Preach the Word

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ 4 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·

2 TIMOTHY 4  h I charge you in the presence of God and of Christ Jesus,  i who is to judge the living and the dead, and by  j his appearing and his kingdom:

2κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.

2preach the word; be ready in season and out of season;  k reprove, rebuke, and  l exhort, with complete patience and teaching.

3Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοὴν

3 m For the time is coming when people will not endure  n sound [1] teaching, but having itching ears they will accumulate for themselves teachers to suit their own passions,

4καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.

4and  o will turn away from listening to the truth and  p wander off into myths.

5Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.

5As for you,  q always be sober-minded,  r endure suffering, do the work of  s an evangelist,  t fulfill your ministry.

6Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν.

6For  u I am already being poured out as a drink offering, and the time of my  v departure has come.

7τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·

7 w I have fought the good fight,  x I have finished the race, I have kept the faith.

8λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.

8Henceforth there is  y laid up for me  z the crown of righteousness, which the Lord,  a the righteous judge, will award to me on  b that Day, and not only to me but also to all  c who have loved his appearing.

Personal Instructions

9Σπούδασον ἐλθεῖν πρός με ταχέως·

9 d Do your best to come to me soon.

10Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν·

10For  e Demas,  f in love with  g this present world,  h has deserted me and gone to Thessalonica. Crescens has gone to Galatia, [2]  i Titus to Dalmatia.

11Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν.

11 h Luke alone is with me. Get  j Mark and bring him with you, for he is very useful to me for ministry.

12Τύχικον δὲ ἀπέστειλα εἰς Ἔφεσον.

12 k Tychicus I have sent to Ephesus.

13τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε, καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας.

13When you come, bring the cloak that I left with Carpus at Troas, also the books, and above all the parchments.

14Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ·

14 l Alexander the coppersmith did me great harm;  m the Lord will repay him according to his deeds.

15ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.

15Beware of him yourself, for he strongly opposed our message.

16Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη·

16At my first defense no one came to stand by me, but all deserted me.  n May it not be charged against them!

17ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.

17But  o the Lord stood by me and  p strengthened me, so that through me the message might be fully proclaimed and  q all the Gentiles might hear it. So  r I was rescued  s from the lion’s mouth.

18ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

18The Lord will rescue me from every evil deed and bring me safely into his heavenly kingdom.  t To him be the glory forever and ever. Amen.

Final Greetings

19Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.

19Greet  u Prisca and Aquila, and  v the household of Onesiphorus.

20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.

20Erastus remained at Corinth, and I left  w Trophimus, who was ill, at Miletus.

21Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.

21 x Do your best to come before winter. Eubulus sends greetings to you, as do Pudens and Linus and Claudia and all the brothers. [3]

22Ὁ κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ’ ὑμῶν.

22The Lord be  y with your spirit.  z Grace be with you. [4]