The Parable of the Sower

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 13 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·

MATTHEW 13 That same day Jesus went out of the house  o and sat beside the sea.

2καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.

2And great crowds gathered about him,  p so that he got into a boat and sat down. And the whole crowd stood on the beach.

3Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.

3And  q he told them many things in parables, saying:  r “A sower went out to sow.

4καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά.

4And as he sowed, some seeds fell along the path, and the birds came and devoured them.

5ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·

5Other seeds fell on rocky ground, where they did not have much soil, and immediately they sprang up, since they had no depth of soil,

6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.

6but  s when the sun rose they were scorched. And since they had no root,  t they withered away.

7ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἔπνιξαν αὐτά.

7Other seeds fell among  u thorns, and the thorns grew up and choked them.

8ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.

8Other seeds fell on good soil and produced grain, some  v a hundredfold, some sixty, some thirty.

9ὁ ἔχων ὦτα ἀκουέτω.

9 w He who has ears, [1] let him hear.”

The Purpose of the Parables

10Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;

10Then the disciples came and said to him, “Why do you speak to them in parables?”

11ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.

11And he answered them,  x “To you it has been given to know  y the secrets of the kingdom of heaven, but to them it has not been given.

12ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

12 z For to the one who has, more will be given, and he will have an abundance, but from the one who has not,  a even what he has will be taken away.

13διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν,

13This is why I speak to them in parables, because  b seeing they do not see, and hearing they do not hear,  c nor do they understand.

14καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα·

ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε,

καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.

14Indeed, in their case the prophecy of Isaiah is fulfilled that says:

 d “‘“You will indeed hear but never understand,

and you will indeed see but never perceive.”

15ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,

καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν

καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν,

μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς

καὶ τοῖς ὠσὶν ἀκούσωσιν

καὶ τῇ καρδίᾳ συνῶσιν

καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς.

15 For this people’s heart has grown dull,

and with their ears  e they can barely hear,

and  f their eyes they have closed,

lest they should see with their eyes

and hear with their ears

and  g understand with their heart

and  h turn, and I would heal them.’

16ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν.

16But  i blessed are your eyes, for they see, and your ears, for they hear.

17ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.

17 i For truly, I say to you,  j many prophets and righteous people longed to see what you see, and did not see it, and to hear what you hear, and did not hear it.

The Parable of the Sower Explained

18Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος.

18 k “Hear then the parable of the sower:

19παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ, οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.

19When anyone hears the word of  l the kingdom and  m does not understand it,  n the evil one comes and snatches away what has been sown in his heart. This is what was sown along the path.

20ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν,

20As for what was sown on rocky ground, this is the one who hears the word and immediately  o receives it with joy,

21οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.

21yet he has no root in himself, but  p endures for a while, and when tribulation or persecution arises on account of the word, immediately  q he falls away. [2]

22ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται.

22As for what was sown among thorns, this is the one who hears the word, but  r the cares of  s the world and  t the deceitfulness of riches choke the word, and it proves unfruitful.

23ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.

23As for what was sown on good soil, this is the one who hears the word and  m understands it. He indeed  u bears fruit and yields, in one case  v a hundredfold, in another sixty, and in another thirty.”

The Parable of the Weeds

24Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.

24He put another parable before them, saying,  w “The kingdom of heaven may be compared to a man who sowed good seed in his field,

25ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.

25but while his men were sleeping, his enemy came and sowed weeds [3] among the wheat and went away.

26ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια.

26So when the plants came up and bore grain, then the weeds appeared also.

27προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια;

27And the servants [4] of the master of the house came and said to him, ‘Master, did you not sow good seed in your field? How then does it have weeds?’

28ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι λέγουσιν αὐτῷ· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;

28He said to them, ‘An enemy has done this.’ So the servants said to him, ‘Then do you want us to go and gather them?’

29ὁ δέ φησιν· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον.

29But he said,  x ‘No, lest in gathering the weeds you root up the wheat along with them.

30ἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.

30Let both grow together until the harvest, and at harvest time I will tell the reapers,  y Gather the weeds first and bind them in bundles to be burned, but gather the wheat into my barn.’”

The Mustard Seed and the Leaven

31Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·

31He put another parable before them, saying,  z “The kingdom of heaven is like  a a grain of mustard seed that a man took and sowed in his field.

32ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.

32It is the smallest of all seeds, but when it has grown it is larger than all the garden plants and becomes a tree, so that the birds of the air come and make nests in its branches.”

33Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.

33He told them another parable.  b “The kingdom of heaven is like leaven that a woman took and hid in  c three measures of flour, till it was  d all leavened.”

Prophecy and Parables

34ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς,

34 e All these things Jesus said to the crowds in parables; indeed, he said nothing to them without a parable.

35ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·

ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου,

ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς [κόσμου].

35This was to fulfill what was spoken by the prophet: [5]

 f “I will open my mouth in parables;

 g I will utter what has been hidden  h since the foundation of the world.”

The Parable of the Weeds Explained

36Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.

36Then he left the crowds and went into  i the house. And his disciples came to him, saying,  j “Explain to us the parable of the weeds of the field.”

37ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου,

37He answered, “The one who sows the good seed is the Son of Man.

38ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος, τὸ δὲ καλὸν σπέρμα οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ,

38The field is the world, and the good seed is  k the sons of the kingdom. The weeds are  l the sons of the evil one,

39ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος, ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.

39and the enemy who sowed them is the devil.  m The harvest is  n the end of the age, and the reapers are angels.

40ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ [κατα]καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος·

40Just as the weeds  o are gathered and burned with fire, so will it be at  n the end of the age.

41ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν

41 p The Son of Man will send his angels, and they will gather out of his kingdom all  q causes of sin and  r all law-breakers,

42καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

42 s and throw them into the fiery furnace. In that place  t there will be weeping and gnashing of teeth.

43τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκουέτω.

43Then  u the righteous will shine like the sun  v in the kingdom of their Father.  w He who has ears, let him hear.

The Parable of the Hidden Treasure

44Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.

44“The kingdom of heaven  x is like treasure hidden in a field, which a man found and covered up. Then in his joy  y he goes and sells all that he has and  z buys that field.

The Parable of the Pearl of Great Value

45Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·

45“Again, the kingdom of heaven is like a merchant in search of fine pearls,

46εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.

46who, on finding  a one pearl of great value,  y went and sold all that he had and  z bought it.

The Parable of the Net

47Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·

47“Again, the kingdom of heaven is  b like a net that was thrown into the sea and  c gathered fish of every kind.

48ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.

48When it was full,  d men drew it ashore and sat down and sorted the good into containers but threw away the bad.

49οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων

49So it will be at  e the end of the age. The angels will come out and  f separate the evil from the righteous

50καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

50 g and throw them into the fiery furnace. In that place  g there will be weeping and gnashing of teeth.

New and Old Treasures

51Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· ναί.

51 h “Have you understood all these things?” They said to him, “Yes.”

52ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.

52And he said to them, “Therefore every  i scribe  j who has been trained for the kingdom of heaven is like a master of a house, who  k brings out of his treasure what is new and what is old.”

Jesus Rejected at Nazareth

53Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.

53And when Jesus had finished these parables, he went away from there,

54καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;

54 l and coming to  m his hometown  n he taught them in their synagogue, so that  o they were astonished, and said, “Where did this man get this wisdom and these mighty works?

55οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας;

55 p Is not this  q the carpenter’s son? Is not his mother called Mary? And are not  r his brothers James and Joseph and Simon and Judas?

56καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα;

56And are not all his sisters with us? Where then did this man get all these things?”

57καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.

57And  s they took offense at him. But Jesus said to them,  t “A prophet is not without honor except in his hometown and in his own household.”

58καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

58And he did not do many mighty works there,  u because of their unbelief.

The Death of John the Baptist

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 14 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ,

MATTHEW 14  v At that time  w Herod the tetrarch heard about the fame of Jesus,

2καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.

2and he said to his servants,  x “This is John the Baptist. He has been raised from the dead; that is why these miraculous powers are at work in him.”

3Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν [αὐτὸν] καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ·

3For  y Herod had seized John and bound him and  z put him in prison for the sake of Herodias, his brother Philip’s wife, [1]

4ἔλεγεν γὰρ ὁ Ἰωάννης αὐτῷ· οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.

4because John had been saying to him,  a “It is not lawful for you to have her.”

5καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.

5And though he wanted to put him to death,  b he feared the people, because they held him to be  c a prophet.

6Γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ,

6But when Herod’s  d birthday came, the daughter of Herodias danced before the company and pleased Herod,

7ὅθεν μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.

7so that he promised with an oath to give her whatever she might ask.

8ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.

8Prompted by her mother, she said, “Give me the head of John the Baptist here on a platter.”

9καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι,

9And the king was sorry, but because of his oaths and his guests he commanded it to be given.

10καὶ πέμψας ἀπεκεφάλισεν [τὸν] Ἰωάννην ἐν τῇ φυλακῇ.

10He sent and had John beheaded in the prison,

11καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.

11and his head was brought on a platter and given to the girl, and she brought it to her mother.

12καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτὸ[ν] καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.

12And  e his disciples came and took the body and buried it, and they went and told Jesus.

Jesus Feeds the Five Thousand

13Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.

13Now when Jesus heard this,  f he withdrew from there in a boat to a desolate place by himself. But when the crowds heard it, they followed him on foot from the towns.

14Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.

14When he went ashore he  g saw a great crowd, and  g he had compassion on them and healed their sick.

15Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.

15Now when it was evening, the disciples came to him and said, “This is a desolate place, and the day is now over;  h send the crowds away to go into the villages and buy food for themselves.”

16ὁ δὲ [Ἰησοῦς] εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν, δότε αὐτοῖς ὑμεῖς φαγεῖν.

16But Jesus said, “They need not go away;  i you give them something to eat.”

17οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.

17They said to him, “We have only five loaves here and two fish.”

18ὁ δὲ εἶπεν· φέρετέ μοι ὧδε αὐτούς.

18And he said, “Bring them here to me.”

19καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.

19Then he ordered the crowds to sit down on the grass, and taking the five loaves and the two fish,  j he looked up to heaven and  k said a blessing. Then he broke the loaves and gave them to the disciples, and the disciples gave them to the crowds.

20καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.

20And they all ate and were satisfied. And they took up twelve baskets full of the broken pieces left over.

21οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.

21And those who ate were about five thousand men, besides women and children.

Jesus Walks on the Water

22Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

22 l Immediately he  m made the disciples get into the boat and go before him to the other side, while he dismissed the crowds.

23καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.

23And after he had dismissed the crowds,  n he went up on the mountain by himself to pray. When  o evening came, he was there alone,

24Τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.

24but the boat by this time was a long way [2] from the land, [3] beaten by the waves, for the wind was against them.

25τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.

25And  l in the fourth watch of the night he came to them, walking on the sea.

26οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.

26But when the disciples saw him walking on the sea,  p they were terrified, and said, “It is a ghost!” and they cried out in fear.

27εὐθὺς δὲ ἐλάλησεν [ὁ Ἰησοῦς] αὐτοῖς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.

27But immediately Jesus spoke to them, saying,  q “Take heart; it is I.  q Do not be afraid.”

28Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν· κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρός σε ἐπὶ τὰ ὕδατα.

28And Peter answered him, “Lord, if it is you, command me to come to you on the water.”

29ὁ δὲ εἶπεν· ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου [ὁ] Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν.

29He said, “Come.” So Peter got out of the boat and  r walked on the water and came to Jesus.

30βλέπων δὲ τὸν ἄνεμον [ἰσχυρὸν] ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· κύριε, σῶσόν με.

30But when he saw the wind, [4] he was afraid, and beginning to sink he cried out,  s “Lord, save me.”

31εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε, εἰς τί ἐδίστασας;

31Jesus immediately reached out his hand and took hold of him, saying to him,  t “O you of little faith, why did you  u doubt?”

32καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος.

32And when they got into the boat,  s the wind ceased.

33οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς θεοῦ υἱὸς εἶ.

33And  v those in the boat  w worshiped him, saying,  x “Truly you are  y the Son of God.”

Jesus Heals the Sick in Gennesaret

34Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ.

34 z And when they had crossed over, they came to land at  a Gennesaret.

35καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας

35And when the men of that place recognized him, they sent around to all that region and  b brought to him all who were sick

36καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

36and implored him that they might only touch  c the fringe of his garment. And  d as many as touched it were made well.

Traditions and Commandments

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 15 Τότε προσέρχονται τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες·

MATTHEW 15  e Then Pharisees and  f scribes came to Jesus  f from Jerusalem and said,

2διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας [αὐτῶν] ὅταν ἄρτον ἐσθίωσιν.

2 g “Why do your disciples break  h the tradition of the elders?  j For they do not wash their hands when they eat.”

3ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;

3He answered them, “And why do you break the commandment of God for the sake of your tradition?

4ὁ γὰρ θεὸς εἶπεν· τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.

4For God commanded,  k ‘Honor your father and your mother,’ and,  l ‘Whoever reviles father or mother must surely die.’

5ὑμεῖς δὲ λέγετε· ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,

5But you say, ‘If anyone tells his father or his mother, “What you would have gained from me is given to God,” [1]

6οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ· καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.

6he need not honor his father.’ So for the sake of your tradition you have  m made void the word [2] of God.

7ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων·

7 n You hypocrites! Well did Isaiah prophesy of you, when he said:

8ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ,

ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ·

8  o “‘This people honors me with their lips,

but their heart is far from me;

9μάτην δὲ σέβονταί με

διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

9 in vain do they worship me,

teaching as  p doctrines the commandments of men.’”

What Defiles a Person

10καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε·

10And he called the people to him and said to them,  q “Hear and understand:

11οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον.

11 r it is not what goes into the mouth that defiles a person, but what comes out of the mouth; this defiles a person.”

12Τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ· οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;

12Then the disciples came and said to him, “Do you know that the Pharisees were  s offended when they heard this saying?”

13ὁ δὲ ἀποκριθεὶς εἶπεν· πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.

13He answered,  t “Every plant that my heavenly Father has not planted  u will be rooted up.

14ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοὶ [τυφλῶν]· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.

14Let them alone;  v they are blind guides. [3] And  w if the blind lead the blind, both will fall into a pit.”

15Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· φράσον ἡμῖν τὴν παραβολὴν [ταύτην].

15But Peter said to him,  x “Explain the parable to us.”

16ὁ δὲ εἶπεν· ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;

16And he said,  y “Are you also still without understanding?

17οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;

17Do you not see that  z whatever goes into the mouth passes into the stomach and is expelled? [4]

18τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.

18But  a what comes out of the mouth proceeds from the heart, and this defiles a person.

19ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.

19For out of the heart come  b evil thoughts,  c murder, adultery, sexual immorality, theft, false witness,  d slander.

20ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.

20 e These are what defile a person. But  f to eat with unwashed hands does not defile anyone.”

The Faith of a Canaanite Woman

21Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.

21 g And Jesus went away from there and withdrew to the district of Tyre and Sidon.

22καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα· ἐλέησόν με, κύριε υἱὸς Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.

22And behold,  h a Canaanite woman from that region came out and was crying,  i “Have mercy on me, O Lord, Son of David; my daughter is severely oppressed by a demon.”

23ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.

23But he did not answer her a word. And his disciples came and begged him, saying,  j “Send her away, for she is crying out after us.”

24ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.

24He answered,  k “I was sent only to the lost sheep of the house of Israel.”

25ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα· κύριε, βοήθει μοι.

25But she came and  l knelt before him, saying, “Lord, help me.”

26ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.

26And he answered, “It is not right to take the children’s bread and  m throw it to the dogs.”

27ἡ δὲ εἶπεν· ναὶ κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.

27She said, “Yes, Lord, yet even the dogs eat  n the crumbs that fall from their masters’ table.”

28τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

28Then Jesus answered her, “O woman,  o great is your faith!  p Be it done for you as you desire.”  q And her daughter was  p healed instantly. [5]

Jesus Heals Many

29Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.

29 r Jesus went on from there and walked  s beside the Sea of Galilee. And he  t went up on the mountain and sat down there.

30καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν χωλούς, τυφλούς, κυλλούς, κωφούς, καὶ ἑτέρους πολλοὺς καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς·

30And great crowds came to him, bringing with them  u the lame, the blind, the crippled, the mute, and many others, and they put them at his feet, and he healed them,

31ὥστε τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.

31 v so that the crowd wondered, when they saw the mute speaking,  w the crippled healthy, the lame walking, and the blind seeing. And  x they glorified  y the God of Israel.

Jesus Feeds the Four Thousand

32Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.

32 z Then Jesus called his disciples to him and said,  a “I have compassion on the crowd because they have been with me now three days and have nothing to eat. And I am unwilling to send them away hungry, lest they faint on the way.”

33καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί· πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;

33And the disciples said to him, “Where are we to get enough bread in such a desolate place to feed so great a crowd?”

34καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· ἑπτὰ καὶ ὀλίγα ἰχθύδια.

34And Jesus said to them, “How many loaves do you have?” They said,  b “Seven, and a few small fish.”

35καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν

35And directing the crowd to sit down on the ground,

36ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.

36he took the seven loaves and the fish, and  c having given thanks he broke them and gave them to the disciples, and the disciples gave them to the crowds.

37καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν. καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σπυρίδας πλήρεις.

37And  d they all ate and were satisfied. And they took up seven baskets full of the broken pieces left over.

38οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.

38Those who ate were four thousand men, besides women and children.

39Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγαδάν.

39And after sending away the crowds, he got into the boat and went to the region of  e Magadan.