ΠΕΡΙ ΠΟΛΥΦΙΛΙΑΣ
[93] Μένωνα τὸν Θετταλὸν οἰόμενον ἐν λόγοις ἱκανῶς γεγυμνάσθαι καὶ τοῦτο δὴ τὸ ὑπὸ τοῦ [b] Ἐμπεδοκλέους λεγόμενον
σοφίης ἐπ’ ἄκροισι θαμίζειν
ἠρώτησεν ὁ Σωκράτης τί ἀρετή ἐστιν· ἀποκριναμένου δ’ ἰταμῶς ἐκείνου καὶ προχείρως ὅτι καὶ παιδός ἐστιν ἀρετὴ καὶ πρεσβύτου καὶ ἀνδρὸς καὶ γυναικὸς καὶ ἄρχοντος καὶ ἰδιώτου καὶ δεσπότου καὶ θεράποντος, “εὖ γ’,” εἶπεν ὁ Σωκράτης, “ὅτι μίαν ἀρετὴν αἰτηθεὶς σμῆνος ἀρετῶν κεκίνηκας,” οὐ κακῶς τεκμαιρόμενος ὅτι μηδεμίαν εἰδὼς ἀρετὴν ὁ ἄνθρωπος πολλὰς ὠνόμαζεν. ἆρ’ οὖν οὐχὶ καὶ ἡμῖν ἄν τις ἐπιχλευάσειεν ὅτι μηδέπω [c] μίαν φιλίαν κεκτημένοι βεβαίως φοβούμεθα μὴ λάθωμεν εἰς πολυφιλίαν ἐμπεσόντες; σχεδὸν γὰρ οὐδὲν διαφέρομεν ἀνθρώπου κολοβοῦ καὶ τυφλοῦ, φοβουμένου μὴ Βριάρεως ὁ ἑκατόγχειρ καὶ Ἄργος ὁ πανόπτης γένηται. καίτοι τόν γε παρὰ τῷ Μενάνδρῳ νεανίσκον ὑπερφυῶς ἐπαινοῦμεν εἰπόντα θαυμαστὸν ὅσον νομίζειν
ἀγαθὸν ἕκαστον, ἂν ἔχῃ φίλου σκιάν.
Ἐναντίον δὲ μετὰ πολλῶν ἄλλων οὐχ ἥκιστα γ’ εἰς φιλίας κτῆσιν ἡμῖν ἡ τῆς πολυφιλίας ὄρεξις, ὥσπερ ἀκολάστων γυναικῶν, τῷ πολλάκις καὶ [d] πολλοῖς συμπλέκεσθαι τῶν πρώτων κρατεῖν μὴ δυναμένοις ἀμελουμένων καὶ ἀπορρεόντων· μᾶλλον δ’ ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος εἰς τὸν λειμῶνα καθίσας ἔδρεπεν
ἕτερον ἐφ’ ἑτέρῳ αἰρόμενος
ἄγρευμ’ ἀνθέων ἡδομένᾳ ψυχᾷ
τὸ νήπιον ἄπληστον ἔχων,
οὕτως ἕκαστον ἡμῶν διὰ τὸ φιλόκαινον καὶ ἁψίκορον ὁ πρόσφατος ἀεὶ καὶ ἀνθῶν ἐπάγεται, καὶ μετατίθησι πολλὰς ὁμοῦ καὶ ἀτελεῖς ἀρχὰς πράττοντας φιλίας καὶ συνηθείας, ἔρωτι τοῦ διωκομένου παρερχομένους τὸν καταλαμβανόμενον.
[e] Πρῶτον μὲν οὖν ὥσπερ ἀφ’ ἑστίας ἀρξάμενοι τῆς τοῦ βίου φήμης ἣν ὑπὲρ φίλων βεβαίων ἀπολέλοιπεν ἡμῖν, τὸν μακρὸν καὶ παλαιὸν αἰῶνα μάρτυρα ἅμα τοῦ λόγου καὶ σύμβουλον λάβωμεν, ἐν ᾧ κατὰ ζεῦγος φιλίας λέγονται Θησεὺς καὶ Πειρίθους, Ἀχιλλεὺς καὶ Πάτροκλος, Ὀρέστης καὶ Πυλάδης, Φιντίας καὶ Δάμων, Ἐπαμεινώνδας καὶ Πελοπίδας. σύννομον γὰρ ἡ φιλία ζῷον οὐκ ἀγελαῖόν ἐστιν οὐδὲ κολοιῶδες, καὶ τὸ ἄλλον αὑτὸν ἡγεῖσθαι τὸν φίλον καὶ προσαγορεύειν ἑταῖρον ὡς ἕτερον, οὐδέν ἐστιν ἢ μέτρῳ φιλίας τῇ δυάδι χρωμένων. οὔτε γὰρ δούλους οὔτε φίλους ἔστι κτήσασθαι πολλοὺς ἀπ’ ὀλίγου νομίσματος.
[f] τί οὖν νόμισμα φιλίας; εὔνοια καὶ χάρις μετ’ ἀρετῆς, ὧν οὐδὲν ἔχει σπανιώτερον ἡ φύσις. ὅθεν τὸ σφόδρα φιλεῖν καὶ φιλεῖσθαι πρὸς πολλοὺς οὐκ ἔστιν, ἀλλ’ ὥσπερ οἱ ποταμοὶ πολλὰς σχίσεις καὶ κατατομὰς λαμβάνοντες ἀσθενεῖς καὶ λεπτοὶ ῥέουσιν, οὕτω τὸ φιλεῖν ἐν ψυχῇ σφοδρὸν πεφυκὸς εἰς πολλοὺς μεριζόμενον ἐξαμαυροῦται. διὸ καὶ τῶν ζῴων τὸ φιλότεκνον τοῖς μονοτόκοις ἰσχυρότερον [94] [a] ἐμφύεται, καὶ Ὅμηρος ἀγαπητὸν υἱὸν ὀνομάζει “μοῦνον τηλύγετον,” τουτέστι τὸν τοῖς μήτ’ ἔχουσιν ἕτερον γονεῦσι μήθ’ ἕξουσι γεγενημένον.
Τὸν δὲ φίλον ἡμεῖς “μοῦνον” μὲν οὐκ ἀξιοῦμεν εἶναι, μετ’ ἄλλων δὲ “τηλύγετός” τις καὶ ὀψίγονος ἔστω, τὸν θρυλούμενον ἐκεῖνον χρόνῳ τῶν ἁλῶν συγκατεδηδοκὼς μέδιμνον, οὐχ ὥσπερ νῦν πολλοὶ φίλοι λεγόμενοι συμπιόντες ἅπαξ ἢ συσφαιρίσαντες ἢ συγκυβεύσαντες ἢ συγκαταλύσαντες, ἐκ πανδοκείου καὶ παλαίστρας καὶ ἀγορᾶς φιλίαν συλλέγουσιν.
Ἐν δὲ ταῖς τῶν πλουσίων καὶ ἡγεμονικῶν [b] οἰκίαις πολὺν ὄχλον καὶ θόρυβον ἀσπαζομένων καὶ δεξιουμένων καὶ δορυφορούντων ὁρῶντες εὐδαιμονίζουσι τοὺς πολυφίλους. καίτοι πλείονάς γε μυίας ἐν τοῖς ὀπτανίοις αὐτῶν ὁρῶσιν. ἀλλ’ οὔθ’ αὗται τῆς λιχνείας οὔτ’ ἐκεῖνοι τῆς χρείας ἐπιλιπούσης παραμένουσιν. ἐπεὶ δ’ ἡ ἀληθινὴ φιλία τρία ζητεῖ μάλιστα, τὴν ἀρετὴν ὡς καλόν, καὶ τὴν συνήθειαν ὡς ἡδύ, καὶ τὴν χρείαν ὡς ἀναγκαῖον (δεῖ γὰρ ἀποδέξασθαι κρίναντα καὶ χαίρειν συνόντα καὶ χρῆσθαι δεόμενον, ἃ πάντα πρὸς τὴν πολυφιλίαν ὑπεναντιοῦται, καὶ μάλιστά πως τὸ κυριώτατον ἡ κρίσις), σκεπτέον δὴ πρῶτον εἰ δυνατόν [c] ἐστιν ἐν βραχεῖ χρόνῳ δοκιμάσαι χορευτὰς συγχορευσομένους, ἐρέτας ὁμορροθήσοντας, οἰκέτας χρημάτων ἐπιτρόπους ἢ τέκνων παιδαγωγοὺς ἐσομένους, μήτι γε φίλους πολλοὺς εἰς ἀγῶνα πάσης τύχης συναποδυσομένους, ὧν ἕκαστος αὐτός θ’ αὑτόν
πράσσων εὖ τίθησιν εἰς μέσον,
τοῦ δυστυχοῦς τε λαγχάνων οὐκ ἄχθεται.
οὔτε ναῦς γὰρ ἐπὶ τοσούτους ἕλκεται χειμῶνας εἰς θάλατταν, οὔτε χωρίοις θριγχοὺς καὶ λιμέσι προβάλλουσιν ἕρκη καὶ χώματα τηλικούτους προσδεχόμενοι [d] κινδύνους καὶ τοσούτους, ὅσων ἐπαγγέλλεται φιλία καταφυγὴν καὶ βοήθειαν, ὀρθῶς καὶ βεβαίως ἐξετασθεῖσα· τῶν δ’ ἀνεξετάστως παραρρυέντων ὥσπερ νομισμάτων ἀδοκίμων ἐλεγχομένων
οἱ μὲν ἐστερημένοι
χαίρουσιν, οἱ δ’ ἔχοντες εὔχονται φυγεῖν.
ἔστι δὲ τοῦτο χαλεπὸν καὶ οὐ ῥᾴδιον τὸ φυγεῖν ἢ ἀποθέσθαι δυσαρεστουμένην φιλίαν. ἀλλ’ ὥσπερ σιτίον βλαβερὸν καὶ δυσχεραινόμενον οὔτε κατέχειν οἷόν τε μὴ λυποῦν καὶ διαφθεῖρον οὔτ’ ἐκβάλλειν οἷον εἰσῆλθεν ἀλλ’ εἰδεχθὲς καὶ συμπεφυρμένον καὶ ἀλλόκοτον, οὕτω φίλος πονηρὸς ἢ σύνεστι λυπῶν καὶ λυμαινόμενος, ἢ βίᾳ μετ’ [e] ἔχθρας καὶ δυσμενείας ὥσπερ χολή τις ἐξέπεσε.
Διὸ δεῖ μὴ ῥᾳδίως προσδέχεσθαι μηδὲ κολλᾶσθαι τοῖς ἐντυγχάνουσι μηδὲ φιλεῖν τοὺς διώκοντας, ἀλλὰ τοὺς ἀξίους φιλίας διώκειν. οὐ γὰρ αἱρετέον πάντως τὸ ῥᾳδίως ἁλισκόμενον. καὶ γὰρ ἀπαρίνην καὶ βάτον ἐπιλαμβανομένην ὑπερβάντες καὶ διωσάμενοι βαδίζομεν ἐπὶ τὴν ἐλαίαν καὶ τὴν ἄμπελον. οὕτως ἀεὶ μὴ τὸν εὐχερῶς περιπλεκόμενον ποιεῖσθαι συνήθη καλόν, ἀλλὰ τοῖς ἀξίοις σπουδῆς καὶ ὠφελίμοις αὐτοὺς περιπλέκεσθαι [f] δοκιμάζοντας.
Ὥσπερ οὖν ὁ Ζεῦξις αἰτιωμένων αὐτόν τινων ὅτι ζωγραφεῖ βραδέως, “ὁμολογῶ,” εἶπεν, “ἐν πολλῷ χρόνῳ γράφειν, καὶ γὰρ εἰς πολύν,” οὕτω φιλίαν δεῖ καὶ συνήθειαν σῴζειν παραλαβόντας ἐν πολλῷ κριθεῖσαν. ἆρ’ οὖν κρῖναι μὲν οὐκ ἔστι πολλοὺς φίλους ῥᾴδιον, συνεῖναι δὲ πολλοῖς ὁμοῦ ῥᾴδιον, ἢ καὶ τοῦτο ἀδύνατον; καὶ μὴν ἀπόλαυσίς ἐστιν ἡ συνήθεια τῆς φιλίας, καὶ τὸ ἥδιστον ἐν τῷ συνεῖναι καὶ συνδιημερεύειν·
οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
βουλὰς ἑζόμενοι βουλεύσομεν.
[95] [a] καὶ περὶ τοῦ Ὀδυσσέως ὁ Μενέλαος
οὐδέ κεν ἄλλο
ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε,
πρίν γ’ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψε.
τοὐναντίον οὖν ἔοικεν ἡ καλουμένη πολυφιλία ποιεῖν. ἡ μὲν γὰρ συνάγει καὶ συνίστησι καὶ συνέχει καταπυκνοῦσα ταῖς ὁμιλίαις καὶ φιλοφροσύναις
ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε
[b] κατ’ Ἐμπεδοκλέα (τοιαύτην γὰρ ἡ φιλία βούλεται ποιεῖν ἑνότητα καὶ σύμπηξιν), ἡ δὲ πολυφιλία διίστησι καὶ ἀποσπᾷ καὶ ἀποστρέφει, τῷ μετακαλεῖν καὶ μεταφέρειν ἄλλοτε πρὸς ἄλλον οὐκ ἐῶσα κρᾶσιν οὐδὲ κόλλησιν εὐνοίας ἐν τῇ συνηθείᾳ περιχυθείσῃ καὶ παγείσῃ γενέσθαι. τοῦτο δ’ εὐθὺς ὑποβάλλει καὶ τὴν περὶ τὰς ὑπουργίας ἀνωμαλίαν καὶ δυσωπίαν· τὰ γὰρ εὔχρηστα τῆς φιλίας δύσχρηστα γίγνεται διὰ τὴν πολυφιλίαν.
“ἄλλον τρόπον” γὰρ “ἄλλων ἐγείρει φροντὶς
ἀνθρώπων·”
οὔτε γὰρ αἱ φύσεις ἡμῶν ἐπὶ ταὐτὰ ταῖς ὁρμαῖς ῥέπουσιν, οὔτε τύχαις ὁμοτρόποις ἀεὶ σύνεσμεν· οἵ [c] τε τῶν πράξεων καιροὶ καθάπερ τὰ πνεύματα τοὺς μὲν φέρουσι τοῖς δ’ ἀντιπίπτουσι.
Καίτοι κἂν πάντες ἅμα τῶν αὐτῶν οἱ φίλοι δέωνται, χαλεπὸν ἐξαρκέσαι πᾶσι βουλευομένοις ἢ πολιτευομένοις ἢ φιλοτιμουμένοις ἢ ὑποδεχομένοις. ἂν δ’ ἑνὶ καιρῷ διαφόροις πράγμασι καὶ πάθεσι προστυγχάνοντες ὁμοῦ παρακαλῶσιν ὁ μὲν πλέων συναποδημεῖν, ὁ δὲ κρινόμενος συνδικεῖν, ὁ δὲ κρίνων συνδικάζειν, ὁ δὲ πιπράσκων ἢ ἀγοράζων συνδιοικεῖν, ὁ δὲ γαμῶν συνθύειν, ὁ δὲ θάπτων συμπενθεῖν,
πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμῃ,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων
[d] ἡ πολυφιλία. πᾶσι μὲν ἀμήχανον παρεῖναι, μηδενὶ δ’ ἄτοπον, ἑνὶ δ’ ὑπουργοῦντα προσκρούειν πολλοῖς ἀνιαρόν·
οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθ’ ἡδέως.
Καίτοι τὰς ἀμελείας καὶ ῥᾳθυμίας τῶν φίλων πραότερον φέρουσι, καὶ τὰς τοιαύτας ἀπολογίας ἀμηνίτως δέχονται παρ’ αὐτῶν “ἐξελαθόμην” “ἠγνόησα.” ὁ δὲ λέγων “οὐ παρέστην σοι δίκην ἔχοντι, παριστάμην γὰρ ἑτέρῳ φίλῳ,” καὶ “πυρέττοντά σ’ οὐκ εἶδον, τῷ δεῖνι γὰρ φίλους ἑστιῶντι συνησχολούμην” αἰτίαν τῆς ἀμελείας τὴν ἑτέρων [e] ἐπιμέλειαν ποιούμενος οὐ λύει τὴν μέμψιν, ἀλλὰ προσεπιβάλλει ζηλοτυπίαν. ἀλλ’ οἱ πολλοὶ τὰς πολυφιλίας ἃ δύνανται παρέχειν μόνον ὡς ἔοικε σκοποῦσιν, ἃ δ’ ἀνταπαιτοῦσι παρορῶσι, καὶ οὐ μνημονεύουσιν ὅτι δεῖ τὸν πολλοῖς εἰς ἃ δεῖται χρώμενον πολλοῖς δεομένοις ἀνθυπουργεῖν. ὥσπερ οὖν ὁ Βριάρεως ἑκατὸν χερσὶν εἰς πεντήκοντα φορῶν γαστέρας οὐδὲν ἡμῶν πλέον εἶχε τῶν ἀπὸ δυεῖν χεροῖν μίαν κοιλίαν διοικούντων, οὕτως ἐν τῷ φίλοις χρῆσθαι πολλοῖς καὶ τὸ λειτουργεῖν πολλοῖς ἔνεστι καὶ τὸ συναγωνιᾶν καὶ τὸ συνασχολεῖσθαι καὶ συγκάμνειν. οὐ γὰρ Εὐριπίδῃ πειστέον λέγοντι
χρῆν γὰρ μετρίαν εἰς ἀλλήλους
φιλίαν θνητοὺς ἀνακίρνασθαι
[f] καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,
εὔλυτα δ’ εἶναι θέλγητρα φρενῶν,
ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι,
καθάπερ πόδα νεὼς ἐνδιδόντι καὶ προσάγοντι ταῖς χρείαις τὴν φιλίαν. ἀλλὰ τοῦτο μέν, ὦ Εὐριπίδη, μεταθῶμεν ἐπὶ τὰς ἔχθρας, καὶ κελεύωμεν “μετρίας” ποιεῖσθαι τὰς διαφορὰς καὶ “μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς, εὔλυτα δ’ εἶναι” μίση καὶ ὀργὰς [96] [a] καὶ μεμψιμοιρίας καὶ ὑπονοίας· ἐκεῖνο δὲ μᾶλλον ἡμῖν παραίνει τὸ Πυθαγορικὸν “μὴ πολλοῖς ἐμβάλλειν δεξιάν,” τουτέστι μὴ πολλοὺς ποιεῖσθαι φίλους μηδὲ πολύκοινον μηδὲ πάνδημον ἀσπάζεσθαι φιλίαν, καὶ πρὸς ἕν’ ἄν τις ᾖ μετὰ πολλῶν παθῶν εἰσιοῦσα, ὧν τὸ μὴ συναγωνιᾶν καὶ συνάχθεσθαι καὶ συμπονεῖν καὶ συγκινδυνεύειν πάνυ δύσοιστον τοῖς ἐλευθέροις καὶ γενναίοις ἐστίν.
Τὸ δὲ τοῦ σοφοῦ Χίλωνος ἀληθές, ὃς πρὸς τὸν εἰπόντα μηδένα ἔχειν ἐχθρόν “ἔοικας,” ἔφη, “σὺ μηδὲ φίλον ἔχειν.” αἱ γὰρ ἔχθραι ταῖς φιλίαις εὐθὺς ἐπακολουθοῦσι καὶ συμπλέκονται, [b] ἐπείπερ οὐκ ἔστι φίλον μὴ συναδικεῖσθαι μηδὲ συναδοξεῖν μηδὲ συναπεχθάνεσθαι· οἱ γὰρ ἐχθροὶ τὸν φίλον εὐθὺς ὑφορῶνταί τε καὶ μισοῦσιν, οἱ δὲ φίλοι πολλάκις φθονοῦσί τε καὶ ζηλοτυποῦσι καὶ περισπῶσιν. ὥσπερ οὖν ὁ τῷ Τιμησίᾳ περὶ τῆς ἀποικίας δοθεὶς χρησμὸς προηγόρευσε
σμῆνα μελισσάων τάχα τοι καὶ σφῆκες ἔσονται,
οὕτως οἱ φίλων ζητοῦντες ἑσμὸν ἔλαθον ἐχθρῶν σφηκιαῖς περιπεσόντες.
Καὶ οὐκ ἴσον ἄγει σταθμὸν ἐχθροῦ μνησικακία
καὶ φίλου χάρις. ὅρα δὲ τοὺς Φιλώτου καὶ [c] Παρμενίωνος φίλους καὶ οἰκείους ἃ διέθηκεν Ἀλέξανδρος, ἃ τοὺς Δίωνος Διονύσιος τοὺς Πλαύτου Νέρων καὶ τοὺς Σηιανοῦ Τιβέριος στρεβλοῦντες καὶ ἀποκτιννύοντες. ὡς γὰρ τὸν Κρέοντα τῆς θυγατρὸς οὐδὲν ὁ χρυσὸς οὐδ’ ὁ πέπλος ὠφέλει, τὸ δὲ πῦρ ἀναφθὲν αἰφνιδίως προσδραμόντα καὶ περιπτύξαντα κατέκαυσε καὶ συναπώλεσεν, οὕτως ἔνιοι τῶν φίλων οὐδὲν ἀπολαύσαντες εὐτυχούντων συναπόλλυνται δυστυχοῦσι. καὶ τοῦτο μάλιστα πάσχουσιν οἱ φιλόσοφοι καὶ χαρίεντες, ὡς Θησεὺς τῷ Πειρίθῳ κολαζομένῳ καὶ δεδεμένῳ
αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις,
[d] ἐν δὲ τῷ λοιμῷ φησιν ὁ Θουκυδίδης τοὺς ἀρετῆς μάλιστα μεταποιουμένους συναπόλλυσθαι τοῖς φίλοις νοσοῦσιν· ἠφείδουν γὰρ σφῶν αὐτῶν ἰόντες παρὰ τοὺς ἐπιτηδείους.
Ὅθεν οὕτω τῆς ἀρετῆς ἀφειδεῖν οὐ προσῆκον ἄλλοτ’ ἄλλοις συνδέοντας αὐτὴν καὶ συμπλέκοντας, ἀλλὰ τοῖς ἀξίοις τὴν αὐτὴν κοινωνίαν φυλάττειν, τουτέστι τοῖς ὁμοίως φιλεῖν καὶ κοινωνεῖν δυναμένοις. καὶ γὰρ δὴ τοῦτο πάντων μέγιστόν ἐστιν ἐναντίωμα πρὸς τὴν πολυφιλίαν, ὅτι τῇ φιλίᾳ γένεσις δι’ ὁμοιότητός ἐστιν. ὅπου γὰρ καὶ τὰ ἄψυχα τὰς μίξεις πρὸς τὰ ἀνόμοια ποιεῖται μετὰ [e] βίας ἀναγκαζόμενα καὶ ὀκλάζει καὶ ἀγανακτεῖ φεύγοντα ἀπ’ ἀλλήλων, τοῖς δὲ συγγενέσι καὶ οἰκείοις ὁμοπαθεῖ κεραννύμενα καὶ προσίεται τὴν κοινωνίαν λείως καὶ μετ’ εὐμενείας, πῶς οἷόν τε φιλίαν ἤθεσι διαφόροις ἐγγενέσθαι καὶ πάθεσιν ἀνομοίοις καὶ βίοις ἑτέρας προαιρέσεις ἔχουσιν; ἡ μὲν γὰρ περὶ ψαλμοὺς καὶ φόρμιγγας ἁρμονία δι’ ἀντιφώνων ἔχει τὸ σύμφωνον, ὀξύτησι καὶ βαρύτησιν ἁμωσγέπως ὁμοιότητος ἐγγιγνομένης· τῆς δὲ φιλικῆς συμφωνίας ταύτης καὶ ἁρμονίας οὐδὲν ἀνόμοιον οὐδ’ ἀνώμαλον οὐδ’ ἄνισον εἶναι δεῖ μέρος, ἀλλ’ ἐξ ἁπάντων ὁμοίως ἐχόντων [f] ὁμολογεῖν καὶ ὁμοβουλεῖν καὶ ὁμοδοξεῖν καὶ συνομοπαθεῖν, ὥσπερ μιᾶς ψυχῆς ἐν πλείοσι διῃρημένης σώμασι.
Τίς οὖν ἐστιν οὕτως ἐπίπονος καὶ μετάβολος καὶ παντοδαπὸς ἄνθρωπος, ὥστε πολλοῖς ἑαυτὸν ἐξομοιοῦν καὶ προσαρμόττειν καὶ μὴ καταγελᾶν τοῦ Θεόγνιδος παραινοῦντος
πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ,
τῇ περ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη;
καίτοι τοῦ πολύποδος αἱ μεταβολαὶ βάθος οὐκ ἔχουσιν, ἀλλὰ περὶ αὐτὴν γίγνονται τὴν ἐπιφάνειαν, στυφότητι καὶ μανότητι τὰς ἀπορροίας τῶν [97] [a] πλησιαζόντων ἀναλαμβάνουσαν· αἱ δὲ φιλίαι τὰ ἤθη ζητοῦσι συνεξομοιοῦν καὶ τὰ πάθη καὶ τοὺς λόγους καὶ τὰ ἐπιτηδεύματα καὶ τὰς διαθέσεις. Πρωτέως τινὸς οὐκ εὐτυχοῦς οὐδὲ πάνυ χρηστοῦ τὸ ἔργον, ἀλλ’ ὑπὸ γοητείας ἑαυτὸν εἰς ἕτερον εἶδος ἐξ ἑτέρου μεταλλάττοντος ἐν ταὐτῷ πολλάκις, φιλολόγοις συναναγιγνώσκοντος καὶ παλαισταῖς συγκονιομένου καὶ φιλοθήροις συγκυνηγετοῦντος καὶ φιλοπόταις συμμεθυσκομένου καὶ πολιτικοῖς συναρχαιρεσιάζοντος, ἰδίαν ἤθους ἑστίαν οὐκ ἔχοντος. ὡς δὲ τὴν ἀσχημάτιστον οἱ φυσικοὶ καὶ [b] ἀχρώματον οὐσίαν καὶ ὕλην λέγουσιν ὑποκειμένην καὶ τρεπομένην ὑφ’ αὑτῆς νῦν μὲν φλέγεσθαι νῦν δ’ ἐξυγραίνεσθαι, τοτὲ δ’ ἐξαεροῦσθαι πήγνυσθαι δ’ αὖθις, οὕτως ἄρα τῇ πολυφιλίᾳ ψυχὴν ὑποκεῖσθαι δεήσει πολυπαθῆ καὶ πολύτροπον καὶ ὑγρὰν καὶ ῥᾳδίαν μεταβάλλειν. ἀλλ’ ἡ φιλία στάσιμόν τι ζητεῖ καὶ βέβαιον ἦθος καὶ ἀμετάπτωτον ἐν μιᾷ χώρᾳ καὶ συνηθείᾳ· διὸ καὶ σπάνιον καὶ δυσεύρετόν ἐστι φίλος βέβαιος.