ΠΕΡΙ ΤΟΥ ΟΤΙ ΜΑΛΙΣΤΑ ΤΟΙΣ ΗΓΕΜΟΣΙ ΔΕΙ ΤΟΝ ΦΙΛΟΣΟΦΟΝ ΔΙΑΛΕΓΕΣΘΑΙ
[776] Σωρκανὸν ἐγκολπίσασθαι καὶ φιλίαν τιμᾶν [b] καὶ μετιέναι καὶ προσδέχεσθαι καὶ γεωργεῖν, πολλοῖς μὲν ἰδίᾳ πολλοῖς δὲ καὶ δημοσίᾳ χρήσιμον καὶ ἔγκαρπον γενησομένην, φιλοκάλων ἐστὶ καὶ πολιτικῶν καὶ φιλανθρώπων οὐχ ὡς ἔνιοι νομίζουσι φιλοδόξων· ἀλλὰ καὶ τοὐναντίον, φιλόδοξός ἐστι καὶ ψοφοδεὴς ὁ φεύγων καὶ φοβούμενος ἀκοῦσαι λιπαρὴς τῶν ἐν ἐξουσίᾳ καὶ θεραπευτικός. ἐπεὶ τί φησιν ἀνὴρ θεραπευτικὸς καὶ φιλοσοφίας δεόμενος; Σίμων οὖν γένωμαι ὁ σκυτοτόμος ἢ Διονύσιος ὁ γραμματιστὴς ἐκ Περικλέους ἢ Κάτωνος, ἵνα μοι προσδιαλέγηται καὶ προσκαθίζῃ [c] ὡς Σωκράτης ἐκείνῳ; καὶ Ἀρίστων μὲν ὁ Χῖος ἐπὶ τῷ πᾶσι διαλέγεσθαι τοῖς βουλομένοις ὑπὸ τῶν σοφιστῶν κακῶς ἀκούων “ὤφελεν,” εἶπε, “καὶ τὰ θηρία λόγων συνιέναι κινητικῶν πρὸς ἀρετήν”· ἡμεῖς δὲ φευξούμεθα τοῖς δυνατοῖς καὶ ἡγεμονικοῖς ὥσπερ ἀγρίοις καὶ ἀνημέροις γίγνεσθαι συνήθεις;
Οὐκ “ἀνδριαντοποιός” ἐστιν ὁ τῆς φιλοσοφίας λόγος, “ὥστ’ ἐλινύοντα ποιεῖν ἀγάλματ’ ἐπ’ αὐτᾶς βαθμίδος ἑσταότα” κατὰ Πίνδαρον· ἀλλ’ ἐνεργὰ βούλεται ποιεῖν ὧν ἂν ἅψηται καὶ πρακτικὰ καὶ ἔμψυχα καὶ κινητικὰς ὁρμὰς ἐντίθησι καὶ κρίσεις ἀγωγοὺς ἐπὶ τὰ ὠφέλιμα καὶ προαιρέσεις [d] φιλοκάλους καὶ φρόνημα καὶ μέγεθος μετὰ πραότητος καὶ ἀσφαλείας, δι’ ὧν τοῖς ὑπερέχουσι καὶ δυνατοῖς ὁμιλοῦσιν οἱ πολιτικοὶ προθυμότερον. καὶ γάρ, ἂν ἰατρὸς ᾖ φιλόκαλος, ἥδιον ὀφθαλμὸν ἰάσεται τὸν ὑπὲρ πολλῶν βλέποντα καὶ πολλοὺς φυλάσσοντα· καὶ φιλόσοφος ψυχῆς ἐπιμελήσεται προθυμότερον, ἣν ὑπὲρ πολλῶν φροντίζουσαν ὁρᾷ καὶ πολλοῖς φρονεῖν καὶ σωφρονεῖν καὶ δικαιοπραγεῖν ὀφείλουσαν. καὶ γὰρ εἰ δεινὸς ἦν περὶ ζήτησιν ὑδάτων καὶ συναγωγήν, ὥσπερ ἱστοροῦσι τὸν Ἡρακλέα καὶ πολλοὺς τῶν πάλαι, οὐκ ἂν ἔχαιρε φρεωρυχῶν ἐν ἐσχατιᾷ “παρὰ Κόρακος πέτρῃ” τὴν συβωτικὴν ἐκείνην Ἀρέθουσαν, ἀλλὰ ποταμοῦ τινος ἀενάους πηγὰς ἀνακαλύπτων πόλεσι καὶ στρατοπέδοις καὶ φυτείαις βασιλέων καὶ ἄλσεσιν. ἀκούομεν δὴ Ὁμήρου τὸν Μίνω “θεοῦ μεγάλου ὀαριστὴν” ἀποκαλοῦντος· τοῦτο δ’ ἐστίν, ὥς φησιν ὁ Πλάτων, ὁμιλητὴν καὶ μαθητήν· οὐδὲ γὰρ ἰδιώτας οὐδ’ οἰκουροὺς οὐδ’ ἀπράκτους ἠξίουν εἶναι θεῶν μαθητάς, ἀλλὰ βασιλεῖς, οἷς [e] εὐβουλίας ἐγγενομένης καὶ δικαιοσύνης καὶ χρηστότητος καὶ μεγαλοφροσύνης, πάντες ἔμελλον ὠφεληθήσεσθαι καὶ ἀπολαύσειν οἱ χρώμενοι. τὸ ἠρύγγιον τὸ βοτάνιον λέγουσι μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης, αὐτήν τε πρώτην ἐκείνην καὶ τὸ λοιπὸν αἰπόλιον ἵστασθαι, μέχρι ἂν ὁ αἰπόλος ἐξέλῃ προσελθών· τοιαύτην ἔχουσιν αἱ ἀπορροιαὶ τῆς δυνάμεως ὀξύτητα, πυρὸς δίκην ἐπινεμομένην τὰ γειτνιῶντα καὶ κατασκιδναμένην. καὶ μὴν ὁ τοῦ φιλοσόφου λόγος, ἐὰν μὲν ἰδιώτην ἕνα λάβῃ, χαίροντα ἀπραγμοσύνῃ καὶ περιγράφοντα ἑαυτὸν ὡς κέντρῳ καὶ διαστήματι γεωμετρικῷ [777] [a] ταῖς περὶ τὸ σῶμα χρείαις, οὐ διαδίδωσιν εἰς ἑτέρους, ἀλλ’ ἐν ἑνὶ ποιήσας ἐκείνῳ γαλήνην καὶ ἡσυχίαν ἀπεμαράνθη καὶ συνεξέλιπεν. ἂν δ’ ἄρχοντος ἀνδρὸς καὶ πολιτικοῦ καὶ πρακτικοῦ καθάψηται καὶ τοῦτον ἀναπλήσῃ καλοκαγαθίας, πολλοὺς δι’ ἑνὸς ὠφέλησεν, ὡς Ἀναξαγόρας Περικλεῖ συγγενόμενος καὶ Πλάτων Δίωνι καὶ Πυθαγόρας τοῖς πρωτεύουσιν Ἰταλιωτῶν. Κάτων δ’ αὐτὸς ἔπλευσεν ἀπὸ στρατιᾶς ἐπ’ Ἀθηνόδωρον· καὶ Σκιπίων μετεπέμψατο Παναίτιον, ὅτ’ αὐτὸν ἡ σύγκλητος ἐξέπεμψεν
ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορώμενον
ὥς φησι Ποσειδώνιος. τί οὖν ἔδει λέγειν τὸν [b] Παναίτιον; εἰ μὲν ἦς ἢ Βάτων ἢ Πολυδεύκης ἤ τις ἄλλος ἰδιώτης, τὰ μέσα τῶν πόλεων ἀποδιδράσκειν βουλόμενος, ἐν γωνίᾳ τινὶ καθ’ ἡσυχίαν ἀναλύων συλλογισμοὺς καὶ περιέλκων φιλοσόφων, ἄσμενος ἄν σε προσεδεξάμην καὶ συνῆν· ἐπεὶ δ’ υἱὸς μὲν Αἰμιλίου Παύλου τοῦ δισυπάτου γέγονας, υἱωνὸς δὲ Σκιπίωνος τοῦ Ἀφρικανοῦ τοῦ νικήσαντος τὸν Ἀννίβαν τὸν Καρχηδόνιον, οὐκ οὖν σοι διαλέξομαι;
Τὸ δὲ λέγειν ὅτι δύο λόγοι εἰσίν, ὁ μὲν ἐνδιάθετος ἡγεμόνος Ἑρμοῦ δῶρον, ὁ δ’ ἐν προφορᾷ διάκτορος καὶ ὀργανικός, ἕωλόν ἐστι καὶ ὑποπιπτέτω τῷ
[c] τουτὶ μὲν ᾔδειν πρὶν Θέογνιν γεγονέναι.
ἐκεῖνο δ’ οὐκ ἂν ἐνοχλήσειεν, ὅτι καὶ τοῦ ἐνδιαθέτου λόγου καὶ τοῦ προφορικοῦ φιλία τέλος ἐστί, τοῦ μὲν πρὸς ἑαυτὸν τοῦ δὲ πρὸς ἕτερον. ὁ μὲν γὰρ εἰς ἀρετὴν διὰ φιλοσοφίας τελευτῶν σύμφωνον ἑαυτῷ καὶ ἄμεμπτον ὑφ’ ἑαυτοῦ καὶ μεστὸν εἰρήνης καὶ φιλοφροσύνης τῆς πρὸς ἑαυτὸν ἀεὶ παρέχεται τὸν ἄνθρωπον.
οὐ στάσις οὐδέ τε δῆρις ἀναίσιος ἐν μελέεσσιν,
οὐ πάθος λόγῳ δυσπειθές, οὐχ ὁρμῆς μάχη πρὸς ὁρμήν, οὐ λογισμοῦ πρὸς λογισμὸν ἀντίβασις, οὐχ ὥσπερ ἐν μεθορίῳ τοῦ ἐπιθυμοῦντος καὶ τοῦ μετανοοῦντος τὸ τραχὺ καὶ ταραχῶδες καὶ τὸ ἡδόμενον, [d] ἀλλ’ εὐμενῆ πάντα καὶ φίλα καὶ ποιοῦντα πλείστων τυγχάνειν ἀγαθῶν καὶ ἑαυτῷ χαίρειν ἕκαστον. τοῦ δὲ προφορικοῦ τὴν Μοῦσαν ὁ Πίνδαρος “οὐ φιλοκερδῆ,” φησίν, “οὐδ’ ἐργάτιν” εἶναι πρότερον, οἶμαι δὲ μηδὲ νῦν, ἀλλ’ ἀμουσίᾳ καὶ ἀπειροκαλίᾳ τὸν κοινὸν Ἑρμῆν ἐμπολαῖον καὶ ἔμμισθον γενέσθαι. οὐ γὰρ ἡ μὲν Ἀφροδίτη ταῖς τοῦ Προποίτου θυγατράσιν ἐμήνιεν ὅτι
πρῶται μίσεα μηχανήσαντο καταχέειν νεανίσκων,
ἡ δ’ Οὐρανία καὶ Καλλιόπη καὶ ἡ Κλειὼ χαίρουσι τοῖς ἐπ’ ἀργυρίῳ λυμαινομένοις τὸν λόγον. ἀλλ’ ἔμοιγε δοκεῖ τὰ τῶν Μουσῶν ἔργα καὶ δῶρα μᾶλλον ἢ τὰ τῆς Ἀφροδίτης φιλοτήσια εἶναι. καὶ γὰρ τὸ [e] ἔνδοξον, ὅ τινες τοῦ λόγου ποιοῦνται τέλος, ὡς ἀρχὴ καὶ σπέρμα φιλίας ἠγαπήθη· μᾶλλον δ’ ὅλως οἵ γε πολλοὶ κατ’ εὔνοιαν τὴν δόξαν τίθενται, νομίζοντες ἡμᾶς μόνον ἐπαινεῖν οὓς φιλοῦμεν. ἀλλ’ οὗτοι μέν, ὡς ὁ Ἰξίων διώκων τὴν Ἥραν ὤλισθεν εἰς τὴν νεφέλην, οὕτως ἀντὶ τῆς φιλίας εἴδωλον ἀπατηλὸν καὶ πανηγυρικὸν καὶ περιφερόμενον ὑπολαμβάνουσιν. ὁ δὲ νοῦν ἔχων, ἂν ἐν πολιτείαις καὶ πράξεσιν ἀναστρέφηται, δεήσεται δόξης τοσαύτης, ὅση δύναμιν περὶ τὰς πράξεις ἐκ τοῦ [f] πιστεύεσθαι δίδωσιν· οὔτε γὰρ ἡδὺ μὴ βουλομένους οὔτε ῥᾴδιον ὠφελεῖν, βούλεσθαι δὲ ποιεῖ τὸ πιστεύειν· ὥσπερ γὰρ τὸ φῶς μᾶλλόν ἐστιν ἀγαθὸν τοῖς βλέπουσιν ἢ τοῖς βλεπομένοις, οὕτως ἡ δόξα τοῖς αἰσθανομένοις ἢ τοῖς μὴ παρορωμένοις. ὁ δ’ ἀπηλλαγμένος τοῦ τὰ κοινὰ πράττειν καὶ συνὼν ἑαυτῷ καὶ τἀγαθὸν ἐν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ τιθέμενος τὴν μὲν ἐν ὄχλοις καὶ θεάτροις πάνδημον [778] [a] καὶ ἀναπεπταμένην δόξαν οὕτως ὡς τὴν Ἀφροδίτην ὁ Ἱππόλυτος “ἄπωθεν ἁγνὸς ὢν ἀσπάζεται,” τῆς δέ γε τῶν ἐπιεικῶν καὶ ἐλλογίμων οὐδ’ αὐτὸς καταφρονεῖ· πλοῦτον δὲ καὶ δόξαν ἡγεμονικὴν καὶ δύναμιν ἐν φιλίαις οὐ διώκει, οὐ μὴν οὐδὲ φεύγει ταῦτα μετρίῳ προσόντ’ ἤθει· οὐδὲ γὰρ τοὺς καλοὺς τῶν νέων διώκει καὶ ὡραίους, ἀλλὰ τοὺς εὐαγώγους καὶ κοσμίους καὶ φιλομαθεῖς· οὐδ’ οἷς ὥρα καὶ χάρις συνέπεται καὶ ἄνθος δεδίττεται τὸν φιλόσοφον οὐδ’ ἀποσοβεῖ καὶ ἀπελαύνει τῶν ἀξίων ἐπιμελείας τὸ κάλλος. οὕτως οὖν ἀξίας ἡγεμονικῆς καὶ δυνάμεως ἀνδρὶ μετρίῳ καὶ ἀστείῳ προσούσης, [b] οὐκ ἀφέξεται τοῦ φιλεῖν καὶ ἀγαπᾶν οὐδὲ φοβήσεται τὸ αὐλικὸς ἀκοῦσαι καὶ θεραπευτικός·
οἱ γὰρ Κύπριν φεύγοντες ἀνθρώπων ἄγαν
νοσοῦσ’ ὁμοίως τοῖς ἄγαν θηρωμένοις·
καὶ οἱ πρὸς ἔνδοξον οὕτως καὶ ἡγεμονικὴν φιλίαν ἔχοντες. ὁ μὲν οὖν ἀπράγμων φιλόσοφος οὐ φεύξεται τοὺς τοιούτους, ὁ δὲ πολιτικὸς καὶ περιέξεται αὐτῶν, ἄκουσιν οὐκ ἐνοχλῶν οὐδ’ ἐπισταθμεύων τὰ ὦτα διαλέξεσιν ἀκαίροις καὶ σοφιστικαῖς, βουλομένοις δὲ χαίρων καὶ διαλεγόμενος καὶ σχολάζων καὶ συνὼν προθύμως.
Σπείρω δ’ ἄρουραν δώδεχ’ ἡμερῶν ὁδὸν
Βερέκυντα χῶρον·
[c] οὗτος εἰ μὴ μόνον φιλογέωργος ἀλλὰ καὶ φιλάνθρωπος ἦν, ἥδιον ἂν ἔσπειρε τὴν τοσούτους τρέφειν δυναμένην ἢ τὸ Ἀντισθένους ἐκεῖνο χωρίδιον, ὃ μόλις Αὐτολύκῳ παλαίειν ἂν ἤρκεσε· εἰ δέ σε ἠρόμην τὴν οἰκουμένην ἅπασαν ἐπιστρέφειν παραιτοῦμαι. καίτοι Ἐπίκουρος τἀγαθὸν ἐν τῷ βαθυτάτῳ τῆς ἡσυχίας ὥσπερ ἐν ἀκλύστῳ λιμένι καὶ κωφῷ τιθέμενος τοῦ εὖ πάσχειν τὸ εὖ ποιεῖν οὐ μόνον κάλλιον ἀλλὰ καὶ ἥδιον εἶναί φησι.
χαρᾶς γὰρ οὕτω γόνιμον οὐδὲν ἐστιν
ὡς χάρις·
ἀλλὰ σοφὸς ἦν ὁ ταῖς Χάρισι τὰ ὀνόματα θέμενος [d] Ἀγλαΐην καὶ Εὐφροσύνην καὶ Θάλειαν· τὸ γὰρ ἀγαλλόμενον καὶ τὸ χαῖρον ἐν τῷ διδόντι τὴν χάριν πλεῖόν ἐστι καὶ καθαρώτερον. διὸ τῷ πάσχειν εὖ αἰσχύνονται πολλάκις, ἀεὶ δ’ ἀγάλλονται τῷ εὖ ποιεῖν· εὖ δὲ ποιοῦσι πολλοὺς οἱ ποιοῦντες ἀγαθοὺς ὧν πολλοὶ δέονται· καὶ τοὐναντίον, οἱ ἀεὶ διαφθείροντες ἡγεμόνας ἢ βασιλεῖς ἢ τυράννους διάβολοι καὶ συκοφάνται καὶ κόλακες ὑπὸ πάντων ἐλαύνονται καὶ κολάζονται, καθάπερ οὐκ εἰς μίαν κύλικα φάρμακον [e] ἐμβάλλοντες θανάσιμον, ἀλλ’ εἰς πηγὴν δημοσίᾳ ῥέουσαν, ᾗ χρωμένους πάντας ὁρῶσιν. ὥσπερ οὖν τοὺς Καλλίου κωμῳδουμένους κόλακας γελῶσιν, οὓς
οὐ πῦρ οὐδὲ σίδηρος
οὐδὲ χαλκὸς ἀπείργει
μὴ φοιτᾶν ἐπὶ δεῖπνον
κατὰ τὸν Εὔπολιν· τοὺς δ’ Ἀπολλοδώρου τοῦ τυράννου καὶ Φαλάριδος καὶ Διονυσίου φίλους καὶ συνήθεις ἀπετυμπάνιζον, ἐστρέβλουν καὶ ἐνεπίμπρασαν, ἐναγεῖς ἐποιοῦντο καὶ καταράτους, ὡς ἐκείνων μὲν ἀδικούντων ἕνα τούτων δὲ πολλοὺς δι’ ἑνὸς τοῦ ἄρχοντος· οὕτως οἱ μὲν ἰδιώταις συνόντες αὐτοὺς ἐκείνους ποιοῦσιν ἑαυτοῖς ἀλύπους καὶ ἀβλαβεῖς καὶ προσηνεῖς, ὁ δ’ ἄρχοντος ἦθος [f] ἀφαιρῶν μοχθηρὸν ἢ γνώμην ἐφ’ ὃ δεῖ συγκατευθύνων τρόπον τινὰ δημοσίᾳ φιλοσοφεῖ καὶ τὸ κοινὸν ἐπανορθοῦται, ᾧ πάντες διοικοῦνται. τοῖς ἱερεῦσιν αἰδῶ καὶ τιμὴν αἱ πόλεις νέμουσιν, ὅτι τἀγαθὰ παρὰ τῶν θεῶν οὐ μόνον αὑτοῖς καὶ φίλοις καὶ οἰκείοις, ἀλλὰ κοινῇ πᾶσιν αἰτοῦνται τοῖς πολίταις· καίτοι τοὺς θεοὺς οἱ ἱερεῖς οὐ ποιοῦσιν ἀγαθῶν δοτῆρας, ἀλλὰ τοιούτους ὄντας παρακαλοῦσι· τοὺς δ’ ἄρχοντας οἱ συνόντες τῶν φιλοσόφων δικαιοτέρους ποιοῦσι καὶ μετριωτέρους καὶ προθυμοτέρους εἰς τὸ εὖ ποιεῖν, ὥστε καὶ χαίρειν εἰκός ἐστι μᾶλλον.
[779] [a] Ἐμοὶ δὲ δοκεῖ καὶ λυροποιὸς ἂν ἥδιον λύραν ἐργάσασθαι καὶ προθυμότερον, μαθὼν ὡς ὁ ταύτην κτησόμενος τὴν λύραν μέλλει τὸ Θηβαίων ἄστυ τειχίζειν ὡς ὁ Ἀμφίων, ἢ τὴν Λακεδαιμονίων στάσιν παύειν ἐπᾴδων καὶ παραμυθούμενος ὡς Θαλῆς· καὶ τέκτων ὁμοίως πηδάλιον δημιουργῶν ἡσθῆναι, πυθόμενος ὅτι τοῦτο τὴν Θεμιστοκλέους ναυαρχίδα κυβερνήσει προπολεμοῦσαν τῆς Ἑλλάδος ἢ τὴν Πομπηίου τὰ πειρατικὰ καταναυμαχοῦντος· τί οὖν οἴει περὶ τοῦ λόγου τὸν φιλόσοφον, διανοούμενον [b] ὡς ὁ τοῦτον παραλαβὼν πολιτικὸς ἀνὴρ καὶ ἡγεμονικὸς κοινὸν ὄφελος ἔσται δικαιοδοτῶν, νομοθετῶν, κολάζων τοὺς πονηρούς, αὔξων τοὺς ἐπιεικεῖς καὶ ἀγαθούς; ἐμοὶ δὲ δοκεῖ καὶ ναυπηγὸς ἀστεῖος ἥδιον ἂν ἐργάσασθαι πηδάλιον, πυθόμενος ὅτι τοῦτο τὴν Ἀργὼ κυβερνήσει τὴν “πᾶσι μέλουσαν”· καὶ τεκτονικὸς οὐκ ἂν οὕτω κατασκευάσαι ἄροτρον προθύμως ἢ ἅμαξαν, ὡς τοὺς ἄξονας, οἷς ἔμελλε Σόλων τοὺς νόμους ἐγχαράξειν. καὶ μὴν οἱ λόγοι τῶν φιλοσόφων, ἐὰν ψυχαῖς ἡγεμονικῶν καὶ πολιτικῶν ἀνδρῶν ἐγγραφῶσι βεβαίως καὶ κρατήσωσι, νόμων δύναμιν λαμβάνουσιν· ᾗ καὶ Πλάτων εἰς Σικελίαν ἔπλευσεν, ἐλπίζων τὰ δόγματα νόμους καὶ ἔργα ποιήσειν ἐν [c] τοῖς Διονυσίου πράγμασιν· ἀλλ’ εὗρε Διονύσιον ὥσπερ βιβλίον παλίμψηστον ἤδη μολυσμῶν ἀνάπλεων καὶ τὴν βαφὴν οὐκ ἀνιέντα τῆς τυραννίδος, ἐν πολλῷ χρόνῳ δευσοποιὸν οὖσαν καὶ δυσέκπλυτον· ἀκμαίους δ’ ὄντας ἔτι δεῖ τῶν χρηστῶν ἀντιλαμβάνεσθαι λόγων.