Ἔτι δ’ αὐτοῦ λέγοντος ὑπολαβὼν Καφισίας ὁ Θέωνος υἱός ‘ἀλλὰ ταῦτά γ’’ εἶπεν ‘οὐχ ἱστορίας οὐδὲ περιηγητικῶν ὄδωδε βυβλίων, ἀλλ’ ἐκ μέσων ἀνεσπασμένα τῶν Περιπατητικῶν τόπων εἰς τὸ πιθανὸν ἐπικεχείρηται, καὶ προσέτι τραγικῶς μηχανὴν ἄραντες, ὦ φίλοι, δεδίττεσθε τῷ θεῷ τοὺς ἀντιλέγοντας. ὁ μὲν οὖν θεός, ὥσπερ προσήκει, πᾶσιν ἴσος ἐστὶν μετ’ εὐμενείας· ἡμεῖς δ’ ἑπόμενοι Σώσπιδι (καλῶς γὰρ ὑφηγεῖται) πάλιν ἐχώμεθα τοῦ φοίνικος ἀμφιλαφεῖς τῷ λόγῳ λαβὰς διδόντος. Βαβυλώνιοι [e] μὲν γὰρ ὑμνοῦσι καὶ ᾄδουσιν ὡς ἑξήκοντα καὶ τριακόσια χρειῶν γένη παρέχον αὐτοῖς τὸ δένδρον· ἡμῖν δὲ τοῖς Ἕλλησιν ἥκιστα μέν ἐστι χρειώδης, ἀθλητικῆς δὲ φιλοσοφίας καὶ τὸ ἄκαρπον ἂν εἴη· κάλλιστος γὰρ ὢν καὶ μέγιστος ὑπ’ εὐταξίας οὐ γόνιμός ἐστι παρ’ ἡμῖν, ἀλλὰ τὴν τροφὴν ὥσπερ ἀθλητοῦ περὶ τὸ σῶμα τῆς εὐταξίας ἀναλισκούσης σμικρὸν αὐτῷ καὶ φαῦλον εἰς σπέρμα περίεστιν. ἴδιον δὲ παρὰ ταῦτα πάντα καὶ μηδενὶ συμβεβηκὸς ἑτέρῳ τὸ μέλλον λέγεσθαι· φοίνικος γὰρ ξύλον ἂν ἄνωθεν ἐπιθεὶς βάρη πιέζῃς, οὐ κάτω θλιβόμενον ἐνδίδωσιν, ἀλλὰ κυρτοῦται πρὸς τοὐναντίον ὥσπερ ἀνθιστάμενον [f] τῷ βιαζομένῳ· τοῦτο δὴ καὶ περὶ τοὺς ἀθλητικοὺς ἀγῶνάς ἐστιν· τοὺς μὲν γὰρ ὑπ’ ἀσθενείας καὶ μαλακίας εἴκοντας αὐτοῖς πιέζουσι κάμπτοντες, οἱ δ’ ἐρρωμένως ὑπομένοντες τὴν ἄσκησιν οὐ μόνον τοῖς σώμασιν ἀλλὰ καὶ τοῖς φρονήμασιν ἐπαίρονται καὶ αὔξονται.’

[725] [a]

ΠΡΟΒΛΗΜΑ Ε

Διὰ τί πρὸ ἡμέρας ἐκ τοῦ Νείλου οἱ πλέοντες ὑδρεύονται

Αἰτίαν τις ἐζήτησεν, δι’ ἣν οἱ ναύκληροι τὰς ὑδρείας ἐκ τοῦ Νείλου νυκτὸς οὐχ ἡμέρας ποιοῦνται. καί τισι μὲν ἐδόκουν τὸν ἥλιον δεδιέναι, τῷ προθερμαίνειν τὰ ὑγρὰ μᾶλλον εὔσηπτα ποιοῦντα· πᾶν γὰρ τὸ θερμανθὲν καὶ χλιανθὲν ἀεὶ πρὸς μεταβολὴν ἑτοιμότερόν ἐστιν καὶ προπέπονθεν ἀνέσει τῆς ποιότητος· ἡ δὲ ψυχρότης πιέζουσα συνέχειν δοκεῖ καὶ φυλάττειν ἕκαστον ἐν ᾧ πέφυκεν, †ἥκιστα τὸ ὕδωρ· ὕδατος γὰρ ἡ ψυχρότης σχετικόν ἐστι [b] φύσει· δηλοῦσιν αἱ χιόνες, τὰ κρέα δύσσηπτα τηροῦσαι πολὺν χρόνον. ἡ δὲ θερμότης τά τ’ ἄλλα καὶ τὸ μέλι [καὶ] τῆς ἰδίας ποιότητος ἐξίστησι· φθείρεται γὰρ ἑψηθέν· ἂν δ’ ὠμὸν διαμένῃ, καὶ τοῖς ἄλλοις πρὸς τὸ μὴ φθείρεσθαι βοηθεῖ. μεγίστην δὲ τῇ αἰτίᾳ πίστιν παρεῖχεν τὰ λιμναῖα τῶν ὑδάτων· χειμῶνος γὰρ οὐδὲν διαφέροντα τῶν ἄλλων ποθῆναι, τοῦ θέρους γίνεται πονηρὰ καὶ νοσώδη· διὸ χειμῶνι μὲν τῆς νυκτὸς ἀναλογεῖν δοκούσης θέρει δὲ τῆς ἡμέρας, μᾶλλον οἴονται διαμένειν ἄτρεπτον καὶ ἀπαθὲς τὸ ὕδωρ, ἂν νυκτὸς λαμβάνηται.

Τούτοις ἐπιεικῶς οὖσι πιθανοῖς ἐπανέκυψεν λόγος ὥσπερ [c] ἀτέχνῳ πίστει ναυτικῇ βεβαιούμενος ἐμπειρίᾳ· νυκτὸς γὰρ ἔφασαν λαμβάνειν τὸ ὕδωρ ἔτι τοῦ ποταμοῦ καθεστῶτος καὶ ἡσυχάζοντος, ἡμέρας δέ, πολλῶν ἀνθρώπων ὑδρευομένων καὶ πλεόντων, πολλῶν δὲ θηρίων διαφερομένων, ἀναταραττόμενον γίνεσθαι παχὺ καὶ γεῶδες· τὸ δὲ τοιοῦτον εὔσηπτον εἶναι. πάντα γὰρ τὰ μεμιγμένα τῶν ἀμίκτων ἐπισφαλέστερα πρὸς σῆψίν ἐστιν· ποιεῖ γὰρ ἡ μῖξις μάχην, ἡ δὲ μάχη μεταβολήν, μεταβολὴ δέ τις ἡ σῆψις· διὸ τάς τε μίξεις τῶν χρωμάτων οἱ ζωγράφοι φθορὰς ὀνομάζουσιν καὶ τὸ βάψαι ‘μιῆναι’ κέκληκεν ὁ ποιητής (Δ 141), ἡ δὲ κοινὴ συνήθεια τὸ ἄμικτον καὶ καθαρὸν [d] ἄφθαρτον καὶ ἀκήρατον. μάλιστα δὲ γῆ μιχθεῖσα πρὸς ὕδωρ ἐξίστησιν καὶ φθείρει τὸ πότιμον καὶ οἰκεῖον· ὅθεν εὔσηπτα μᾶλλόν ἐστι τὰ στάσιμα καὶ κοῖλα, πολλῆς ἀναπιμπλάμενα γῆς, τὰ δὲ ῥέοντα φεύγει καὶ διακρούεται τὴν προσφερομένην· καὶ καλῶς Ἡσίοδος ἐπῄνεσεν (OD 595)

‘κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τ’ ἀθόλωτος’·

ὑγιεινὸν γὰρ τὸ ἀδιάφθορον, ἀδιάφθορον δὲ τὸ ἄμικτον καὶ καθαρόν. οὐχ ἥκιστα δ’ αἱ τῆς γῆς διαφοραὶ τῷ λόγῳ μαρτυροῦσιν· τὰ γὰρ ὀρεινὴν διεξιόντα γῆν καὶ λιθώδη στερρότερα τῶν ἑλείων καὶ πεδινῶν ἐστιν, πολλὴν γὰρ οὐκ ἀποσπᾷ γῆν· ὁ δὲ Νεῖλος ὑπὸ μαλθακῆς χώρας περιεχόμενος, [e] μᾶλλον δ’ ὥσπερ αἷμα σαρκὶ κεκραμένος, γλυκύτητος μὲν ἀπολαύει καὶ χυμῶν ἀναπίμπλαται δύναμιν ἐμβριθῆ καὶ τρόφιμον ἐχόντων, συμμιγὴς δὲ φέρεται καὶ θολερός· ἂν δ’ ἀναταράττηται, καὶ μᾶλλον· ἡ γὰρ κίνησις ἀναμίγνυσι τῷ ὑγρῷ τὸ γεῶδες, ὅταν δ’ ἠρεμήσῃ, κάτω ῥέπον διὰ βάρος ἄπεισιν. ὅθεν ὑδρεύονται τῆς νυκτός, ἅμα καὶ τὸν ἥλιον προλαμβάνοντες, ὑφ’ οὗ τὸ λεπτότατον καὶ κουφότατον ἀεὶ τῶν ὑγρῶν αἰρόμενον διαφθείρεται.

ΠΡΟΒΛΗΜΑ Ϛ

Περὶ τῶν ὀψὲ παραγινομένων ἐπὶ τὸ δεῖπνον· ἐν ᾧ καὶ πόθεν [f] ἀκράτισμα καὶ ἄριστον καὶ δεῖπνον ὠνομάσθη

Τῶν υἱῶν μου τοὺς νεωτέρους ἐν θεάτρῳ προσδιατρίψαντας ἀκροάμασι καὶ βράδιον ἐπὶ τὸ δεῖπνον ἐλθόντας [726] [a] οἱ Θέωνος υἱοὶ ‘κωλυσιδείπνους’ καὶ ‘ζοφοδορπίδας’ καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον· οἱ δ’ ἀμυνόμενοι πάλιν ἐκείνους ‘τρεχεδείπνους’ ἀπεκάλουν. καί τις εἶπε τῶν πρεσβυτέρων τρεχέδειπνον εἶναι τὸν ὑστερίζοντα τοῦ δείπνου· θᾶττον γὰρ ἢ βάδην ἐπειγόμενον, ὅταν βραδύνῃ, φαίνεσθαι· καὶ Γάββα τοῦ παρὰ Καίσαρι γελωτοποιοῦ χάριεν ἀπεμνημόνευσεν· ἐκεῖνος γὰρ ‘ἐπιθυμοδείπνους’ ἐκάλει τοὺς ὀψὲ παραγινομένους ἐπὶ δεῖπνον, ἀσχολουμένους γὰρ αὐτοὺς ὅμως διὰ τὸ φιλόδειπνον οὐκ ἀπολέγεσθαι τὰς κλήσεις. ἐγὼ δ’ εἶπον, ὅτι καὶ Πολύχαρμος ἐν Ἀθήναις δημαγωγῶν καὶ τοῦ [b] βίου διδοὺς ἀπολογισμὸν ἐν ἐκκλησίᾳ ‘ταῦτ’’ εἶπεν, ‘ἄνδρες Ἀθηναῖοι, τἀμά· καὶ πρὸς τούτοις, οὐδέποτε κληθεὶς ἐπὶ δεῖπνον ὕστατος ἀφικόμην.’ δημοτικὸν γὰρ εὖ μάλα δοκεῖ τὸ τοιοῦτο, καὶ τοὐναντίον οἱ ἄνθρωποι τοὺς ὀψὲ παραγινομένους ἀναγκαζόμενοι περιμένειν ὡς ἀηδεῖς καὶ ὀλιγαρχικοὺς βαρύνονται.

Ὁ δὲ Σώκλαρος ὑπερδικῶν τῶν νεανίσκων ‘ἀλλ’ οὐδὲ τὸν Πιττακόν’ ἔφη ‘ζοφοδορπίδαν ὁ Ἀλκαῖος (fr. 37 B) ὡς ὀψὲ δειπνοῦντα λέγεται προσειπεῖν, ἀλλ’ ὡς ἀδόξοις τὰ πολλὰ καὶ φαύλοις ἡδόμενον συμπόταις· τὸ μέντοι πρωίτερον δειπνεῖν ὄνειδος ἦν πάλαι, καὶ τὸ ἀκράτισμά φασιν οὕτως λέγεσθαι διὰ τὴν ἀκρασίαν.’ [c] ὑπολαβὼν δ’ ὁ Θέων ‘ἥκιστ’’ εἶπεν, ‘εἰ δεῖ τοῖς τὸν ἀρχαῖον βίον διαμνημονεύουσιν πιστεύειν. φασὶ γὰρ ἐκείνους, ἐργατικοὺς ἅμα καὶ σώφρονας ὄντας, ἕωθεν ἐσθίειν ἄρτον ἐν ἀκράτῳ, καὶ μηθὲν ἄλλο· διὸ τοῦτο μὲν ἀκράτισμα καλεῖν διὰ τὸν ἄκρατον, ὄψον δὲ τὸ παρασκευαζόμενον εἰς δεῖπνον αὐτοῖς· ὀψὲ γὰρ δειπνεῖν ἀπὸ τῶν πράξεων γενομένους.’

Ἐκ τούτου καὶ τὸ δεῖπνον καὶ τὸ ἄριστον, ἀφ’ ὅτου λάβοι τοὔνομα, ζήτησιν παρέσχεν. καὶ τὸ μὲν ἄριστον ἐδόκει τῷ ἀκρατίσματι ταὐτὸν εἶναι, †μαρτυρεῖ τῷ Ὁμήρῳ λέγοντι τοὺς περὶ τὸν Εὔμαιον (π 2)

[d] ‘ἐντύνοντ’ ἄριστον ἅμ’ ἠοῖ φαινομένῃφι,’

καὶ πιθανὸν ἐδόκει διὰ τὴν ἑωθινὴν αὔραν ἄριστον ὠνομάσθαι καθάπερ τὸ αὔριον· τὸ δὲ δεῖπνον, ὅτι τῶν πόνων διαναπαύει· πράξαντες γάρ τι δειπνοῦσιν ἢ μεταξὺ πράττοντες· ἔστι δὲ καὶ τοῦτο παρ’ Ὁμήρου λαβεῖν λέγοντος (Λ 86)

‘ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνον.’

εἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲν ῥᾷστον, τοῦτο δ’ ὥσπερ διαπεπονημένον ἐκάλεσαν.

Ὑβριστὴς δ’ ὢν καὶ φιλόγελως φύσει ὁ ἀδελφὸς [e] ἡμῶν Λαμπρίας ἔφη μυρίῳ τὰ Ῥωμαϊκὰ δείξειν οἰκειότερα τῶν Ἑλληνικῶν ὀνόματα, τοσαύτης ἀδείας τῷ φλυαρεῖν δεδομένης. ‘τὸ μὲν γὰρ δεῖπνόν φασι ‘κῆναν’ διὰ τὴν κοινωνίαν καλεῖσθαι· καθ’ ἑαυτοὺς γὰρ ἠρίστων ἐπιεικῶς οἱ πάλαι Ῥωμαῖοι συνδειπνοῦντες τοῖς φίλοις. τὸ δ’ ἄριστον ἐκλήθη ‘πράνδιον’ ἀπὸ τῆς ὥρας· ἔνδιον γὰρ τὸ δειλινόν, καὶ τὴν μετ’ ἄριστον ἀνάπαυσιν ἐνδιάζειν· ἢ πρωινήν τινα σημαίνοντες ἐδωδήν, ἢ τροφὴν ᾗ χρῶνται πρὶν ἐνδεεῖς γενέσθαι. καὶ μήν, ἵν’ ἀφῶ τὰ στρώματ’’ ἔφη ‘τὸν οἶνον τὸ μέλι τοὔλαιον τὸ γεύσασθαι τὸ προπιεῖν [f] ἕτερα πάμπολλα τοῖς αὐτοῖς ὀνόμασι καταφανῶς χρώμενα, τίς οὐκ ἂν εἴποι ἐπὶ κῶμον Ἑλληνικῶς ‘κωμισσᾶτον’ λέγεσθαι, καὶ τὸ κεράσαι ‘μισκῆρε’ καθ’ Ὅμηρον (κ 356)

‘ἡ δ’ αὖτ’ ἐν κρητῆρι μελίφρονα οἶνον ἔμισγε,’

καί ‘μῆνσαν’ μὲν τὴν τράπεζαν ‹ἀπὸ› τῆς ἐν μέσῳ θέσεως, ‘πᾶνιν’ δὲ τὸν ἄρτον ὡς ἀνιέντα τὴν πεῖναν, τὸν δὲ στέφανον ‘κορῶναν’ ἀπὸ τῆς κεφαλῆς ὡς Ὅμηρος (Η 12 al.) τὸ κράνος εἴκασέ που στεφάνῃ, τὸ δ’ ἔδειν [727] [a] ‘ἔδερε’ καί ‘δέντης’ τοὺς ὀδόντας καί ‘λάβρα’ τὰ χείλη ἀπὸ τοῦ λαμβάνειν τὴν βορὰν δι’ αὐτῶν; ἢ καὶ τούτων οὖν ἀκουστέον ἀγελαστὶ λεγομένων ἢ μηδ’ ἐκείνοις εὐκόπους οὕτως διὰ τῶν ὀνομάτων ὥσπερ τριγχίων τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσιν παραδύσεις διδῶμεν.’

ΠΡΟΒΛΗΜΑ Ζ

Περὶ συμβόλων Πυθαγορικῶν, ἐν οἷς παρεκελεύοντο χελιδόνα οἰκίᾳ μὴ δέχεσθαι καὶ τὰ στρώματα συνταράττειν εὐθὺς ἀναστάντας

[b] Σύλλας ὁ Καρχηδόνιος εἰς Ῥώμην ἀφικομένῳ μοι διὰ χρόνου τὸ ὑποδεκτικόν, ὡς Ῥωμαῖοι καλοῦσιν, καταγγείλας δεῖπνον ἄλλους τε τῶν ἑταίρων παρέλαβεν οὐ πολλοὺς καὶ Μοδεράτου τινὰ τοῦ Πυθαγορικοῦ μαθητήν, ὄνομα Λεύκιον, ἀπὸ Τυρρηνίας. οὗτος οὖν ὁρῶν Φιλῖνον τὸν ἡμέτερον ἐμψύχων ἀπεχόμενον, οἷον εἰκός, εἰς τοὺς Πυθαγόρου λόγους προήχθη· καὶ Τυρρηνὸν ἀπέφηνεν, οὐ πατρόθεν, ὥσπερ ἕτεροί τινες, ἀλλ’ αὐτὸν ἐν Τυρρηνίᾳ καὶ γεγονέναι καὶ τεθράφθαι καὶ πεπαιδεῦσθαι τὸν Πυθαγόραν [c] ἰσχυριζόμενος οὐχ ἥκιστα τοῖς συμβόλοις, οἷόν ἐστι καὶ τὸ συνταράττειν ἀναστάντας ἐξ εὐνῆς τὰ στρώματα καὶ χύτρας τύπον ἀρθείσης ἐν σποδῷ μὴ ἀπολείπειν ἀλλὰ συγχεῖν καὶ χελιδόνας οἰκίᾳ μὴ δέχεσθαι μηδὲ σάρον ὑπερβαίνειν μηδὲ γαμψώνυχον οἴκοι τρέφειν· ταῦτα γὰρ ἔφη τῶν Πυθαγορικῶν λεγόντων καὶ γραφόντων μόνους ἔργῳ Τυρρηνοὺς ἐξευλαβεῖσθαι καὶ φυλάττειν.

Λεχθέντων δὲ τούτων ὑπὸ τοῦ Λευκίου, μάλιστα τὸ τῶν χελιδόνων ἀτοπίαν ἔχειν ἐδόκει, ζῷον ἀσινὲς καὶ φιλάνθρωπον εἴργεσθαι τοῖς γαμψωνύχοις ὁμοίως, ἀγριωτάτοις οὖσιν καὶ φονικωτάτοις· καὶ γὰρ ᾧ μόνῳ τινὲς τῶν [d] παλαιῶν ᾤοντο λύειν τὸ σύμβολον, ὡς πρὸς τοὺς διαβόλους καὶ ψιθύρους τῶν συνήθων ᾐνιγμένον, οὐδ’ αὐτὸς ὁ Λεύκιος ἐδοκίμαζεν· ψιθυρισμοῦ μὲν γὰρ ἥκιστα χελιδόνι μέτεστι, λαλιᾶς ‹δὲ› καὶ πολυφωνίας οὐ μᾶλλον ἢ κίτταις καὶ πέρδιξι καὶ ἀλεκτορίσιν. ‘ἆρ’ οὖν’ ὁ Σύλλας ἔφη ‘διὰ τὸν μῦθον τὸν περὶ τὴν παιδοφονίαν ἀφοσιοῦνται τὰς χελιδόνας, ἄπωθεν ἡμᾶς πρὸς ἐκεῖνα τὰ πάθη διαβάλλοντες, ἐξ ὧν τὸν Τηρέα καὶ τὰς γυναῖκας τὰ μὲν δρᾶσαι τὰ δὲ παθεῖν ἄθεσμα καὶ σχέτλια λέγουσι, καὶ μέχρι νῦν Δαυλίδας ὀνομάζουσιν τὰς ὄρνιθας, Γοργίας δ’ ὁ σοφιστής, χελιδόνος ἀφείσης ἐπ’ αὐτὸν ἀπόπατον, ἀναβλέψας [e] πρὸς αὐτήν ‘οὐ καλὰ ταῦτ’’ εἶπεν, ‘ὦ Φιλομήλα’; ἢ καὶ τοῦτο κενόν ἐστιν; τὴν γὰρ ἀηδόνα, ταῖς αὐταῖς τραγῳδίαις ἔνοχον οὖσαν, οὐκ ἀπείργουσιν οὐδὲ ξενηλατοῦσιν.’

‘Ἴσως’ ἔφην ἐγώ ‘καὶ ταῦτ’ ἔχει λόγον, ὦ Σύλλα. σκόπει δὲ μὴ πρῶτον μέν, ᾧ λόγῳ τὸ γαμψώνυχον οὐ προσίενται, τούτῳ καὶ ἡ χελιδὼν ἀδοξεῖ παρ’ αὐτοῖς· σαρκοφάγος γάρ ἐστιν καὶ μάλιστα τοὺς τέττιγας, ἱεροὺς καὶ μουσικοὺς ὄντας, ἀποκτίννυσι καὶ σιτεῖται· καὶ πρόσγειος αὐτῆς ἡ πτῆσίς ἐστιν, τὰ μικρὰ καὶ λεπτὰ τῶν ζῴων ἀγρευούσης, ὥς φησιν Ἀριστοτέλης (fr. 353). ἔπειτα [f] μόνη τῶν ὁμωροφίων ἀσύμβολος ἐνοικεῖ καὶ ἀτελὴς ἐνδιαιτᾶται· καίτοι ὅ γε πελαργὸς οὔτε σκέπης μετέχων οὔτ’ ἀλέας οὔτ’ ἀδείας τινὸς ἢ βοηθείας παρ’ ἡμῖν ἐπίβαθρόν τι τῆς ‹διαίτης› δίδωσιν, τὰ γὰρ ἐπίβουλα καὶ πολέμια τῶν ἀνθρώπων, φρύνους καὶ ὄφεις, ἀναιρεῖ περιιών· ἡ δὲ πάντων τυχοῦσα τούτων, ὅταν ἐκθρέψῃ καὶ τελειώσῃ τοὺς νεοσσούς, ἄπεισιν ἀχάριστος γενομένη καὶ [728] [a] ἄπιστος. ὃ δὲ δεινότατόν ἐστι, μόνα τῶν συνοίκων μυῖα καὶ χελιδὼν οὐχ ἡμεροῦται πρὸς ἄνθρωπον οὐδ’ ἀνέχεται ψαῦσιν οὐδ’ ὁμιλίαν οὐδὲ κοινωνίαν ἔργου τινὸς ἢ παιδιᾶς, ἡ μὲν μυῖα φοβουμένη τῷ πάσχειν κακῶς καὶ διασοβεῖσθαι πολλάκις, ἡ δὲ χελιδὼν τῷ φύσει μισάνθρωπος εἶναι καὶ δι’ ἀπιστίαν ἀτιθάσευτος ἀεὶ καὶ ὕποπτος· εἴπερ οὖν δεῖ τὰ τοιαῦτα μὴ κατ’ εὐθυωρίαν ἀλλ’ ἀνακλάσαντας ὥσπερ ἐμφάσεις ἑτέρων ἐν ἑτέροις θεωρεῖν, παράδειγμα τὰς χελιδόνας τοῦ ἀβεβαίου καὶ ἀχαρίστου θέμενος οὐκ ἐᾷ τοὺς ἕνεκα καιροῦ προσφερομένους καὶ ὑποδυομένους ποιεῖσθαι [b] συνήθεις ἐπὶ πλέον, ἑστίας καὶ οἴκου καὶ τῶν ἁγιωτάτων μεταδιδόντας.’

Ταῦτ’ εἰπὼν ἐγώ μοι δοκῶ ποιῆσαι λόγων ἄδειαν· εὐθαρσῶς γὰρ ἤδη τοῖς ἄλλοις συμβόλοις προσῆγον, ἠθικὰς ἐπιεικῶς ποιούμενοι τὰς λύσεις αὐτῶν. τῆς μὲν γὰρ χύτρας τὸν τύπον ἔφη Φιλῖνος ἀφανίζειν αὐτοὺς διδάσκοντας ὅτι δεῖ μηδὲν ὀργῆς ἔνδηλον ἀπολείπειν ἴχνος, ἀλλ’ ὅταν ἀναζέσασα παύσηται καὶ καταστῇ, πᾶσαν ἐξαληλίφθαι μνησικακίαν. ἡ δὲ τῶν στρωμάτων συντάραξις ἐνίοις μὲν ἐδόκει μηθὲν ἔχειν ἀποκεκρυμμένον, ἀλλ’ αὐτόθεν φαίνεσθαι τὸ μὴ πρέπον, ἀνδρὶ συγκεκοιμημένης γαμετῆς χώραν ὁρᾶσθαι καὶ τύπον ὥσπερ ἐκμαγεῖον ἀπολειπόμενον.

[c] ὁ δὲ Σύλλας μᾶλλον εἴκαζε κοιμήσεως μεθημερινῆς ἀποτροπὴν εἶναι τὸ σύμβολον, ἀναιρουμένης ἕωθεν εὐθὺς τῆς πρὸς τὸν ὕπνον παρασκευῆς· ὡς νυκτὸς ἀναπαύεσθαι δεῖν, ἡμέρας δὲ πράττειν ἀναστάντας καὶ μὴ περιορᾶν οἷον ἴχνος πτώματος· οὐδὲν γὰρ ἀνδρὸς ὄφελος καθεύδοντος, ὥσπερ οὐδὲ τεθνηκότος. τούτοις δὲ συμμαρτυρεῖν ἐδόκει καὶ τὸ παρεγγυᾶν τοὺς Πυθαγορικοὺς τοῖς ἑταίροις μηδενὸς ἀφαιρεῖν βάρος, συνεπιτιθέναι δὲ καὶ συνεπιφορτίζειν, ὡς μηδεμίαν σχολὴν μηδὲ ῥᾳστώνην ἀποδεχομένους.

ΠΡΟΒΛΗΜΑ Η

Διὰ τί μάλιστα οἱ Πυθαγορικοὶ ἐμψύχων τοὺς ἰχθῦς παρῃτοῦντο

Ἐπεὶ δὲ τούτων λεγομένων ὁ Λεύκιος οὔτε ψέγων [d] οὔτ’ ἐπαινῶν, ἀλλ’ ἡσυχίαν ἄγων, σιγῇ δὲ καὶ καθ’ ἑαυτὸν ὁρῶν ἤκουεν, ὀνομαστὶ καλέσας τὸν Σύλλαν ὁ Ἐμπεδοκλῆς ‘Λεύκιος’ εἶπεν ‘ὁ ἑταῖρος εἰ μὲν ἄχθεται τοῖς λεγομένοις, ὥρα πεπαῦσθαι καὶ ἡμᾶς· εἰ δὲ ταῦτα τῶν ὑπὸ τὴν ἐχεμυθίαν ἐστίν, ἀλλ’ ἐκεῖνό γε δοκῶ μήτ’ ἄρρητον [e] εἶναι μήτ’ ἀνέξοιστον πρὸς ἑτέρους, ὅτι δὴ μάλιστα τῶν ἰχθύων ἀπείχοντο· καὶ γὰρ ἱστορεῖται τοῦτο περὶ τῶν παλαιῶν Πυθαγορικῶν, καὶ τοῦ καθ’ ἡμᾶς Ἀλεξικράτους ἐνέτυχον μαθηταῖς ἄλλα μὲν ‹ἔμψυχ’› ἔστιν ὅτε μετρίως προσφερομένοις καὶ νὴ Δία θύουσιν, ἰχθύος δὲ μὴ γεύσασθαι τὸ παράπαν ὑπομένουσιν. ἣν δὲ Τυνδάρης ὁ Λακεδαιμόνιος αἰτίαν ἔλεγε δὲ τῆς ἐχεμυθίας τοῦτο γέρας εἶναι, τοὺς ἰχθῦς καλεῖν ‹ἔλλοπας› οἷον ἰλλομένην τὴν ὄπα καὶ καθειργομένην ἔχοντας· καὶ τὸν ὁμώνυμον ἐμοὶ τῷ Παυσανίᾳ Πυθαγορικῶς παραινεῖν τὰ δόγματα ‘στεγάσαι φρενὸς ἔλλοπος εἴσω’ (Vorsokr. 31 B 5), [f] καὶ ὅλως θεῖον ἡγεῖσθαι τὴν σιωπὴν τοὺς ἄνδρας, ἅτε δὴ καὶ τῶν θεῶν ἔργοις καὶ πράγμασιν ἄνευ φωνῆς ἐπιδεικνυμένων ἃ βούλονται τοῖς ξυνετοῖς.’

Τοῦ δὲ Λευκίου πράως καὶ ἀφελῶς εἰπόντος, ὡς ὁ μὲν ἀληθὴς ἴσως λόγος καὶ νῦν ἀπόθετος καὶ ἀπόρρητος εἴη, τοῦ δὲ πιθανοῦ καὶ εἰκότος οὐ φθόνος ἀποπειρᾶσθαι, πρῶτος Θέων ὁ γραμματικὸς εἶπεν, ὅτι Τυρρηνὸν μὲν [729] [a] ἀποδεῖξαι Πυθαγόραν μέγ’ ἔργον εἴη καὶ οὐ ῥᾴδιον· ‘Αἰγυπτίων δὲ τοῖς σοφοῖς συγγενέσθαι πολὺν χρόνον ὁμολογεῖται ζηλῶσαί τε πολλὰ καὶ δοκιμάσαι μάλιστα τῶν περὶ τὰς ἱερατικὰς ἁγιστείας, οἷόν ἐστι καὶ τὸ τῶν κυάμων· οὔτε γὰρ σπείρειν οὔτε σιτεῖσθαι κύαμον Αἰγυπτίους, ἀλλ’ οὐδ’ ὁρῶντας ἀνέχεσθαί φησιν ὁ Ἡρόδοτος (II 37). ἰχθύων δὲ †καὶ τοὺς ἱερεῖς ἴσμεν ἔτι νῦν ἀπεχομένους· ἁγνεύοντες δὲ καὶ τὸν ἅλα φεύγουσιν, ὡς μήτ’ ὄψον προσφέρεσθαι μήτ’ ‹ἄρτον› ἁλσὶ θαλαττίοις μεμιγμένον. ἄλλοι μὲν οὖν ἄλλας αἰτίας φέρουσιν· ἔστι δ’ ἀληθὴς μία, τὸ πρὸς τὴν θάλατταν ἔχθος ὡς ἀσύμφυλον ἡμῖν καὶ [b] ἀλλότριον μᾶλλον δ’ ὅλως πολέμιον τῇ φύσει τοῦ ἀνθρώπου στοιχεῖον. οὐ γὰρ τρέφεσθαι τοὺς θεοὺς ἀπ’ αὐτῆς, ὥσπερ οἱ Στωικοὶ τοὺς ἀστέρας, ὑπολαμβάνουσιν, ἀλλὰ τοὐναντίον εἰς ταύτην ἀπόλλυσθαι τὸν πατέρα καὶ σωτῆρα τῆς χώρας, ὃν Ὀσίριδος ἀπορροὴν ὀνομάζουσιν· καὶ θρηνοῦντες τὸν ἐν τοῖς ἀριστεροῖς μέρεσι γεννώμενον ἐν ‹δὲ› τοῖς δεξιοῖς φθειρόμενον αἰνίττονται τὴν τοῦ Νείλου τελευτὴν καὶ φθορὰν ἐν τῇ θαλάττῃ γινομένην. ὅθεν οὔτε τὸ ὕδωρ πότιμον αὐτῆς οὔθ’ ὧν τρέφει τι καὶ γεννᾷ καθαρὸν ἡγοῦνται καὶ οἰκεῖον, οἷς μήτε πνεύματος κοινοῦ μήτε συμφύλου νομῆς μέτεστιν, ἀλλ’ ὁ σῴζων [c] πάντα τἄλλα καὶ τρέφων ἀὴρ ἐκείνοις ὀλέθριός ἐστιν, ὡς παρὰ φύσιν καὶ χρείαν γεγονόσι καὶ ζῶσιν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ τὰ ζῷα διὰ τὴν θάλατταν ἀλλότρια καὶ οὐκ ἐπιτήδεια καταμίγνυσθαι εἰς αἷμα καὶ πνεῦμα νομίζουσιν αὑτῶν, οἵ γε μηδὲ τοὺς κυβερνήτας ἀξιοῦσι προσαγορεύειν ἀπαντῶντες, ὅτι τὸν βίον ἀπὸ θαλάττης ἔχουσιν.’

Ταῦτ’ ἐπαινέσας ὁ Σύλλας προσεῖπε περὶ τῶν Πυθαγορικῶν, ὡς μάλιστα μὲν ἐγεύοντο τῶν ἱεροθύτων ἀπαρξάμενοι τοῖς θεοῖς, ἰχθύων δὲ θύσιμος οὐδεὶς οὐδ’ ἱερεύσιμός ἐστιν. ἐγὼ δέ, παυσαμένων ἐκείνων, Αἰγυπτίοις [d] μὲν ἔφην ὑπὲρ τῆς θαλάττης πολλοὺς μαχεῖσθαι καὶ φιλοσόφους καὶ ἰδιώτας, ἐκλογιζομένους ὅσοις ἀγαθοῖς εὐπορώτερον καὶ ἡδίω τὸν βίον ἡμῶν πεποίηκεν. ‘ἡ δὲ τῶν Πυθαγορικῶν πρὸς τὸν ἰχθῦν ἐκεχειρία διὰ τὸ μὴ σύμφυλον ἄτοπος καὶ γελοία, μᾶλλον δ’ ἀνήμερος ὅλως καὶ Κυκλώπειόν τι τοῖς ἄλλοις γέρας νέμουσα τῆς συγγενείας καὶ τῆς οἰκειότητος, ὀψοποιουμένοις καὶ ἀναλισκομένοις ὑπ’ αὐτῶν. καίτοι βόλον ἰχθύων πρίασθαί ποτέ φασι τὸν Πυθαγόραν, εἶτ’ ἀφεῖναι κελεῦσαι τὴν σαγήνην, οὐχ ὡς ἀλλοφύλων καὶ πολεμίων ἀμελήσαντα τῶν ἰχθύων [e] ἀλλ’ ὡς ὑπὲρ φίλων καὶ οἰκείων γεγονότων αἰχμαλώτων λύτρα καταβάλλοντα. διὸ τοὐναντίον’ ἔφην ‘ὑπονοεῖν τῶν ἀνδρῶν ‹ἡ› ἐπιείκεια καὶ πραότης δίδωσιν, μήποτ’ ἄρα μελέτης ἕνεκεν τοῦ δικαίου καὶ συνηθείας ἐφείδοντο μάλιστα τῶν ἐναλίων, ὡς τἄλλα μὲν αἰτίαν ἁμωσγέπως παρέχοντα τοῦ κακῶς πάσχειν τῷ ἀνθρώπῳ, τοὺς δ’ ἰχθῦς οὐδὲν ἀδικοῦντας ἡμᾶς, οὐδ’ εἰ πάνυ πεφύκασι δυνάμενοι. πάρεστι δὲ τῶν τε λόγων καὶ τῶν ἱερῶν εἰκάζειν τοῖς παλαιοῖς, ὡς οὐ μόνον ἐδωδὴν ἀλλὰ καὶ φόνον ζῴου μὴ βλάπτοντος ἔργον ἐναγὲς καὶ ἄθεσμον ἐποιοῦντο· πλήθει [f] δ’ ἐπιχεομένῳ καθειργόμενοι καὶ χρησμοῦ τινος, ὥς φασιν, ἐκ Δελφῶν ἐπικελευσαμένου τοῖς καρποῖς ἀρήγειν φθειρομένοις, ἤρξαντο μὲν καθιερεύειν· ἔτι δ’ ὅμως ταραττόμενοι καὶ δειμαίνοντες ‘ἔρδειν’ μὲν ἐκάλουν καὶ ‘ῥέζειν,’ ὥς τι μέγα δρῶντες τὸ θύειν ἔμψυχον, ἄχρι δὲ νῦν παραφυλάττουσιν ἰσχυρῶς τὸ μὴ σφάττειν πρὶν ἐπινεῦσαι κατασπενδόμενον. οὕτως εὐλαβεῖς πρὸς ἅπασαν [730] [a] ἀδικίαν ἦσαν. καίτοι, ἵνα τἄλλ’ ἐάσωμεν, εἰ μόνον ἀλεκτορίδων ἀπείχοντο πάντες ἢ δασυπόδων, οὐκ ἂν ἦν χρόνου βραχέος ὑπὸ πλήθους οὔτε πόλιν οἰκεῖν οὔτε καρπῶν ὄνασθαι· διὸ τῆς ἀνάγκης ἐπαγούσης τὸ πρῶτον, ἤδη καὶ δι’ ἡδονὴν ἔργον ἐστὶν παῦσαι τὴν σαρκοφαγίαν. τὸ δὲ τῶν θαλαττίων γένος οὔτ’ ἀέρα τὸν αὐτὸν οὔθ’ ὕδωρ ἀναλίσκον ἡμῖν οὔτε καρποῖς προσιόν, ἀλλ’ ὥσπερ ἑτέρῳ κόσμῳ περιεχόμενον καὶ χρώμενον ὅροις ἰδίοις, οὓς ὑπερβαίνουσιν αὐτοῖς ἐπίκειται δίκη [ὁ] θάνατος, οὔτε μικρὰν οὔτε μεγάλην τῇ γαστρὶ πρόφασιν κατ’ αὐτῶν δίδωσιν· ἀλλὰ παντὸς ἰχθύος ἄγρα καὶ σαγηνεία λαιμαργίας καὶ [b] φιλοψίας περιφανῶς ἔργον ἐστίν, ἐπ’ οὐδενὶ δικαίῳ ταραττούσης τὰ πελάγη καὶ καταδυομένης εἰς τὸν βυθόν. οὔτε γὰρ τρίγλαν ἔστιν δήπου ‘ληιβότειραν’ οὔτε σκάρον ‘τρυγηφάγον’ οὔτε κεστρεῖς τινας ἢ λάβρακας ‘σπερμολόγους’ προσειπεῖν, ὡς τὰ χερσαῖα κατηγοροῦντες ὀνομάζομεν· ἀλλ’ οὐδ’ ὅσα γαλῇ καὶ μυὶ κατοικιδίῳ μικρολόγως ἐγκαλοῦμεν, ἔχοι τις ἂν αἰτιάσασθαι τὸν μέγιστον ἰχθῦν. ὅθεν ἀνείργοντες ἑαυτοὺς οὐ νόμῳ μόνῳ τῆς πρὸς ἄνθρωπον ἀδικίας ἀλλὰ καὶ φύσει τῆς πρὸς ἅπαν τὸ μὴ βλάπτον, ἥκιστα τῶν ὄψων ἐχρῶντο τοῖς ἰχθύσιν ἢ τὸ παράπαν οὐκ ἐχρῶντο· καὶ γὰρ ἄνευ τῆς ἀδικίας ἀκρασίαν [c] τινὰ καὶ λιχνείαν ἐμφαίνειν ἔοικεν ἡ περὶ ταῦτα πραγματεία πολυτελὴς οὖσα καὶ περίεργος. ὅθεν Ὅμηρος οὐ μόνον τοὺς Ἕλληνας ἰχθύων ἀπεχομένους πεποίηκε παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντας, ἀλλ’ οὐδὲ τοῖς ἁβροβίοις Φαίαξιν οὐδὲ τοῖς ἀσώτοις μνηστῆρσιν, ἀμφοτέροις οὖσιν νησιώταις, θαλάττιον παρατέθεικεν ὄψον· οἱ δ’ Ὀδυσσέως ἑταῖροι, τοσαύτην πλέοντες θάλατταν, οὐδαμοῦ καθῆκαν ἄγκιστρον οὐδὲ πόρκον οὐδὲ δίκτυον ἀλφίτων παρόντων·

‘ἀλλ’ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα’ (μ 329),

μικρὸν ἔμπροσθεν ἢ ταῖς τοῦ Ἡλίου βουσὶν ἐπιχειρεῖν, [d] ἰχθῦς ἀγρεύοντες, οὐκ ὄψον ἀλλὰ τροφὴν ἀναγκαίαν ἐποιοῦντο

‘γναμπτοῖς ἀγκίστροισιν· ἔτειρε δὲ γαστέρα λιμὸς’ (μ 332) ὑπὸ τῆς αὐτῆς ἀνάγκης ἰχθύσι τε χρωμένων καὶ τὰς τοῦ Ἡλίου βοῦς κατεσθιόντων. ὅθεν οὐ παρ’ Αἰγυπτίοις μόνον οὐδὲ Σύροις, ἀλλὰ καὶ παρ’ Ἕλλησι γέγονεν ἁγνείας μέρος ἀποχὴ ἰχθύων, μετὰ τοῦ δικαίου καὶ τὸ περίεργον οἶμαι τῆς βρώσεως ἀποδιοπομπουμένοις.’

Ὑπολαβὼν δ’ ὁ Νέστωρ ‘τῶν δ’ ἐμῶν’ ἔφη ‘πολιτῶν ὥσπερ Μεγαρέων οὐδεὶς λόγος; καίτοι πολλάκις ἀκήκοας ἐμοῦ λέγοντος, ὅτι οἱ ἐν Λέπτει τοῦ Ποσειδῶνος ἱερεῖς, οὓς ἱερομνήμονας καλοῦμεν, ἰχθῦς οὐκ ἐσθίουσιν· ὁ γὰρ θεὸς λέγεται φυτάλμιος. οἱ δ’ ἀφ’ Ἕλληνος τοῦ παλαιοῦ [e] καὶ πατρογενείῳ Ποσειδῶνι θύουσιν, ἐκ τῆς ὑγρᾶς τὸν ἄνθρωπον οὐσίας φῦναι δοξάζοντες, ὡς καὶ Σύροι· διὸ καὶ σέβονται τὸν ἰχθῦν, ὡς ὁμογενῆ καὶ σύντροφον, ἐπιεικέστερον Ἀναξιμάνδρου (A 30) φιλοσοφοῦντες· οὐ γὰρ ἐν τοῖς αὐτοῖς ἐκεῖνος ἰχθῦς καὶ ἀνθρώπους, ἀλλ’ ἐν ἰχθύσιν ἐγγενέσθαι τὸ πρῶτον ἀνθρώπους ἀποφαίνεται καὶ τραφέντας ὥσπερ οἱ γαλεοὶ καὶ γενομένους ἱκανοὺς ἑαυτοῖς βοηθεῖν ἐκβῆναι τηνικαῦτα καὶ γῆς λαβέσθαι. καθάπερ οὖν τὸ πῦρ τὴν ὕλην, ἐξ ἧς ἀνήφθη, μητέρα καὶ πατέρ’ οὖσαν, ἤσθιεν, ὡς ὁ τὸν Κήυκος γάμον εἰς τὰ [f] Ἡσιόδου (fr. 158) παρεμβαλὼν εἴρηκεν, οὕτως ὁ Ἀναξίμανδρος τῶν ἀνθρώπων πατέρα καὶ μητέρα κοινὸν ἀποφήνας τὸν ἰχθῦν διέβαλεν πρὸς τὴν βρῶσιν.’

[731] [a]

ΠΡΟΒΛΗΜΑ Θ

Εἰ δυνατόν ἐστι συστῆναι νοσήματα καινὰ καὶ δι’ ἃς αἰτίας

Φίλων ὁ ἰατρὸς διεβεβαιοῦτο τὴν καλουμένην ἐλεφαντίασιν οὐ πρὸ πολλοῦ πάνυ χρόνου γνώριμον γεγονέναι· μηδένα γὰρ τῶν παλαιῶν ἰατρῶν τοῦ πάθους τούτου πεποιῆσθαι λόγον, εἰς ἕτερα μικρὰ καὶ γλίσχρα καὶ δυσθεώρητα τοῖς πολλοῖς ἐνταθέντας. ἐγὼ δὲ καὶ μάρτυν αὐτῷ παρεῖχον ἐκ φιλοσοφίας Ἀθηνόδωρον, ἐν τῷ προτέρῳ τῶν Ἐπιδημιῶν ἱστοροῦντα πρῶτον ἐν τοῖς κατ’ Ἀσκληπιάδην [b] χρόνοις οὐ μόνον τὴν ἐλεφαντίασιν ἀλλὰ καὶ τὸν ὑδροφόβαν ἐκφανῆ γενέσθαι. θαυμάζοντες οὖν οἱ παρόντες, εἰ νέα πάθη τότε πρῶτον ἔσχεν ἐν τῇ φύσει γένεσιν καὶ ‹σύ›στασιν, οὐχ ἧττον ᾤοντο θαυμάσιον εἶναι τὸ λαθεῖν τηλικαῦτα συμπτώματα χρόνον τοσοῦτον· ἐρρύησαν δέ πως μᾶλλον οἱ πλείους ἐπὶ τὸ δεύτερον ὡς ἀνθρώπινον μᾶλλον, ἥκιστα τὴν φύσιν ἔν γε τούτοις φιλόκαινον εἶναι καὶ νέων πραγμάτων ὥσπερ ἐν πόλει τῷ σώματι δημιουργὸν ἀξιοῦντες.

Ὁ δὲ Διογενιανὸς ἔφη καὶ τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη κοινήν τινα καὶ πάτριον ὁδὸν βαδίζειν. ‘καίτοι [c] παντοδαπὸν μέν’ εἶπεν ‘ἡ μοχθηρία καὶ πολύτολμον, αὐτοκρατὲς δ’ ἡ ψυχὴ καὶ κύριον ὑφ’ αὑτῆς, εἰ βούλοιτο, μεταβάλλειν καὶ τρέπεσθαι ῥᾳδίως· ἔχει δέ τινα τάξιν τὸ ἄτακτον αὐτῆς καὶ τὰ μέτρα τηρεῖ τοῖς πάθεσιν, ὥσπερ ἡ θάλαττα ταῖς ὑπερεκχύσεσι, καὶ καινὸν οὐδὲν οὐδὲ τοῖς παλαιοῖς ἀνιστόρητον ἐξήνθηκε κακίας εἶδος· ἀλλὰ πολλαὶ μὲν ἐπιθυμιῶν διαφοραί, μυρία δὲ κινήματα φόβου καὶ σχήματα, τὰς δὲ λύπης καὶ ἡδονῆς μορφὰς ἔργον ἐστὶ μὴ ἀπειπεῖν ἐξαριθμούμενον·

‘οὐ μήν τι νῦν γε κἀχθές, ἀλλ’ ἀεί ποτε

ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ‘φάνη·’ (Soph. Ant. 456)

πόθεν γε δὴ σώματι νόσημα καινὸν ἢ πάθος ὀψίγονον, [d] ἰδίαν μὲν ὥσπερ ἡ ψυχὴ κινήσεως ἀρχὴν οἴκοθεν οὐκ ἔχοντι, συνημμένῳ δὲ κοιναῖς πρὸς τὴν φύσιν αἰτίαις καὶ κεκραμένῳ κρᾶσιν, ἧς καὶ τὸ ἀόριστον ἐντὸς ὅρων πλανᾶται, καθάπερ πλοῖον ἐν περιδρόμῳ σαλεῦον; οὔτε γὰρ ἀναίτιος νόσου σύστασίς ἐστιν, τὴν ἐκ μὴ ὄντος παρανόμως ἐπεισάγουσα γένεσιν [δύναμιν] τοῖς πράγμασιν, αἰτίαν τε καινὴν ἔργον ἐξευρεῖν μὴ καινὸν ἀέρα καὶ ξένον ὕδωρ καὶ τροφὰς ἀγεύστους τοῖς πρότερον ἐξ ἑτέρων τινῶν κόσμων ἢ μετακοσμίων ἀποφήναντι δεῦρο νῦν πρῶτον ἐπιρρεούσας. ἐκ τούτων γὰρ νοσοῦμεν οἷς καὶ ζῶμεν, ἴδια δὲ σπέρματα [e] νόσων οὐκ ἔστιν, ἀλλ’ αἱ τούτων μοχθηρίαι πρὸς ἡμᾶς καὶ ἡμῶν περὶ ταῦτα πλημμέλειαι τὴν φύσιν ἐπιταράττουσιν. αἱ δὲ ταραχαὶ διαφορὰς ἀιδίους ἔχουσιν πολλάκις νέοις χρωμένας ὀνόμασιν· τὰ γὰρ ὀνόματα τῆς συνηθείας ἐστὶν τὰ δὲ πάθη τῆς φύσεως· ὅθεν ‹ἐν› ἀφωρισμένοις τούτοις ἐκεῖνα ποικιλλόμενα τὴν ἀπάτην πεποίηκεν· ὡς δὲ τοῖς τοῦ λόγου μορίοις καὶ ταῖς πρὸς ἄλληλα τούτων συντάξεσι καινὸν ἐγγενέσθαι βαρβαρισμὸν ἢ σολοικισμὸν ἐξαίφνης ἀδύνατόν ἐστιν, οὕτως αἱ τοῦ σώματος κράσεις ὡρισμένας ἔχουσι τὰς ὀλισθήσεις καὶ παραβάσεις, τρόπον τινὰ τῇ φύσει καὶ τῶν παρὰ φύσιν ἐμπεριεχομένων.

[f] ταύτῃ γε κομψοὶ καὶ οἱ μυθογράφοι· τὰ γὰρ παντάπασιν ἔκφυλα καὶ τεράστια τῶν ζῴων γενέσθαι λέγουσιν ἐν τῇ γιγαντομαχίᾳ, τῆς σελήνης ἐκτρεπομένης καὶ τὰς ἀνατολὰς οὐχ ὅθεν εἴωθεν ποιουμένης· οἱ δὲ καινὰ νοσήματα [732] [a] τὴν φύσιν ὥσπερ τέρατα γεννᾶν ἀξιοῦσιν, μήτε πιθανὴν μήτ’ ἀπίθανον αἰτίαν τῆς ἐξαλλαγῆς πλάσσοντες, ἀλλὰ τὸ ἄγαν καὶ τὸ μᾶλλον ἐνίων παθῶν καινότητα καὶ διαφορὰν ἀποφαίνοντες· οὐκ ὀρθῶς, ὦ μακάριε Φίλων· ἐπίτασις γὰρ καὶ αὔξησις μέγεθος ἢ πλῆθος προστίθησι, τοῦ δὲ γένους ‹οὐκ› ἐκβιβάζει τὸ ὑποκείμενον· ὥσπερ οὐδὲ τὴν ἐλεφαντίασιν οἴομαι, σφοδρότητα τῶν ψωρικῶν τινος τούτων οὖσαν, οὐδὲ τὸν ὑδροφόβαν τῶν στομαχικῶν ἢ μελαγχολικῶν. καίτοι τοῦτό γε θαυμαστὸν εἰ μηδ’ Ὅμηρος (Θ 299) ἀγνοῶν ἐλάνθανεν ὑμᾶς· τὸν γὰρ ‘λυσσητῆρα κύνα’ δῆλός ἐστιν ἀπὸ τοῦ πάθους τούτου προσαγορεύων, [b] ἀφ’ οὗ καὶ ἄνθρωποι λυσσᾶν λέγονται.’

Ταῦτα τοῦ Διογενιανοῦ διελθόντος, ὁ Φίλων αὐτός τε μέτρια διελέχθη πρὸς τὸν λόγον αὐτοῦ, κἀμὲ συνειπεῖν παρεκάλει τοῖς ἀρχαίοις ἰατροῖς, ὡς ἀμελείας ἢ ἀγνοίας τῶν μεγίστων ὀφλισκάνουσιν, εἴ γε μὴ ταῦτα τὰ πάθη νεώτερα φαίνεται τῆς ἐκείνων ἡλικίας. πρῶτον οὖν ὁ Διογενιανὸς οὐκ ὀρθῶς ἀξιοῦν ἔδοξεν ἡμῖν τὰς ἐπιτάσεις καὶ ἀνέσεις μὴ ποιεῖν διαφορὰς μηδὲ τοῦ γένους ἐκβιβάζειν· οὕτω γὰρ οὔτ’ ὄξος ὀξίνου φήσομεν διαφέρειν οὔτε πικρότητα στρυφνότητος οὔτε πυρῶν αἶραν οὔτε μίνθον ἡδυόσμων. καίτοι περιφανῶς ἐκστάσεις αὗται καὶ μεταβολαὶ ποιοτήτων εἰσίν, αἱ μὲν ἀνέσεις μαραινομένων αἱ δ’ ἐπιτάσεις [c] σφοδρυνομένων· ἢ μηδὲ φλόγα πνεύματος λεπτοῦ μηδὲ φλογὸς αὐγὴν μηδὲ πάχνην δρόσου μηδὲ χάλαζαν ὄμβρου διαφέρειν λέγωμεν, ἀλλ’ ἐπιτάσεις εἶναι ταῦτα πάντα καὶ σφοδρότητας· ὥρα δὲ καὶ τυφλότητα μηθὲν ἀμβλυωπίας φάναι διαφέρειν μηδὲ ναυτίας χολέραν, ἀλλὰ τῷ μᾶλλον καὶ ἧττον παραλλάττειν. καίτοι ταῦτα πρὸς λόγον οὐθέν ἐστιν· ἂν γὰρ αὐτὴν λέγωσι δεξάμενοι τὴν ἐπίτασιν καὶ τὴν σφοδρότητα νῦν γεγονέναι πρῶτον, ἐν τῷ ποσῷ γινομένης τῆς καινότητος οὐκ ἐν ποιῷ, μένει τὸ παράδοξον [d] ὁμοίως. ἔπειτα τοῦ Σοφοκλέους ἐπὶ τῶν ὅτι μὴ πρότερον ἦν ἀπιστουμένων, εἰ γέγονεν νῦν, οὐ φαύλως εἰπόντος (fr. 776)

‘ἅπαντα τἀγένητα πρῶτον ἦλθ’ ἅπαξ,’

ἐδόκει καὶ λόγον ἔχειν τὸ μὴ δρόμῳ, καθάπερ ὕσπληγος μιᾶς πεσούσης, ἐκδραμεῖν τὰ πάθη πρὸς τὴν γένεσιν, ἄλλων δ’ ἄλλοις ἀεὶ κατόπιν ἐπιγινομένων ἕκαστον ἐν χρόνῳ τινὶ λαβεῖν τὴν πρώτην γένεσιν. ‘εἰκάσαι δ’ ἄν τις’ ἔφην ἐγώ ‘τὰ μὲν ἀπ’ ἐνδείας ὅσα τε καῦμα προσπῖπτον ἢ ψῦχος ἐμποιεῖ, ταῦτα πρῶτον τοῖς σώμασι παραγενέσθαι, πλησμονὰς δὲ καὶ θρύψεις καὶ ἡδυπαθείας ὕστερον [e] ἐπελθεῖν μετ’ ἀργίας καὶ σχολῆς δι’ ἀφθονίαν τῶν ἀναγκαίων πολὺ περίττωμα ποιούσας καὶ πονηρόν, ἐν ᾧ ποικίλα νοσημάτων εἴδη παντοδαπάς τε τούτων ἐπιπλοκὰς πρὸς ἀλλήλας καὶ μίξεις ἀεί τι νεωτερίζειν. τὸ μὲν γὰρ κατὰ φύσιν τέτακται καὶ διώρισται, τάξις γὰρ ἢ τάξεως ἔργον ἡ φύσις· ἡ δ’ ἀταξία καθάπερ ἡ Πινδαρικὴ ψάμμος (Ol. 2, 179) ‘ἀριθμὸν περιπέφευγεν’, καὶ τὸ παρὰ τὴν φύσιν εὐθὺς ἀόριστον καὶ ἄπειρόν ἐστιν. ἀληθεύειν μὲν γὰρ ἁπλῶς ψεύδεσθαι δ’ ἀπειραχῶς παρέχει τὰ πράγματα· καὶ ῥυθμοὶ καὶ ἁρμονίαι λόγους ἔχουσιν, ἃ δὲ πλημμελοῦσιν ἄνθρωποι περὶ λύραν καὶ ᾠδὴν καὶ ὄρχησιν, οὐκ [f] ἄν τις περιλάβοι. καίτοι καὶ Φρύνιχος ὁ τῶν τραγῳδιῶν ποιητὴς περὶ αὑτοῦ φησιν ὅτι

‘σχήματα δ’ ὄρχησις τόσα μοι πόρεν, ὅσσ’ ἐνὶ πόντῳ

κύματα ποιεῖται χείματι νὺξ ὀλοή’ (fr. 3 Bergk I 65 D.),

καὶ Χρύσιππος (St. V. Fr. II 210) τὰς ἐκ δέκα μόνων ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ἑκατὸν μυριάδας ὑπερβάλλειν· ἀλλὰ τοῦτο μὲν ἤλεγξεν Ἵππαρχος, ἀποδείξας ὅτι τὸ μὲν καταφατικὸν περιέχει συμπεπλεγμένων μυριάδας δέκα καὶ πρὸς ταύταις ‹τρις›χίλια τεσσαράκοντ’ ἐννέα, τὸ δ’ ἀποφατικὸν αὐτοῦ μυριάδας τριάκοντα μίαν [733] [a] καὶ πρὸς ταύταις ἐνακόσια πεντήκοντα δύο· Ξενοκράτης (fr. 11 H.) δὲ τὸν τῶν συλλαβῶν ἀριθμόν, ὃν τὰ στοιχεῖα μιγνύμενα πρὸς ἄλληλα παρέχει, μυριάδων ἀπέφηνεν εἰκοσάκις καὶ μυριάκις μυρίων. τί δὴ θαυμαστόν ἐστιν εἰ, τοσαύτας μὲν ἐν ἑαυτῷ τοῦ σώματος δυνάμεις ἔχοντος, τοσαύτας δὲ διὰ σίτων καὶ ποτῶν ἐπεισαγομένου ποιότητας ἑκάστοτε, χρωμένου δὲ κινήσεσι καὶ μεταβολαῖς μήτε καιρὸν ἕνα μήτε τάξιν ἀεὶ μίαν ἐχούσαις, αἱ πρὸς ἀλλήλας συμπλοκαὶ [b] τούτων ἁπάντων ἔστιν ὅτε καινὰ καὶ ἀσυνήθη νοσήματα φέρουσιν; οἷον ὁ Θουκυδίδης (II 50) ἱστορεῖ τὸν Ἀθήνησι λοιμὸν γενέσθαι, τεκμαιρόμενος αὐτοῦ τὸ μὴ σύντροφον μάλιστα τῷ τὰ σαρκοφάγα μὴ γεύεσθαι τῶν νεκρῶν· οἱ δὲ περὶ τὴν Ἐρυθρὰν θάλασσαν νοσήσαντες, ὡς Ἀγαθαρχίδας (FHG III 195) ἱστόρηκεν, ἄλλοις τε συμπτώμασιν ἐχρήσαντο καινοῖς καὶ ἀνιστορήτοις, καὶ δρακόντια μικρὰ τὰς κνήμας διεσθίοντα καὶ τοὺς βραχίονας ἐξέκυψεν, ἁψαμένων δ’ αὖθις ἐνεδύετο καὶ φλεγμονὰς ἀκαρτερήτους ἐνειλούμενα τοῖς μυώδεσι παρεῖχεν· καὶ τοῦτο τὸ πάθος οὔτε πρότερον οἶδεν οὐδεὶς οὔθ’ ὕστερον ἄλλοις [c] ἀλλ’ ἐκείνοις γε μόνοις γενόμενον, ὡς ἕτερα πολλά. καὶ γὰρ ἐν δυσουρίᾳ τις γενόμενος πολὺν χρόνον ἐξέδωκε κριθίνην καλάμην γόνατ’ ἔχουσαν. καὶ τὸν ἡμέτερον ξένον Ἔφηβον Ἀθήνησιν ἴσμεν ἐκβαλόντα μετὰ πολλοῦ σπέρματος θηρίδιον δασὺ καὶ πολλοῖς ποσὶ ταχὺ βαδίζον. τὴν δὲ Τίμωνος ἐν Κιλικίᾳ τήθην Ἀριστοτέλης (fr. 43) ἱστόρηκεν φωλεύειν τοῦ ἔτους ἑκάστου δύο μῆνας, μηδενὶ πλὴν μόνῳ τῷ ἀναπνεῖν ὅτι ζῇ διάδηλον οὖσαν. καὶ μὴν ἔν γε τοῖς Μενωνείοις (Aristot. fr. 375) σημεῖον ἡπατικοῦ πάθους ἀναγέγραπται τὸ τοὺς κατοικιδίους μῦς ἐπιμελῶς παραφυλάττειν καὶ διώκειν· ὃ νῦν οὐδαμοῦ γινόμενον ὁρᾶται.

[d] διὸ μὴ θαυμάζωμεν, ἂν γένηταί τι τῶν οὐ πρότερον ὄντων, ‹μηδ’ εἴ τι τῶν πρότερον ὄντων› ὕστερον ἐκλέλοιπεν· αἰτία γὰρ ἡ τῶν σωμάτων φύσις, ἄλλην ἄλλοτε λαμβάνουσα κρᾶσιν. τὸ μὲν οὖν ἀέρα καινὸν ἐπεισάγειν ἢ ξένον ὕδωρ, εἰ μὴ βούλεται Διογενιανός, ἐάσωμεν· καίτοι τούς γε Δημοκριτείους ἴσμεν καὶ λέγοντας καὶ γράφοντας, ὅτι [καὶ] κόσμων ἐκτὸς φθαρέντων καὶ σωμάτων ἀλλοφύλων ἐκ τῆς ἀπειρίας ἐπιρρεόντων ἐνταῦθα πολλάκις ἀρχαὶ παρεμπίπτουσιν λοιμῶν καὶ παθῶν οὐ συνήθων. ἐάσωμεν δὲ καὶ τὰς φθορὰς ‹τὰς› κατὰ μέρος παρ’ ἡμῖν ὑπό τε σεισμῶν καὶ αὐχμῶν καὶ ὄμβρων, αἷς καὶ τὰ [e] πνεύματα καὶ τὰ νάματα γηγενῆ φύσιν ἔχοντα συννοσεῖν ἀνάγκη καὶ συμμεταβάλλειν. ἀλλὰ τὴν περὶ τὰ σιτία καὶ τὰ ὄψα καὶ τὰς ἄλλας διαίτας τοῦ σώματος ἐξαλλαγήν, ὅση γέγονεν, οὐ παραλειπτέον. πολλὰ γὰρ τῶν ἀγεύστων καὶ ἀβρώτων πρότερον ἥδιστα νῦν γέγονεν, ὥσπερ οἰνόμελι καὶ μήτρα· λέγουσι δὲ μηδ’ ἐγκέφαλον ἐσθίειν τοὺς παλαιούς· διὸ καὶ Ὅμηρον εἰπεῖν (Ι 378)

‘τίω δέ μιν ἔγκαρος αἴσῃ,’

τὸν ἐγκέφαλον οὕτως, διὰ τὸ ῥίπτειν καὶ ἀποβάλλειν μυσαττομένους, προσειπόντα· σικύου δὲ πέπονος καὶ μήλου Μηδικοῦ καὶ πεπέρεως πολλοὺς ἴσμεν ἔτι τῶν πρεσβυτέρων γεύσασθαι μὴ δυναμένους. ὑπό τε δὴ τούτων εἰκός [f] ἐστι ξενοπαθεῖν τὰ σώματα καὶ παραλλάττειν ταῖς κράσεσιν ἡσυχῆ ποιότητα καὶ περίττωμα ποιούντων ἴδιον, τήν τε τάξιν αὖ τῶν ἐδεστῶν καὶ μετακόσμησιν οὐ μικρὰν ἔχειν διαφοράν· αἱ γὰρ καλούμεναι ψυχραὶ τράπεζαι πρότερον, ὀστρέων, ἐχίνων, ὠμῶν λαχάνων, ὥσπερ ἐλαφρῶν ὅπλων, ἀπ’ οὐρᾶς ἐπὶ στόμα μεταχθεῖσαι τὴν πρώτην ἀντὶ [734] [a] τῆς ἐσχάτης τάξιν ἔχουσιν. μέγα δὲ καὶ τὸ τῶν καλουμένων προπομάτων· οὐδὲ γὰρ ὕδωρ οἱ παλαιοὶ πρὶν ἐντραγεῖν ἔπινον· οἱ δὲ νῦν ἄσιτοι προμεθυσθέντες ἅπτονται τῆς τροφῆς διαβρόχῳ τῷ σώματι καὶ ζέοντι, λεπτὰ καὶ τομὰ καὶ ὀξέα προσφέροντες ὑπέκκαυμα τῆς ὀρέξεως, εἶθ’ οὕτως ἐμφορούμενοι τῶν ἄλλων. οὐδενὸς δὲ πρὸς μεταβολὴν καὶ τὸ ποιῆσαι νοσημάτων καινῶν γένεσιν ἀσθενέστερόν ἐστιν ἡ περὶ τὰ λουτρὰ τῆς σαρκὸς πολυπάθεια καθάπερ σιδήρου πυρὶ μαλασσομένης καὶ ῥεούσης, εἶτα βαφὴν ὑπὸ ψυχροῦ καὶ στόμωσιν ἀναδεχομένης·

‘ἔνθα μὲν εἰς Ἀχέρων τε Πυριφλεγέθων τε ῥέουσιν’ (κ 513)·

[b] τοῦτο γὰρ ἄν τις εἰπεῖν μοι δοκεῖ τῶν ὀλίγον ἡμῶν ἔμπροσθεν γεγονότων, βαλανείου θύρας ἀνοιχθείσης. ἐκεῖνοι γὰρ οὕτως ἀνειμένοις ἐχρῶντο καὶ μαλακοῖς, ὥστ’ Ἀλέξανδρος μὲν ὁ βασιλεὺς ἐν τῷ λουτρῶνι πυρέττων ἐκάθευδεν, αἱ δὲ Γαλατῶν γυναῖκες εἰς τὰ βαλανεῖα πόλτου χύτρας εἰσφέρουσαι μετὰ τῶν παίδων ἤσθιον ὁμοῦ λουόμεναι. νῦν δὲ λυττῶσιν ἔοικε τὰ βαλανεῖα καὶ ὑλακτοῦσι καὶ σπαράττουσιν· ὁ δ’ ἑλκόμενος ἀὴρ ἐν αὐτοῖς, ὑγροῦ μῖγμα καὶ πυρὸς γεγονώς, οὐδὲν ἐᾷ τοῦ σώματος ἡσυχίαν ἄγειν, ἀλλὰ πᾶσαν ἄτομον κλονεῖ καὶ ταράττει καὶ μεθίστησιν ἐξ ἕδρας, ἄχρι οὗ κατασβέσωμεν αὑτοὺς πεπυρωμένους [c] καὶ ζέοντας. οὐδὲν οὖν’ ἔφην, ‘ὦ Διογενιανέ, δεῖται ὁ λόγος αἰτιῶν ἐπεισοδίων ἔξωθεν οὐδὲ μετακοσμίων, ἀλλ’ αὐτόθεν ἡ περὶ τὴν δίαιταν μεταβολὴ τὰ μὲν νῦν γεννᾶν τὰ δ’ ἀφανίζειν τῶν νοσημάτων οὐκ ἀδύνατός ἐστιν.’

ΠΡΟΒΛΗΜΑ Ι

Διὰ τί τοῖς φθινοπωρινοῖς ἐνυπνίοις ἥκιστα πιστεύομεν

Προβλήμασιν Ἀριστοτέλους φυσικοῖς ἐντυγχάνων [d] Φλῶρος εἰς Θερμοπύλας κομισθεῖσιν αὐτός τε πολλῶν ἀποριῶν, ὅπερ εἰώθασι πάσχειν ἐπιεικῶς αἱ φιλόσοφοι φύσεις, ὑπεπίμπλατο καὶ τοῖς ἑταίροις μετεδίδου, μαρτυρῶν αὐτῷ τῷ Ἀριστοτέλει (fr. 62) λέγοντι τὴν πολυμάθειαν πολλὰς ‹ἀποριῶν› ἀρχὰς ποιεῖν. τὰ μὲν οὖν ἄλλα μεθ’ ἡμέραν οὐκ ἄχαριν ἡμῖν ἐν τοῖς περιπάτοις διατριβὴν παρέσχεν· τὸ δὲ λεγόμενον (fr. 242) περὶ τῶν ἐνυπνίων, ὥς ἐστιν ἀβέβαια καὶ ψευδῆ μάλιστα περὶ τοὺς φυλλοχόους μῆνας, οὐκ οἶδ’ ὅπως ‹ἐφ’› ἑτέροις λόγοις πραγματευσαμένου τοῦ Φαβωρίνου μετὰ τὸ δεῖπνον ἀνέκυψεν.

[e] τοῖς μὲν οὖν σοῖς ἑταίροις ἐμοῖς δ’ υἱοῖς ἐδόκει λελυκέναι τὴν ἀπορίαν Ἀριστοτέλης, καὶ οὐδὲν ᾤοντο δεῖν ζητεῖν οὐδὲ λέγειν ἀλλ’ ἢ τοὺς καρπούς, ὥσπερ ἐκεῖνος, αἰτιᾶσθαι. νέοι γὰρ ὄντες ἔτι καὶ σφριγῶντες πολὺ πνεῦμα γεννῶσιν ἐν τῷ σώματι καὶ ταραχῶδες· οὐ γὰρ τὸν οἶνον εἰκός ἐστι μόνον ζεῖν καὶ ἀγανακτεῖν, οὐδὲ τοὔλαιον ἂν ᾖ νεουργὸν ἐν τοῖς λύχνοις ψόφον ἐμποιεῖν, ἀποκυματιζούσης τὸ πνεῦμα τῆς θερμότητος, ἀλλὰ καὶ τὰ σιτία τὰ πρόσφατα καὶ τὴν ὀπώραν ἅπασαν ὁρῶμεν ἐντεταμένην καὶ οἰδοῦσαν, ἄχρι ἂν ἀποπνεύσῃ τὸ φυσῶδες καὶ ἄπεπτον. ὅτι δ’ ἐστὶ τῶν βρωμάτων ἔνια δυσόνειρα καὶ ταρακτικὰ [f] τῶν καθ’ ὕπνον ὄψεων, μαρτυρίοις ἐχρῶντο τοῖς τε κυάμοις καὶ τῇ κεφαλῇ τοῦ πολύποδος, ὧν ἀπέχεσθαι κελεύουσι τοὺς δεομένους τῆς διὰ τῶν ὀνείρων μαντικῆς.

Ὁ δὲ Φαβωρῖνος αὐτὸς τὰ μὲν ἄλλα δαιμονιώτατος Ἀριστοτέλους ἐραστής ἐστι καὶ τῷ Περιπάτῳ νέμει μερίδα τοῦ πιθανοῦ πλείστην· τότε μέντοι λόγον τινὰ τοῦ Δημοκρίτου (A 77) παλαιὸν ὥσπερ ἐκ καπνοῦ καθελὼν ἠμαυρωμένον [735] [a] οἷος ἦν ἐκκαθαίρειν καὶ διαλαμπρύνειν, ὑποθέμενος τοῦτο δὴ τοὐπιδήμιον ὅ φησιν Δημόκριτος ἐγκαταβυσσοῦσθαι τὰ εἴδωλα διὰ τῶν πόρων εἰς τὰ σώματα καὶ ποιεῖν τὰς κατὰ τὸν ὕπνον ὄψεις ἐπαναφερόμενα· φοιτᾶν δὲ ταῦτα πανταχόθεν ἀπιόντα καὶ σκευῶν καὶ ἱματίων καὶ φυτῶν, μάλιστα δὲ ζῴων ὑπὸ σάλου πολλοῦ καὶ θερμότητος οὐ μόνον ἔχοντα μορφοειδεῖς τοῦ σώματος ἐκμεμαγμένας ὁμοιότητας (ὡς Ἐπίκουρος (fr. 326) οἴεται μέχρι τούτου Δημοκρίτῳ συνεπόμενος, ἐνταῦθα δὲ προλιπὼν τὸν λόγον), ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν κινημάτων καὶ βουλευμάτων ἑκάστῳ καὶ ἠθῶν καὶ παθῶν ἐμφάσεις ἀναλαμβάνοντα [b] συνεφέλκεσθαι, καὶ προσπίπτοντα μετὰ τούτων ὥσπερ ἔμψυχα φράζειν καὶ διαγγέλλειν τοῖς ὑποδεχομένοις τὰς τῶν μεθιέντων αὐτὰ δόξας καὶ διαλογισμοὺς καὶ ὁρμάς, ὅταν ἐνάρθρους καὶ ἀσυγχύτους φυλάττοντα προσμίξῃ τὰς εἰκόνας. τοῦτο δὲ μάλιστα ποιεῖ δι’ ἀέρος λείου τῆς φορᾶς αὐτοῖς γινομένης ἀκωλύτου καὶ ταχείας. ὁ δὲ φθινοπωρινός, ἐν ᾧ φυλλοχοεῖ τὰ δένδρα, πολλὴν ἀνωμαλίαν ἔχων καὶ τραχύτητα διαστρέφει καὶ παρατρέπει πολλαχῆ τὰ εἴδωλα καὶ τὸ ἐναργὲς αὐτῶν ἐξίτηλον καὶ ἀσθενὲς ποιεῖ τῇ βραδυτῆτι τῆς πορείας ἀμαυρούμενον, ὥσπερ αὖ πάλιν πρὸς ὀργώντων καὶ διακαιομένων ἐκθρώσκοντα [c] πολλὰ καὶ ταχὺ κομιζόμενα τὰς ἐμφάσεις νεαρὰς καὶ σημαντικὰς ἀποδίδωσιν.

Εἶτα διαβλέψας πρὸς τοὺς περὶ τὸν Αὐτόβουλον καὶ μειδιάσας ‘ἀλλ’ ὁρῶ’ εἶπεν ‘ὑμᾶς οἵους [τε] ὄντας ἤδη σκιαμαχεῖν πρὸς τὰ εἴδωλα καὶ δόξῃ παλαιᾷ καθάπερ γραφῇ προσφέροντας ἁφὴν οἴεσθαί τι ποιεῖν.’ καὶ ὁ Αὐτόβουλος ‘παῦε ποικίλλων’ ἔφη ‘πρὸς ἡμᾶς· οὐ γὰρ ἀγνοοῦμεν, ὅτι τὴν Ἀριστοτέλους δόξαν εὐδοκιμῆσαι βουλόμενος ὥσπερ σκιὰν αὐτῇ τὴν Δημοκρίτου παραβέβληκας. ‹ἐπ’› ἐκείνην οὖν τρεψόμεθα κἀκείνῃ μαχούμεθα κατηγορούσῃ [d] τῶν νέων καρπῶν καὶ τῆς φίλης ὀπώρας οὐ προσηκόντως. τὸ γὰρ θέρος αὐτοῖς μαρτυρεῖ καὶ τὸ μετόπωρον, ὅτε μάλιστα χλωρὰν καὶ φλείουσαν, ὡς Ἀντίμαχος (fr. 36 Kink. 40 Wyss) ἔφη, τὴν ὀπώραν, γεννωμένην ἄρτι, προσφερόμενοι [τοὺς καρποὺς] ἧττον ἀπατηλοῖς καὶ ψευδέσιν ἐνυπνίοις σύνεσμεν· οἱ δὲ φυλλοχόοι μῆνες ἤδη τῷ χειμῶνι παρασκηνοῦντες ἐν πέψει τὰ σιτία καὶ τὰ περιόντα τῶν ἀκροδρύων ἰσχνὰ καὶ ῥυσὰ καὶ πᾶν ἀφεικότα τὸ πληκτικὸν ἐκεῖνο καὶ μανικὸν ἔχουσιν. καὶ μὴν οἴνου γε τὸν νέον οἱ πρωιαίτατα πίνοντες Ἀνθεστηριῶνι πίνουσι μηνὶ μετὰ χειμῶνα, καὶ τὴν ἡμέραν ἐκείνην ἡμεῖς μὲν Ἀγαθοῦ Δαίμονος, Ἀθηναῖοι [e] δὲ Πιθοίγια προσαγορεύουσιν· γλεύκους δὲ ζέοντος †ἀεὶ ἀφαιρεῖσθαι καὶ τοὺς ἐργάτας δεδιότας ὁρῶμεν. ἀφέντες οὖν τὸ συκοφαντεῖν τὰ τῶν θεῶν δῶρα μετίωμεν ἑτέραν ὁδόν, ἣν ὑφηγεῖται τοὔνομα τοῦ χρόνου [καὶ] τῶν ὑπηνεμίων καὶ ψευδῶν ὀνείρων. φυλλοχόος γὰρ ὀνομάζεται διὰ ψυχρότητα καὶ ξηρότητα τηνικαῦτα τῶν φύλλων ἀπορρεόντων, πλὴν εἴ τι θερμόν ἐστι καὶ λιπαρὸν ὡς ἐλαῖαι καὶ δάφναι καὶ φοίνικες ἢ διερὸν ὡς μυρσίνη καὶ κιττός· τούτοις γὰρ ἡ κρᾶσις βοηθεῖ τοῖς δ’ ἄλλοις οὔ· οὐ γὰρ παραμένει τὸ ἐχέκολλον καὶ συνεκτικόν, ἢ πυκνουμένης ψυχρότητι [f] τῆς ἰκμάδος ἢ ξηραινομένης δι’ ἔνδειαν καὶ ἀσθένειαν. ἔστι μὲν οὖν καὶ φυτοῖς ὑγρότητι καὶ θερμότητι τεθηλέναι καὶ αὐξάνεσθαι, μᾶλλον δὲ τοῖς ζῴοις· καὶ τοὐναντίον ἡ ψυχρότης καὶ ἡ ξηρότης ὀλέθριον. διὸ χαριέντως Ὅμηρος εἴωθεν ‘διεροὺς βροτοὺς’ (ζ 201) καλεῖν, καὶ τὸ μὲν χαίρειν ‘ἰαίνεσθαι’ (ζ 156 al.), ‘ῥιγεδανὸν’ (Τ 325) δὲ καὶ ‘κρυερὸν’ (λ 212 al.) τὸ λυπηρὸν καὶ τὸ φοβερόν· [736] [a] ὁ δ’ ἀλίβας καὶ ὁ σκελετὸς ἐπὶ τοῖς νεκροῖς λέγονται, λοιδορουμένης τῷ ὀνόματι τῆς ξηρότητος. ἔτι τὸ μὲν αἷμα κυριωτάτην τῶν ἐν ἡμῖν ἔχον δύναμιν ἅμα καὶ θερμόν ἐστι καὶ ὑγρόν, τὸ δὲ γῆρας ἀμφοῖν ἐνδεές. ἔοικε δὲ τοῦ ἐνιαυτοῦ περιιόντος οἷον γῆρας εἶναι τὸ φθινόπωρον· οὔπω γὰρ ἥκει τὸ ὑγρόν, οὐκέτι δὲ τὸ θερμὸν ἔρρωται· δεῖγμα δὴ γεγονὸς ἀτεχνῶς ξηρότητος ἅμα καὶ ψυχρότητος ἐπισφαλῆ ποιεῖ τὰ σώματα πρὸς τὰς νόσους. τοῖς δὲ σώμασι τὰς ψυχὰς συμπαθεῖν ἀνάγκη, καὶ μάλιστα παχνουμένου τοῦ πνεύματος ἀμαυροῦσθαι τὸ μαντικόν, ὥσπερ [b] κάτοπτρον ὁμίχλης ἀναπιμπλάμενον. οὐδὲν οὖν τρανὸν οὐδ’ ἔναρθρον οὐδ’ εὔσημον ἐν ταῖς φαντασίαις ἀποδίδωσι, μέχρι οὗ τραχὺ καὶ ἀλαμπὲς καὶ συνεσταλμένον ἐστίν.’

ΣΥΜΠΟΣΙΑΚΩΝ ΒΙΒΛΙΟΝ ΕΝΑΤΟΝ

[c] Τὸ ἔνατον τῶν Συμποσιακῶν, ὦ Σόσσιε Σενεκίων, περιέχει λόγους τοὺς Ἀθήνησιν ἐν τοῖς Μουσείοις γενομένους ‹τῷ› καὶ μάλιστα τὴν ἐννεάδα ταῖς Μούσαις προσήκειν. ὁ δ’ ἀριθμὸς ἂν ὑπερβάλλῃ τὴν συνήθη δεκάδα τῶν ζητημάτων, οὐ θαυμαστέον· ἔδει γὰρ πάντα ταῖς Μούσαις ἀποδοῦναι τὰ τῶν Μουσῶν καὶ μηδὲν ἀφελεῖν ὥσπερ ἀφ’ ἱερῶν, πλείονα καὶ καλλίονα τούτων ὀφείλοντας αὐταῖς.

ΠΡΟΒΛΗΜΑ Α

Περὶ στίχων εὐκαίρως ἀναπεφωνημένων καὶ ἀκαίρως

[d] Ἀμμώνιος Ἀθήνησι στρατηγῶν ἀπόδειξιν ἔλαβεν ‹ἐν› τῷ Διογενείῳ τῶν γράμματα καὶ γεωμετρίαν καὶ τὰ ῥητορικὰ καὶ μουσικὴν μανθανόντων ἐφήβων, καὶ τοὺς εὐδοκιμήσαντας τῶν διδασκάλων ἐπὶ δεῖπνον ἐκάλεσεν. παρῆσαν δὲ καὶ τῶν ἄλλων φιλολόγων συχνοὶ καὶ πάντες ἐπιεικῶς οἱ συνήθεις. ὁ μὲν οὖν Ἀχιλλεὺς (Ψ 810) μόνοις τῶν ἀγωνισαμένων τοῖς μονομαχήσασι δεῖπνον κατήγγειλεν, βουλόμενος, ὥς φασιν, εἴ τις ἐν τοῖς ὅπλοις ὀργὴ πρὸς ἀλλήλους καὶ χαλεπότης γένοιτο, ταύτην ἀφεῖναι καὶ καταθέσθαι τοὺς ἄνδρας ἑστιάσεως κοινῆς καὶ τραπέζης μετασχόντας· τῷ δ’ Ἀμμωνίῳ συνέβαινε τοὐναντίον· [e] ἀκμὴν γὰρ ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία σφοδροτέραν ἔλαβεν ἐν ταῖς κύλιξι γενομένων· ἤδη δὲ καὶ προτάσεις καὶ προκλήσεις ἦσαν ἄκριτοι καὶ ἄτακτοι.

Διὸ πρῶτον μὲν ἐκέλευσεν ᾆσαι τὸν Ἐράτωνα πρὸς τὴν λύραν· ᾄσαντος δὲ τὰ πρῶτα τῶν Ἔργων (Hes. OD 11) ‘οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος’, ἐπῄνεσεν ὡς τῷ καιρῷ πρεπόντως ἁρμοσάμενον· ἔπειτα περὶ στίχων εὐκαιρίας ἐνέβαλεν λόγον, ὡς μὴ μόνον χάριν ἀλλὰ καὶ χρείαν ἔστιν ὅτε μεγάλην ἐχούσης. καὶ ὁ μὲν ῥαψῳδὸς εὐθὺς ἦν διὰ στόματος πᾶσιν, ἐν τοῖς Πτολεμαίου γάμοις ἀγομένου τὴν ἀδελφὴν καὶ πρᾶγμα δρᾶν ἀλλόκοτον ‹νομιζ›ομένου καὶ ἄθεσμον ἀρξάμενος ἀπὸ τῶν ἐπῶν ἐκείνων (Σ 356)

‘Ζεὺς δ’ Ἥρην ἐκάλεσσε κασιγνήτην ἄλοχόν τε·’

καὶ ὁ παρὰ Δημητρίῳ τῷ βασιλεῖ ἀπρόθυμος ὢν ᾄδειν μετὰ τὸ δεῖπνον, ὡς δὲ προσέπεμψεν αὐτῷ τὸν υἱὸν ἔτι παιδάριον ὄντα τὸν Φίλιππον, ἐπιβαλὼν εὐθύς

‘τὸν παῖδά μοι τόνδ’ ἀξίως Ἡρακλέους

ἡμῶν τε θρέψαι’ (Trag. adesp. 399)·

[737] [a] καὶ Ἀνάξαρχος ὑπ’ Ἀλεξάνδρου μήλοις βαλλόμενος παρὰ δεῖπνον ἐπαναστὰς καὶ εἰπών (Eur. Or. 271)

‘βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί.’

πάντων δ’ ἄριστος Κορίνθιος παῖς αἰχμάλωτος, ὅθ’ ἡ πόλις ἀπώλετο καὶ Μόμμιος ἐκ τῶν ἐλευθέρων τοὺς ἐπισταμένους γράμματα παῖδας †εὐσυσκόπων ἐκέλευσε γράψαι στίχον, ἔγραψε (ε 306)

‘τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ’ ὄλοντο·’

καὶ γὰρ παθεῖν τι τὸν Μόμμιόν φασι καὶ δακρῦσαι καὶ πάντας ἀφεῖναι ἐλευθέρους τοὺς τῷ παιδὶ προσήκοντας. ἐμνήσθη δὲ καὶ τῆς Θεοδώρου ‹τοῦ› τραγῳδοῦ γυναικὸς [b] οὐ προσδεξαμένης αὐτὸν ἐν τῷ συγκαθεύδειν ὑπογύου τοῦ ἀγῶνος ὄντος, ἐπεὶ δὲ νικήσας εἰσῆλθεν πρὸς αὐτήν, ἀσπασαμένης καὶ εἰπούσης (Soph. El. 2)

‘Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν’ ἔξεστί σοι.’

Ἐκ δὲ τούτου πολλὰ καὶ τῶν ἀκαίρων ἐνίοις ἐπῄει λέγειν, ὡς οὐκ ἄχρηστον εἰδέναι καὶ φυλάττεσθαι. οἷον Πομπηίῳ Μάγνῳ φασὶν ἀπὸ τῆς μεγάλης ἐπανήκοντι στρατείας τὸν διδάσκαλον τῆς θυγατρὸς ἀπόδειξιν διδόντα βιβλίου κομισθέντος ἐνδοῦναι τῇ παιδὶ τοιαύτην ἀρχήν (Γ 428)

‘ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι.’

Κασσίῳ δὲ Λογγίνῳ λόγου προσπεσόντος ἀδεσπότου, τὸν υἱὸν ἐπὶ ξένης τεθνάναι, καὶ τὸ ἀληθὲς ἔχοντος εἰπεῖν [c] ‹οὐδενὸς› οὐδ’ ἀνελεῖν τὸ ὕποπτον, εἰσελθὼν συγκλητικὸς ἀνὴρ πρὸς αὐτὸν ἤδη πρεσβύτερος ‘οὐ καταφρονήσεις’ ἔφη, ‘Λογγῖνε, λαλιᾶς ἀπίστου καὶ κακοήθους φήμης, ὥσπερ οὐκ εἰδὼς οὐδ’ ἀνεγνωκὼς τὸ ‘φήμη δ’ οὔ τις πάμπαν ἀπόλλυται’ (Hes. OD 763);’ ὁ δ’ ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν ἐν τῷ θεάτρῳ προτείνας (κ 72)

‘ἔρρ’ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων’

ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτ’ ἄκων ἠστόχησεν. ταῦτα μὲν οὖν παρηγόρησεν ἀστείως τὸν θόρυβον.

ΠΡΟΒΛΗΜΑ Β

Τίς αἰτία, δι’ ἣν τὸ ἄλφα προτέτακται τῶν στοιχείων

[d] Ἔθους δ’ ὄντος ἐν τοῖς Μουσείοις κλήρους περιφέρεσθαι καὶ τοὺς συλλαχόντας ἀλλήλοις προτείνειν φιλόλογα ζητήματα, φοβούμενος ὁ Ἀμμώνιος μὴ τῶν ὁμοτέχνων τινὲς ἀλλήλοις συλλάχωσι, προσέταξεν ἄνευ κλήρου γεωμέτρην [e] γραμματικῷ προτεῖναι καὶ ῥητορικῷ μουσικόν, εἶτ’ ἔμπαλιν ἀναστρέφειν τὰς ἀνταποδόσεις.

Προὔτεινεν οὖν [ὁ] Ἑρμείας ὁ γεωμέτρης Πρωτογένει τῷ γραμματικῷ πρῶτος αἰτίαν εἰπεῖν, δι’ ἣν τὸ ἄλφα προτάττεται τῶν γραμμάτων ἁπάντων. ὁ δὲ τὴν ἐν ταῖς σχολαῖς λεγομένην ἀπέδωκε. τὰ μὲν γὰρ φωνήεντα τῷ δικαιοτάτῳ λόγῳ πρωτεύειν τῶν ἀφώνων καὶ ἡμιφώνων· ἐν δὲ τούτοις τῶν μὲν μακρῶν ὄντων τῶν δὲ βραχέων τῶν δ’ ἀμφότερα καὶ διχρόνων λεγομένων, ταῦτ’ εἰκότως τῇ δυνάμει διαφέρειν. αὐτῶν δὲ τούτων πάλιν ἡγεμονικωτάτην ἔχειν τάξιν τὸ προτάττεσθαι τῶν ἄλλων δυεῖν ὑποτάττεσθαι δὲ μηδετέρῳ πεφυκός, οἷόν ἐστι τὸ [f] ἄλφα· τουτὶ γὰρ οὔτε τοῦ ἰῶτα δεύτερον οὔτε τοῦ υ ταττόμενον ἐθέλειν ὁμολογεῖν οὐδ’ ὁμοπαθεῖν ὥστε συλλαβὴν μίαν ἐξ ἀμφοῖν γενέσθαι, ἀλλ’ ὥσπερ ἀγανακτοῦν καὶ ἀποπηδῶν ἰδίαν ἀρχὴν ζητεῖν ἀεί· ἐκείνων δ’ ὁποτέρου βούλῃ προταττόμενον ἀκολουθοῦντι καὶ συμφωνοῦντι χρῆσθαι καὶ συλλαβὰς ὀνομάτων ποιεῖν, ὥσπερ τοῦ ‘αὔριον’ καὶ τοῦ ‘αὐλεῖν’ καὶ τοῦ ‘Αἴαντος’ καὶ τοῦ ‘αἰδεῖσθαι’ [738] [a] καὶ μυρίων ἄλλων. διὸ τοῖς τρισίν, ὥσπερ οἱ πένταθλοι, περίεστι καὶ νικᾷ τὰ μὲν πολλὰ τῷ φωνᾶεν εἶναι, τὰ δ’ αὖ φωνάεντα [ἐν] τῷ δίχρονον, ταῦτα δ’ αὐτὰ τῷ πεφυκέναι καθηγεῖσθαι δευτερεύειν δὲ μηδέποτε μηδ’ ἀκολουθεῖν.

Παυσαμένου δὲ τοῦ Πρωτογένους, καλέσας ἔμ’ ὁ Ἀμμώνιος ‘οὐδέν’ ἔφη ‘σὺ τῷ Κάδμῳ βοηθεῖς ὁ Βοιώτιος, ὅν φασι τὸ ἄλφα πάντων προτάξαι διὰ τὸ Φοίνικας οὕτω καλεῖν τὸν βοῦν, ‹ὃν› οὐ δεύτερον οὐδὲ τρίτον, ὥσπερ Ἡσίοδος (OD 405), ἀλλὰ πρῶτον τίθεσθαι τῶν ἀναγκαίων;’ ‘οὐδέν’ ἔφην ἐγώ· ‘τῷ γὰρ ἐμῷ πάππῳ βοηθεῖν, εἴ τι δύναμαι, δίκαιός εἰμι μᾶλλον ἢ τῷ τοῦ Διονύσου.

[b] Λαμπρίας γὰρ ὁ ἐμὸς πάππος ἔλεγεν πρώτην φύσει φωνὴν τῶν ἐνάρθρων ἐκφέρεσθαι διὰ τῆς τοῦ ἄλφα δυνάμεως· τὸ γὰρ ἐν τῷ στόματι πνεῦμα ταῖς περὶ τὰ χείλη μάλιστα πλάττεσθαι κινήσεσιν, ὧν πρώτην ἀνοιγομένων τὴν ἄνω διάστασιν οὖσαν ἐξιέναι τοῦτον τὸν ἦχον, ἁπλοῦν ὄντα κομιδῇ καὶ μηδεμιᾶς δεόμενον πραγματείας, μηδὲ τὴν γλῶτταν παρακαλοῦντα μηδ’ ὑπομένοντ’, ἀλλὰ κατὰ χώραν ἀποκειμένης [ἐσκειμένης] ἐκείνης ἐκπεμπόμενον· ᾗ καὶ τὰ νήπια ταύτην πρώτην ἀφιέναι φωνήν, ὠνομάσθαι ‹δὲ› καὶ τὸ ‘ἀίειν’ ἐπὶ τῷ φωνῆς αἰσθάνεσθαι [c] καὶ πολλὰ τῶν ὁμοίων, ὥσπερ καὶ τὸ ‘ᾄδειν’ καὶ ‹τὸ› ‘αὐλεῖν’ καὶ τὸ ‘ἀλαλάζειν’· οἶμαι δὲ καὶ τὸ ‘αἴρειν’ καὶ τὸ ‘ἀνοίγειν’ οὐκ ἀπὸ τρόπου τῇ τῶν χειλῶν ἀνοίξει καὶ ἄρσει, καθ’ ἣν οὗτος ἐκπίπτει τοῦ στόματος ὁ φθόγγος, ὠνομάσθαι. διὸ καὶ τὰ τῶν ἀφώνων γραμμάτων ὀνόματα πλὴν ἑνὸς ἅπαντα προσχρῆται τῷ ἄλφα καθάπερ φωτὶ τῆς περὶ αὐτὰ τυφλότητος· τοῦ δὲ πῖ μόνον ἄπεστιν ἡ δύναμις αὕτη· τὸ γὰρ φῖ καὶ τὸ χῖ τὸ μέν ἐστι πῖ τὸ δὲ κάππα δασυνόμενον.’

ΠΡΟΒΛΗΜΑ Γ

Κατὰ ποίαν ἀναλογίαν ὁ τῶν φωνηέντων καὶ ἡμιφώνων ἀριθμὸς συντέτακται

Πρὸς ταῦτα τοῦ Ἑρμείου φήσαντος ἀμφοτέρους ἀποδέχεσθαι τοὺς λόγους ‘τί οὖν’ ἔφην ‘οὐ καὶ σὺ διῆλθες [d] ἡμῖν, εἴ τις ἔστι λόγος τοῦ ἀριθμοῦ τῶν στοιχείων, ὥς γ’ ἐμοὶ δοκεῖ; τεκμήριον δὲ ποιοῦμαι τὸ μὴ κατὰ τύχην τῶν ἀφώνων καὶ ἡμιφώνων πρός τ’ ἄλληλα καὶ πρὸς τὰ φωνήεντα γεγονέναι τὸ πλῆθος, ἀλλὰ κατὰ τὴν πρώτην ἀναλογίαν ἀριθμητικὴν δὲ καλουμένην ὑφ’ ἡμῶν· ἐννέα γὰρ ὄντων καὶ ὀκτὼ ‹καὶ ἑπτά›, ταὐτῷ τὸν μέσον ἀριθμὸν ὑπερέχειν καὶ ὑπερέχεσθαι συμβέβηκε. τῶν δ’ ἄκρων ὁ μέγιστος πρὸς τὸν ἐλάχιστον ἔχει λόγον, ‹ὃν› ὁ τῶν Μουσῶν πρὸς τὸν τοῦ Ἀπόλλωνος· ἡ γὰρ ἐννεὰς δήπου ταῖς Μούσαις ἡ δ’ ἑβδομὰς τῷ Μουσηγέτῃ προσκεκλήρωται· συντεθέντα δ’ ἀλλήλοις διπλασιάζει τὸν μέσον [e] εἰκότως, ἐπεὶ καὶ τὰ ἡμίφωνα τῆς ἀμφοῖν τρόπον τινὰ κοινωνεῖ δυνάμεως.’

Καὶ ὁ Ἑρμείας ‘Ἑρμῆς’ ἔφη ‘λέγεται θεῶν ἐν Αἰγύπτῳ γράμματα πρῶτος εὑρεῖν· διὸ καὶ τὸ τῶν γραμμάτων Αἰγύπτιοι πρῶτον ἶβιν γράφουσιν, ὡς Ἑρμῇ προσήκουσαν, οὐκ ὀρθῶς κατά γε τὴν ἐμὴν δόξαν ἀναύδῳ καὶ ἀφθόγγῳ προεδρίαν ἐν γράμμασιν ἀποδόντες. Ἑρμῇ [f] δὲ μάλιστα τῶν ἀριθμῶν ἡ τετρὰς ἀνάκειται, πολλοὶ δὲ καὶ τετράδι μηνὸς ἱσταμένου γενέσθαι τὸν θεὸν ἱστοροῦσιν· τά τε δὴ πρῶτα καὶ Φοινίκεια διὰ Κάδμον ὀνομασθέντα τετράκις ἡ τετρὰς γενομένη παρέσχεν, καὶ τῶν αὖθις ἐφευρεθέντων δὲ Παλαμήδης τε πρότερος τέτταρα καὶ Σιμωνίδης αὖθις ἄλλα τοσαῦτα προσέθηκεν. καὶ μὴν ὅ‹τι› πάντων ἀριθμῶν πρῶτος τέλειος ἡ μὲν τριὰς ὡς ἀρχὴν καὶ μέσον ἔχουσα καὶ τέλος, ἡ δ’ ἑξὰς ὡς ἴση τοῖς αὑτῆς μέρεσι γινομένη, δῆλόν ἐστι· τούτων τοίνυν ἡ μὲν ἑξὰς ὑπὸ τῆς τετράδος, ‹ἡ δὲ τριὰς ὑπὸ τῆς ὀγδοάδος› πολλαπλασιασθεῖσα, πρώτου κύβου πρῶτος τέλειος, τὸ τῶν τεττάρων καὶ εἴκοσι παρέσχηκε πλῆθος.’

Ἔτι δ’ αὐτοῦ λέγοντος ὁ γραμματιστὴς Ζωπυρίων δῆλος ἦν καταγελῶν καὶ παρεφθέγγετο· παυσαμένου δ’ οὐ κατέσχεν ἀλλὰ φλυαρίαν τὰ τοιαῦτα πολλὴν ἀπεκάλει· [739] [a] μηδενὶ γὰρ λόγῳ συντυχίᾳ δέ τινι καὶ τὸ πλῆθος τῶν γραμμάτων γεγονέναι τοσοῦτον καὶ τὴν τάξιν οὕτως ἔχουσαν, ὥσπερ, ἔφη, καὶ τὸ τῆς Ἰλιάδος τὸν πρῶτον στίχον τῷ τῆς Ὀδυσσείας ἰσοσύλλαβον εἶναι καὶ πάλιν τῷ τελευταίῳ τὸν τελευταῖον ἐκ τύχης καὶ αὐτομάτως ἐπηκολουθηκέναι.

ΠΡΟΒΛΗΜΑ Δ

Ποτέραν χεῖρα τῆς Ἀφροδίτης ἔτρωσεν ὁ Διομήδης

[b] Μετὰ δὲ ταῦτα τὸν μὲν Ἑρμείαν βουλόμενόν τι προβαλεῖν τῷ Ζωπυρίωνι ἀπεκωλύσαμεν· ὁ δὲ ῥήτωρ Μάξιμος ἄπωθεν ἠρώτησεν αὐτὸν ἐκ τῶν Ὁμήρου, ποτέραν χεῖρα τρώσειεν τῆς Ἀφροδίτης ὁ Διομήδης. ταχὺ δὲ τοῦ Ζωπυρίωνος ἀντερομένου ποτέρῳ σκέλει χωλὸς ἦν ὁ Φίλιππος, ‘οὐχ ὅμοιον’ εἶπεν ὁ Μάξιμος· ‘οὐδὲ γὰρ ὁ Δημοσθένης ὑπόλογον περὶ τούτου δέδωκεν· σὺ δ’ ἐὰν ἀπορεῖν ὁμολογήσῃς, ἕτεροι δείξουσιν ὅπου τὴν τετρωμένην χεῖρα φράζει τοῖς νοῦν ἔχουσιν ὁ ποιητής.’ ἔδοξεν οὖν ἡμῖν ὁ Ζωπυρίων διηπορῆσθαι, καὶ τὸν Μάξιμον, ἐκείνου σιωπῶντος, ἠξιοῦμεν ἐπιδεικνύναι.

[c] ‘Πρῶτον οὖν’ ὁ Μάξιμος ἔφη ‘τῶν ἐπῶν οὕτως ἐχόντων (Ε 335)

‘ἔνθ’ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς

ἄκρην οὔτασε χεῖρα, μετάλμενος ὀξέι δουρί’

δῆλόν ἐστιν, ὅτι τὴν ‹ἀριστερὰν› πατάξαι βουλόμενος οὐκ ἐδεῖτο μετα‹πη›δήσεως, ἐπεὶ κατὰ τὴν ἀριστερὰν τὴν δεξιὰν εἶχεν ἐξ ἐναντίου προσφερόμενος· καὶ γὰρ εὔλογον ἦν τὴν ἐρρωμενεστέραν χεῖρα καὶ μᾶλλον τοῦ Αἰνείου φερομένου περιεχομένην ἐκεῖνόν τε τρῶσαι καὶ ‹αὐ›τὴν τρωθεῖσαν προέσθαι τὸ σῶμα’. δεύτερον, εἰς τὸν οὐρανὸν αὐτῆς ἀνακομισθείσης, καὶ τὴν Ἀθηνᾶν ἀναγελάσαι λέγουσαν (Ε 422)

[d] ‘ἦ μάλα δή τινα Κύπρις Ἀχαιιάδων ἀνιεῖσα

Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησεν,

τῶν τινα καρρέζουσα Ἀχαιιάδων βαθυκόλπων,

πρὸς χρυσῇ περόνῃ κατεμύξατο χεῖρα ἀραιήν·’

‘οἶμαι δὲ καὶ σέ’ εἶπεν, ‘ὦ βέλτιστε διδασκάλων, ὅταν τινὰ τῶν μαθητῶν φιλοφρονούμενος καταψᾷς καὶ καταρρέζῃς, μὴ τῇ ἀριστερᾷ χειρὶ τοῦτο ποιεῖν ἀλλὰ τῇ δεξιᾷ· καθάπερ εἰκός ἐστι καὶ τὴν Ἀφροδίτην, ἐπιδεξιωτάτην θεῶν οὖσαν, οὕτω φιλοφρονεῖσθαι τὰς ἡρωίδας.’

ΠΡΟΒΛΗΜΑ Ε

[e]

Διὰ τί Πλάτων εἰκοστὴν ἔφη τὴν Αἴαντος ψυχὴν ἐπὶ τὸν κλῆρον ἐλθεῖν

Ταῦτα τοὺς ἄλλους ἅπαντας ἡδίους ἐποίησεν, μόνον δὲ τὸν γραμματικὸν Ὕλαν ὁ ῥήτωρ Σῶσπις ὁρῶν ἀποσιωπῶντα καὶ βαρυθυμούμενον (οὐ πάνυ γὰρ εὐημέρησεν ἐν ταῖς ἐπιδείξεσιν) ἀνεφώνησεν (λ 543)

‘οἴη δ’ Αἴαντος ψυχὴ Τελαμωνιάδαο·’

τὰ ‹δὲ› λοιπὰ μεῖζον [ἢ] φθεγγόμενος ἤδη πρὸς ἐκεῖνον ἐπέραινεν (λ 561)

‘ἀλλ’ ἴθι δεῦρο, ἄναξ, ἵν’ ἔπος καὶ μῦθον ἀκούσῃς

ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀτειρέα θυμόν.’

[f] ἔτι δ’ ἀνώμαλος ὢν ὑπ’ ὀργῆς ὁ Ὕλας ἀπεκρίνατο σκαιῶς· τὴν μὲν Αἴαντος ἔφη ψυχὴν εἰκοστὴν λαχοῦσαν ἐν Ἅιδου διαμείψασθαι κατὰ τὸν Πλάτωνα (Rep. 620b) φύσιν λέοντος, αὑτῷ δὲ πολλάκις παρίστασθαι καὶ τὰ τοῦ κωμικοῦ γέροντος (Menand. fr. 223, 18)

‘ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς χείρονας

ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον.’

καὶ ὁ Σῶσπις γελάσας ‘ἀλλ’ ἕως μέλλομεν ἐνδύεσθαι [740] [a] τὸ κανθήλιον, εἴ τι κήδει Πλάτωνος, δίδαξον ἡμᾶς, ᾧτινι λόγῳ τὴν τοῦ Τελαμωνίου ψυχὴν πεποίηκεν ἀπὸ κλήρου βαδίζουσαν εἰκοστὴν ἐπὶ τὴν αἵρεσιν.’ ἀποσκορακίσαντος ‹δὲ› τοῦ Ὕλα (χλευάζεσθαι γὰρ ᾤετο δυσημερῶν) ὑπολαβὼν ὁ ἀδελφὸς ἡμῶν ‘τί οὖν;’ εἶπεν ‘οὐ δευτερεῖα μὲν ὁ Αἴας κάλλους καὶ μεγέθους καὶ ἀνδρείας ἀεὶ φέρεται ‘μετ’ ἀμύμονα Πηλείωνα’ (λ 551), τὰ δ’ εἴκοσι δευτέρα δεκάς, ἡ δὲ δεκὰς ἐν τοῖς ἀριθμοῖς κράτιστος, ὡς ἐν τοῖς Ἀχαιοῖς ὁ Ἀχιλλεύς;’ γελασάντων δ’ ἡμῶν ‘ταῦτα μέν’ ὁ Ἀμμώνιος εἶπεν, ‘ὦ Λαμπρία, κείσθω σοι πεπαιγμένα πρὸς Ὕλαν· ἡμῖν δὲ μὴ παίζων [b] ἀλλ’ ἀπὸ σπουδῆς, ἐπεὶ τὸν λόγον ἑκὼν ἐξεδέξω, δίελθε περὶ τῆς αἰτίας.’

Θορυβηθεὶς οὖν ὁ Λαμπρίας, εἶτα χρόνον οὐ πολὺν ἐπισχὼν ἔφη πολλαχοῦ μὲν ἡμῖν τὸν Πλάτωνα προσπαίζειν διὰ τῶν ὀνομάτων· ὅπου δὲ μῦθόν τινα τῷ περὶ ψυχῆς λόγῳ μίγνυσι, χρῆσθαι μάλιστα τῷ νῷ. τοῦ τε γὰρ οὐρανοῦ τὴν νοητὴν φύσιν ἅρμα καλεῖν πτηνὸν (Phaedr. 246e) ‹διὰ› τὴν ἐναρμόνιον τοῦ κόσμου περιφοράν, ἐνταῦθά τε τὸν αὐτάγγελον τῶν ἐν Ἅιδου Πάμφυλον γένος Ἁρμονίου πατρὸς Ἦρα δ’ αὐτὸν ὀνομάζειν (Rep. 614b), αἰνιττόμενον ὅτι γεννῶνται μὲν αἱ ψυχαὶ καθ’ ἁρμονίαν [c] καὶ συναρμόττονται τοῖς σώμασιν, ἀπαλλαγεῖσαι δὲ συμφέρονται πανταχόθεν εἰς τὸν ἀέρα κἀκεῖθεν αὖθις ἐπὶ τὰς δευτέρας γενέσεις τρέπονται. ‘τί δὴ κωλύει καὶ τὸ ‘εἰκοστὸν’ εἰρῆσθαι πρὸς τὸ μὴ ἀληθὲς ἀλλ’ ‘εἰκὸς’ τοῦ λόγου καὶ πλαττόμενον, ἢ πρὸς τὸν κλῆρον ὡς ‘εἰκῆ’ καὶ κατὰ τύχην γινόμενον; ἀεὶ μὲν γὰρ ἅπτεται τῶν τριῶν αἰτιῶν, ἅτε δὴ πρῶτος ἢ μάλιστα συνιδών, ὅπη τὸ καθ’ εἱμαρμένην τῷ κατὰ τύχην αὖθίς τε τὸ ἐφ’ ἡμῖν ἑκατέρῳ καὶ συναμφοτέροις ἐπιμίγνυσθαι καὶ συμπλέκεσθαι πέφυκε. νῦν δὲ θαυμαστῶς, ἣν ἔχει δύναμιν ‹ἐν› τοῖς ἡμετέροις [d] πράγμασιν ἕκαστον, ὑποδεδήλωκεν, τὴν μὲν αἵρεσιν τῶν βίων τῷ ἐφ’ ἡμῖν ἀποδιδούς (ἀρετὴ γὰρ ἀδέσποτον καὶ κακία), τὸ δ’ εὖ βιοῦν τοὺς ὀρθῶς ἑλομένους καὶ τἀναντία τοὺς κακῶς εἱμαρμένης ἀνάγκῃ συνάπτων· αἱ δὲ τῶν κλήρων ἀτάκτως διασπειρομένων ἐπιπτώσεις τὴν τύχην παρεισάγουσιν καὶ τροφαῖς καὶ πολιτείαις, ὧν ἕκαστοι λαγχάνουσι, πολλὰ τῶν ἡμετέρων προκαταλαμβάνουσαν. ὅρα δή, μὴ τῶν κατὰ τύχην αἰτίαν ζητεῖν ἄλογόν ἐστιν· ἂν γὰρ ἔν τινι λόγῳ φαίνηται γεγονὼς ὁ κλῆρος, οὐκέτι γίνεται κατὰ τύχην οὐδ’ αὐτομάτως ἀλλ’ ἔκ τινος εἱμαρμένης καὶ προνοίας.’

[e] Ἔτι δὲ τοῦ Λαμπρίου λέγοντος ὁ γραμματικὸς ἤδη Μᾶρκος ἐδόκει τι συλλογίζεσθαι καὶ διαριθμεῖν πρὸς αὑτόν· ἔπειτα παυσαμένου ‘τῶν Ὁμηρικῶν’ ‹ἔφη ‘ψυχῶν›, ὅσας ἐν Νεκυίᾳ κατωνόμακεν, ἡ μὲν Ἐλπήνορος οὔπω καταμεμιγμένη ταῖς ‹ἐν› Ἅιδου διὰ τὸ μὴ τεθάφθαι τὸν νεκρὸν ὥσπερ ἐν μεθορίοις πλανᾶται· τὴν δὲ Τειρεσίου ταῖς ἄλλαις οὐκ ἄξιον δήπου συγκαταριθμεῖν,

‘ᾧ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια

οἴῳ πεπνῦσθαι’ (κ 494)

καὶ διαλέγεσθαι καὶ ξυνιέναι τῶν ζώντων, πρὶν ἢ πιεῖν [f] τοῦ αἵματος. ἂν οὖν ταύτας ὑπεξελόμενος, ὦ Λαμπρία, τὰς ἄλλας διαριθμῇς, αὐτὸ συμβαίνει, τὴν Αἴαντος εἰκοστὴν εἰς ὄψιν ἀφῖχθαι τοῦ Ὀδυσσέως· καὶ πρὸς τοῦτο παίζειν τὸν Πλάτωνα τῇ Ὁμηρικῇ Νεκυίᾳ προσαναχρωννύμενον.’

ΠΡΟΒΛΗΜΑ Ϛ

Τί αἰνίττεται ὁ περὶ τῆς ἥττης τοῦ Ποσειδῶνος μῦθος· ἐν ᾧ καὶ διὰ τί τὴν δευτέραν Ἀθηναῖοι τοῦ Βοηδρομιῶνος ἐξαιροῦσιν

[741] [a] Θορυβησάντων δὲ πάντων, Μενέφυλος ὁ Περιπατητικὸς προσαγορεύσας τὸν Ὕλαν ‘ὁρᾷς’ εἶπεν ‘ὡς οὐκ ἦν τὸ ἐρώτημα χλευασμὸς οὐδ’ ὕβρις· ἀλλ’ ἀφείς, ὦ μακάριε, τὸν δυστράπελον Αἴαντα καὶ δυσώνυμον, ὥς φησι Σοφοκλῆς (Ai. 914), γενοῦ μετὰ τοῦ Ποσειδῶνος, ὃν αὐτὸς εἴωθας ἱστορεῖν ἡμῖν ἡττώμενον πολλάκις, ἐνταῦθα μὲν ὑπ’ Ἀθηνᾶς ἐν Δελφοῖς δ’ ὑπὸ τοῦ Ἀπόλλωνος ἐν Ἄργει δ’ ὑπὸ τῆς Ἥρας ἐν Αἰγίνῃ δ’ ὑπὸ τοῦ Διὸς ἐν Νάξῳ δ’ ὑπὸ τοῦ Διονύσου, πρᾶον δὲ πανταχοῦ καὶ ἀμήνιτον ὄντα περὶ τὰς δυσημερίας· ἐνταῦθα γοῦν καὶ νεὼ [b] κοινωνεῖ μετὰ τῆς Ἀθηνᾶς, ἐν ᾧ καὶ βωμός ἐστιν Λήθης ἱδρυμένος.’ καὶ ὁ Ὕλας ὥσπερ ἡδίων γενόμενος ‘ἐκεῖνο δέ σ’’ εἶπεν, ‘ὦ Μενέφυλε, λέληθεν, ὅτι καὶ τὴν δευτέραν τοῦ Βοηδρομιῶνος ἡμέραν ἐξαιροῦμεν οὐ πρὸς τὴν σελήνην, ἀλλ’ ὅτι ταύτῃ δοκοῦσιν ἐρίσαι περὶ τῆς χώρας οἱ θεοί.’ ‘παπαί’ εἶπεν ὁ Λαμπρίας, ‘ὅσῳ τοῦ Θρασυβούλου γέγονεν Ποσειδῶν πολιτικώτερος, εἰ μὴ κρατῶν ὡς ἐκεῖνος, ἀλλ’ ἡττώ’

ΠΡΟΒΛΗΜΑ Ζ

Τίς αἰτία τῆς εἰς τριάδα διαιρέσεως τῶν μελῶν

ΠΡΟΒΛΗΜΑ Η

Τίνι διαφέρει τὰ ἐμμελῆ διαστήματα τῶν συμφώνων

ΠΡΟΒΛΗΜΑ Θ

Τίς αἰτία συμφωνήσεως· ἐν ᾧ καὶ διὰ τί, τῶν συμφώνων ὁμοῦ κρουομένων, τοῦ βαρυτέρου γίνεται τὸ μέλος

ΠΡΟΒΛΗΜΑ Ι

Διὰ τί, τῶν ἐκλειπτικῶν περιόδων ἡλίου καὶ σελήνης ἰσαρίθμων οὐσῶν, ἡ σελήνη φαίνεται πλεονάκις ἐκλείπουσα τοῦ ἡλίου

[c]

ΠΡΟΒΛΗΜΑ ΙΑ

Περὶ τοῦ μὴ τοὺς αὐτοὺς διαμένειν ἡμᾶς, ἀεὶ τῆς οὐσίας ῥεούσης

ΠΡΟΒΛΗΜΑ ΙΒ

Πότερόν ἐστι πιθανώτερον τὸ ἀρτίους εἶναι τοὺς σύμπαντας ἀστέρας ἢ περιττούς

ὅρκοις δ’ ἄνδρας ἐξαπατητέον;’ καὶ ὁ Γλαυκίας ‘ἐγὼ μέν’ ἔφη ‘κατὰ Πολυκράτους ἀκήκοα τοῦ τυράννου λεγόμενον τὸν λόγον τοῦτον· εἰκὸς δὲ καὶ καθ’ ἑτέρων λέγεσθαι· σὺ δὲ πρὸς τί τοῦτ’ ἐρωτᾷς;’ ‘ὅτι νὴ Δί’’ ὁ Σῶσπις ἔφη ‘τοὺς μὲν παῖδας ἀστραγάλοις ὁρῶ τοὺς δ’ Ἀκαδημαϊκοὺς λόγοις ἀρτιάζοντας· οὐδὲν γὰρ οἱ τοιοῦτοι στοχασμοὶ διαφέρουσιν τῶν ἐρωτώντων, πότερον ἄρτια τῇ χειρὶ συνειληφότες ἢ περιττὰ προτείνουσιν.’ ἐπαναστὰς οὖν ὁ Πρωτογένης καί με καλέσας ἐξ ὀνόματος ‘τί παθόντες’ εἶπεν ‘τοὺς ῥήτορας τούτους τρυφᾶν ἐῶμεν, ἑτέρων καταγελῶντας, αὐτοὺς δὲ μηδὲν ἐρωτωμένους μηδὲ συμβολὰς λόγων τιθέντας; εἰ μὴ νὴ Δία φήσουσι μηδὲν αὐτοῖς μετεῖναι [d] τῆς ἐν οἴνῳ κοινωνίας, Δημοσθένους ἐπαινέταις καὶ ζηλωταῖς οὖσιν, ἀνδρὸς ἐν ἅπαντι τῷ βίῳ μηδέποτε πιόντος οἶνον.’ ‘οὐκ αἴτιον’ ἔφην ἐγώ ‘τοῦτο τούτων, ἀλλ’ ἡμεῖς οὐδὲν αὐτοὺς ἠρωτήκαμεν· εἰ δὲ μή τι σὺ χρησιμώτερον ἔχεις, ἐγώ μοι δοκῶ προβαλεῖν αὐτοῖς ἐκ τῶν Ὁμήρου ῥητορικῶν θέσεων μίαν ἀντινομικήν.’

ΠΡΟΒΛΗΜΑ ΙΓ

Περὶ τοῦ ἐν τῇ τρίτῃ ῥαψῳδίᾳ τῆς Ἰλιάδος ἀντινομικοῦ ζητήματος

‘Τίν’’ ἔφη ‘ταύτην;’ ‘ἐγώ σοι φράσω’ εἶπον ‘ἅμα [e] καὶ τούτοις προβάλλων· διὸ τὸν νοῦν ἤδη προσεχέτωσαν. ὁ γὰρ Ἀλέξανδρος ἐπὶ ῥητοῖς δήπου πεποίηται τὴν πρόκλησιν οὕτως· (Γ 69)

‘αὐτὰρ ἔμ’ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον

συμβάλετ’ ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.

ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,

κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω·’

καὶ πάλιν ὁ Ἕκτωρ ἀναγορεύων καὶ τιθεὶς εἰς μέσον πᾶσι τὴν πρόκλησιν αὐτοῦ μονονουχὶ τοῖς αὐτοῖς ὀνόμασιν κέχρηται· (Γ 8891. 255)

‘ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς

[f] τεύχεα κάλ’ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,

αὐτὸν δ’ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον

‹οἴους ἀμφ’ Ἑλένῃ καὶ› κτήμασι πᾶσι μάχεσθαι.

τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ ἕποιτο.’

δεξαμένου δὲ τοῦ Μενελάου, ποιοῦνται τὰς συνθήκας ἐνόρκους, ἐξάρχει δ’ ὁ Ἀγαμέμνων· (Γ 281 s. 284. 72)

[742] [a] ‘εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ,

αὐτὸς ἔπειθ’ Ἑλένην ἀγέτω καὶ κτήματα πάντα.

εἰ δέ κ’ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,

κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω.’

ἐπεὶ τοίνυν ἐνίκησεν μὲν οὐκ ἀνεῖλεν δ’ ὁ Μενέλαος, μεταλαβόντες ἑκάτεροι τὴν ἀξίωσιν ἰσχυρίζονται τοῖς τῶν πολεμίων, οἱ μὲν ὡς νενικημένου τοῦ Πάριδος ἀπαιτοῦντες, οἱ δ’ ὡς μὴ τεθνηκότος οὐκ ἀποδιδόντες. πῶς οὖν’ ἔφην ‘τὴν δίκην ταύτην ‘ἰθύντατα εἴποι’ (Σ 508) καὶ διαιτήσειεν τὴν ἀντινομίαν, οὐ φιλοσόφων οὐδὲ γραμματικῶν, [b] ἀλλὰ ῥητόρων ἔργον ἐστὶ φιλογραμματούντων ὥσπερ ὑμεῖς καὶ φιλοσοφούντων.’

Ὁ μὲν οὖν Σῶσπις ἔφη κυριώτερον εἶναι τὸν τοῦ προκεκλημένου λόγον, ὥσπερ νόμον· ‘ἐκεῖνος γὰρ ἐφ’ οἷς διαγωνιοῦνται κατήγγειλεν, οἱ δὲ δεξάμενοι καὶ ὑπακούσαντες οὐκέτι κύριοι προστιθέντες. ἡ δὲ πρόκλησις οὐ περὶ φόνου καὶ θανάτου γέγονεν, ἀλλὰ περὶ νίκης καὶ ἥττης· καὶ μάλα δικαίως. ἔδει γὰρ τὴν γυναῖκα τοῦ κρείττονος εἶναι, κρείττων δ’ ὁ νικῶν, ἀποθνήσκειν δὲ πολλάκις συμβαίνει καὶ ἀγαθοῖς ὑπὸ κακῶν, ὡς ὕστερον Ἀχιλλεὺς ἀπέθανεν τοξευθεὶς ὑπὸ Πάριδος· καὶ οὐκ ἂν οἶμαι φαίημεν Ἀχιλλέως ἧτταν γεγονέναι τὸν θάνατον οὐδὲ νίκην [c] ἀλλ’ ἄδικον εὐτυχίαν τοῦ βάλλοντος. ἀλλ’ ὁ Ἕκτωρ ἥττητο καὶ πρὶν ἀποθνήσκειν, μὴ δεξάμενος ἀλλὰ δείσας καὶ φυγὼν ἐπερχομένου τοῦ Ἀχιλλέως· ὁ γὰρ ἀπειπάμενος καὶ φυγὼν ἧτταν ἀπροφάσιστον ἥττηται καὶ συγκεχώρηκε κρείττονα τὸν ἀντίπαλον εἶναι. διὸ πρῶτον μὲν ἡ Ἶρις ἐξαγγέλλουσα τῇ Ἑλένῃ φησί (Γ 137)

‘μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·

τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις·’

ἔπειθ’ ὁ Ζεὺς τῷ Μενελάῳ τῆς μάχης τὸ βραβεῖον ἀπέδωκεν εἰπών (Γ 457, cf. Δ 13)

‘νίκη μὲν δὴ φαίνετ’ ἀρηιφίλου Μενελάου.’

γελοῖον γάρ, εἰ τὸν μὲν Ποδῆν ἐνίκησεν (Ρ 575) πόρρωθεν [d] ἀκοντίσας μὴ προσδοκήσαντα μηδὲ φυλαξάμενον, τοῦ δ’ ἀπειπαμένου καὶ δραπετεύσαντος καὶ καταδύντος εἰς τοὺς κόλπους τῆς γυναικὸς ἐσκυλευμένου ζῶντος οὐκ ἄξιος ἦν τὰ νικητήρια φέρεσθαι, κατὰ τὴν αὐτοῦ πρόκλησιν ἐκείνου κρείττων φανεὶς καὶ περιγενόμενος.’

Ὑπολαβὼν δ’ ὁ Γλαυκίας ἔφη πρῶτον μὲν ἔν τε δόγμασι καὶ νόμοις ἔν τε συνθήκαις καὶ ὁμολογίαις κυριώτερα τὰ δεύτερα νομίζεσθαι καὶ βεβαιότερα τῶν πρώτων· ‘δεύτεραι δ’ ἦσαν αἱ δι’ Ἀγαμέμνονος ὁμολογίαι τέλος ἔχουσαι θάνατον οὐχὶ ἧτταν τοῦ κρατηθέντος. ἔπειτ’ ἐκεῖναι μὲν λόγοις, αὗται δὲ καὶ μεθ’ ὅρκων εἵποντο καὶ [e] προσῆσαν ἀραὶ τοῖς παραβαίνουσιν, οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ πάντων ἀποδεχομένων καὶ συνομολογούντων· ὥστε ταύτας γεγονέναι κυρίως ὁμολογίας, ἐκείνας δὲ μόνας προκλήσεις. μαρτυρεῖ δ’ ὁ Πρίαμος μετὰ τὰ ὅρκια τοῦ ἀγῶνος ἀπιὼν [καί] (Γ 308)

‘Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,

ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν·’

ᾔδει γὰρ ἐπὶ τούτοις τὰς ὁμολογίας γεγενημένας· διὸ καὶ μετὰ μικρὸν ὁ Ἕκτωρ φησίν (Η 69)

‘ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν.’

ἀτελὴς γὰρ ἔμεινεν ὁ ἀγὼν καὶ πέρας ἀναμφισβήτητον [f] οὐκ εἶχεν μηδετέρου πεσόντος. ὅθεν ἔμοιγε δοκεῖ μηδ’ ἀντινομικὸν γεγονέναι τὸ ζήτημα, ταῖς δευτέραις ὁμολογίαις τῶν πρώτων ἐμπεριεχομένων· ὁ γὰρ ἀποκτείνας νενίκηκεν, οὐ μὴν ὁ νικήσας ἔκτεινεν. συνελόντι δ’ εἰπεῖν, Ἀγαμέμνων οὐκ ἔλυσε τὴν τοῦ Ἕκτορος πρόκλησιν ἀλλ’ ἐσαφήνισεν, οὐδὲ μετέθηκεν ἀλλὰ προσέθηκεν τὸ [743] [a] κυριώτατον, ἐν τῷ κτεῖναι τὸ νικῆσαι θέμενος· αὕτη γάρ ἐστι νίκη παντελής, αἱ δ’ ἄλλαι προφάσεις καὶ ἀντιλογίας ἔχουσιν, ὡς ἡ παρὰ Μενελάου μήτε τρώσαντος μήτε διώξαντος. ὥσπερ οὖν ἐν ταῖς ἀληθιναῖς ἀντινομίαις οἱ δικασταὶ τῷ μηδὲν ἀμφισβητήσιμον ἔχοντι προστίθενται, τὸν ἀσαφέστερον ἐάσαντες, οὕτως ἐνταῦθα τὴν ἀπροφάσιστον καὶ γνώριμον τέλος ἄγουσαν ὁμολογίαν βεβαιοτέραν χρὴ καὶ κυριωτέραν νομίζειν. ὃ δὲ μέγιστόν ἐστιν, αὐτὸς ὁ δοκῶν κρατεῖν, οὐκ ἀποστὰς φυγόντος οὐδὲ παυσάμενος, ἀλλὰ πανταχόσε ‘φοιτῶν ἀν’ ὅμιλον’

‘εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα,’ (Γ 450)

[b] μεμαρτύρηκεν ἄκυρον εἶναι καὶ ἀτελῆ ‹τὴν› νίκην, ἐκείνου διαπεφευγότος· οὐδ’ ἠμνημόνει τῶν ὑπ’ αὐτοῦ ‹δι›ειρημένων· (Γ 101)

‘ἡμέων δ’ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται,

τεθναίη, ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.’

διὸ ζητεῖν μὲν ἀναγκαῖον ἦν αὐτῷ τὸν Ἀλέξανδρον, ὅπως ἀποκτείνας συντελέσῃ τὸ τοῦ ἀγῶνος ἔργον, μὴ κτείνας δὲ μηδὲ λαβὼν οὐ δικαίως ἀπῄτει τὸ νικητήριον. οὐδὲ γὰρ ἐνίκησεν, εἰ δεῖ τεκμήρασθαι τοῖς ὑπ’ αὐτοῦ λεγομένοις, ἐγκαλοῦντος τῷ Διὶ καὶ τὰς ἀποτεύξεις ὀδυρομένου· (Γ 365)

‘Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·

[c] ἦ τ’ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος,

νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος

ἠίχθη παλάμηφιν ἐτώσιον, οὐδ’ ἔβαλόν μιν·’

αὐτὸς γὰρ ὁμολογεῖ μηδὲν εἶναι τὸ διακόψαι τὸ ἀσπίδιον καὶ λαβεῖν ἀπορρυὲν τὸ κράνος, εἰ μὴ βάλοι μηδ’ ἀποκτείνειε τὸν πολέμιον.’

ΠΡΟΒΛΗΜΑ ΙΔ

Περὶ τοῦ ἀριθμοῦ τῶν Μουσῶν ὅσα λέγεται μὴ κοινῶς

Ἐκ τούτου σπονδὰς ἐποιησάμεθα ταῖς Μούσαις, καὶ τῷ Μουσηγέτῃ [Ἀπόλλωνι] παιανίσαντες συνῄσαμεν τῷ Ἐράτωνι πρὸς τὴν λύραν ἐκ τῶν Ἡσιόδου (Th. 53 ss.) τὰ περὶ τὴν τῶν Μουσῶν γένεσιν. μετὰ δὲ τὴν ᾠδὴν Ἡρώδης [d] ὁ ῥήτωρ ‘ἀκούετ’’ ἔφη ‘ὑμεῖς οἱ τὴν Καλλιόπην ἀποσπῶντες ἡμῶν, ὡς τοῖς βασιλεῦσιν αὐτὴν παρεῖναί φησιν (Th. 80), οὐκ ἀναλύουσι δήπου συλλογισμοὺς οὐδ’ ἐρωτῶσι μεταλλάττοντας, ἀλλὰ ταῦτα πράττουσιν ἃ ῥητόρων ἐστὶ καὶ πολιτικῶν ἔργα. τῶν δ’ ἄλλων ἥ τε Κλειὼ τὸ ἐγκωμιαστικὸν προσάγεται· ‘κλέα’ γὰρ ἐκάλουν τοὺς ἐπαίνους· ἥ τε Πολύμνια τὸ ἱστορικόν· ἔστι γὰρ μνήμη πολλῶν· ἐνιαχοῦ δὲ καὶ πάσας, ὥσπερ ἐν Χίῳ, τὰς Μούσας Μνείας καλεῖσθαι λέγουσιν. ἐγὼ δὲ μεταποιοῦμαί τι καὶ τῆ‹ς Εὐ›τέρπης, εἴπερ, ὥς φησι Χρύσιππος (St. V. Fr. II 1099), αὕτη τὸ περὶ τὰς ὁμιλίας ἐπιτερπὲς εἴληχε καὶ κεχαρισμένον· ὁμιλητικὸς γὰρ οὐδὲν [e] ἧττον ἢ δικανικὸς ὁ ῥήτωρ καὶ συμβουλευτικός· αἱ γὰρ †ἕξεις ἔχουσι καὶ εὐμενείας καὶ συνηγορίας καὶ ἀπολογίας· πλείστῳ δὲ τῷ ἐπαινεῖν χρώμεθα καὶ τῷ ψέγειν ἐν τούτοις, οὐ φαύλων οὐδὲ μικρῶν τυγχάνοντες, ἂν τεχνικῶς τοῦτο πράττωμεν, ἂν δ’ ἀπείρως καὶ ἀτέχνως, ἀστοχοῦντες· τὸ γάρ

‘ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν

ἀνθρώποις’ (κ 38)

* * * δὲ μᾶλλον, ὡς τὸ περὶ τὰς ὁμιλίας εὐάρμοστον ἔχουσι, πειθὼ καὶ χάριν, οἶμαι προσήκειν.’

Καὶ ὁ Ἀμμώνιος ‘οὐκ ἄξιον’ ἔφη ‘σοι νεμεσᾶν, ὦ Ἡρώδη, καὶ ‘παχείῃ’ χειρὶ τῶν Μουσῶν ἐπιδραττομένῳ· κοινὰ γὰρ τὰ φίλων, καὶ διὰ τοῦτο πολλὰς ἐγέννησε Μούσας ὁ Ζεύς, ὅπως ᾖ πᾶσιν ἀρύσασθαι τῶν καλῶν [f] ἀφθόνως· οὔτε γὰρ κυνηγίας πάντες οὔτε στρατείας οὔτε ναυτιλίας οὔτε βαναυσουργίας, παιδείας δὲ καὶ λόγου δεόμεθα πάντες (Simon. fr. 5, 17 II p. 65 D.)

‘εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός’·

ὅθεν Ἀθηνᾶν μίαν καὶ Ἄρτεμιν καὶ Ἥφαιστον ἕνα, Μούσας δὲ πολλὰς ἐποίησεν. [744] [a] ὅ τι δ’ ἐννέα καὶ οὐκ ἐλάττους οὐδὲ πλείους, ἆρ’ ἂν ἡμῖν φράσειας; οἶμαι δέ σε πεφροντικέναι φιλόμουσον οὕτω καὶ πολύμουσον ὄντα.’ ‘τί δὲ τοῦτο σοφόν;’ εἶπεν ὁ Ἡρώδης· ‘πᾶσι γὰρ διὰ στόματός ἐστι καὶ πάσαις ὑμνούμενος ‹ὁ› τῆς ἐννεάδος ἀριθμός, ὡς πρῶτος ἀπὸ πρώτου περισσοῦ τετράγωνος ὢν καὶ περισσάκις περισσός, ἅτε δὴ τὴν διανομὴν εἰς τρεῖς ἴσους [b] λαμβάνων περισσούς.’ καὶ ὁ Ἀμμώνιος ἐπιμειδιάσας ‘ἀνδρικῶς ταυτὶ διεμνημόνευσας· καὶ πρόσθες αὐτοῖς ἔτι τοσοῦτον, τὸν ἀριθμὸν ἐκ δυεῖν τῶν πρώτων ‹κύβων› συνηρμόσθαι μονάδος καὶ ὀγδοάδος, καὶ καθ’ ἑτέραν αὖ πάλιν σύνθεσιν ἐκ δυεῖν τριγώνων, τριάδος καὶ ἑξάδος, ὧν ἑκάτερος καὶ τέλειός ἐστιν. ἀλλὰ τί ταῦτα ταῖς Μούσαις μᾶλλον ἢ τοῖς ἄλλοις θεοῖς προσῆκεν, ὥστε Μούσας ἔχομεν ἐννέα, Δήμητρας δὲ καὶ Ἀθηνᾶς καὶ Ἀρτέμιδας οὐκ ἔχομεν; οὐ γὰρ δήπου καὶ σὲ πείθει τὸ Μούσας γεγονέναι τοσαύτας, ὅτι τοὔνομα τῆς μητρὸς αὐτῶν ἐκ τοσούτων γραμμάτων ἐστίν.’ γελάσαντος δὲ τοῦ Ἡρώδου καὶ σιωπῆς γενομένης, [c] προὔτρεπεν ἡμᾶς ἐπιχειρεῖν ὁ Ἀμμώνιος,

Εἶπεν οὖν ὁ ἀδελφός, ὅτι τρεῖς ᾔδεσαν οἱ παλαιοὶ Μούσας· ‘καὶ τούτου λέγειν ἀπόδειξιν ὀψιμαθές ἐστι καὶ ἄγροικον ἐν τοσούτοις καὶ τοιούτοις ἀνδράσιν. αἰτία δ’ οὐχ ὡς ἔνιοι λέγουσι τὰ μελῳδούμενα γένη, τὸ διάτονον καὶ τὸ χρωματικὸν καὶ τὸ ἐναρμόνιον· οὐδ’ οἱ τὰ διαστήματα παρέχοντες ὅροι, νήτη καὶ μέση καὶ ὑπάτη· καίτοι Δελφοί γε τὰς Μούσας οὕτως ὠνόμαζον, οὐκ ὀρθῶς ἑνὶ μαθήματι, μᾶλλον δὲ μορίῳ μαθήματος ἑνὸς τοῦ μουσικοῦ, τῷ γ’ ἁρμονικῷ, προστιθέντες. ἁπάσας δ’ ὡς ἐγὼ νομίζω [d] τὰς διὰ λόγου περαινομένας ἐπιστήμας καὶ τέχνας οἱ παλαιοὶ καταμαθόντες ἐν τρισὶ γένεσιν οὔσας, τῷ φιλοσόφῳ καὶ τῷ ῥητορικῷ καὶ τῷ μαθηματικῷ, τριῶν ἐποιοῦντο δῶρα καὶ χάριτας θεῶν ἃς Μούσας ὠνόμαζον. ὕστερον δὲ καὶ καθ’ Ἡσίοδον ἤδη μᾶλλον ἐκκαλυπτομένων τῶν δυνάμεων, διαιροῦντες εἰς μέρη καὶ εἴδη τρεῖς πάλιν ἑκάστην ἔχουσαν ἐν αὑτῇ διαφορὰς ἑώρων· ἐν μὲν γὰρ τῷ μαθηματικῷ τὸ περὶ μουσικήν ἐστιν καὶ τὸ περὶ ἀριθμητικὴν καὶ τὸ περὶ γεωμετρίαν, ἐν δὲ τῷ φιλοσόφῳ τὸ λογικὸν καὶ τὸ ἠθικὸν καὶ τὸ φυσικόν, ἐν δὲ τῷ ῥητορικῷ τὸ ἐγκωμιαστικὸν πρῶτον γεγονέναι λέγουσιν δεύτερον δὲ τὸ [e] συμβουλευτικὸν ἔσχατον δὲ τὸ δικανικόν. ὧν μηδὲν ἄθεον μηδ’ ἄμουσον εἶναι μηδ’ ἄμοιρον ἀρχῆς κρείττονος καὶ ἡγεμονίας ἀξιοῦντες, εἰκότως ἰσαρίθμους τὰς Μούσας οὐκ ἐποίησαν ἀλλ’ οὔσας ἀνεῦρον. ὥσπερ οὖν τὰ ἐννέα διαίρεσιν εἰς τρεῖς λαμβάνει τριάδας, ὧν ἑκάστη πάλιν εἰς μονάδας διαιρεῖται τοσαύτας, οὕτως ἓν μέν ἐστι καὶ κοινὸν ἡ τοῦ λόγου περὶ τὸ κύριον ὀρθότης, νενέμηνται δὲ σύντρεις τῶν τριῶν γενῶν ἕκαστον, εἶτα πάλιν αὖ μοναδικῶς ἑκάστη μίαν περιέπει λαχοῦσα καὶ κοσμεῖ δύναμιν. οὐ γὰρ οἶμαι τοὺς ποιηματικοὺς καὶ τοὺς ἀστρολογικοὺς ἐγκαλεῖν ἡμῖν ὡς [f] παραλείπουσι τὰς τέχνας αὐτῶν, εἰδότας οὐδὲν ἧττον ἡμῶν ἀστρολογίαν γεωμετρίᾳ ποιητικὴν δὲ μουσικῇ συνεπομένην.’

Ὡς δὲ ταῦτ’ ἐρρήθη, τοῦ ἰατροῦ Τρύφωνος εἰπόντος ‘τῇ δ’ ἡμετέρᾳ τέχνῃ τί παθὼν τὸ Μουσεῖον ἀποκέκλεικας;’ ὑπολαβὼν Διονύσιος ὁ Μελιτεύς ‘πολλούς’ ἔφη ‘συμπαρακαλεῖς ἐπὶ τὴν κατηγορίαν· καὶ γὰρ ἡμεῖς οἱ γεωργοὶ [745] [a] τὴν Θάλειαν οἰκειούμεθα, φυτῶν καὶ σπερμάτων εὐθαλούντων καὶ βλαστανόντων ἐπιμέλειαν αὐτῇ καὶ σωτηρίαν ἀποδιδόντες’. ‘ἀλλ’ οὐ δίκαι’’ ἔφην ἐγώ ‘ποιεῖτε· καὶ γὰρ ὑμῖν ἔστι Δημήτηρ ἀνησιδώρα καὶ Διόνυσος ‘δενδρέων νομὸν πολυγαθὴς αὐξάνων, ἁγνὸν φέγγος ὀπώρας’, ὡς Πίνδαρός (fr. 153) φησιν, καὶ τοὺς ἰατροὺς Ἀσκληπιὸν ἔχοντας ἴσμεν ἡγεμόνα καὶ Ἀπόλλωνι Παιᾶνι χρωμένους πάντα, Μουσηγέτῃ μηθέν· πάντες γὰρ ‘ἄνθρωποι θεῶν χατέουσι’ καθ’ Ὅμηρον (γ 48), οὐ πάντες δὲ πάντων. ἀλλ’ ἐκεῖνο θαυμάζω, πῶς ἔλαθε Λαμπρίαν τὸ λεγόμενον ὑπὸ Δελφῶν. λέγουσι γὰρ οὐ φθόγγων οὐδὲ [b] χορδῶν ἐπωνύμους γεγονέναι τὰς Μούσας παρ’ αὐτοῖς, ἀλλὰ τοῦ κόσμου τριχῇ πάντα νενεμημένου πρώτην μὲν εἶναι τὴν τῶν ἀπλανῶν μερίδα, δευτέραν δὲ τὴν τῶν πλανωμένων, ἐσχάτην δὲ τὴν τῶν ὑπὸ σελήνην, συνηρτῆσθαι δὲ πάσας καὶ συντετάχθαι κατὰ λόγους ἐναρμονίους, ὧν ἑκάστης φύλακα Μοῦσαν εἶναι, τῆς μὲν πρώτης Ὑπάτην, τῆς δ’ ἐσχάτης Νεάτην, Μέσην δὲ τῆς μεταξύ, συνέχουσαν ἅμα καὶ συνεπιστρέφουσαν, ὡς ἀνυστόν ἐστι, τὰ θνητὰ τοῖς θείοις καὶ τὰ περίγεια τοῖς οὐρανίοις· ὡς καὶ Πλάτων (Rep. 617b3c) ᾐνίξατο τοῖς τῶν Μοιρῶν ὀνόμασιν τὴν [c] μὲν Ἄτροπον ‹τὴν δὲ Κλωθὼ› τὴν δὲ Λάχεσιν προσαγορεύσας· ἐπεὶ ταῖς γε τῶν ὀκτὼ σφαιρῶν περιφοραῖς Σειρῆνας οὐ Μούσας ἰσαρίθμους ἐπέστησεν.’

Ὑπολαβὼν δὲ Μενέφυλος ὁ Περιπατητικός ‘τὰ μὲν Δελφῶν’ εἶπεν ‘ἁμωσγέπως μετέχει πιθανότητος· ὁ δὲ Πλάτων ἄτοπος, ταῖς μὲν ἀιδίοις καὶ θείαις περιφοραῖς ἀντὶ τῶν Μουσῶν τὰς Σειρῆνας ἐνιδρύων, οὐ πάνυ φιλανθρώπους οὐδὲ χρηστὰς δαίμονας, τὰς δὲ Μούσας ἢ παραλείπων παντάπασιν ἢ τοῖς τῶν Μοιρῶν ὀνόμασι προσαγορεύων καὶ καλῶν θυγατέρας Ἀνάγκης· ἄμουσον γὰρ ἡ Ἀνάγκη μουσικὸν δ’ ἡ Πειθώ, καὶ Μούσαις †φιλοδαμοῦσα [d] πολὺ μᾶλλον οἶμαι τῆς Ἐμπεδοκλέους (fr. 116) Χάριτος ‘στυγέει δύστλητον Ἀνάγκην’.’ ‘πάνυ μὲν οὖν’ ὁ Ἀμμώνιος ἔφη ‘τὴν ἐν ἡμῖν ἀκούσιον αἰτίαν καὶ ἀπροαίρετον· ἡ δ’ ἐν θεοῖς ἀνάγκη δύστλητος οὔκ ἐστ’, οἶμαι δ’ ‹οὐδὲ› δυσπειθὴς οὐδὲ βιαία, πλὴν τοῖς κακοῖς, ὥς ἐστι νόμος ἐν πόλει τοῖς βελτίστοις ‹ὡς› τὸ βέλτιστον αὐτῆς ἀπαρέκτρεπτον καὶ ἀπαράβατον οὐ τῷ [μὲν] ἀδυνάτῳ τῷ δ’ ἀβουλήτῳ τῆς μεταβολῆς. αἵ γε μὲν δὴ Ὁμήρου Σειρῆνες οὐ κατὰ λόγον ἡμᾶς τῷ μύθῳ φοβοῦσιν, ἀλλὰ κἀκεῖνος ὀρθῶς ᾐνίξατο τὴν τῆς μουσικῆς αὐτῶν δύναμιν οὐκ ἀπάνθρωπον οὐδ’ ὀλέθριον οὖσαν ἀλλὰ ταῖς ἐντεῦθεν [e] ἀπιούσαις ἐκεῖ ψυχαῖς, ὡς ἔοικε, καὶ πλανωμέναις μετὰ τὴν τελευτὴν ἔρωτα πρὸς τὰ οὐράνια καὶ θεῖα λήθην δὲ τῶν θνητῶν ἐμποιοῦσαν κατέχειν καὶ κατᾴδειν θελγομένας, αἱ δ’ ὑπὸ χαρᾶς ἕπονται καὶ συμπεριπολοῦσιν. ἐνταῦθα δὲ πρὸς ἡμᾶς ἀμυδρά τις οἷον ἠχὼ τῆς μουσικῆς ἐκείνης ἐξικνουμένη διὰ λόγων ἐκκαλεῖται καὶ ἀναμιμνήσκει τὰς ψυχὰς τῶν τότε· ‹τὰ δ’ ὦτα τῶν› μὲν πλείστων περιαλήλιπται καὶ καταπέπλασται σαρκίνοις ἐμφράγμασι καὶ πάθεσιν, οὐ κηρίνοις· ἣ δὲ ‹δι’› εὐφυΐαν αἰσθάνεται καὶ μνημονεύει, καὶ τῶν ἐμμανεστάτων ἐρώτων οὐδὲν ἀποδεῖ τὸ πάθος αὐτῆς, γλιχομένης καὶ ποθούσης [f] λῦσαί τε μὴ δυναμένης ἑαυτὴν ἀπὸ τοῦ σώματος. οὐ μὴν ἔγωγε παντάπασι συμφέρομαι τούτοις· ἀλλά μοι δοκεῖ Πλάτων (Rep. 616c ss.) ὡς ἀτράκτους καὶ ἠλακάτας τοὺς ἄξονας σφονδύλους δὲ τοὺς ἀστέρας, ἐξηλλαγμένως ἐνταῦθα καὶ τὰς Μούσας Σειρῆνας ὀνομάζειν ‘εἰρούσας’ τὰ θεῖα καὶ λεγούσας ἐν Ἅιδου, καθάπερ ‹ὁ› Σοφοκλέους (fr. 777) Ὀδυσσεύς φησι ‘Σειρῆνας εἰσαφικέσθαι

Φόρκου κόρας, θροοῦντε τοὺς Ἅιδου νόμους.’

[746] [a] Μοῦσαι δ’ εἰσὶν ὀκτὼ μὲν αἱ συμπεριπολοῦσαι ταῖς ὀκτὼ σφαίραις, μία δὲ τὸν περὶ γῆν εἴληχε τόπον. αἱ μὲν οὖν ὀκτὼ περιόδοις ἐφεστῶσαι τὴν τῶν πλανωμένων ἄστρων πρὸς τὰ ἀπλανῆ καὶ πρὸς ἄλληλα συνέχουσι καὶ διασῴζουσιν ἁρμονίαν· μία δὲ τὸν μεταξὺ γῆς καὶ σελήνης τόπον ἐπισκοποῦσα καὶ περιπολοῦσα, τοῖς θνητοῖς, ὅσον αἰσθάνεσθαι καὶ δέχεσθαι πέφυκε χαρίτων καὶ ῥυθμοῦ καὶ ἁρμονίας, ἐνδίδωσι διὰ λόγου καὶ ᾠδῆς, πειθὼ πολιτικῆς καὶ κοινωνητικῆς συνεργὸν ἐπάγουσα παραμυθουμένην καὶ κηλοῦσαν ἡμῶν τὸ ταραχῶδες καὶ τὸ πλανώμενον ὥσπερ ἐξ ἀνοδίας ἀνακαλουμένην ἐπιεικῶς καὶ καθιστᾶσαν.

[b] ‘ὅσσα δὲ μὴ πεφίληκεν

Ζεύς, ἀτύζονται βοὰν

Πιερίδων ἀίοντα’

κατὰ Πίνδαρον (Pyth. I 13).’

Τούτοις ἐπιφωνήσαντος τοῦ Ἀμμωνίου τὰ τοῦ Ξενοφάνους ὥσπερ εἰώθει (fr. 35)

‘ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι’

καὶ παρακαλοῦντος ἀποφαίνεσθαι καὶ λέγειν τὸ δοκοῦν ἕκαστον, ἐγὼ μικρὸν διασιωπήσας ἔφην ὅτι ‘καὶ Πλάτων (Cratyl. 396 ss. al.) αὐτὸς ὥσπερ ἴχνεσι τοῖς ὀνόμασι τῶν θεῶν ἀνευρίσκειν οἴεται τὰς δυνάμεις, καὶ ἡμεῖς ὁμοίως μὲν τιθῶμεν ἐν οὐρανῷ καὶ περὶ τὰ οὐράνια μίαν τῶν Μουσῶν, ἣ Οὐρανία φαίνεται· καὶ εἰκὸς ἐκεῖνα μὴ πολλῆς μηδὲ ποικίλης κυβερνήσεως δεῖσθαι, μίαν ἔχοντα [c] καὶ ἁπλῆν αἴτιον φύσιν· ὅπου δὲ πολλαὶ πλημμέλειαι πολλαὶ δ’ ἀμετρίαι καὶ παραβάσεις, ἐνταῦθα τὰς ὀκτὼ μετοικιστέον, ἄλλην ἄλλο κακίας καὶ ἀναρμοστίας εἶδος ἐπανορθουμένας. ἐπεὶ δὲ τοῦ βίου τὸ μὲν σπουδῇ τὸ δὲ παιδιᾷ μέρος †ἐστί, καὶ δεῖται τοῦ μουσικῶς καὶ μετρίως, τὸ μὲν σπουδάζον ἡμῶν ἥ τε Καλλιόπη καὶ ἡ Κλειὼ καὶ ἡ Θάλεια, τῆς περὶ θεοὺς ἐπιστήμης καὶ θέας ἡγεμὼν οὖσα, δόξουσιν ἐπιστρέφειν καὶ συγκατορθοῦν, αἱ δὲ λοιπαὶ τὸ μεταβάλλον ἐφ’ ἡδονὴν καὶ παιδιὰν ὑπ’ ἀσθενείας μὴ περιορᾶν ἀνιέμενον ἀκολάστως καὶ θηριωδῶς, ἀλλ’ ὀρχήσει καὶ ᾠδῇ καὶ χορείᾳ ῥυθμὸν ἐχούσῃ καὶ ἁρμονίᾳ [d] καὶ λόγῳ κεραννύμενον εὐσχημόνως καὶ κοσμίως ἐκδέχεσθαι καὶ παραπέμπειν. ἐγὼ μέντοι, τοῦ Πλάτωνος ἐν ἑκάστῳ δύο πράξεων ἀπολείποντος ἀρχάς, τὴν μὲν ἔμφυτον ἐπιθυμίαν ἡδονῶν τὴν δ’ ἐπείσακτον δόξαν ἐφιεμένην τοῦ ἀρίστου, καὶ τὸ μὲν λόγον τὸ δὲ πάθος ἔστιν ὅτε καλοῦντος, ἑτέρας δ’ αὖ πάλιν τούτων ἑκατέρου διαφορὰς ἔχοντος, ἑκάστην ὁρῶ μεγάλης καὶ θείας ὡς ἀληθῶς παιδαγωγίας δεομένην αὐτίκα τοῦ λόγου τὸ μέν ἐστι πολιτικὸν καὶ βασιλικόν, ἐφ’ ᾧ τὴν Καλλιόπην τετάχθαι φησὶν ὁ Ἡσίοδος (Th. 80)· τὸ φιλότιμον δ’ ἡ Κλειὼ [e] μάλιστα κυδαίνειν καὶ συνεπιγαυροῦν εἴληχεν· ἡ δὲ Πολύμνια τοῦ φιλομαθοῦς ἐστι καὶ μνημονικοῦ τῆς ψυχῆς, διὸ καὶ Σικυώνιοι τῶν τριῶν Μουσῶν μίαν Πολυμάθειαν καλοῦσιν· Εὐτέρπῃ δὲ πᾶς ἄν τις ἀποδοίη τὸ θεωρητικὸν τῆς περὶ φύσιν ἀληθείας, οὔτε καθαρωτέρας οὔτε καλλίους ἑτέρῳ γένει παραλιπὼν εὐπαθείας καὶ τέρψεις. τῆς δ’ ἐπιθυμίας τὸ μὲν περὶ ἐδωδὴν καὶ πόσιν ἡ Θάλεια κοινωνητικὸν ποιεῖ καὶ συμποτικὸν ἐξ ‹ἀπ›ανθρώπου καὶ θηριώδους, διὸ τοὺς φιλοφρόνως καὶ ἱλαρῶς συνόντας ἀλλήλοις ἐν οἴνῳ ‘θαλιάζειν’ λέγομεν, οὐ τοὺς ὑβρίζοντας καὶ παροινοῦντας· ταῖς δὲ περὶ συνουσίαν σπουδαῖς ἡ Ἐρατὼ [f] παροῦσα μετὰ πειθοῦς [ὡς] λόγον ἐχούσης καὶ καιρὸν ἐξαιρεῖ καὶ κατασβέννυσι τὸ μανικὸν τῆς ἡδονῆς καὶ οἰστρῶδες, εἰς φιλίαν καὶ πίστιν οὐχ ὕβριν οὐδ’ ἀκολασίαν τελευτώσης. τὸ δὲ ‹δι’ ὤτων› καὶ ὀφθαλμῶν ἡδονῆς εἶδος, εἴτε τῷ λόγῳ μᾶλλον εἴτε τῷ πάθει προσῆκον εἴτε κοινὸν ἀμφοῖν ἐστιν, αἱ λοιπαὶ δύο, Μελπομένη καὶ Τερψιχόρη, [747] [a] παραλαβοῦσαι κοσμοῦσιν· ὥστε τὸ μὲν εὐφροσύνην μὴ κήλησιν εἶναι, τὸ δὲ μὴ γοητείαν ἀλλὰ τέρψιν.’

ΠΡΟΒΛΗΜΑ ΙΕ

Ὅτι τρία μέρη τῆς ὀρχήσεως, φορὰ καὶ σχῆμα καὶ δεῖξις· καὶ τί ἕκαστον αὐτῶν, καὶ τίνα κοινὰ ποιητικῆς καὶ ὀρχηστικῆς

Ἐκ τούτου πυραμοῦντες ἐπήγοντο τοῖς παισὶ νικητήριον ὀρχήσεως· ἀπεδείχθη δὲ κριτὴς μετὰ Μενίσκου τοῦ [b] παιδοτρίβου Λαμπρίας ὁ ἀδελφός· ὠρχήσατο γὰρ πιθανῶς τὴν πυρρίχην καὶ χειρονομῶν ἐν ταῖς παλαίστραις ἐδόκει διαφέρειν τῶν παίδων. ὀρχουμένων δὲ πολλῶν προθυμότερον ἢ μουσικώτερον, δύο τοὺς εὐδοκίμους καὶ βουλομένους ἀνασῴζειν τὴν ἐμμέλειαν ἠξίουν τινὲς ὀρχεῖσθαι φορὰν παρὰ φοράν. ἐπεζήτησεν οὖν ὁ Θρασύβουλος, [Ἀμμωνίου] τί βούλεται τοὔνομα τῆς φορᾶς, καὶ παρέσχε τῷ Ἀμμωνίῳ περὶ τῶν μερῶν τῆς ὀρχήσεως πλείονα διελθεῖν.

Ἔφη δὲ τρί’ εἶναι, τὴν φορὰν καὶ τὸ σχῆμα καὶ τὴν δεῖξιν. ‘ἡ γὰρ ὄρχησις ἔκ τε κινήσεων καὶ σχέσεων συνέστηκεν, [c] ὡς τὸ μέλος τῶν φθόγγων καὶ τῶν διαστημάτων· ἐνταῦθα δ’ αἱ μοναὶ πέρατα τῶν κινήσεών εἰσιν. φορὰς μὲν οὖν τὰς κινήσεις ὀνομάζουσι, σχήματα δὲ ‹τὰς› σχέσεις καὶ διαθέσεις, εἰς ἃς φερόμεναι τελευτῶσιν αἱ κινήσεις, ὅταν Ἀπόλλωνος ἢ Πανὸς ἤ τινος Βάκχης σχῆμα διαθέντες ἐπὶ τοῦ σώματος γραφικῶς τοῖς εἴδεσιν ἐπιμένωσι. τὸ δὲ τρίτον, ἡ δεῖξις, οὐ μιμητικόν ἐστιν, ἀλλὰ δηλωτικὸν ἀληθῶς τῶν ὑποκειμένων· ὡς γὰρ οἱ ποιηταὶ τοῖς κυρίοις ὀνόμασι δεικτικῶς χρῶνται, τὸν Ἀχιλλέα καὶ τὸν Ὀδυσσέα καὶ τὴν γῆν καὶ τὸν οὐρανὸν ὀνομάζοντες [d] ὡς ὑπὸ τῶν πολλῶν λέγονται, πρὸς δὲ τὰς ἐμφάσεις καὶ τὰς μιμήσεις ὀνοματοποιίαις χρῶνται καὶ μεταφοραῖς, ‘κελαρύζειν’ καὶ ‘καχλάζειν’ τὰ κλώμενα τῶν ῥευμάτων λέγοντες, καὶ τὰ βέλη φέρεσθαι ‘λιλαιόμενα χροὸς ἆσαι’ (Λ 574 al.), ‹καὶ› τὴν ἰσόρροπον μάχην ‘ἴσας ὑσμίνη κεφαλὰς ἔχεν’ (Λ 72), πολλὰς δὲ καὶ συνθέσεις τῶν ὀνομάτων κατὰ μέλη μιμητικῶς σχηματίζουσιν, ὡς Εὐριπίδης (fr. 985)

‘ὁ πετόμενος ἱερὸν ἀνὰ Διὸς αἰθέρα γοργοφόνος,’

καὶ περὶ τοῦ ἵππου Πίνδαρος (Ol. I 20)

‘ὅτε παρ’ Ἀλφεῷ σύτο δέμας

ἀκέντητον ἐν δρόμοισι παρέχων,’

καὶ Ὅμηρος ἐπὶ τῆς ἱπποδρομίας (Ψ 503)

[e] ‘ἅρματα δ’ αὖ χαλκῷ πεπυκασμένα κασσιτέρῳ τε

ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον’,

οὕτως ἐν ὀρχήσει τὸ μὲν σχῆμα μιμητικόν ἐστι μορφῆς καὶ ἰδέας, καὶ πάλιν ἡ φορὰ πάθους τινὸς ἐμφαντικὸν ἢ πράξεως ἢ δυνάμεως· ταῖς δὲ δείξεσι κυρίως αὐτὰ δηλοῦσι τὰ πράγματα, τὴν γῆν, τὸν οὐρανόν, αὐτοὺς τοὺς πλησίον· ὃ δὴ τάξει μέν τινι καὶ ἀριθμῷ γινόμενον ἔοικεν τοῖς ἐν ποιητικῇ κυρίοις ὀνόμασιν μετά τινος κόσμου καὶ λειότητος ἐκφερομένοις, ὡς τὰ τοιαῦτα (Hes. Th. 16).

‘καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ’ Ἀφροδίτην

Ἥρην τε χρυσοστέφανον καλήν τε Διώνην’,

καὶ (Hes. fr. `27] 7)

[f] ‘Ἕλληνος δ’ ἐγένοντο θεμιστοπόλοι βασιλῆες,

Δῶρός τε Ξοῦθός τε καὶ Αἴολος ἱππιοχάρμης·’

εἰ δὲ μή, τοῖς ἄγαν πεζοῖς καὶ κακομέτροις, ὡς τὰ τοιαῦτα (Tr. adesp. 400)·

‘ἐγένοντο τοῦ μὲν Ἡρακλῆς τοῦ δ’ Ἴφικλος·’

‘τῆσδε πατὴρ καὶ ἀνὴρ καὶ παῖς βασιλεῖς, καὶ ἀδελφοί,

[748] [a] καὶ πρόγονοι. κλῄζει δ’ Ἑλλὰς Ὀλυμπιάδα’·

τοιαῦτα γὰρ ἁμαρτάνεται καὶ περὶ τὴν ὄρχησιν ἐν ταῖς δείξεσιν, ἂν μὴ πιθανότητα μηδὲ χάριν μετ’ εὐπρεπείας καὶ ἀφελείας ἔχωσι. καὶ ὅλως’ ἔφη ‘μεταθετέον τὸ Σιμωνίδειον ἀπὸ τῆς ζωγραφίας ἐπὶ τὴν ὄρχησιν· σιωπῶσαν, καὶ φθεγγομένην ὄρχησιν [δὲ] πάλιν τὴν ποίησιν· †ὅθεν εἶπεν οὔτε γραφικὴν εἶναι ποιητικῆς οὔτε ποιητικὴν γραφ‹ικ›ῆς, οὐδὲ χρῶνται τὸ παράπαν ἀλλήλαις· ὀρχηστικῇ δὲ καὶ ποιητικῇ κοινωνία πᾶσα καὶ μέθεξις ἀλλήλων ἐστί, καὶ μάλιστα [μιμούμεναι] περὶ ‹τὸ› τῶν ὑπορχημάτων γένος ἓν ἔργον ἀμφότεραι τὴν διὰ τῶν [b] σχημάτων καὶ τῶν ὀνομάτων μίμησιν ἀποτελοῦσι. δόξειε δ’ ἂν ὥσπερ ἐν γραφικῇ τὰ μὲν ποιήματα ταῖς γραμμαῖς, ὑφ’ ὧν ὁρίζεται τὰ εἴδη . δηλοῖ δ’ ὁ μάλιστα κατωρθωκέναι δόξας ἐν ὑπορχήμασι καὶ γεγονέναι πιθανώτατος ἑαυτοῦ τὸ δεῖσθαι τὴν ἑτέραν τῆς ἑτέρας· τὸ γὰρ (Pind. fr. 107a)

‘Πελασγὸν ἵππον ἢ κύνα

Ἀμυκλαίαν ἀγωνίῳ

ἐλελιζόμενος ποδὶ μίμεο καμπύλον μέλος διώκων,’

†τὸν μὲν ‘οἷ’ ἀνὰ Δώτιον ἀνθεμόεν πεδίον

πέτεται θάνατον κεροέσσᾳ

εὑρέμεν ματεῖσ’ ἐλάφῳ

τὰν δ’ ἐπ’ αὐχένι στρέφοισαν [ἕτερον] κάρα πάντ’

[ἐπ’ οἶμον’

καὶ τὰ ἑξῆς μόνον οὐ †λειόθεν τὴν ἐν ὀρχήσει διάθεσιν [c] [τὰ ποιήματα] καὶ παρακαλεῖν τὼ χεῖρε καὶ τὼ πόδε, μᾶλλον δ’ ὅλον ὥσπερ τισὶ μηρίνθοις ἕλκειν τὸ σῶμα τοῖς μέλεσι καὶ ἐντείνειν, τούτων [δὲ] λεγομένων καὶ ᾀδομένων ἡσυχίαν ἄγειν μὴ δυνάμενον. αὐτὸς γοῦν ἑαυτὸν οὐκ αἰσχύνεται περὶ τὴν ὄρχησιν οὐχ ἧττον ἢ τὴν ποίησιν ἐγκωμιάζων, ὅταν λέγῃ ῥῶσαι †νῦν (Pind. fr. 107b)

‘ἐλαφρὸν ὄρχημ’ ἀοιδᾷ ποδῶν μειγνύμεν·

Κρῆτα μὲν καλέουσι τρόπον.’

ἀλλ’ οὐδὲν οὕτως τὸ νῦν ἀπολέλαυκε τῆς κακομουσίας ὡς ἡ ὄρχησις. διὸ καὶ πέπονθεν ὃ φοβηθεὶς Ἴβυκος ἐποίησε (fr. 24. II p. 58 D)

‘δέδοικα μή τι παρὰ θεοῖς

ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω.’

[d] καὶ γὰρ αὕτη [καὶ] πάνδημόν τινα ποιητικὴν προσεταιρισαμένη τῆς δ’ οὐρανίας ἐκπεσοῦσ’ ἐκείνης, τῶν μὲν ἐμπλήκτων καὶ ἀνοήτων κρατεῖ θεάτρων, ὥσπερ τύραννος ὑπήκοον ἑαυτῇ πεποιημένη μουσικὴν ὀλίγου τὴν ἅπασαν, τὴν δὲ παρὰ τοῖς νοῦν ἔχουσι καὶ θείοις ἀνδράσιν ὡς ἀληθῶς τιμὴν ἀπολώλεκε.’

Ταῦτα σχεδόν, ὦ Σόσσιε Σενεκίων, τελευταῖα τῶν ἐν τοῖς Μουσείοις τότε παρ’ Ἀμμωνίῳ τῷ ἀγαθῷ φιλολογηθέντων.