμαίων Ἱερώνυμος (FGrH 154 F 12), τῶν δὲ περὶ Πύρρον ἐν τοῖς βασιλικοῖς ὑπομνήμασιν (FGrH 229 F 2) ἀνενεχθῆναι τρισχιλίους πεντακοσίους καὶ πέντε τεθνηκότας.
[13] ὁ μέντοι Διονύσιος (20, 13) οὔτε δύο περὶ Ἄσκλον μάχας οὔθ’ ὁμολογουμένην ἧτταν ἱστορεῖ γενέσθαι Ῥωμαίων, ἅπαξ δὲ μέχρι δυσμῶν ἡλίου μαχεσαμένους μόλις ἀπαλλαγῆναι, τοῦ Πύρρου τρωθέντος ὑσσῷ τὸν βραχίονα καὶ τὴν ἀποσκευὴν ἅμα Δαυνίων διαρπασάντων, ἀποθανεῖν δὲ καὶ Πύρρου καὶ Ῥωμαίων ἄνδρας ὑπὲρ [14] μυρίους πεντακισχιλίους ἑκατέρων. διελύθησαν δ’ ἀμφότεροι· καὶ λέγεται τὸν Πύρρον εἰπεῖν πρός τινα τῶν συνηδομένων αὐτῷ· ἂν ἔτι μίαν μάχην Ῥωμαίους νικήσωμεν, [15] ἀπολούμεθα παντελῶς. πολὺ μὲν γὰρ ἀπωλώλει μέρος ἧς ἄγων ἧκε δυνάμεως, φίλοι δὲ καὶ στρατηγοὶ πλὴν ὀλίγων ἅπαντες, μεταπέμπεσθαι δ’ οὐκ ἦσαν ἕτεροι, καὶ τοὺς αὐτόθι συμμάχους ἀμβλυτέρους ἑώρα, τοῖς δὲ Ῥωμαίοις ὥσπερ ἐκ πηγῆς οἴκοθεν ἐπιρρεούσης ἀναπληρούμενον εὐπόρως καὶ ταχὺ τὸ στρατόπεδον, καὶ ταῖς ἥτταις οὐκ ἀποβάλλοντας τὸ θαρρεῖν, ἀλλὰ καὶ ῥώμην καὶ φιλονικίαν ὑπ’ ὀργῆς ἐπὶ τὸν πόλεμον προσλαμβάνοντας.
[22] [1] Ἐν τοιαύταις δ’ ὢν ἀπορίαις, εἰς ἐλπίδας αὖ πάλιν καινὰς ἐνέπεσε καὶ πράγματα διχοστασίαν ἔχοντα [2] τῆς γνώμης. ἅμα γὰρ ἧκον ἐκ μὲν Σικελίας ἄνδρες, Ἀκράγαντα καὶ Συρακούσας καὶ Λεοντίνους ἐγχειρίζοντες αὐτῷ καὶ δεόμενοι Καρχηδονίους τε συνεκβαλεῖν καὶ τῶν τυράννων ἀπαλλάξαι τὴν νῆσον, ἐκ δὲ τῆς Ἑλλάδος ἀγγέλλοντες, ὡς Πτολεμαῖος ὁ Κεραυνὸς ἀπόλωλε συμπεσὼν Γαλάταις μετὰ τῆς δυνάμεως, καὶ νῦν ἂν ἐν καιρῷ μάλιστα δεομένοις βασιλέως Μακεδόσι παραγένοιτο· [3] πολλὰ δὴ τὴν τύχην μεμψάμενος, ὅτι πράξεων μεγάλων ὑποθέσεις εἰς ἕνα καιρὸν αὐτῷ συνήνεγκε, καὶ νομίζων, ὡς ἀμφοτέρων ὑπαρχόντων, ἀπολλύναι θάτερον, διηνέχθη [4] τοῖς λογισμοῖς πολὺν χρόνον. εἶτα τοῖς Σικελικοῖς μειζόνων ὑποκεῖσθαι πραγμάτων δοκούντων, Λιβύης ἐγγὺς εἶναι δοκούσης, ἐπὶ ταῦτα τρέψας Κινέαν μὲν εὐθὺς ἐξέπεμψε προδιαλεξόμενον ὥσπερ εἰώθει ταῖς πόλεσιν, [5] αὐτὸς δὲ τοῖς Ταραντίνοις ἐμβαλὼν φρουράν, δυσανασχετοῦσι καὶ ἀξιοῦσιν ἢ παρέχειν ἐφ’ οἷς ἧκε συμπολεμοῦντα Ῥωμαίοις, ἢ τὴν χώραν προέμενον αὐτῶν ἀπολιπεῖν τὴν πόλιν οἵαν παρέλαβε, μηδὲν ἐπιεικὲς ἀποκρινάμενος, ἀλλὰ προστάξας ἡσυχίαν ἄγειν καὶ [6] περιμένειν τὸν ἑαυτοῦ καιρόν, ἐξέπλευσεν. ἁψαμένῳ δ’ αὐτῷ Σικελίας ἃ μὲν ἤλπισεν εὐθὺς ἀπήντα βέβαια, καὶ παρεῖχον αἱ πόλεις ἑαυτὰς προθύμως, τῶν δ’ ἀγῶνος καὶ βίας δεηθέντων οὐδὲν ἀντεῖχε τὸ πρῶτον, ἀλλὰ τρισμυρίοις πεζοῖς καὶ δισχιλίοις πεντακοσίοις ἱππεῦσι καὶ διακοσίαις ναυσὶν ἐπιών, τούς τε Φοίνικας ἐξῄρει καὶ κατεστρέφετο [7] τὴν ἐπικράτειαν αὐτῶν. τοῦ δ’ Ἔρυκος ἐχυρωτάτου τῶν χωρίων ὄντος καὶ πολλοὺς ‹τοὺς› ἀμυνομένους ἔχοντος, [8] ἔγνω βιάζεσθαι πρὸς τὰ τείχη. καὶ τῆς στρατιᾶς γενομένης ἑτοίμης, ἐνεδύσατο τὴν πανοπλίαν, καὶ προελθὼν εὔξατο τῷ Ἡρακλεῖ ποιήσειν ἀγῶνα καὶ θυσίαν ἀριστεῖον, ἂν τοῦ γένους καὶ τῶν ὑπαρχόντων ἄξιον ἀγωνιστὴν αὐτὸν [9] ἀποδείξῃ τοῖς Σικελίαν οἰκοῦσιν Ἕλλησι· τῇ δὲ σάλπιγγι σημήνας καὶ τοῖς βέλεσι τοὺς βαρβάρους ἀνασκεδάσας καὶ τὰς κλίμακας προσαγαγών, πρῶτος ἐπέβη τοῦ τείχους.
[10] ἀντιστάντων δὲ πολλῶν, ἀμυνόμενος τοὺς μὲν ἐξέωσε τοῦ τείχους ἐπ’ ἀμφότερα καὶ κατέβαλε, πλείστους δὲ [11] περὶ αὑτὸν τῷ ξίφει χρώμενος ἐσώρευσε νεκρούς. ἔπαθε δ’ αὐτὸς οὐδέν, ἀλλὰ καὶ προσιδεῖν δεινὸς ἐφάνη τοῖς πολεμίοις, καὶ τὸν Ὅμηρον ἔδειξεν ὀρθῶς καὶ μετ’ ἐμπειρίας ἀποφαίνοντα τῶν ἀρετῶν μόνην τὴν ἀνδρείαν φορὰς πολλάκις ἐνθουσιώδεις καὶ μανικὰς φερομένην.
[12] ἁλούσης δὲ τῆς πόλεως ἔθυσέ τε τῷ θεῷ μεγαλοπρεπῶς καὶ θέας ἀγώνων παντοδαπῶν παρέσχε.
[23] [1] Τῶν δὲ περὶ Μεσσήνην βαρβάρων, Μαμερτίνων καλουμένων, πολλὰ τοῖς Ἕλλησιν ἐνοχλούντων, ἐνίους δὲ καὶ φόρου πεποιημένων ὑποτελεῖς, πολλῶν δὲ καὶ μαχίμων ὄντων - διὸ καὶ προσηγορεύθησαν Ἀρήιοι γλώσσῃ τῇ Λατίνων - , τοὺς μὲν φορολόγους συλλαβὼν ἀπέκτεινεν, αὐτοὺς δὲ νικήσας μάχῃ πολλὰ τῶν φρουρίων ἐξέκοψε.
[2] Καρχηδονίοις δὲ συμβατικῶς ἔχουσι καὶ χρήματα βουλομένοις τελεῖν, εἰ γένοιτο φιλία, καὶ ναῦς ἀποστέλλειν, ἀπεκρίνατο πλειόνων ἐφιέμενος μίαν εἶναι διάλυσιν καὶ φιλίαν πρὸς αὐτούς, εἰ πᾶσαν ἐκλιπόντες Σικελίαν ὅρῳ [3] χρῷντο τῇ Λιβυκῇ θαλάσσῃ πρὸς τοὺς Ἕλληνας. εὐτυχίᾳ δὲ καὶ ῥύμῃ τῶν παρόντων ἐπαιρόμενος, καὶ διώκων τὰς ἐλπίδας ἐφ’ αἷς ἀπ’ ἀρχῆς ἔπλευσε, πρώτης δὲ Λιβύης ἐφιέμενος καὶ ναῦς ἔχων πολλὰς πληρωμάτων ἐπιδεεῖς, ἤγειρεν ἐρέτας, οὐκ ἐπιεικῶς ἐντυγχάνων οὐδὲ πράως ταῖς πόλεσιν, ἀλλὰ δεσποτικῶς καὶ πρὸς ὀργὴν βιαζόμενος καὶ κολάζων, οὐκ εὐθὺς ὢν οὐδ’ ἐν ἀρχῇ τοιοῦτος, ἀλλὰ καὶ μᾶλλον ἑτέρων τῷ πρὸς χάριν ὁμιλεῖν καὶ πάντα πιστεύειν καὶ μηδὲν ἐνοχλεῖν ὑπαγόμενος, εἶτα γινόμενος ἐκ δημαγωγοῦ τύραννος, ἀχαριστίας [4] τῇ χαλεπότητι καὶ ἀπιστίας προσωφλίσκανε δόξαν. οὐ μὴν ἀλλὰ ταῦτα μὲν ὡς ἀναγκαῖα συνεχώρουν καίπερ [5] δυσφοροῦντες· ἐπεὶ δὲ Θοίνωνα καὶ Σωσίστρατον, ἄνδρας ἡγεμονικοὺς ἐν Συρακούσαις, οἳ πρῶτοι μὲν αὐτὸν ἐλθεῖν ἔπεισαν εἰς Σικελίαν, ἐλθόντι δὲ τὴν πόλιν εὐθὺς ἐνεχείρισαν καὶ τὰ πλεῖστα συγκατειργάσαντο τῶν Σικελικῶν, μήτ’ ἄγειν σὺν αὑτῷ μήτ’ ἀπολείπειν βουλόμενος ἐν ὑποψίαις εἶχε, καὶ Σωσίστρατος μὲν ἀπέστη φοβηθείς, Θοίνωνα δὲ τὰ αὐτὰ φρονεῖν αἰτιασάμενος ἀπέκτεινεν, οὐ κατὰ μικρὸν οὐδὲ καθ’ ἓν αὐτῷ μεθίστατο τῶν πραγμάτων, ἀλλὰ δεινοῦ τινος μίσους ἐγγενομένου ταῖς πόλεσι πρὸς αὐτόν, αἱ μὲν προσετίθεντο [6] Καρχηδονίοις, αἱ δ’ ἐπήγοντο Μαμερτίνους. ἀποστάσεις δ’ ὁρῶν ἅπαντα καὶ νεωτερισμοὺς καὶ σύστασιν ἰσχυρὰν ἐφ’ αὑτόν, ἐδέξατο γράμματα Σαυνιτῶν καὶ Ταραντίνων, μόλις ἀντεχόντων ταῖς πόλεσιν αὐταῖς πρὸς τὸν πόλεμον, εἰργομένων δὲ τῆς χώρας ἁπάσης καὶ δεομένων βοηθεῖν.
[7] τοῦτο δ’ ἦν εὐπρέπεια, μὴ φυγὴν εἶναι μηδ’ ἀπόγνωσιν τὸν ἀπόπλουν τῶν αὐτόθι πραγμάτων, τὸ δ’ ἀληθὲς οὐ δυνάμενος κρατεῖν Σικελίας, ‹ἀλλ’› ὥσπερ νεὼς ταραχθείσης [ἀλλ’] ἔκβασιν ζητῶν, αὖθις ἔρριψεν ἑαυτὸν εἰς [8] Ἰταλίαν. λέγεται δ’ ἀπαλλαττόμενος ἤδη πρὸς τὴν νῆσον ἀπιδὼν εἰπεῖν τοῖς περὶ αὐτόν· οἵαν ἀπολείπομεν ὦ φίλοι Καρχηδονίοις καὶ Ῥωμαίοις παλαίστραν. καὶ τοῦτο μὲν ὥσπερ εἰκάσθη μετ’ οὐ πολὺν χρόνον ἐγένετο.
[24] [1] Τῶν δὲ βαρβάρων συστάντων ἐπ’ αὐτὸν ἀποπλέοντα, Καρχηδονίοις μὲν ἐν τῷ πορθμῷ ναυμαχήσας ἀπέβαλε τῶν νεῶν πολλάς, ταῖς δ’ ἄλλαις κατέφυγε πρὸς [2] τὴν Ἰταλίαν· Μαμερτῖνοι δὲ μυρίων οὐκ ἐλάττους προδιαβάντες, ἀντιτάξασθαι μὲν ἐφοβήθησαν, ἐν δὲ ταῖς δυσχωρίαις ἐπιτιθέμενοι καὶ προσπίπτοντες, ἅπαν τὸ στράτευμα συνετάραξαν. ἔπεσε δὲ δύο θηρία, καὶ συχνοὶ τῶν [3] ὀπισθοφυλακούντων ἀπέθνῃσκον. αὐτὸς οὖν ἀπὸ τοῦ στόματος παρελάσας ἠμύνετο καὶ διεκινδύνευε πρὸς ἄνδρας ἠσκημένους μάχεσθαι καὶ θυμοειδεῖς. πληγεὶς δὲ τὴν κεφαλὴν ξίφει καὶ μικρὸν ἐκ τῶν μαχομένων ἀποστάς, [4] ἔτι μᾶλλον ἐπῆρε τοὺς πολεμίους. εἷς δὲ καὶ πολὺ πρὸ τῶν ἄλλων ἐπιδραμών, ἀνὴρ τῷ τε σώματι μέγας καὶ τοῖς ὅπλοις λαμπρός, ἐχρῆτο τῇ φωνῇ θρασυτέρᾳ, καὶ [5] προελθεῖν ἐκέλευεν αὐτὸν εἰ ζῇ. παροξυνθεὶς δ’ ὁ Πύρρος ἐπέστρεψε βίᾳ [μετὰ] τῶν ὑπασπιστῶν, καὶ μετ’ ὀργῆς αἵματι πεφυρμένος καὶ δεινὸς ὀφθῆναι τὸ πρόσωπον ὠσάμενος δι’ αὐτῶν, καὶ φθάσας τὸν βάρβαρον ἔπληξε κατὰ τῆς κεφαλῆς τῷ ξίφει πληγήν, ῥώμῃ τε τῆς χειρὸς ἅμα καὶ βαφῆς ἀρετῇ τοῦ σιδήρου μέχρι τῶν κάτω διαδραμοῦσαν, ὥσθ’ ἑνὶ χρόνῳ περιπεσεῖν ἑκατέρωσε τὰ [6] μέρη τοῦ σώματος διχοτομηθέντος. τοῦτο τοὺς βαρβάρους ἐπέσχε τοῦ πρόσω χωρεῖν, ὥς τινα τῶν κρειττόνων θαυμάσαντας καὶ καταπλαγέντας τὸν Πύρρον.
[7] Ὁ δὲ τὴν ἄλλην ὁδὸν ἀδεῶς διεξελθών, ἧκεν εἰς Τάραντα δισμυρίους πεζοὺς καὶ τρισχιλίους ἱππεῖς κομίζων.
[8] ἀναλαβὼν δὲ τῶν Ταραντίνων τοὺς κρατίστους, εὐθὺς ἐπὶ Ῥωμαίους ἦγεν ἐν τῇ Σαυνίτιδι στρατοπεδεύοντας.
[25] [1] Τῶν δὲ Σαυνιτῶν τά τε πράγματα διέφθαρτο καὶ τοῦ φρονήματος ὑφεῖντο, κεκρατημένοι μάχαις πολλαῖς ὑπὸ τῶν Ῥωμαίων. ἐνῆν δέ τι καὶ πρὸς τὸν Πύρρον ὀργῆς διὰ τὸν εἰς Σικελίαν πλοῦν· ὅθεν οὐ πολλοὶ τούτων [2] αὐτῷ συνῆλθον. πάντας δὲ νείμας δίχα, τοὺς μὲν εἰς τὴν Λευκανίαν ἔπεμψεν, ἀντιληψομένους τοῦ ἑτέρου τῶν ὑπάτων ὡς μὴ βοηθοίη, τοὺς δ’ ἦγεν αὐτὸς ἐπὶ Μάνιον Κούριον, ‹περὶ› πόλιν Βενεουεντὸν ἱδρυμένον ἐν ἀσφαλεῖ [3] καὶ περιμένοντα τὴν ἐκ τῆς Λευκανίας βοήθειαν· ἔστι δ’ ὅτε καὶ μάντεων αὐτὸν οἰωνοῖς καὶ ἱεροῖς ἀποτρεπόντων [4] ἡσύχαζε. σπεύδων οὖν ὁ Πύρρος ἐπιθέσθαι τούτοις πρὶν ἐκείνους ἐπελθεῖν, ἄνδρας τε τοὺς κρατίστους καὶ τῶν θηρίων τὰ μαχιμώτατα λαβὼν νυκτὸς ὥρμησεν ἐπὶ τὸ [5] στρατόπεδον. περιιόντι δ’ αὐτῷ μακρὰν καὶ δασεῖαν ὕλαις ὁδὸν οὐκ ἀντέσχε τὰ φῶτα, καὶ πλάναι τοῖς στρατιώταις συνέτυχον· καὶ περὶ ταῦτα γινομένης διατριβῆς, ἥ τε νὺξ ἐπέλιπε καὶ καταφανὴς ἦν ἅμ’ ἡμέρᾳ τοῖς πολεμίοις ἐπερχόμενος ἀπὸ τῶν ἄκρων, ὥστε θόρυβον [6] πολὺν καὶ κίνησιν παρασχεῖν. οὐ μὴν ἀλλὰ τῶν ἱερῶν τῷ Μανίῳ γενομένων, καὶ τοῦ καιροῦ βοηθεῖν ἀναγκάζοντος, ἐξελθὼν ἐνέβαλε τοῖς πρώτοις καὶ τρεψάμενος ἐφόβησε πάντας, ὥστε καὶ πεσεῖν οὐκ ὀλίγους καὶ τῶν ἐλεφάντων [7] τινὰς ἁλῶναι καταλειφθέντας. αὕτη τὸν Μάνιον ἡ νίκη κατήγαγε μαχόμενον εἰς τὸ πεδίον· καὶ συμβαλὼν ἐκ προδήλου, τὸ μὲν ἐτρέψατο τῶν πολεμίων, ἔστι δ’ ᾗ βιασθεὶς ὑπὸ τῶν θηρίων καὶ συσταλεὶς πρὸς τὸ στρατόπεδον, τοὺς φύλακας ἐκάλει συχνοὺς ἐφεστῶτας τῷ [8] χάρακι μετὰ τῶν ὅπλων καὶ ἀκμῆτας. οἱ δ’ ἐπιφανέντες ἐκ τόπων ὀχυρῶν καὶ τὰ θηρία βάλλοντες ἠνάγκασαν ἀποστρέφεσθαι καὶ φυγῇ χωροῦντα διὰ τῶν συμμάχων ὀπίσω ταραχὴν ἀπεργάσασθαι καὶ σύγχυσιν, ἣ τὸ νίκημα παρέδωκε τοῖς Ῥωμαίοις, ἅμα δὲ καὶ τὸ κράτος τῆς [9] ἡγεμονίας. καὶ γὰρ φρόνημα καὶ δύναμιν καὶ δόξαν ὡς ἄμαχοι προσλαβόντες ἐκ τῆς ἀρετῆς ἐκείνης καὶ τῶν ἀγώνων, Ἰταλίαν μὲν εὐθύς, ὀλίγῳ δ’ ὕστερον Σικελίαν κατέσχον.
[26] [1] Οὕτω μὲν οὖν ἐξέπεσε τῶν Ἰταλικῶν καὶ Σικελικῶν ὁ Πύρρος ἐλπίδων, ἑξαετῆ χρόνον ἀναλώσας περὶ τοὺς ἐκεῖ πολέμους καὶ τοῖς ‹μὲν› πράγμασιν ἐλαττωθείς, τὸ δ’ ἀνδρεῖον ἀνίκητον ἐν ταῖς ἥτταις διαφυλάξας, καὶ νομισθεὶς ἐμπειρίᾳ μὲν πολεμικῇ καὶ χειρὶ καὶ τόλμῃ πολὺ πρῶτος εἶναι τῶν καθ’ αὑτὸν βασιλέων, ἃ δὲ ταῖς πράξεσιν ἐκτᾶτο, ταῖς ἐλπίσιν ἀπολλύναι, δι’ ἔρωτα τῶν ἀπόντων οὐδὲν εἰς ὃ δεῖ θέσθαι τῶν ὑπαρχόντων φθάσας.
[2] ὅθεν ἀπείκαζεν αὐτὸν ὁ Ἀντίγονος κυβευτῇ πολλὰ βάλλοντι καὶ καλά, χρῆσθαι δ’ οὐκ ἐπισταμένῳ τοῖς πεσοῦσι.
[3] Κομίσας δ’ εἰς Ἤπειρον ὀκτακισχιλίους πεζοὺς καὶ πεντακοσίους ἱππεῖς, χρήματα δ’ οὐκ ἔχων, ἐζήτει πόλεμον [4] ᾧ θρέψει τὸ στράτευμα. καί τινων Γαλατῶν αὐτῷ προσγενομένων, ἐνέβαλεν εἰς Μακεδονίαν, Ἀντιγόνου τοῦ Δημητρίου βασιλεύοντος, ὡς ἁρπαγῇ καὶ λεηλασίᾳ [5] χρησόμενος. ἐπεὶ δὲ καὶ πόλεις ἐλάμβανε συχνὰς καὶ στρατιῶται δισχίλιοι μετέστησαν ὡς αὐτόν, ἐλπίσας τι πλέον ὥρμησεν ἐπὶ τὸν Ἀντίγονον, καὶ περὶ τὰ Στενὰ [6] προσπεσὼν συνετάραξε τὴν στρατιὰν ἅπασαν. οἱ δ’ ἐπὶ τῆς οὐραγίας τοῦ Ἀντιγόνου τεταγμένοι Γαλάται, συχνοὶ τὸ πλῆθος ὄντες, ὑπέστησαν εὐρώστως, καὶ καρτερᾶς μάχης γενομένης, τούτων μὲν οἱ πλεῖστοι κατεκόπησαν, οἱ δὲ τῶν ἐλεφάντων ἡγεμόνες ἐγκαταλαμβανόμενοι [7] παρέδωκαν ἑαυτοὺς καὶ τὰ θηρία πάντα. προσλαβὼν δ’ ὁ Πύρρος τηλικαῦτα, καὶ τῇ τύχῃ μᾶλλον ἢ τοῖς λογισμοῖς χρώμενος, ἐπῆγε τῇ φάλαγγι τῶν Μακεδόνων, ἀναπεπλησμένῃ [8] ταραχῆς καὶ φόβου διὰ τὴν ἧτταν. ὅθεν ἐμβολῆς μὲν ἔσχοντο καὶ μάχης πρὸς αὐτόν· ‹ὁ› δὲ τὴν δεξιὰν προτείνων καὶ στρατηγοὺς καὶ ταξιάρχους ἀνακαλούμενος, ἅπαντας ὁμαλῶς ἀπέστησε τοὺς πεζοὺς τοῦ Ἀντιγόνου.
[9] κἀκεῖνος μὲν ὑποφεύγων ὅμως τῶν παραλίων τινὰς πόλεων κατέσχεν, ὁ δὲ Πύρρος ‹ἐν› εὐτυχήμασι τοσούτοις μέγιστον αὑτῷ πρὸς δόξαν οἰόμενος διαπεπρᾶχθαι τὸ περὶ τοὺς Γαλάτας, τὰ κάλλιστα καὶ λαμπρότατα τῶν λαφύρων ἀνέθηκεν εἰς τὸ ἱερὸν τῆς Ἰτωνίδος Ἀθηνᾶς, τόδε τὸ ἐλεγεῖον ἐπιγράψας (96 Preger)·
[10] Τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ
Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν,
πάντα τὸν Ἀντιγόνου καθελὼν στρατόν· οὐ μέγα θαῦμα·
αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.
[11] μετὰ δὲ τὴν μάχην εὐθὺς ἀνελάμβανε τὰς πόλεις. τῶν δ’ Αἰγαίων κρατήσας, τά τ’ ἄλλα χαλεπῶς ἐχρήσατο τοῖς ἀνθρώποις, καὶ φρουρὰν Γαλατικὴν ἐν τῇ πόλει κατέλιπε [12] τῶν μετ’ αὐτοῦ στρατευομένων. οἱ δὲ Γαλάται, γένος ἀπληστότατον χρημάτων ὄντες, ἐπέθεντο τῶν βασιλέων αὐτόθι κεκηδευμένων τοὺς τάφους ὀρύττειν, καὶ τὰ μὲν χρήματα διήρπασαν, τὰ δ’ ὀστᾶ πρὸς ὕβριν διέρριψαν.
[13] τοῦτο κούφως ἔδοξε καὶ ὀλιγώρως ἐνεγκεῖν ὁ Πύρρος, ἢ δι’ ἀσχολίας τινὰς ὑπερθέμενος, ἢ παρεὶς ὅλως διὰ φόβον τὸ κολάσαι τοὺς βαρβάρους· ὅθεν ἤκουσε κακῶς ὑπὸ τῶν Μακεδόνων.
[14] Οὔπω δὲ τῶν πραγμάτων αὐτῷ βεβαιότητα καὶ σύστασιν ἐχόντων μόνιμον, ᾐωρεῖτο τῇ γνώμῃ πάλιν πρὸς [15] ἑτέρας ἐλπίδας. καὶ τὸν μὲν Ἀντίγονον ἐφυβρίζων ἀναίσχυντον ἐκάλει, μὴ λαμβάνοντα θοἱμάτιον, ἀλλ’ ἔτι τὴν πορφύραν φοροῦντα, Κλεωνύμου δὲ τοῦ Σπαρτιάτου παραγενομένου καὶ καλοῦντος αὐτὸν ἐπὶ τὴν Λακεδαίμονα, [16] προθύμως ὑπήκουσεν. ὁ δὲ Κλεώνυμος ἦν μὲν γένους βασιλικοῦ, δοκῶν δὲ βίαιος εἶναι καὶ μοναρχικός, οὔτ’ εὔνοιαν οὔτε πίστιν εἶχεν, ἀλλ’ Ἄρευς ἐβασίλευε.
[17] καὶ τοῦτο μὲν [ἓν] ἦν κοινὸν ἔγκλημα καὶ πρεσβύτερον αὐτῷ πρὸς τοὺς πολίτας· γυναῖκα δὲ καλὴν καὶ γένους βασιλικοῦ Χιλωνίδα τὴν Λεωτυχίδου πρεσβύτερος ὢν [18] ἔγημεν ὁ Κλεώνυμος. ἡ δ’ Ἀκροτάτῳ τῷ Ἄρεως ἐπιμανεῖσα, μειρακίῳ καθ’ ὥραν ἀκμάζοντι, λυπηρὸν ἐρῶντι τῷ Κλεωνύμῳ καὶ ἄδοξον ὁμοῦ παρεῖχε τὸν γάμον· οὐδένα γὰρ ἐλάνθανε Σπαρτιατῶν καταφρονούμενος ὑπὸ τῆς [19] γυναικός. οὕτω δὲ τῶν κατ’ οἶκον ἀνιαρῶν τοῖς πολιτικοῖς προσγενομένων, ὑπ’ ὀργῆς καὶ βαρυθυμίας ἐπῆγε τῇ Σπάρτῃ τὸν Πύρρον, ἔχοντα δισμυρίους καὶ πεντακισχιλίους πεζούς, δισχιλίους δ’ ἱππεῖς, ἐλέφαντας δ’ [20] εἰκοσιτέσσαρας· ὥστε τῷ μεγέθει τῆς παρασκευῆς εὐθὺς εἶναι κατάδηλον οὐ Κλεωνύμῳ τὴν Σπάρτην, ἀλλὰ τὴν Πελοπόννησον ἑαυτῷ κτώμενον, ἐπεὶ τῷ γε λόγῳ καὶ πρὸς αὐτοὺς ἔξαρνος ἦν τοὺς Λακεδαιμονίους, πρεσβεύσαντας [21] εἰς Μεγάλην πόλιν. ἔφη γὰρ ἐλευθερώσων τὰς ὑπ’ Ἀντιγόνῳ πόλεις ἀφῖχθαι, καὶ νὴ Δία τοὺς νεωτέρους παῖδας εἰς Σπάρτην, εἰ μή τι κωλύει, πέμψων ἐντραφησομένους τοῖς Λακωνικοῖς ἔθεσιν, ὡς τούτῳ πλέον ἔχοιεν [22] ἤδη τῶν πάντων βασιλέων. ταῦτα πλαττόμενος καὶ παράγων τοὺς ἐντυγχάνοντας αὐτῷ καθ’ ὁδόν, ὡς πρῶτον ἥψατο τῆς Λακωνικῆς, ἁρπαγὴν ἐποιεῖτο καὶ λεηλασίαν.
[23] ἐγκαλούντων δὲ τῶν πρέσβεων, ὅτι μὴ καταγγείλας πόλεμον ἐξενήνοχε πρὸς αὐτούς, ἀλλ’ οὐδ’ ὑμᾶς ἔφη τοὺς Σπαρτιάτας ἴσμεν ὅ τι ἂν μέλλητε ποιεῖν ἑτέροις [24] προλέγοντας. εἷς δὲ τῶν παρόντων, ὄνομα Μανδρικλείδας, εἶπε τῇ φωνῇ λακωνίζων· αἰ μὲν ἐσσὶ τύ γε θεός, οὐδὲν μὴ πάθωμεν· οὐ γὰρ ἀδικεῦμεν· αἰ δ’ ἄνθρωπος, ἔσσεται καὶ τεῦ κάρρων ἄλλος.
[27] [1] Ἐκ τούτου κατέβαινεν ἐπὶ τὴν Λακεδαίμονα, καὶ τοῦ Κλεωνύμου κελεύοντος ἐξ ἐφόδου προσβαλεῖν, φοβηθεὶς ὁ Πύρρος, ὡς λέγεται, μὴ διαρπάσωσιν οἱ στρατιῶται τὴν πόλιν ἐν νυκτὶ προσπεσόντες, ἐπέσχεν, εἰπὼν [2] ὅτι ταὐτὸ ποιήσουσι μεθ’ ἡμέραν. αὐτοί τε γὰρ ἦσαν ὀλίγοι καὶ ἀπαράσκευοι διὰ τὸ αἰφνίδιον, ὅ τ’ Ἄρευς οὐκ ἐτύγχανε παρών, ἀλλ’ ἐν Κρήτῃ Γορτυνίοις πολεμουμένοις [3] βοηθῶν. καὶ τοῦτο δὴ μάλιστα τὴν πόλιν ἔσωσε, δι’ ἐρημίαν καὶ ἀσθένειαν καταφρονηθεῖσαν. ὁ μὲν γὰρ Πύρρος οὐδένα μαχεῖσθαι νομίζων κατηυλίσατο, τοῦ δὲ Κλεωνύμου τὴν οἰκίαν οἵ τε φίλοι καὶ εἵλωτες οὕτως ἐκόσμησαν καὶ παρεσκεύασαν, ὡς δειπνήσοντος τοῦ Πύρρου [4] παρ’ αὐτῷ. γενομένης δὲ νυκτός, οἱ Λακεδαιμόνιοι πρῶτον μὲν ἐβουλεύσαντο τὰς γυναῖκας εἰς Κρήτην ἀποστέλλειν· αἱ δ’ ἀντέστησαν, Ἀρχιδαμία δὲ καὶ ξίφος ἔχουσα πρὸς τὴν γερουσίαν ἦλθεν, ἐγκαλοῦσα τοῖς ἀνδράσιν ὑπὲρ τῶν γυναικῶν, εἰ ζῆν αὐτὰς ἀξιοῦσι τῆς Σπάρτης [5] ἀπολομένης. ἔπειτα τῷ στρατοπέδῳ τῶν πολεμίων παράλληλον ἔγνωσαν ἐμβαλόντες τάφρον ἔνθεν καὶ ἔνθεν αὐτῆς στῆσαι τὰς ἁμάξας, μέχρι τοῦ μέσου τῶν τροχῶν καταχώσαντες, ὅπως ἕδραν ἔχουσαι δυσεκβίαστον ἐμποδὼν [6] ὦσι τοῖς θηρίοις. ἀρχομένοις δὲ ταῦτα πράττειν ἧκον αὐτοῖς τῶν παρθένων καὶ γυναικῶν αἱ μὲν ‹ἐν› ἱματίοις καταζωσάμεναι τοὺς χιτωνίσκους, αἱ δὲ μονοχίτωνες, [7] συνεργασόμεναι τοῖς πρεσβυτέροις. τοὺς δὲ μάχεσθαι μέλλοντας ἐκέλευον ἡσυχάζειν, καὶ λαβοῦσαι μέτρον αὐταὶ καθ’ αὑτὰς ἐξειργάσαντο τῆς τάφρου τὸ τρίτον [8] μέρος. ἦν δὲ τὸ μὲν πλάτος αὐτῆς πήχεων ἕξ, τὸ δὲ βάθος τεσσάρων, τὸ δὲ μῆκος ὀκτάπλεθρον, ὡς ἱστορεῖ Φύλαρχος (FGrH 81 F 48), ὡς δ’ Ἱερώνυμος (FGrH 154 [9] F 14) ἔλαττον. ἅμα δ’ ἡμέρᾳ κινουμένων τῶν πολεμίων, τὰ ὅπλα τοῖς νέοις ὀρέγουσαι καὶ παραδιδοῦσαι τὴν τάφρον, ἀμύνειν καὶ φυλάττειν ἐκέλευον, ὡς ἡδὺ μὲν νικᾶν ἐν ὀφθαλμοῖς τῆς πατρίδος, εὐκλεὲς δὲ θνῄσκειν ἐν χερσὶ μητέρων καὶ γυναικῶν, ἀξίως τῆς Σπάρτης πεσόντας.
[10] ἡ δὲ Χιλωνὶς ἐκποδὼν οὖσα καθ’ ἑαυτὴν βρόχον εἶχεν ἐνημμένον, ὅπως ἐπὶ τῷ Κλεωνύμῳ μὴ γένοιτο τῆς πόλεως ἁλούσης.
[28] [1] Αὐτὸς μὲν οὖν ὁ Πύρρος ἐβιάζετο κατὰ στόμα τοῖς ὁπλίταις πρὸς ἀσπίδας πολλὰς τῶν Σπαρτιατῶν ἀντιπαρατεταγμένας καὶ τάφρον οὐ περατὴν οὐδὲ βάσιν ἀσφαλῆ τοῖς μαχομένοις παρέχουσαν ὑπὸ χαυνότητος.
[2] ὁ δὲ παῖς Πτολεμαῖος ἔχων δισχιλίους Γαλάτας καὶ Χαόνων λογάδας ἐξελίξας τὴν τάφρον, ἐπειρᾶτο κατὰ τὰς [3] ἁμάξας ὑπερβαίνειν. αἱ δ’ ὑπὸ βάθους καὶ πυκνότητος οὐ μόνον τούτοις τὴν ἔφοδον, ἀλλὰ καὶ τοῖς Λακεδαιμονίοις [4] δύσεργον ἐποίουν τὴν βοήθειαν. ἀνασπώντων δὲ τῶν Γαλατῶν τοὺς τροχοὺς καὶ ὑποσυρόντων τὰς ἁμάξας εἰς τὸν ποταμόν, κατιδὼν τὸν κίνδυνον ὁ νεανίας Ἀκρότατος καὶ τὴν [τε] πόλιν διαδραμὼν μετὰ τριακοσίων, περιῆλθε τὸν Πτολεμαῖον, οὐ συνορώμενος ὑπ’ αὐτοῦ διά τινας συγκλινίας, ἕως προσέβαλε τοῖς ἐσχάτοις καὶ μεταβαλόντας ἠνάγκασε μάχεσθαι πρὸς ἑαυτόν, ὠθουμένους ὑπ’ ἀλλήλων εἴς τε τὴν τάφρον καὶ περὶ ταῖς ἁμάξαις πίπτοντας, ἄχρι οὗ φόνῳ πολλῷ μόλις ἀνεκόπησαν.
[5] ἐθεῶντο δ’ οἵ τε πρεσβύτεροι καὶ τῶν γυναικῶν τὸ πλῆθος ἀριστεύοντα τὸν Ἀκρότατον. ἐπεὶ δ’ ἀπῄει πάλιν διὰ τῆς πόλεως ἐπὶ τὴν αὑτοῦ τάξιν, αἵματος κατάπλεως καὶ γαῦρος ὑπὸ τῆς νίκης ἐπηρμένος, καὶ μείζων ἔδοξε γεγονέναι καὶ καλλίων ταῖς Λακαίναις, καὶ τὴν Χιλωνίδα [6] τοῦ ἔρωτος ἐζήλουν. τῶν δὲ πρεσβυτέρων τινὲς ἐπηκολούθουν βοῶντες· οἶχε Ἀκρότατε καὶ οἶφε τὰν Χιλωνίδα· [7] μόνον παῖδας ἀγαθοὺς τᾷ Σπάρτᾳ ποίει. κατὰ δὲ τὸν Πύρρον αὐτὸν ἰσχυρᾶς μάχης συνεστώσης, ἄλλοι τε λαμπρῶς ἠγωνίζοντο, καὶ Φύλλιος ἐπὶ πλεῖστον ἀντισχὼν καὶ πλείστους ἀποκτείνας τῶν βιαζομένων, ὡς ᾔσθετο τραυμάτων πλήθει παραλυόμενον ἑαυτόν, ἐκστάς τινι τῶν ἐπιτεταγμένων τῆς χώρας ἔπεσεν ἐντὸς τῶν ὅπλων, ὥστε μὴ γενέσθαι τὸν νεκρὸν ὑπὸ τοῖς πολεμίοις.
[29] [1] Νυκτὸς δ’ ἡ μάχη διεκρίθη, καὶ κοιμώμενος ὁ Πύρρος ὄψιν εἶδε τοιαύτην. ἐδόκει βάλλεσθαι κεραυνοῖς ὑπ’ ἀετοῦ τὴν Λακεδαίμονα καὶ φλέγεσθαι πᾶσαν, αὐτὸς [2] δὲ χαίρειν. ὑπὸ δὲ τῆς χαρᾶς ἐξεγρόμενος, τούς θ’ ἡγεμόνας ἐκέλευεν ἐν παρασκευῇ τὸν στρατὸν ἔχειν, καὶ τοῖς φίλοις διηγεῖτο τὸν ὄνειρον, ὡς ληψόμενος κατὰ [3] κράτος τὴν πόλιν. οἱ μὲν οὖν ἄλλοι θαυμασίως ἐπείθοντο, Λυσιμάχῳ δ’ οὐκ ἤρεσκεν ἡ ὄψις, ἀλλ’ ἔφη δεδιέναι μή, καθάπερ τὰ βαλλόμενα τοῖς κεραυνοῖς ἀνέμβατα μένει χωρία, καὶ τῷ Πύρρῳ προσημαίνῃ τὸ θεῖον ἀνείσοδον [4] ἔσεσθαι τὴν πόλιν. ὁ δὲ Πύρρος εἰπὼν ὅτι ταῦτα μέν ἐστι πυλαϊκῆς ὀχλαγωγίας καὶ ἀσοφίαν ἔχοντα πολλήν, ἐκεῖνο δὲ δεῖ τὰ ὅπλα διὰ χειρῶν ἔχοντας ὑποβάλλειν ἑαυτοῖς (Il. 12, 243)
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ Πύρρου,
[5] ἐξανέστη καὶ προσῆγεν ἅμ’ ἡμέρᾳ τὸν στρατόν. ἠμύνοντο δὲ προθυμίᾳ καὶ ἀρετῇ παρὰ δύναμιν οἱ Λακεδαιμόνιοι· καὶ παρῆσαν αἱ γυναῖκες, ὀρέγουσαι βέλη καὶ σιτία καὶ ποτὸν τοῖς δεομένοις προσφέρουσαι καὶ ἀναλαμβάνουσαι [6] τοὺς τιτρωσκομένους. τὴν δὲ τάφρον οἱ Μακεδόνες χοῦν ἐπειρῶντο, πολλὴν συμφοροῦντες ὕλην, ὑφ’ ἧς ὅπλα καὶ σώματα νεκρῶν ἐπιχεομένης ἀπεκρύπτετο.
[7] καὶ πρὸς τοῦτο τῶν Λακεδαιμονίων βοηθούντων, ὤφθη παρὰ τὴν τάφρον καὶ τὰς ἁμάξας ὁ Πύρρος ἵππῳ βιαζόμενος [8] εἰς τὴν πόλιν. κραυγῆς δὲ τῶν κατὰ τοῦτο τεταγμένων γενομένης καὶ δρόμου καὶ ἀλαλαγμοῦ τῶν γυναικῶν, ἤδη διεξελαύνοντι τῷ Πύρρῳ καὶ προσκειμένῳ τοῖς κατὰ πρόσωπον ἐξήλατο Κρητικῷ βέλει πληγεὶς ὁ ἵππος ὑπὸ τὴν γαστέρα καὶ κατέβαλε δυσθανατῶν τὸν Πύρρον [9] εἰς τόπους ὀλισθηροὺς καὶ κατάντεις. θορυβουμένων δὲ περὶ τοῦτον τῶν ἑταίρων, ἐπέδραμον οἱ Σπαρτιᾶται, καὶ [10] χρώμενοι τοῖς βέλεσιν ἐξέωσαν ἅπαντας. ἐκ δὲ τούτου καὶ τὴν ἄλλην μάχην ἔπαυεν, οἰόμενος ἐνδώσειν τι τοὺς Λακεδαιμονίους, σχεδὸν ἁπάντων κατατετρωμένων αὐτοῖς, [11] πεπτωκότων δὲ πολλῶν. ἡ δ’ ἀγαθὴ τύχη τῆς πόλεως, εἴτε πεῖραν ἀρετῆς λαμβάνουσα τῶν ἀνδρῶν, εἴθ’ ἑαυτῆς ὅσην ἐν ἀπόροις ἔχει δύναμιν ἀπόδειξιν διδοῦσα, μοχθηρὰς ἤδη τῶν Λακεδαιμονίων ἐχόντων τὰς ἐλπίδας, Ἀμεινίαν τε Φωκέα τῶν Ἀντιγόνου στρατηγῶν ἐκ Κορίνθου βοηθήσαντα παρεισήγαγε μετὰ ξένων, καὶ τοῦτον ἄρτι δεδεγμένων, ὁ βασιλεὺς αὐτοῖς Ἄρευς ἧκεν ἐκ Κρήτης, δισχιλίους [12] στρατιώτας κομίζων. αἵ τε δὴ γυναῖκες εὐθὺς ἐπὶ τὰς οἰκίας ἐσκεδάσθησαν, οὐδὲν ἔτι πολυπραγμονεῖν ἀξιοῦσαι τῶν πολεμικῶν, καὶ τοὺς παρ’ ἡλικίαν ἐν τοῖς ὅπλοις ὑπ’ ἀνάγκης γενομένους ἀφέντες, αὑτοὺς ἐπὶ τὴν μάχην ἔταξαν.
[30] [1] Τὸν δὲ Πύρρον ἔσχε μέν τις ἀλκὴ καὶ φιλοτιμία μᾶλλον διὰ τοὺς προσγεγονότας κρατῆσαι τῆς πόλεως· ὡς δ’ οὐδὲν ἐπέραινε, πληγὰς λαβὼν ἀπέστη καὶ τὴν χώραν ἐπόρθει, διανοούμενος αὐτόθι χειμάσαι.
[2] Τὸ δὲ χρεὼν ἦν ἄφυκτον. ἐν γὰρ Ἄργει στάσις ἦν Ἀριστέου πρὸς Ἀρίστιππον. ἐπεὶ δ’ ὁ Ἀρίστιππος ἐδόκει χρῆσθαι φίλῳ τῷ Ἀντιγόνῳ, φθάσας ὁ Ἀριστέας ἐκάλει [3] τὸν Πύρρον εἰς τὸ Ἄργος. ὁ δ’ ἐλπίδας ἐξ ἐλπίδων ἀεὶ κυλίνδων, καὶ ταῖς μὲν εὐτυχίαις ἐπ’ ἄλλας χρώμενος ἀφορμαῖς, ἃ δ’ ἔπταιεν ἑτέροις βουλόμενος ἀναπληροῦν πράγμασιν, οὔθ’ ἧτταν οὔτε νίκην ὅρον ἐποιεῖτο τοῦ [4] ταράττεσθαι καὶ ταράττειν. εὐθὺς οὖν ἀνεζεύγνυεν ἐπὶ τὸ Ἄργος. ὁ δ’ Ἄρευς ἐνέδρας τε πολλὰς ὑφεὶς καὶ καταλαβὼν τὰ χαλεπώτατα τῆς ὁδοῦ, περιέκοπτε τοὺς Γαλάτας [5] καὶ τοὺς Μολοσσοὺς ὀπισθοφυλακοῦντας. τῷ δὲ Πύρρῳ προείρητο μὲν ἐκ τῶν ἱερῶν ἀλόβων γενομένων ὑπὸ τοῦ μάντεως ἀποβολή τινος τῶν ἀναγκαίων, παρὰ δὲ τὸν καιρὸν τότε τῷ θορύβῳ καὶ τῷ κινήματι τὸν λογισμὸν ἐκκρουσθείς, ἐκέλευσε τὸν υἱὸν Πτολεμαῖον λαβόντα τοὺς ἑταίρους παραβοηθεῖν, αὐτὸς δὲ θᾶττον ἐκ τῶν [6] στενῶν ἐφελκόμενος τὴν στρατιὰν ὑπῆγεν. ὀξείας δὲ περὶ τὸν Πτολεμαῖον μάχης γενομένης, καὶ τῶν ἐπιλέκτων Λακεδαιμονίων, ὧν Εὔαλκος ἡγεῖτο, τοῖς μαχομένοις πρὸ αὐτοῦ συμπλεκομένων, ἀνὴρ πλήκτης καὶ δραμεῖν ὀξύς, Ὄροισσος ὄνομα, Κρὴς Ἀπτεραῖος, ἐκ πλαγίου παραδραμὼν ἀγωνιζόμενον ἐκθύμως τὸν νεανίσκον ἐπάταξε [7] καὶ κατέβαλε. πεσόντος δ’ ἐκείνου καὶ τροπῆς γενομένης τῶν περὶ αὐτόν, οἱ Λακεδαιμόνιοι διώκοντες καὶ κρατοῦντες ἔλαθον εἰς τὸ πεδίον συνεμβαλόντες καὶ ἀποληφθέντες ὑπὸ τῶν ὁπλιτῶν· ἐφ’ οὓς ὁ Πύρρος, ἄρτι τὸν θάνατον τοῦ παιδὸς ἀκηκοὼς καὶ περιπαθῶν, ἐπέστρεψε [8] τοὺς ἱππεῖς τῶν Μολοσσῶν. καὶ πρῶτος εἰσελάσας ἐνεπίμπλατο φόνου τῶν Λακεδαιμονίων, ἀεὶ μέν τις ἄμαχος καὶ δεινὸς ἐν τοῖς ὅπλοις φαινόμενος, τότε δ’ [9] ὑπερβάλλων τόλμῃ καὶ βίᾳ τοὺς προτέρους ἀγῶνας. ἐπεὶ δ’ ἐπέβαλε τῷ Εὐάλκῳ τὸν ἵππον, ὁ μὲν ἐκ πλαγίου παραστὰς μικρὸν ἐδέησε τῷ ξίφει τὴν ἐπὶ τῆς ἡνίας χεῖρα διακόψαι τοῦ Πύρρου, τὴν δ’ ἡνίαν πατάξας ἀπέκοψεν. [10] ὁ δὲ Πύρρος ἅμα τῇ πληγῇ τοῦ δόρατος διελάσας ἐκεῖνον, ἀπερρύη τοῦ ἵππου, καὶ πεζὸς ἤδη πάντας ἐπὶ τῷ [11] Εὐάλκῳ μαχομένους ἀπέκτεινε τοὺς λογάδας. καὶ μέγα τοῦτο τῇ Σπάρτῃ παρανάλωμα τοῦ πολέμου πέρας ἔχοντος ἐποίησεν ἡ φιλοτιμία τῶν ἀρχόντων.
[31] [1] Ὁ δὲ Πύρρος ὥσπερ ἐναγισμόν τινα τῷ παιδὶ τελέσας καὶ λαμπρὸν ἐπιτάφιον ἀγωνισάμενος, καὶ πολὺ τῆς λύπης ἐν τῷ πρὸς τοὺς πολεμίους ἀφεὶς θυμῷ, προῆγεν [2] ἐπὶ τὸ Ἄργος. καὶ τὸν Ἀντίγονον ἤδη πυνθανόμενος ἐπὶ τῶν ἄκρων ὑπὲρ τοῦ πεδίου καθῆσθαι, περὶ τὴν [3] Ναυπλίαν ἐστρατοπέδευσε. τῇ δ’ ὑστεραίᾳ κήρυκα πρὸς τὸν Ἀντίγονον ἔπεμψε, λυμεῶνά τε καλῶν καὶ προκαλούμενος εἰς τὸ πεδίον καταβάντα διαγωνίσασθαι περὶ τῆς [4] βασιλείας. ὁ δ’ ἀπεκρίνατο τὴν μὲν αὑτοῦ στρατηγίαν οὐχ ὅπλων μᾶλλον ἢ καιρῶν εἶναι, τῷ δὲ Πύρρῳ πολλὰς [5] ὁδοὺς ἀνεῳγέναι πρὸς θάνατον, εἰ ζῆν μὴ σχολάζει. πρὸς δ’ ἀμφοτέρους πρέσβεις ἧκον ἐξ Ἄργους, ἀπαλλάττεσθαι δεόμενοι καὶ τὴν πόλιν ἐᾶν μηδετέρου γενομένην, εὔνουν [6] δ’ οὖσαν ἀμφοτέροις. ὁ μὲν οὖν Ἀντίγονος ἐπείθετο καὶ τὸν υἱὸν ἐδίδου τοῖς Ἀργείοις ὅμηρον, ὁ δὲ Πύρρος ὡμολόγει μὲν ἀπαλλαγήσεσθαι, μὴ παρέχων δὲ πίστιν ὑποπτότερος ἦν.
[7] Γίνεται δὲ σημεῖον αὐτῷ τε τῷ Πύρρῳ μέγα· τῶν γὰρ βοῶν τεθυμένων αἱ κεφαλαὶ κείμεναι χωρὶς ἤδη τάς τε γλώττας ὤφθησαν προβάλλουσαι καὶ περιλιχμώμεναι τὸν ἑαυτῶν φόνον· ἔν τε τῇ πόλει τῶν Ἀργείων ἡ τοῦ Λυκείου προφῆτις Ἀπόλλωνος ἐξέδραμε, βοῶσα νεκρῶν ὁρᾶν καὶ φόνου κατάπλεω τὴν πόλιν, τὸν δ’ ἀετὸν ἐπὶ τὸν ἀγῶνα χωροῦντα, εἶτα φροῦδον εἶναι.
[32] [1] Σκότους δὲ πολλοῦ προσμείξας ὁ Πύρρος τοῖς τείχεσι, καὶ πύλην εὑρών, ἣν Διαμπερὲς καλοῦσιν, ἀνεῳγμένην ὑπὸ τοῦ Ἀριστέου αὐτοῖς, ἄχρι μὲν τοῦ παρεισπεσεῖν τοὺς Γαλάτας τοὺς παρ’ αὐτοῦ καὶ τὴν ἀγορὰν [2] καταλαβεῖν ἐλάνθανε· τῆς δὲ πύλης τοὺς ἐλέφαντας οὐ δεχομένης καὶ διὰ τοῦτο τοὺς πύργους αὐτῶν ἀφαιρούντων, εἶτα πάλιν ἐν σκότει καὶ θορύβῳ περιτιθέντων, καὶ γενομένης διατριβῆς, οἱ Ἀργεῖοι συναισθόμενοι πρὸς τὴν Ἀσπίδα καὶ τοὺς ὀχυροὺς τόπους ἀνέθεον καὶ τὸν Ἀντίγονον [3] ἐκάλουν πέμποντες. ὁ δ’ αὐτὸς μὲν ἐγγὺς προσελάσας ἐφήδρευε, τοὺς δὲ στρατηγοὺς καὶ τὸν υἱὸν εἰσέπεμψε [4] συχνὴν βοήθειαν ἄγοντας. ἧκε δὲ καὶ Ἄρευς, ἔχων χιλίους Κρῆτας καὶ Σπαρτιάτας τοὺς ἐλαφροτάτους. καὶ πάντες ἅμα τοῖς Γαλάταις προσβαλόντες, εἰς πολὺν [5] θόρυβον κατέστησαν αὐτούς. ὁ δὲ Πύρρος εἰσιὼν μετ’ ἀλαλαγμοῦ καὶ βοῆς παρὰ τὴν Κυλάραβιν, ὡς οἱ Γαλάται τοῖς περὶ αὐτὸν ἀντηλάλαξαν οὐκ ἰταμὸν οὐδὲ θαρραλέον, εἴκασε ταραττομένων εἶναι τὴν φωνὴν καὶ πονούντων.
[6] ἐπῆγεν οὖν θᾶττον, ὠθῶν τοὺς πρὸ αὐτοῦ τῶν ἱππέων, δυσοδοῦντας ἐν τοῖς ὀχετοῖς, ὧν ἡ πόλις ἐστὶ μεστή, καὶ [7] κινδυνεύοντας. ἦν δὲ καὶ ἀσάφεια πολλὴ τῶν δρωμένων καὶ παραγγελλομένων ἐν νυκτομαχίᾳ, καὶ πλάναι καὶ διασπασμοὶ περὶ τοὺς στενωπούς, καὶ στρατηγίας οὐδὲν ἔργον ὑπὸ σκότους καὶ βοῆς ἀκρίτου καὶ στενότητος, ἀλλὰ [8] διέτριβον ἄλλως περιμένοντες ἀμφότεροι τὴν ἡμέραν. ἤδη δὲ διαλάμποντος, ἥ τ’ Ἀσπὶς ὅπλων περίπλεως πολεμίων ὀφθεῖσα τὸν Πύρρον διετάραξε, καὶ τῆς ἀγορᾶς ἐν πολλοῖς ἀναθήμασι κατιδὼν λύκον χαλκοῦν καὶ ταῦρον οἷον εἰς μάχην ἀλλήλοις συνιόντας ἐξεπλάγη, χρησμόν τινα πρὸς ἑαυτὸν ἀνενεγκὼν παλαιόν, ὡς ἀποθανεῖν αὐτῷ πεπρωμένον, [9] ὅταν λύκον ἴδῃ ταύρῳ μαχόμενον. ταῦτα δ’ Ἀργεῖοι πάθους ὑπομνήματα παλαιοῦ γεγενῆσθαι παρ’ αὐτοῖς λέγουσι. Δαναῷ γάρ, ὅτε πρῶτον ἐπέβη τῆς χώρας κατὰ τὰ Πυράμια τῆς Θυρεάτιδος, εἰς Ἄργος πορευομένῳ λύκον [10] φανῆναι ταύρῳ μαχόμενον· θέμενον δὲ τὸν Δαναόν, ὡς ὁ λύκος εἴη πρὸς αὐτοῦ, ξένον γὰρ ὄντα τοῖς ἐγχωρίοις ἐπιτίθεσθαι καθάπερ αὐτόν, ἐφορᾶν τὴν μάχην, καὶ τοῦ λύκου κρατήσαντος Ἀπόλλωνι Λυκείῳ προσευξάμενον ἐπιχειρῆσαι καὶ περιγενέσθαι, στάσει Γελάνορος, ὃς τότε τῶν Ἀργείων ἐβασίλευεν, ἐκπεσόντος. τὸ μὲν οὖν ἀνάθημα τοῦτον εἶχε τὸν λόγον.
[33] [1] Πρὸς δὲ τὴν ὄψιν ὁ Πύρρος ἅμα καὶ τῷ μηδὲν ὧν ἤλπιζε προχωρεῖν ἀθυμῶν, ἀναστρέφειν διενοεῖτο· τὰς δὲ πύλας στενὰς οὔσας φοβούμενος, ἔπεμψε πρὸς τὸν υἱὸν Ἕλενον, μετὰ τῆς πολλῆς δυνάμεως ἔξω καταλελειμμένον, κελεύων τοῦ τείχους διασκάπτειν καὶ δέχεσθαι [2] τοὺς ἐκπίπτοντας, ἂν ἐνοχλῶσιν οἱ πολέμιοι. σπουδῇ δὲ καὶ θορύβῳ τοῦ πεμφθέντος οὐδὲν σαφὲς ἀπαγγέλλοντος, ἀλλὰ καὶ διαμαρτίας γενομένης, τῶν θηρίων τὰ λοιπὰ καὶ στρατιώτας ἀναλαβὼν τοὺς κρατίστους ὁ νεανίσκος εἴσω [3] διὰ τῶν πυλῶν ἐχώρει τῷ πατρὶ βοηθήσων. ἔτυχε δ’ ὁ Πύρρος ἀναστρέφων ἤδη. καὶ μέχρι μὲν ἡ ἀγορὰ παρεῖχεν ὑπεξάγοντι χώραν, καὶ μαχόμενος ἐκ μεταβολῆς ἠμύνετο [4] τοὺς ἐπιφερομένους· ἐπεὶ δὲ τῆς ἀγορᾶς εἰς τὸν στενωπὸν ἐξωσθεὶς τὸν ἐπὶ τὴν πύλην ἀνήκοντα συνέπιπτε τοῖς ἐπιβοηθοῦσιν ἐξ ἐναντίας προσφερομένοις, οἱ μὲν οὐχ ὑπήκουον ὑποχωρεῖν βοῶντος αὐτοῦ, τοὺς δὲ καὶ πάνυ προθύμους ὄντας εἶργον οἱ κατόπιν ἀπὸ τῆς πύλης [5] ἐπιχεόμενοι. καὶ γὰρ ὁ μέγιστος ἐλέφας ἐν τῇ πύλῃ πλάγιος παραπεσὼν καὶ βρυχώμενος, ἐμποδὼν ἔκειτο τοῖς ἀποτρεπομένοις, καὶ τῶν προεισεληλυθότων ἕτερος, ᾧ Νίκων ὄνομα ἦν, ἀπορρυέντα τὸν ἐπιστάτην ὑπὸ τραυμάτων ζητῶν ἀναλαβεῖν, καὶ φερόμενος πρὸς τοὐναντίον τοῖς ὑπεξάγουσιν, ἀνέμειξε φίλους ὁμοῦ καὶ πολεμίους ὠθουμένους [6] ὑπ’ αὐτοῦ, καὶ περιέπιπτον ἀλλήλοις, ἕως εὑρὼν νεκρὸν ἀνείλετο τῇ προβοσκίδι καὶ τοῖς ὀδοῦσιν ἀμφοτέροις ὑπολαβὼν ἀνέστρεφε πάλιν, ὥσπερ ἐμμανὴς ἀνατρέπων [7] καὶ διαφθείρων τοὺς ἐντυγχάνοντας. οὕτω δὲ θλιβομένων καὶ συμπιλουμένων πρὸς ἀλλήλους, οὐδεὶς οὐδὲν ἑαυτῷ καθ’ ἕνα χρῆσθαι δυνατὸς ἦν, ἀλλ’ ὥσπερ ἓν σῶμα συγγεγομφωμένον ἑαυτῷ τὸ πᾶν πλῆθος ἐλάμβανε πολλὰς [8] ἀποκλίσεις καὶ μεταβολὰς ἐπ’ ἀμφότερα. καὶ μάχαι μὲν ἦσαν ὀλίγαι πρὸς τοὺς ἐναπολαμβανομένους ἀεὶ τῶν πολεμίων ἢ προσκειμένους ὄπισθεν, πλεῖστα δ’ ἑαυτοὺς [9] εἰργάζοντο κακά. σπασάμενον γὰρ τὸ ξίφος ἢ κλίναντα λόγχην οὐκ ἦν ἀναλαβεῖν οὐδὲ καταθέσθαι πάλιν, ἀλλ’ ἐχώρει δι’ ὧν ἔτυχε τὰ τοιαῦτα πάντα, καὶ περιπίπτοντες ἀλλήλοις ἔθνῃσκον.
[34] [1] Ὁ δὲ Πύρρος ἐφορῶν τὸν περιέχοντα χειμῶνα καὶ κλύδωνα, τὴν μὲν στεφάνην ᾗ διάσημον ἦν τὸ κράνος ἀφελὼν ἔδωκέ τινι τῶν ἑταίρων, αὐτὸς δὲ τῷ ἵππῳ πεποιθὼς εἰς τοὺς ἑπομένους τῶν πολεμίων ἐνέβαλε, καὶ δόρατι πληγεὶς διὰ τοῦ θώρακος οὐ καιρίαν πληγὴν οὐδὲ μεγάλην, ἐπέστρεψε κατὰ τοῦ πατάξαντος, ὃς ἦν Ἀργεῖος οὐ τῶν ἐπιφανῶν, ἀλλὰ πενιχρᾶς καὶ πρεσβυτέρας [2] υἱὸς γυναικός. αὕτη τότε θεωμένη τὴν μάχην ὥσπερ αἱ λοιπαὶ γυναῖκες ἀπὸ τοῦ τέγους, ὡς ἐπέγνω συνεστῶτα τῷ Πύρρῳ τὸν υἱόν, ἐκπαθὴς γενομένη πρὸς τὸν κίνδυνον, ἄρασα κεραμίδα ταῖς χερσὶν ἀμφοτέραις ἀφῆκεν ἐπὶ τὸν [3] Πύρρον. ἐμπεσούσης δὲ τῇ κεφαλῇ κατὰ τοῦ κράνους, καὶ τῶν σφονδύλων πρὸς τὴν βάσιν τοῦ τραχήλου συντριβέντων, αἵ τ’ ὄψεις συνεχύθησαν αὐτοῦ, καὶ προήκαντο [4] τὰς ἡνίας αἱ χεῖρες. αὐτὸς δὲ κατενεχθεὶς παρὰ τὸν τοῦ Λικυμνίου σηκὸν ἔπεσεν, ὑπὸ τῶν πολλῶν ἀγνοούμενος.
[5] Ζώπυρος δέ τις τῶν παρ’ Ἀντιγόνῳ στρατευομένων καὶ δύο ἢ τρεῖς ἕτεροι προσδραμόντες καὶ κατανοήσαντες, εἴς τινα θυρῶνα παρείλκυσαν αὐτόν, ἀρχόμενον ἐκ τῆς [6] πληγῆς ἀναφέρεσθαι. σπασαμένου δὲ τοῦ Ζωπύρου μάχαιραν Ἰλλυρικὴν ὡς τὴν κεφαλὴν ἀποτεμοῦντος, ἐνέβλεψε δεινόν, ὥστε τὸν Ζώπυρον περίφοβον γενόμενον καὶ τὰ μὲν τρέμοντα ταῖς χερσί, τὰ δ’ ἐπιχειροῦντα, θορύβου δὲ καὶ ταραχῆς μεστὸν ὄντα, μὴ κατ’ ὀρθόν, ἀλλὰ παρὰ τὸ στόμα καὶ τὸ γένειον ἀποτέμνοντα βραδέως καὶ μόλις ἀποσπάσαι τὴν κεφαλήν.
[7] Ἤδη δὲ σύνδηλον ἦν τὸ γεγονὸς πλείοσι, καὶ προσδραμὼν ὁ Ἀλκυονεὺς ᾔτησε τὴν κεφαλὴν ὡς κατανοήσων. λαβὼν δ’ ἀφίππευσε πρὸς τὸν πατέρα καὶ καθεζομένῳ [8] μετὰ τῶν φίλων προσέβαλε. θεασάμενος δὲ καὶ γνοὺς ὁ Ἀντίγονος, τὸν μὲν υἱὸν ἀπήλασε, τῇ βακτηρίᾳ παίων καὶ καλῶν ἐναγῆ καὶ βάρβαρον, αὐτὸς δὲ τὴν χλαμύδα προθέμενος τοῖς ὄμμασιν ἐδάκρυσεν, Ἀντιγόνου τοῦ πάππου μνησθεὶς καὶ Δημητρίου τοῦ πατρός, [9] οἰκείων παραδειγμάτων εἰς τύχης μεταβολήν. τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσεν· [10] ἐπεὶ δ’ ὁ Ἀλκυονεὺς τῷ Ἑλένῳ περιτυχών, ταπεινῷ καὶ χλαμύδιον λιτὸν ἀμπεχομένῳ, φιλανθρώπως ἐνέτυχε καὶ τῷ πατρὶ προσήγαγεν, ἰδὼν ὁ Ἀντίγονος βελτίονα μὲν εἶπεν ὦ παῖ ταῦτα τῶν προτέρων, ἀλλ’ οὐδὲ νῦν ὀρθῶς τῷ μὴ περιελεῖν τὴν ἐσθῆτα ταύτην, ἣ μᾶλλον ἡμᾶς [11] καταισχύνει τοὺς κρατεῖν δοκοῦντας. ἐκ τούτου φιλοφρονησάμενος καὶ κοσμήσας τὸν Ἕλενον ἀπέστειλεν εἰς Ἤπειρον, καὶ τοῖς φίλοις τοῦ Πύρρου πράως ἐνετύγχανε, τοῦ στρατοπέδου καὶ τῆς δυνάμεως πάσης κύριος γενόμενος.