ἔστω δ᾽ οὖν ὅμως, καὶ δεδόσθω τοῖς τὰ δεινὰ παθοῦσι μὴ διακρίνειν εἴτε φίλιον εἴη τὸ κακῶς δεδρακὸς εἴτ᾽ ἀλλότριον, ἀλλ᾽ ἴσην πρὸς ἅπαντας ὀργὴν ἔχειν: ἔπειτ᾽ οὐχ ἱκανὰς εἰσπέπραξαι παρὰ τῶν ὑβρισάντων σε δίκας γῆν τ᾽ αὐτῶν τὴν ἀρίστην πεποιηκὼς μηλόβοτον καὶ πόλεις διαπεπορθηκὼς συμμαχίδας, ἃς πολλοῖς πόνοις κτησαμένη κατέσχε, καὶ τρίτον ἤδη ταῦτ᾽ ἔτος εἰς πολλὴν τῶν ἀναγκαίων κατακεκλεικὼς αὐτοὺς ἀπορίαν; ἀλλὰ καὶ πόρρω ἀνδραποδισμοῦ τῆς πόλεως αὐτῶν καὶ κατασκαφῆς τὴν ἀγριαίνουσαν καὶ [p. 200] [2] μαινομένην ὀργὴν προάγεις: καὶ οὐδὲ τοὺς πεμφθέντας ὑπὸ τῆς βουλῆς πρέσβεις φέροντάς σοι τῶν τε ἐγκλημάτων ἄφεσιν καὶ κάθοδον ἐπὶ τὰ οἰκεῖα φίλους καὶ ἀγαθοὺς ἄνδρας ἐλθόντας ἐνετράπης, οὐδὲ τοὺς ἱερεῖς, οὓς τὸ τελευταῖον ἔπεμψεν ἡ πόλις, ἱερὰ στέμματα θεῶν ἔχοντας καὶ προτείνοντας γηραιοὺς ἄνδρας ἀλλὰ καὶ τούτους ἀπήλασας, αὐθάδεις καὶ δεσποτικὰς ὡς κεκρατημένοις ἀποκρίσεις δούς. [3] ἐγὼ μὲν οὐκ ἔχω, πῶς ἐπαινέσω ταῦτα τὰ σκληρὰ καὶ ὑπέραυχα καὶ τὴν θνητὴν φύσιν ἐκβεβηκότα δικαιώματα ὁρῶσα καταφυγὰς εὑρημένας ἅπασιν ἀνθρώποις καὶ παραιτήσεις, ὧν ἂν ἐξαμαρτάνωσι περὶ ἀλλήλους, ἱκετηρίας καὶ λιτὰς καὶ τὸ καταφυγεῖν ἐπὶ τοὺς ἠδικημένους τὸ ἀδικοῦν ταπεινόν, θεῶν ἡμῖν ταῦτα τὰ ἔθη καταστησαμένων: ὑφ᾽ ὧν μαραίνεται πᾶσα ὀργὴ καὶ ἀντὶ τοῦ μισεῖν τὸν ἐχθρὸν ἐλεεῖ: τοὺς δ᾽ αὐθαδείᾳ χρησαμένους καὶ λιτὰς ἱκετῶν ὑβρίσαντας, ἅπαντας νεμεσωμένους ὑπὸ θεῶν καὶ εἰς συμφορὰς καταστρέφοντας οὐκ εὐτυχεῖς. [4] αὐτοὶ γὰρ δὴ πρῶτον οἱ ταῦτα καταστησάμενοι καὶ παραδόντες ἡμῖν θεοὶ συγγνώμονες τοῖς ἀνθρωπίνοις εἰσὶν ἁμαρτήμασι καὶ εὐδιάλλακτοι, καὶ πολλοὶ ἤδη μεγάλα [p. 201] εἰς αὐτοὺς ἐξαμαρτόντες εὐχαῖς καὶ θυσίαις τὸν χόλον ἐξιλάσαντο: εἰ μὴ σύ, ὦ Μάρκιε, ἀξιοῖς τὰς μὲν τῶν θεῶν ὀργὰς θνητὰς εἶναι, τὰς δὲ τῶν ἀνθρώπων ἀθανάτους. δίκαια μὲν οὖν ποιήσεις καὶ σεαυτῷ πρέποντα καὶ τῇ πατρίδι αὐτῇ, ἀφεὶς τὰ ἐγκλήματα μετανοούσῃ γε καὶ διαλλαττομένῃ καὶ ὅσα πρότερον ἀφείλετο σοὶ νῦν ἀποδιδούσῃ.
εἰ δ᾽ ἄρα πρὸς ἐκείνην ἀδιαλλάκτως ἔχεις, ἐμοὶ ταύτην δός, ὦ τέκνον, τὴν τιμὴν καὶ χάριν, παρ᾽ ἧς οὐ τὰ ἐλαχίστου ἄξια ἔχεις οὐδ᾽ ὧν ἀντιποιήσαιτ᾽ ἄν τις καὶ ἕτερος, ἀλλὰ τὰ μέγιστα καὶ τιμιώτατα καὶ οἷς ἅπαντα τὰ λοιπὰ κέκτησαι, τὸ σῶμα καὶ τὴν ψυχήν. δανείσματα γὰρ ἔχεις ταῦτ᾽ ἐμά, καὶ οὐκ ἀφαιρήσεταί με ταῦτ᾽ οὐθεὶς οὔτε τόπος οὔτε καιρός, οὐδέ γ᾽ αἱ Οὐολούσκων οὐδὲ τῶν ἄλλων ἀνθρώπων εὐεργεσίαι συμπάντων καὶ χάριτες τοσοῦτον ἰσχύουσιν οὐδ᾽ ἂν οὐρανομήκεις γένωνται, ὥστε τὰ τῆς φύσεως ἐξαλεῖψαι καὶ παρελθεῖν δίκαια: ἀλλ᾽ ἐμὸς ἅπαντα τὸν χρόνον ἔσῃ καὶ πρώτῃ πάντων τὰς τοῦ βίου χάριτας ὀφειλήσεις ἐμοί, καὶ ὧν ἂν δέωμαι δίχα προφάσεως ὑπουργήσεις. [2] τοῦτο γὰρ ὁ τῆς φύσεως νόμος ὥρισεν ἅπασι τοῖς αἰσθήσεως καὶ λόγου μετειληφόσι τὸ δίκαιον, ᾧ πιστεύουσα, Μάρκιε τέκνον, κἀγὼ δέομαί σου μὴ ἐπάγειν πόλεμον τῇ πατρίδι, καὶ ἐμποδὼν ἵσταμαί σοι βιαζομένῳ. ἢ προτέραν οὖν ἐμὲ τὴν ἐναντιουμένην σοι μητέρα ταῖς ἐρινύσι προθυσάμενος αὐτοχειρίᾳ [p. 202] τότε τοῦ κατὰ τῆς πατρίδος ἅπτου πολέμου, ἢ τὸ μητροκτόνον ἄγος αἰδούμενος εἶξον τῇ σεαυτοῦ [3] μητρὶ καὶ δός, ὦ τέκνον, τὴν χάριν ἑκών. νόμον μὲν οὖν τόνδε, ὃν οὐθεὶς πώποτε ἀνελεῖ χρόνος, τιμωρὸν καὶ σύμμαχον ἔχουσα οὐκ ἀξιῶ, Μάρκιε, μόνη τιμῶν, ἃς οὗτός μοι δίδωσιν, ἄμοιρος ἐκ σοῦ γενέσθαι: ἔργων δὲ χρηστῶν ὑπομνήσεις, ἵν᾽ ἀφῶ τὸν νόμον, σκόπει πάλιν ὡς πολλὰς καὶ μεγάλας: ἥτις ὀρφανὸν ὑπὸ τοῦ πατρὸς καταλειφθέντα σε παραλαβοῦσα νήπιον διέμεινα ἐπὶ σοὶ χήρα καὶ τοὺς ἐπὶ τῆς παιδοτροφίας ἀνήντλησα πόνους, οὐ μήτηρ μόνον, ἀλλὰ καὶ πατὴρ καὶ τροφὸς καὶ ἀδελφὴ καὶ πάντα τὰ φίλτατά σοι γενομένη. [4] ἐπειδὴ δ᾽ εἰς ἄνδρας ἦλθες, ἐξόν μοι τότε ἀπηλλάχθαι τῶν φροντίδων ἑτέρῳ γημαμένην καὶ ἕτερα τέκνα ἐπιθρέψαι καὶ πολλὰς γηροβοσκοὺς ἐλπίδας ἐμαυτῇ καταλιπεῖν, οὐκ ἠβουλήθην, ἀλλ᾽ ἔμεινα ἐπὶ τῆς αὐτῆς ἑστίας καὶ τὸν αὐτὸν ἔστερξα βίον, ἐν σοὶ μόνῳ πάσας τιθεῖσα τὰς ἐμαυτῆς ἡδονάς τε καὶ ὠφελείας: ὧν ἔψευσάς με τὰ μὲν ἄκων, τὰ δ᾽ ἑκών, καὶ πασῶν ἀτυχεστάτην ἐποίησας μητέρων. ποῖον γὰρ χρόνον, ἀφ᾽ οὗ σε εἰς ἄνδρας ἤγαγον, ἄνευ λύπης ἢ φόβου διετέλεσα, ἢ πότε ἱλαρὰν ἔσχον ἐπὶ σοὶ τὴν ψυχὴν πολέμους ἐπὶ πολέμοις στέλλοντα ὁρῶσά σε καὶ μάχας ἐπὶ μάχαις ἀναιρούμενον καὶ τραύματ᾽ ἐπὶ τραύμασι λαμβάνοντα;
ἀλλ᾽ ἐξ οὗ ἐπολιτεύου καὶ τὰ κοινὰ ἔπραττες, [p. 203] ἡδονήν τινα ἐκαρπωσάμην ἡ μήτηρ ἐγὼ διὰ σέ; τότε μὲν οὖν τὰ μάλιστα ἠτύχουν στάσεως πολιτικῆς μέσον ὁρῶσά σε κείμενον. ἐν οἷς γὰρ ἀνθεῖν ἐδόκεις πολιτεύμασι καὶ πολὺς ἔπνεις ἐναντιούμενος ὑπὲρ τῆς ἀριστοκρατίας τοῖς δημοτικοῖς, ταῦτ᾽ ἐμοὶ φόβου μεστὰ ἦν ἐνθυμουμένῃ τὸν ἀνθρώπινον βίον, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς, καὶ ἐκ πολλῶν ἀκουσμάτων τε καὶ παθημάτων μαθούσῃ, ὅτι τοῖς ἐπισήμοις ἀνδράσι θεία τις ἐναντιοῦται νέμεσις ἢ φθόνος τις ἀνθρώπινος πολεμεῖ: καὶ ἦν ἄρα μάντις ἀληθὴς ὡς μήποτε ὤφελον τῶν ἐκβησομένων. κατηγωνίσατό γ᾽ οὖν σε πολὺς ἐπιρράξας ὁ πολιτικὸς φθόνος καὶ ἀνήρπασεν ἐκ τῆς πατρίδος: ὁ δὲ μετὰ ταῦτά μου βίος, εἰ δὴ καὶ βίον αὐτὸν δεῖ καλεῖν, ἀφ᾽ οὗ με καταλιπὼν ἔρημον ἐπὶ τοῖς παιδίοις τούτοις ἀπῆλθες, ἐν τούτῳ δεδαπάνηται τῷ ῥύπῳ καὶ ἐν τοῖς πενθίμοις τρύχεσι τούτοις. [2] ἀνθ᾽ ὧν ἁπάντων ταύτην ἀπαιτῶ σε χάριν, μηδέποτέ σοι βαρεῖα γενομένη μηδ᾽ εἰς τὸν λοιπὸν ἐσομένη χρόνον, ἕως ἂν ζῶ, διαλλαγῆναι πρὸς τοὺς σεαυτοῦ πολίτας ἤδη ποτὲ καὶ παύσασθαι τὸν ἀμείλικτον χόλον φυλάσσοντα κατὰ τῆς πατρίδος: κοινὸν ἀγαθὸν ἀμφοτέροις ἡμῖν ἀξιοῦσα λαβεῖν καὶ οὐκ ἐμαυτῆς ἴδιον μόνης. [3] σοί τε γάρ, ἐὰν πεισθῇς καὶ μηθὲν ἀνήκεστον ἐξεργάσῃ, καθαρὰν καὶ ἀμίαντον ἔχειν συμβήσεται τὴν ψυχὴν ἀπὸ παντὸς χόλου καὶ ταράγματος δαιμονίου: ἐμοί τε ἡ παρὰ τῶν πολιτῶν τε καὶ πολιτίδων τιμὴ ζώσῃ τε παρακολουθοῦσα τὸν βίον εὐδαίμονα ποιήσει, καὶ [p. 204] μετὰ τὴν τελευτὴν ἀποδιδομένη καθάπερ εἰκὸς εὔκλειαν ἀθάνατον οἴσει. [4] καὶ εἴ τις ἄρα τὰς ἀνθρωπίνους ψυχὰς ἀπολυθείσας τοῦ σώματος ὑποδέξεται τόπος, οὐχ ὁ καταχθόνιος καὶ ἀφεγγὴς ὑποδέξεται τὴν ἐμήν, ἐν ᾧ φασι τοὺς κακοδαίμονας οἰκεῖν, οὐδὲ τὸ λεγόμενον τῆς Λήθης πεδίον, ἀλλ᾽ ὁ μετέωρος καὶ καθαρὸς αἰθήρ, ἐν ᾧ τοὺς ἐκ θεῶν φύντας οἰκεῖν λόγος εὐδαίμονα καὶ μακάριον ἔχοντας βίον: οἷς διαγγέλλουσα τὸ σὸν εὐσεβὲς καὶ τὰς σὰς χάριτας, αἷς αὐτὴν ἐκόσμησας, ἀεί τινας αἰτήσεταί σοι παρὰ θεῶν ἀμοιβὰς καλάς.
ἐὰν δὲ προπηλακίσῃς τὴν σεαυτοῦ μητέρα καὶ ἄτιμον ἀπολύσῃς, ὅ τι μὲν αὐτῷ σοι συμβήσεται διὰ ταῦτα παθεῖν, οὐκ ἔχω λέγειν, μαντεύομαι δ᾽ οὐδὲν εὐτυχές. ὅτι δ᾽ ἐὰν καὶ τἆλλα πάντα εὐδαιμονῇς, ἔστω γάρ, ἡ δι᾽ ἐμὲ καὶ τὰς ἐμὰς συμφορὰς παρακολουθήσουσά σοι καὶ οὐδέποτε ἀνήσουσα τὴν ψυχὴν ὀδύνη πάντων ἀγαθῶν σοι ἀνόνητον ποιήσει τὸν βίον, εὖ οἶδα. [2] οὐ γὰρ ἀνέξεται Οὐετουρία τὴν δεινὴν καὶ ἀνήκεστον ὕβριν ἐν τοσούτοις μάρτυσιν ὑβρισθεῖσα τὸν ἐλάχιστον βιῶναι χρόνον, ἀλλ᾽ ἐν τοῖς ἁπάντων ὑμῶν φίλων τε καὶ ἐχθρῶν ὄμμασιν ἐμαυτὴν διαχρήσομαι, βαρεῖαν ἀρὰν καὶ δεινὰς ἐρινύας ἀντ᾽ ἐμαυτῆς καταλιποῦσά σοι τιμωρούς. [3] ὧν μὴ δεήσειεν, ὦ θεοὶ τῆς Ῥωμαίων φύλακες ἡγεμονίας, ἀλλ᾽ εὐσεβεῖς καὶ καλοὺς δοίητε Μαρκίῳ λογισμούς: καὶ ὥσπερ ἄρτι προσιούσῃ μοι τούς τε πελέκεις ἀπέθετο καὶ τὰς ῥάβδους [p. 205] ἔκλινε καὶ τὸν δίφρον ἀπὸ τοῦ βήματος ἔθηκε χαμαὶ καὶ πάντα τἆλλα, οἷς κοσμεῖσθαι τὰς αὐτοκράτορας ἀρχὰς νόμος, τὰ μὲν ἐμείωσε, τὰ δ᾽ ἐκποδὼν εἰς τέλος ἐποίησε δῆλον ἅπασι βουλόμενος ποιῆσαι, ὅτι τῶν μὲν ἄλλων ἄρχειν αὐτῷ προσῆκεν, ὑπὸ δὲ τῆς μητρὸς ἄρχεσθαι: οὕτω καὶ νῦν τιμίαν καὶ περίβλεπτόν με ποιήσετε, καὶ χαρισάμενος τὴν κοινὴν πατρίδα ἀντὶ κακοδαιμονεστάτης εὐδαιμονεστάτην ἀποδείξειέ με πασῶν γυναικῶν. [4] εἰ δὲ ὅσιόν ἐστι καὶ θεμιτὸν υἱοῦ γόνασι μητέρα προσκυλίεσθαι, καὶ τοῦτο καὶ πᾶν ἄλλο ταπεινὸν σχῆμα καὶ λειτούργημα ὑπομενῶ σωτηρίας ἕνεκα τῆς πατρίδος.
ταῦτ᾽ εἰποῦσα ἔρριψεν ἑαυτὴν χαμαὶ καὶ περιπλέξασα ταῖς χερσὶν ἀμφοτέραις τοὺς πόδας τοῦ Μαρκίου κατεφίλησε. πεσούσης δ᾽ αὐτῆς αἱ μὲν γυναῖκες ἀνεβόησαν ἅμα πᾶσαι κωκυτὸν ὀξὺν καὶ μακρόν, οἱ δ᾽ ἐν τῷ συνεδρίῳ παρόντες Οὐολούσκων οὐκ ἠνέσχοντο τὴν ἀήθειαν τῆς ὄψεως, ἀλλ᾽ ἀπεστράφησαν. αὐτὸς δ᾽ ὁ Μάρκιος ἀναλόμενος ἐκ τοῦ δίφρου καὶ περιπεσὼν τῇ μητρὶ ἀνίστησιν αὐτὴν ἀπὸ τῆς γῆς ὀλίγον ἐμπνέουσαν, καὶ περιβαλὼν καὶ πολλὰ ἐκχέας δάκρυα εἶπε: νικᾷς, ὦ μῆτερ, οὐκ εὐτυχῆ νίκην οὔτε σεαυτῇ οὔτ᾽ ἐμοί: τὴν μὲν γὰρ πατρίδα σέσωκας, ἐμὲ δὲ τὸν εὐσεβῆ καὶ φιλόστοργον υἱὸν ἀπολώλεκας. [p. 206] [2] ταῦτ᾽ εἰπὼν ἐπὶ τὴν σκηνὴν ἀπῄει κελεύσας ἀκολουθεῖν τήν τε μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, ἔνθα τὸν λοιπὸν τῆς ἡμέρας χρόνον σκοπούμενος σὺν αὐταῖς, ὅ τι χρὴ πράττειν, διετέλεσεν. ἦν δὲ τὰ δόξαντα αὐτοῖς τοιάδε: περὶ μὲν τῆς καθόδου μήτε τὴν βουλὴν τέλος μηθὲν ἐκφέρειν εἰς τὸν δῆμον μήτ᾽ ἐκεῖνον ἐπιψηφίζειν, πρὶν ἂν τοῖς Οὐολούσκοις εὐτρεπῆ γένηται τὰ περὶ φιλίας καὶ καταλύσεως τοῦ πολέμου: αὐτὸν δὲ τὴν στρατιὰν ἀναστήσαντα ὡς διὰ φιλίας γῆς ἀπάγειν: ὑποσχόντα δὲ τῆς ἀρχῆς λόγον καὶ τὰς εὐεργεσίας ἀποδειξάμενον ἀξιοῦν τοὺς ἐπιτρέψαντας αὐτῷ τὴν στρατιάν, μάλιστα μὲν φιλίᾳ δέχεσθαι τοὺς πολεμίους καὶ συνθήκας ποιήσασθαι δικαίας, αὐτῷ τὴν ἰσότητα καὶ τὸ μὴ σφαλῆναι περὶ τὰς ὁμολογίας ἐπιτρέψαντας. [3] εἰ δ᾽ ἐπὶ τοῖς κατωρθωμένοις σφίσιν αὐθαδείας ἀναπιμπλάμενοι μὴ δέχοιντο τὰς διαλλαγάς, ἀφίστασθαι τῆς ἀρχῆς αὐτοῖς. ἢ γὰρ οὐχ ὑπομενεῖν αὐτοὺς ἄλλον τινὰ αἱρεῖσθαι στρατηγὸν δι᾽ ἀπορίαν ἀγαθοῦ ἡγεμόνος, ἢ παρακινδυνεύσαντας ὁτῳδήτινι παραδοῦναι τὰς δυνάμεις σὺν μεγάλῃ διδαχθήσεσθαι βλάβῃ τὴν τοῦ συμφέροντος αἵρεσιν. τὰ μὲν δὴ βουλευθέντα αὐτοῖς καὶ δόξαντα δίκαιά τε καὶ ὅσια εἶναι, φήμης τ᾽ ἀγαθῆς ἐφ᾽ ᾗ μάλιστα ὁ ἀνὴρ ἐσπούδαζε παρὰ πᾶσι τευξόμενα, τοιάδε ἦν. [4] ἐτάραττε δέ τις αὐτ ὑποψία δέος ἔχουσα, μή ποτε ἀλόγιστος ὄχλος ἐν ἐλπίδι τοῦ καταπεπολεμηκέναι τὸ ἀντίπαλον ἤδη ὢν δἰ ὀργῆς ἀκράτου λάβῃ τὴν ἀποτυχίαν κἄπειτα ὡς προδότην αὐτὸν οὐδὲ λόγου μεταδοὺς αὐτοχειρίᾳ φθάσῃ [p. 207] διολέσας. ἐδόκει οὖν αὐτοῖς καὶ τοῦτο καὶ εἴ τι ἄλλο δεινότερον εἴη κινδύνευμα σὺν ἀρετῇ σώζουσι τὴν πίστιν ὑπομένειν. ἐπεὶ δὲ περὶ δύσιν ἡλίου ἦν ἤδη, ἀσπασάμενοι ἀλλήλους ἐξῄεσαν ἐκ τῆς σκηνῆς: ἔπειθ᾽ [5] αἱ μὲν γυναῖκες εἰς τὴν πόλιν ἀπῄεσαν, ὁ δὲ Μάρκιος ἐν ἐκκλησίᾳ τὰς αἰτίας ἀποδοὺς τοῖς παροῦσι, δι᾽ ἃς ἔμελλε λύειν τὸν πόλεμον, καὶ πολλὰ τῶν στρατιωτῶν δεηθεὶς συγγνῶναί τ᾽ αὐτῷ καί, ἐπειδὰν οἴκαδε ἀφίκωνται, μεμνημένους ὧν ἔπαθον εὖ τοῦ μηθὲν ὑπὸ τῶν ἄλλων ἀνήκεστον παθεῖν συναγωνιστὰς γενέσθαι, καὶ ἄλλα πολλὰ καὶ ἐπαγωγὰ διαλεχθεὶς παρασκευάζεσθαι ἐκέλευσεν ὡς τῇ ἐπιούσῃ νυκτὶ ἀναστρατοπεδεύσοντας.
Ῥωμαῖοι δ᾽ ὡς ἔμαθον, ὅτι λέλυται σφῶν ὁ κίνδυνος: ἔφθασε γὰρ τῶν γυναικῶν τὴν παρουσίαν προλαβοῦσα ἡ φήμη: σὺν πολλῇ χαρᾷ καταλιπόντες τὴν πόλιν ἔθεον ἔξω καὶ ὑπήντων ταῖς γυναιξὶν ἀσπασμοὺς καὶ παιᾶνας καὶ πάνθ᾽ ὅσα ἐκ μεγάλων κινδύνων εἰς ἀδόκητον εὐτυχίαν ἄνθρωποι καταστάντες πράττουσί τε καὶ λέγουσιν ὑπὸ χαρᾶς, τὰ μὲν ἀθρόοι, [2] τὰ δε καθ᾽ ἕνα ἕκαστον ἀποδεικνύμενοι. ἐκείνην μὲν οὖν τὴν νύκτα ἐν θαλείαις τε καὶ εὐπαθείαις διετέλεσαν, τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συναχθεῖσα ὑπὸ τῶν ὑπάτων ἡ βουλὴ περὶ μὲν τοῦ Μαρκίου γνώμην ἀπεδείξαντο εἰς ἑτέρους ἀναβάλλεσθαι καιροὺς ἐπιτηδειοτέρους τὰς δοθησομένας αὐτῷ τιμάς: ταῖς δὲ γυναιξὶν ἔπαινόν τ᾽ ἀποδεδόσθαι τῆς προθυμίας παλαιᾷ δημοσίᾳ γραφῇ [p. 208] μνήμην οἴσοντα ἐκ τῶν ἐπιγινομένων αἰώνιον, καὶ γέρας, ὅ τι ἂν αὐταῖς λαβούσαις ἥδιστόν τε καὶ τιμιώτατον ἔσεσθαι μέλλῃ: καὶ ὁ δῆμος ἐπεκύρωσε ταῦτα. [3] ταῖς δὲ γυναιξὶ βουλευσαμέναις εἰσῆλθεν ἐπιφθόνου μὲν δωρεᾶς μηδεμιᾶς δεῖσθαι, ἀξιοῦν δ᾽ ἐπιτρέψαι σφίσι τὴν βουλὴν ἐπὶ τύχης γυναικῶν ἱδρύσασθαι ἱερόν, ἐν ᾧ τὰς περὶ τῆς πόλεως ἐποιήσαντο λιτὰς χωρίῳ, θυσίας τε καθ᾽ ἕκαστον ἔτος αὐτῇ συνιούσας ἐπιτελεῖν ἐν ᾗ τὸν πόλεμον ἔλυσαν ἡμέρᾳ. ἡ μέντοι βουλὴ καὶ ὁ δῆμος ἀπὸ τῶν κοινῶν ἐψηφίσαντο χρημάτων τέμενός τ᾽ ὠνηθὲν καθιερωθῆναι τῇ θεῷ, καὶ ἐν αὐτῷ νεὼν καὶ βωμόν, ὡς ἂν οἱ ἱερομνήμονες ἐξηγῶνται, συντελεσθῆναι, θυσίας τε προσάγεσθαι δημοτελεῖς καταρχομένης τῶν ἱερῶν γυναικός, ἣν ἂν ἀποδείξωσιν αὐταὶ λειτουργὸν τῶν ἱερῶν. [4] ταῦτα τῆς βουλῆς ψηφισαμένης ἱέρεια μὲν ὑπὸ τῶν γυναικῶν ἀπεδείχθη τότε πρῶτον ἡ τὴν γνώμην αὐταῖς εἰσηγησαμένη περὶ τῆς πρεσβείας Οὐαλερία καὶ τὴν μητέρα τοῦ Μαρκίου πείσασα συλλαβέσθαι σφίσι τῆς ἐξόδου. θυσίαν δὲ πρώτην αἱ γυναῖκες ἔθυσαν ὑπὲρ τοῦ δήμου καταρχομένης τῶν ἱερῶν τῆς Οὐαλερίας ἐπὶ τοῦ κατασκευασθέντος ἐν τῷ τεμένει βωμοῦ, πρὶν ἢ τὸν νεὼν καὶ τὸ ξόανον ἀνασταθῆναι, μηνὶ Δεκεμβρίῳ τοῦ κατόπιν ἐνιαυτοῦ, τῇ νέᾳ σελήνῃ, ἣν Ἕλληνες μὲν νουμηνίαν, Ῥωμαῖοι [p. 209] δὲ καλάνδας καλοῦσιν: αὕτη γὰρ ἦν ἡ λύσασα τὸν πόλεμον ἡμέρα. ἐνιαυτῷ δ᾽ ὕστερον ἑτέρῳ μετὰ τὴν πρώτην θυσίαν ὁ κατασκευασθεὶς ἐκ τῶν δημοσίων χρημάτων νεὼς συνετελέσθη τε καὶ καθιερώθη Κοιντιλίου μηνὸς ἑβδόμῃ μάλιστα κατὰ σελήνην: [5] αὕτη δὲ κατὰ Ῥωμαίους ἐστὶν ὁ προηγουμένη τῶν Κοιντιλίων νωνῶν ἡμέρα. ὁ δὲ καθιερώσας αὐτὸν ἦν Πρόκλος Οὑεργίνιος ἅτερος τῶν ὑπάτων.
εἴη δ᾽ ἂν ἁρμόττον ἱστορίας σχήματι καὶ ἐπανορθώσεως ἕνεκα τῶν οἰομένων μήτ᾽ ἐπὶ ταῖς τιμαῖς ταῖς παρ᾽ ἀνθρώπων χαίρειν τοὺς θεοὺς μήτ᾽ ἐπὶ ταῖς ἀνοσίοις καὶ ἀδίκοις πράξεσιν ἀγανακτεῖν, τὸ δηλῶσαι τὴν γενομένην ἐπιφάνειαν τῆς θεοῦ κατ᾽ ἐκεῖνον τὸν χρόνον οὐχ ἅπαξ, ἀλλὰ καὶ δίς, ὡς αἱ τῶν ἱεροφαντῶν περιέχουσι γραφαί, ἵνα τοῖς μὲν εὐλαβεστέροις περὶ τὸ συνέχειν, ἃς παρὰ τῶν προγόνων δόξας ὑπὲρ τοῦ δαιμονίου παρέλαβον, ἀμεταμέλητος ἡ τοιαύτη προαίρεσις καὶ βεβαία διαμένῃ, τοῖς δ᾽ ὑπερορῶσι τῶν πατρίων ἐθισμῶν καὶ μηθενὸς ποιοῦσι τὸ δαιμόνιον τῶν ἀνθρωπίνων λογισμῶν κύριον μάλιστα μὲν ἀναθέσθαι ταύτην τὴν δόξαν, εἰ δ᾽ ἀνιάτως ἔχουσιν ἔτι μᾶλλον αὐτοῖς ἀπεχθάνεσθαι καὶ κακοδαιμονεστέροις εἶναι. [2] ἱστορεῖται τοίνυν, ὅτι τῆς βουλῆς ψηφισαμένης ἐκ τοῦ δημοσίου πάσας ἐπιχορηγηθῆναι τὰς εἰς τὸν νεών τε καὶ τὸ ξόανον δαπάνας, ἕτερον δ᾽ ἄγαλμα κατασκευασαμένων τῶν γυναικῶν ἀφ᾽ ὧν αὐταὶ συνήνεγκαν [p. 210] χρημάτων, ἀνατεθέντων τ᾽ αὐτῶν ἀμφοτέρων ἅμα ἐν τῇ πρώτῃ τῆς ἀνιερώσεως ἡμέρᾳ, θάτερον τῶν ἀφιδρυμάτων, ὃ κατεσκευάσανθ᾽ αἱ γυναῖκες, ἐφθέγξατο πολλῶν παρουσῶν γλώττῃ Λατίνῃ φωνὴν εὐσύνετόν τε καὶ γεγωνόν: ἧς ἐστι φωνῆς ἐξερμηνευόμενος ὁ νοῦς εἰς τὴν Ἑλλάδα διάλεκτον τοιόσδε: ὁσίῳ [3] πόλεως νόμῳ γυναῖκες γαμεταὶ δεδώκατέ με. οἷα δὲ φιλεῖ γίνεσθαι περὶ τὰς παραδόξους φωνάς τε καὶ ὄψεις, πολλὴ ταῖς παρούσαις ἐνέπιπτεν ἀπιστία, μή ποτ᾽ οὐ τὸ ξόανον εἴη τὸ φθεγξάμενον, ἀνθρωπίνη δέ τις φωνή: μάλιστα δ᾽ ὅσαι πρὸς ἄλλῳ τινὶ τὸν νοῦν ἔχουσαι τηνικαῦτα ἔτυχον, οὐκ ἰδοῦσαι τὸ φθεγγόμενον, ὅ τι ποτ᾽ ἦν, ταύτην εἶχον τὴν πρὸς τὰς ἰδούσας ἀπιστίαν. ἔπειτ᾽ αὖθις πληθύοντος τοῦ νεὼ καὶ σιωπῆς πλείστης κατὰ δαίμονα γενομένης ἐν μείζονι φωνῇ ταὐτὸ ξόανον ἐφθέγξατο τὴν αὐτὴν λέξιν, ὥστε μηδὲν ἔτι εἶναι τὸ ἀμφίλογον. ἡ μὲν οὖν βουλὴ ὡς. [4] ταῦτ᾽ ἔμαθεν ἐψηφίσατο θυσίας ἄλλας καὶ σεβασμούς, οὓς ἂν οἱ τῶν ἱερῶν ἐξηγηταὶ παραδῶσι καθ᾽ ἕκαστον ἔτος ἐπιτελεῖν. αἱ δὲ γυναῖκες ἐν ἔθει κατεστήσαντο τῇ τῆς ἱερείας χρησάμεναι γνώμῃ, τῷ ξοάνῳ τούτῳ μήτε στεφάνους ἐπιτιθέναι μήτε χεῖρας προσφέρειν γυναῖκας, ὅσαι δευτέρων ἐπειράθησαν γάμων, τὴν δὲ τιμὴν καὶ θεραπείαν αὐτοῦ πᾶσαν ἀποδεδόσθαι ταῖς νεογάμοις. ἀλλὰ περὶ μὲν τούτων οὔτε παρελθεῖν τὴν ἐπιχώριον ἱστορίαν καλῶς εἶχεν, οὔτε πλείονα περὶ αὐτῆς [p. 211] ποιεῖσθαι λόγον. ἐπάνειμι δ᾽, ὅθεν εἰς τοῦτον ἐξέβην τὸν λόγον.
μετὰ τὴν ἐκ τοῦ χάρακος ἀπαλλαγὴν τῶν γυναικῶν ὁ Μάρκιος περὶ τὸν ὄρθρον ἀναστήσας τὴν στρατιὰν ἀπῆγεν ὡς διὰ φιλίας, καὶ ἐπειδὴ ἐν τῇ Οὐολούσκων ἐγένετο, πάντα, ὅσα ἐκ τῶν λαφύρων ἔλαβε, δωρησάμενος τοῖς στρατιώταις, ἑαυτῷ δ᾽ οὐδ᾽ ὁτιοῦν ὑπολιπόμενος ἀπέλυσεν ἐπὶ τὰ οἰκεῖα. ἡ μὲν οὖν κοινωνήσασα τῶν ἀγώνων αὐτῷ στρατιὰ πλούτῳ βαρεἶ ἀφικομένη τήν τ᾽ ἀνάπαυλαν οὐκ ἀηδῶς ἐδέξατο τοῦ πολέμου καὶ δι᾽ εὐνοίας εἶχε τὸν ἄνδρα, συγγνώμης τ᾽ ἄξιον ἡγεῖτο, εἰ μὴ τέλος ἐπέθηκε τῷ πολέμῳ [2] μητρὸς οἴκτους καὶ λιτὰς ἐντραπείς. ἡ δ᾽ ἐν ταῖς πόλεσιν ὑπομείνασα νεότης φθονοῦσα μὲν τοῖς ἐπὶ στρατοπέδου γενομένοις τῶν πολλῶν ὠφελειῶν, διημαρτηκυῖα δ᾽ ὧν ἤλπισεν, εἰ καθαιρεθείη τὸ Ῥωμαίων φρόνημα τῆς πόλεως ἁλούσης, ἐτραχύνετο πρὸς τὸν ἡγεμόνα καὶ πικρὰ σφόδρα ἦν: καὶ τελευτῶσα, ἐπειδὴ τοῦ μίσους ἡγεμόνας ἔλαβε τοὺς πλεῖστον ἐν τῷ ἔθνει δυναμένους, ἐξηγριώθη τε καὶ ἔργον ἔδρασεν ἀνόσιον. [3] ἦν δὲ Τύλλος Ἄττιος ὁ τὰς ὀργὰς αὐτῶν παραθήξας ἔχων περὶ αὐτὸν ἑταιρίαν ἐξ ἁπάσης πόλεως οὐκ ὀλίγην. τούτῳ δ᾽ ἄρα ἐδέδοκτο παλαίτερον ἔτι τὸν φθόνον οὐ δυναμένῳ κατέχειν, εἰ μὲν εὖ πράξας ὁ Μάρκιος καὶ τὴν Ῥωμαίων πόλιν διαφθείρας εἰς Οὐολούσκους ἔλθοι, [p. 212] κρύφα καὶ σὺν δόλῳ αὐτὸν ἀνελεῖν, εἰ δὲ διαμαρτὼν τῆς πείρας ἀτελὴς τοῦ ἔργου ἀναστρέψειεν, ὡς προδότην παραδόντα τῇ περὶ αὐτὸν ἑταιρίᾳ ἀποκτεῖναι: [4] ὅπερ ἐποίει τότε, καὶ συναγαγὼν χεῖρα οὐκ ὀλίγην κατηγόρει τοῦ ἀνδρὸς ψευδῆ τεκμαιρόμενος ἀληθέσι καὶ οὐ γενησόμενα εἰκάζων γεγενημένοις: ἐκέλευέ τ᾽ ἀποθέμενον αὐτὸν τὴν ἀρχὴν λόγον ὑπέχειν τῆς στρατηγίας. ἦν δὲ τῆς ὑπομενούσης στρατιᾶς ἐν ταῖς πόλεσιν ἡγεμών, ὡς καὶ πρότερον εἴρηταί μοι, κύριος τοῦ τε συναγαγεῖν ἐκκλησίαν καὶ τοῦ καλεῖν, ὃν βούλοιτο, ἐπὶ δίκην.
ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδέτερον τούτων ἐδικαίου, περὶ δὲ τῆς τάξεως αὐτῶν διεφέρετο λόγον ἀξιῶν ἀποδοῦναι πρότερον τῶν πεπραγμένων αὐτῷ κατὰ τὸν πόλεμον, ἔπειτ᾽, ἐὰν ἅπασι δόξῃ Οὐολούσκοις, ἀποθήσεσθαι τὴν ἀρχήν. τούτων δ᾽ οὐ μίαν ᾤετο πόλιν δεῖν, ἐν ᾗ τὸ πλεῖον ὑπὸ τοῦ Τύλλου διέφθαρτο μέρος, γενέσθαι κυρίαν, ἀλλὰ τὸ ἔθνος ἅπαν εἰς τὴν ἔννομον ἀγορὰν συναχθέν, εἰς ἣν ἔθος ἦν αὐτοῖς, ὅτι περὶ τῶν μεγίστων βουλεύεσθαι μέλλοιεν, ἐξ ἁπάσης πόλεως προβούλους ἀποστέλλειν. [2] ὁ δὲ Τύλλος ἀντέλεγε πρὸς ταῦτα καλῶς εἰδώς, ὅτι δεινὸς εἰπεῖν ἁνὴρ πολλῶν καὶ καλῶν ἔργων λόγον ἀποδιδοὺς ἐν ἡγεμονικῷ ἀξιώματι μένων πείσει τὸ πλῆθος, καὶ τοσούτου δεήσει τιμωρίαν προδοτῶν ὑποσχεῖν, ὥστε καὶ λαμπρότερος ἔτι καὶ τιμιώτερος ὑπ᾽ [p. 213] αὐτῶν ἔσται, τόν τε πόλεμον, ὅπως ἂν βούληται, καταλύσασθαι συγχωρησάντων ἁπάντων γενήσεται κύριος. [3] καὶ ἦν μέχρι πολλοῦ λόγων τε καὶ ἀντιμαχήσεων τῶν ἐπ᾽ ἀλλήλοις γινομένων καθ᾽ ἑκάστην ἡμέραν ἐν ταῖς ἐκκλησίαις καὶ κατὰ τὴν ἀγορὰν πολὺς ἀγών: ἔργῳ γὰρ οὐχ οἷόν τ᾽ ἦν οὐδετέρῳ βιάσασθαι τὸν ἕτερον τῆς ἰσοτίμου ἀρχῆς ἀξιώσει κρατυνόμενον. [4] ὡς δ᾽ οὐδὲν τῆς φιλονεικίας ἐγίνετο πέρας, ἡμέραν προειπὼν ὁ Τύλλος, ἐν ᾗ τὸν Μάρκιον ἐκέλευσεν ἥκειν τὴν ἀρχὴν ἀποθησόμενον καὶ δίκην ὑφέξοντα τῆς προδοσίας, θρασυτάτους τ᾽ ἄνδρας εὐεργεσιῶν ἐλπίσιν ἐπάρας ἀρχηγοὺς ἀνοσίου ἔργου γενέσθαι, παρῆν εἰς τὴν ἀποδειχθεῖσαν ἀγορὰν καὶ παρελθὼν ἐπὶ τὸ βῆμα πολλῇ κατηγορίᾳ ἐχρήσατο τοῦ Μαρκίου, καὶ εἰ μὴ βούλοιτο ἀποθέσθαι τὴν ἀρχὴν ἑκών, τῷ δήμῳ παρεκελεύετο παύειν αὐτὸν ἁπάσῃ δυνάμει.
ἀναβάντος δὲ τοῦ ἀνδρὸς ἐπὶ τὴν ἀπολογίαν βοή τε πολλὴ κωλύουσα τοὺς λόγους ἐκ τῆς ἑταιρίας τῆς περὶ τὸν Τύλλον ἐγίνετο: καὶ μετὰ ταῦτα ‘παῖε’ καὶ ‘βάλλε’ φωνοῦντες περιίστανται αὐτὸν οἱ θρασύτατοι καὶ συναράττοντες τοῖς λίθοις ἀποκτιννύουσιν. ἐρριμμένου δ᾽ αὐτοῦ χαμαὶ κατὰ τὴν ἀγορὰν οἵ τε παραγενόμενοι τῷ πάθει καὶ οἱ μετὰ ταῦτ᾽ ἤδη νεκροῦ ὄντος ἀφικόμενοι τόν τ᾽ ἄνδρα τῆς τύχης ὠδύροντο ὡς οὐ καλὰς εἰληφότα παρὰ σφῶν ἀμοιβάς, ἐπιλεγόμενοι πάντα ὅσα τὸ κοινὸν ὠφέλησε, καὶ τοὺς δράσαντας τὸν [p. 214] φόνον ἐπόθουν λαβεῖν ὡς ἀνόμου ἔργου καὶ ἀσυμφόρου ταῖς πόλεσιν ἄρξαντας, ἄνευ δίκης ἐν χειρῶν νόμῳ [2] τινὰ ἀποκτεῖναι καὶ ταῦθ᾽ ἡγεμόνα. μάλιστα δ᾽ ἠγανάκτουν οἱ ταῖς στρατείαις αὐτοῦ παραγενόμενοι, καὶ ἐπειδὴ ζῶντι αὐτῷ οὐχ ἱκανοὶ ἐγένοντο κωλυταὶ τῆς συμφορᾶς, τὰς μετὰ τὸν θάνατον ὀφειλομένας ἔγνωσαν ἀποδιδόναι χάριτας, συμφέροντες εἰς τὴν ἀγοράν, ὅσων ἔδει τοῖς ἀγαθοῖς ἀνδράσιν εἰς τὴν ἀναγκαίαν τιμήν. [3] ἐπειδὴ δὲ πάντ᾽ εὐτρέπιστο, θέντες ἐπὶ στρωμνῆς ἐκπρεπεστάτῳ ἠσκημένης κόσμῳ τὴν αὐτοκρατορικὴν ἔχοντα ἐσθῆτα, καὶ πρὸ τῆς κλίνης αὐτοῦ φέρεσθαι κελεύσαντες λάφυρά τε καὶ σκῦλα καὶ στεφάνους καὶ μνήμας ὧν εἷλε πόλεων, ἤραντο τὴν κλίνην οἱ λαμπρότατοι τῶν νέων ἐν τοῖς κατὰ πολέμους ἔργοις: καὶ κομίσαντες εἰς τὸ προάστειον, ὃ μάλιστα ἦν ἐπιφανές, ἔθεσαν ἐπὶ τὴν παρεσκευασμένην πυράν, συμπροπεμπούσης τὸ σῶμα τῆς πόλεως ὅλης μετ᾽ οἰμωγῆς τε καὶ [4] δακρύων. ἔπειτα κατασφάξαντές τ᾽ αὐτῷ πολλὰ βοσκήματα καὶ τῶν ἄλλων ἀπαρξάμενοι πάντων, ὅσων ἄνθρωποι βασιλεῦσιν ἢ στρατιᾶς ἡγεμόσιν ἐπὶ πυραῖς ἀπάρχονται, παρέμειναν οἱ μάλιστα τὸν ἄνδρα ἀσπαζόμενοι μέχρι τοῦ μαρανθῆναι τὴν φλόγα, κἄπειτα συναγαγόντες τὰ λείψανα ἔθαψαν ἐν τῷ αὐτῷ χωρίῳ χώματι ὑψηλῷ διὰ πολυχειρίας ἐργασθέντι μνῆμα ἐπίσημον ἐργασάμενοι.
Μάρκιος μὲν δὴ τοιαύτης καταστροφῆς ἔτυχεν, ἀνὴρ καὶ τὰ πολέμια ἄριστος τῶν καθ᾽ ἡλικίαν καὶ [p. 215] πρὸς ἁπάσας τὰς ἡδονάς, ὅσαι ἄρχουσι νέων, ἐγκρατής, τά τε δίκαια οὐκ ἀπὸ νόμου μᾶλλον ἀνάγκης διὰ τιμωριῶν δέος ἀκούσιος ἀποδιδούς, ἀλλ᾽ ἑκών τε καὶ πεφυκὼς πρὸς αὐτὰ εὖ, καὶ οὐδ᾽ ἐν ἀρετῆς μοίρᾳ τὸ μηθὲν ἀδικεῖν τιθέμενος, οὐ μόνον τ᾽ αὐτὸς ἁγνεύειν ἀπὸ πάσης κακίας προθυμούμενος, ἀλλὰ καὶ τοὺς ἄλλους προσαναγκάζειν δικαιῶν: [2] μεγαλόφρων τε καὶ δωρηματικὸς καὶ εἰς ἐπανόρθωσιν ὧν ἑκάστῳ δέοι τῶν φίλων, ὁπότε γνοίη, προχειρότατος, τά τε πολιτικὰ πράττειν οὐδενὸς χείρων τῶν ἀριστοκρατικῶν: καὶ εἰ μὴ τὸ στασιάζον τῆς πόλεως ἐμποδὼν αὐτοῦ τοῖς πολιτεύμασιν ἐγένετο, μεγίστην ἂν ἡ Ῥωμαίων πόλις ἐπίδοσιν εἰς ἡγεμονίαν ἐκ τῶν ἐκείνου πολιτευμάτων ἔλαβεν. ἀλλ᾽ οὐ γὰρ ἐν δυνατῷ ἦν ἅμα πάσας τὰς ἀρετὰς ἐν ἀνθρώπου γενέσθαι φύσει, οὐδὲ φύσεταί τις ἀπὸ θνητῶν καὶ ἐπικήρων σπερμάτων περὶ πάντ᾽ ἀγαθός.
ἐκείνῳ γ᾽ οὖν ταύτας ὁ δαίμων τὰς ἀρετὰς χαρισάμενος ἑτέρας οὐκ εὐτυχεῖς κῆράς τε καὶ ἄτας προσῆψε. τὸ γὰρ πρᾳὺ καὶ φαιδρὸν οὐκ ἐπῆν αὐτοῦ τοῖς τρόποις, οὐδὲ τὸ θεραπευτικὸν τῶν πέλας ἔν τ᾽ ἀσπασμοῖς καὶ προσαγορεύσεσιν, οὐδὲ δὴ τὸ εὐδιάλλακτον καὶ μετριοπαθές, ὁπότε δι᾽ ὀργῆς τῳ γένοιτο, οὐδὲ ἡ πάντα τὰ ἀνθρώπινα ἐπικοσμοῦσα χάρις: ἀλλ᾽ [2] ἀεὶ πικρὸς καὶ χαλεπὸς ἦν. ταῦτά τε δὴ αὐτὸν ἐν πολλοῖς ἔβλαψε, καὶ πάντων μάλιστα ἡ περὶ τὰ δίκαια [p. 216] καὶ τὴν φυλακὴν τῶν νόμων ἄκρατός τε καὶ ἀπαράπειστος καὶ οὐθὲν τῷ ἐπιεικεῖ διδοῦσα ἀποτομία: ἔοικέ τ᾽ ἀληθὲς εἶναι τὸ ὑπὸ τῶν ἀρχαίων λεγόμενον φιλοσόφων, ὅτι μεσότητές εἰσιν, ἀλλ᾽ οὐκ ἀκρότητες αἱ τῶν ἠθῶν ἀρεταί, μάλιστα δ᾽ ἡ δικαιοσύνη. οὐ γὰρ μόνον ἐλλείπουσα τοῦ μετρίου πέφυκεν, ἀλλὰ καὶ ὑπερβάλλουσα αὐτοῖς τ᾽ οὐ λυσιτελής, ἀλλ᾽ ἔστιν ὅτ᾽ αἰτία μεγάλων συμφορῶν, καὶ εἰς θανάτους οἰκτροὺς καὶ [3] λύμας ἀνηκέστους καταστρέφουσα. Μάρκιόν γ᾽ οὐδὲν ἦν ἕτερον ἄρα, ὃ τῆς πατρίδος ἐξήλασε καὶ τῶν ἄλλων ἀγαθῶν ἀνόνητον ἐποίησεν, ἢ τὸ ἀκριβὲς καὶ ἄκρον δίκαιον. τοῖς τε γὰρ δημόταις εἴκειν τὰ μέτρια δέον καὶ ἐφιέναι τι ταῖς ἐπιθυμίαις καὶ τὰ πρῶτα φέρεσθαι παρ᾽ αὐτοῖς, οὐκ ἠβουλήθη, ἀλλὰ πρὸς ἅπαντα τὰ μὴ δίκαια ἀντιλέγων μῖσος ἤγειρε καὶ ἐξηλάσθη πρὸς αὐτῶν: τῆς τε Οὐολούσκων στρατηγίας εὐθὺς ἅμα τῷ διαλῦσαι τὸν πόλεμον ἀπαλλαγῆναι παρὸν καὶ μετενέγκασθαι τὴν οἴκησιν ἑτέρωσέ ποι, τέως ἂν ἡ κάθοδος αὐτῷ δοθῇ ὑπὸ τῆς πατρίδος, καὶ μὴ παρασχεῖν αὑτὸν ἐχθρῶν ἐπιβουλαῖς καὶ ὄχλων ἀμαθίαις σκοπόν, οὐκ ἠξίωσεν, ἀλλ᾽ ὑπεύθυνον οἰόμενος δεῖν τὸ σῶμα παρασχεῖν τοῖς πεπιστευκόσι τὴν ἀρχὴν καὶ λόγον ἀποδοὺς ὧν ἔπραξε κατὰ τὴν ἡγεμονίαν, εἴ τι φαίνοιτο ἀδικῶν τὴν κατὰ νόμους ὑποσχεῖν δίκην, τῆς ἄκρας δικαιοσύνης οὐ καλοὺς ἀπέλαβε μισθούς. [p. 217]
εἰ μὲν οὖν ἅμα τοῖς σώμασι διαλυομένοις καὶ τὸ τῆς ψυχῆς, ὁτιδήποτ᾽ ἐστὶν ἐκεῖνο, συνδιαλύεται, καὶ οὐδαμῇ οὐθὲν ἔτι ἐστίν, οὐκ οἶδ᾽ ὅπως μακαρίους ὑπολάβω τοὺς μηθὲν μὲν ἀπολαύσαντας τῆς ἀρετῆς ἀγαθόν, δι᾽ αὐτὴν δὲ ταύτην ἀπολομένους. εἰ δ᾽ ἄφθαρτοι μέχρι τοῦ παντὸς αἱ ψυχαὶ τυγχάνουσιν ἡμῶν οὖσαι καθάπερ οἴονταί τινες, ἢ χρόνον τινὰ μετὰ τὴν ἀπαλλαγὴν τῶν σωμάτων ἔτι διαμένουσι, μήκιστον μὲν αἱ τῶν ἀγαθῶν ἀνδρῶν, ἐλάχιστον δ᾽ αἱ τῶν κακῶν, ἀποχρῶσα τιμὴ φαίνοιτ᾽ ἄν, οἷς ἀρετὴν ἀσκοῦσιν ἠναντιώθη τὰ ἐκ τῆς τύχης, ἡ παρὰ τῶν ζώντων εὐλογία καὶ μνήμη μέχρι πλείστου παραμείνασα χρόνου: [2] ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη. οὐ γὰρ μόνον Οὐολοῦσκοι τὸν θάνατον ἐπένθησαν αὐτοῦ καὶ ὡς τῶν ἀρίστων γενόμενον ἐν τιμῇ ἔχουσιν, ἀλλὰ καὶ Ῥωμαῖοι, ἐπειδὴ τὸ πάθος ἐγνώσθη, μεγάλην συμφορὰν ὑπολαβόντες εἶναι τῆς πόλεως, πένθος ἐποιήσαντο ἰδίᾳ καὶ δημοσίᾳ: καὶ αἱ γυναῖκες αὐτῶν, ἃ νόμος ἐστὶν αὐταῖς ἐπὶ τοῖς ἰδίοις τε καὶ ἀναγκαίοις ποιεῖν κήδεσιν, ἀποθέμεναι χρυσόν τε καὶ πορφύραν καὶ τὸν ἄλλον ἅπαντα κόσμον μέλασιν ἀμφιασμοῖς χρώμεναι τὸν ἐνιαύσιον ἐπένθησαν χρόνον. [3] ἐτῶν δὲ μετὰ τὸ πάθος ὁμοῦ τι πεντακοσίων ἤδη διαγεγονότων εἰς τόνδε τὸν χρόνον οὐ γέγονεν ἐξίτηλος ἡ τοῦ ἀνδρὸς μνήμη, ἀλλ᾽ ᾄδεται καὶ ὑμνεῖται πρὸς πάντων ὡς εὐσεβὴς καὶ δίκαιος [p. 218] ἀνήρ. ὁ μὲν δὴ κατασχὼν Ῥωμαίους κίνδυνος ἐκ τῆς Οὐολούσκων τε καὶ Αἰκανῶν ἐπιστρατείας Μάρκιον λαβούσης ἡγεμόνα, μέγιστος τῶν πρὸ αὐτοῦ γενόμενος καὶ μικρὸν ἀποσχὼν τοῦ πᾶσαν τὴν πόλιν ἀνελεῖν ἐκ βάθρων, τοιούτου τέλους ἔτυχεν.
ἡμέραις δ᾽ ὀλίγαις ὕστερον ἐξελθόντες εἰς τὴν ὕπαιθρον Ῥωμαῖοι πολλῇ στρατιᾷ τῶν ὑπάτων ἀγόντων ἀμφοτέρων, καὶ προελθόντες ἄχρι τῶν ὅρων τῆς σφετέρας κατεστρατοπέδευσαν ἐπὶ λόφοις δυσίν, ἴδιον ἑκατέρου τῶν ὑπάτων στρατόπεδον ἐπὶ τοῖς ἐρυμνοτάτοις καταστησαμένου. οὐ μὴν ἔδρασάν γε οὐδὲν οὔτε μεῖζον οὔτ᾽ ἔλαττον, ἀλλ᾽ ἀνέστρεψαν ἄπρακτοι, καίτοι καλὰς ἀφορμὰς δόντων αὐτοῖς τῶν πολεμίων δρᾶσαί τι γενναῖον. [2] πρότεροι γὰρ ἔτι τούτων Οὐολοῦσκοί τε καὶ Αἰκανοὶ στρατὸν ἐπὶ τὴν Ῥωμαίων γῆν ἤγαγον γνώμην ποιησάμενοι μὴ ἀνεῖναι τὸν καιρόν, ἀλλ᾽, ἕως ἔτι καταπεπλῆχθαι τὸ ἀντίπαλον ἐδόκουν, χωρεῖν ἐπ᾽ αὐτό, ὡς καὶ ἑκούσιον διὰ δέος παραστησόμενον. στασιάσαντες δὲ περὶ τῆς ἡγεμονίας κατ᾽ ἀλλήλων τὰ ὅπλα ἥρπασαν καὶ συμπεσόντες ἐμάχοντο, οὔτε κατὰ τάξιν οὔτ᾽ ἐκ παραγγέλματος, ἀλλὰ φύρδην καὶ ἀναμίξ, ὥστε πολὺν ἐξ ἀμφοῖν γενέσθαι φόνον: καὶ εἰ μὴ δὺς ὁ ἥλιος ἔφθασεν, ἅπασαι ἂν αὐτῶν αἱ δυνάμεις διεφθάρησαν. τῇ δὲ νυκτὶ λυούσῃ τὸ νεῖκος ἀκούσιοι εἴξαντες διεκρίθησάν τ᾽ ἀπ᾽ ἀλλήλων καὶ ἐπὶ τοὺς ἰδίους χάρακας ἀπηλλάγησαν: ἕωθεν [p. 219] δ᾽ ἀναστήσαντες τὰς δυνάμεις ἀπῄεσαν ἑκάτεροι ἐπὶ [3] τὰ σφέτερα. οἱ δ᾽ ὕπατοι παρά τ᾽ αὐτομόλων καὶ αἰχμαλώτων, οἳ παρ᾽ αὐτὸ τὸ ἔργον ἀπέδρασαν, ἀκούσαντες, οἷα κατέσχε λύσσα καὶ θεοβλάβεια τὰ πολέμια, οὔτε συνεπέθεντο τῷ κατ᾽ εὐχὴν δοθέντι καιρῷ τριάκοντα σταδίων οὐ πλεῖον ἀπέχοντες, οὔτ᾽ ἀπιόντας ἐδίωξαν, ἐν ᾧ κεκμηκότας καὶ τραυματίας καὶ ὀλίγους ἐκ πολλῶν καὶ ἀτάκτους χωροῦντας ἀκραιφνεῖς αὐτοὶ καὶ σὺν κόσμῳ ἑπόμενοι ῥᾳδίως ἂν διέφθειραν πασσυδί. [4] λύσαντες δὲ καὶ αὐτοὶ τοὺς χάρακας ἀπῄεσαν εἰς τὴν πόλιν: εἴτ᾽ ἀρκούμενοι τῷ παρὰ τῆς τύχης δοθέντι ἀγαθῷ, εἴτ᾽ οὐ πιστεύοντες ἀνασκήτῳ στρατιᾷ τῇ σφετέρᾳ, εἴτε περὶ πολλοῦ ποιούμενοι τὸ μηδ᾽ ὀλίγους τῶν σφετέρων ἀποβαλεῖν. ἀφικόμενοι δ᾽ εἰς τὴν πόλιν ἐν αἰσχύνῃ πολλῇ ἦσαν δειλίας δόξαν ἐπὶ τῷ ἔργῳ φερόμενοι: καὶ οὐδεμίαν ἔξοδον ἔτι ποιησάμενοι παρέδοσαν τοῖς μεθ᾽ ἑαυτοὺς ὑπάτοις τὴν ἀρχήν.
τῷ δ᾽ ἑξῆς ἐνιαυτῷ Γάϊος μὲν Ἀκύλλιος καὶ Τῖτος Σίκκιος, ἄνδρες ἔμπειροι πολέμων, τὴν ὑπατείαν παρειλήφεσαν. ἡ δὲ βουλὴ προθέντων λόγον περὶ τοῦ πολέμου τῶν ὑπάτων πρῶτον ἐψηφίσατο πρεσβείαν πέμψαι πρὸς Ἕρνικας αἰτήσουσαν ὡς παρὰ φίλων τε καὶ ἐνσπόνδων δίκας νομίμους: ἠδίκητο γὰρ ἡ πόλις ὑπ᾽ αὐτῶν κατὰ τὴν Οὐολούσκων τε καὶ Αἰκανῶν ἐπιστρατείαν λῃστείαις τε καὶ καταδρομαῖς τῆς ὁμορούσης αὐτοῖς γῆς: ἕως δ᾽ ἂν τὰς παρ᾽ ἐκείνων λάβωσιν ἀποκρίσεις, στρατιὰν ὅσην δύνανται πλείστην καταγράφειν τοὺς ὑπάτους καὶ τοὺς συμμάχους πρεσβειῶν [p. 220] ἀποστολαῖς παρακαλεῖν σῖτόν τε καὶ ὅπλα καὶ χρήματα καὶ τἆλλα ὅσων ἔδει τῷ πολέμῳ διὰ πολυχειρίας παρασκευάσασθαι καὶ ἐν τάχει. [2] ὡς δ᾽ ἀπήγγειλαν αὐτοῖς ἀναστρέψαντες οἱ πρέσβεις ἃς παρὰ τῶν Ἑρνίκων ἔλαβον ἀποκρίσεις, ὅτι συνθήκας μὲν οὔ φασιν αὐτοῖς εἶναι πρὸς Ῥωμαίους κοινῇ γενομένας οὐδέποτε, τὰς δὲ πρὸς βασιλέα Ταρκύνιον ὁμολογίας αἰτιῶνται λελύσθαι τήν τ᾽ ἀρχὴν ἀφαιρεθέντος ἐκείνου καὶ τεθνηκότος ἐπὶ τῆς ξένης: εἰ δέ τινες ἁρπαγαὶ καὶ καταδρομαὶ τῆς χώρας ἐγένοντο διὰ λῃστηρίων, οὐκ ἀπὸ κοινῆς γνώμης γεγονέναι λέγουσιν, ἀλλ᾽ ἰδιωτῶν ἀδικήματα μετιόντων τὰ ἴδια, καὶ οὐδὲ τοὺς ταῦτα δράσαντας παρέχειν οἷοί τ᾽ εἰσὶν ἐπὶ δίκην, ἕτερα καὶ αὐτοὶ τοιαῦτα πεπονθέναι λέγοντες καὶ ἀντεγκαλοῦντες, [3] ἄσμενοί τ᾽ εἰσι δέχεσθαι τὸν πόλεμον. ταῦτα ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο νείμασθαι τὴν καταγραφεῖσαν ἐκ τῶν νεωτέρων στρατιὰν τριχῇ: τούτων δὲ τὴν μὲν μίαν ἄγοντα Γάϊον Ἀκύλλιον τὸν ὕπατον ὁμόσε τῇ Ἑρνίκων στρατιᾷ χωρεῖν: καὶ γὰρ ἐκεῖνοι ἤδη ἦσαν ἐν τοῖς ὅπλοις: τὴν δ᾽ ἑτέραν Τῖτον Σίκκιον ἐπὶ Οὐολούσκους ἄγειν, τὸν ἕτερον τῶν ὑπάτων, τὴν δὲ λοιπὴν τρίτην μερίδα παραλαβόντα Σπόριον Λάρκιον, ὃς ἦν ἀποδεδειγμένος ὑπὸ τῶν %5ὑπάτων ἔπαρχος τὴν ἔγγιστα τῆς πόλεως χώραν φυλάττειν: τοὺς δ᾽ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, ὅσοι δύναμιν εἶχον ἔτι βαστάζειν ὅπλα, ταχθέντας ὑπὸ σημαίαις τάς τ᾽ ἄκρας φρουρεῖν [p. 221] τῆς πόλεως καὶ τὰ τείχη, μή τις αἰφνίδιος πολεμίων γένηται ἔφοδος ἐξεστρατευμένης τῆς νεότητος ἀθρόας: ἡγεῖσθαι δὲ τῆς δυνάμεως ταύτης Αὖλον Σεμπρώνιον Ἀτρατῖνον, ἄνδρα τῶν ὑπατικῶν. ἐγίνετο δὲ ταῦτ᾽ οὐ διὰ μακροῦ.
Ἀκύλλιος μὲν οὖν ἅτερος τῶν ὑπάτων ἐν τῇ Πραινεστηνῶν χώρᾳ τὸν Ἑρνίκων στρατὸν ὑπομένοντα καταλαβὼν ἀντικατεστρατοπέδευσεν ὡς ἐδύνατο μάλιστ᾽ ἀγχοτάτω σταδίους ἀπὸ τῆς Ῥώμης ἀποσχὼν ὀλίγῳ πλείους διακοσίων: τρίτῃ δ᾽ ἀφ᾽ ἧς κατεστρατοπέδευσεν ἡμέρᾳ, προελθόντων ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων εἰς τὸ πεδίον ἐν τάξει καὶ τὰ σημεἶ ἀράντων τῆς μάχης, ἀντεξῆγε καὶ αὐτὸς τὴν δύναμιν ἐν κόσμῳ τε καὶ κατὰ τέλη. [2] ἐπεὶ δ᾽ ἀγχοῦ ἐγένοντο ἀλλήλων ἔθεον ἀλαλάξαντες ὁμόσε, πρῶτον μὲν οἱ ψιλοὶ σαυνίων τε βολαῖς καὶ τοξεύμασι καὶ λίθοις ἀπὸ σφενδόνης μαχόμενοι, καὶ πολλὰ τραύματα ἔδοσαν ἀλλήλοις: ἔπειτα ἱππεῖς ἱππεῦσι συρράττουσι κατ᾽ ἴλας ἐλαύνοντες καὶ τὸ πεζὸν τῷ πεζῷ κατὰ σπείρας μαχόμενον. ἔνθα δὴ καλὸς ἀγὼν ἦν ἐκθύμως ἀμφοτέρων ἀγωνιζομένων, καὶ μέχρι πολλοῦ διέμενον οὐδέτεροι τοῖς ἑτέροις τοῦ χωρίου, ἐν ᾧ ἐτάχθησαν, εἴκοντες. ἔπειτα ἡ Ῥωμαίων ἤρξατο κάμνειν φάλαγξ, οἷα διὰ πολλοῦ τοῦ μεταξὺ χρόνου τότε πρῶτον ἠναγκασμένη ὁμιλεῖν πολέμῳ. [3] τοῦτο συνιδὼν Ἀκύλλιος ἐκέλευσε τοὺς ἀκμῆτας ἔτι καὶ εἰς αὐτὸ τοῦτο φυλαττομένους [p. 222] ὑπὸ τὰ κάμνοντα τῆς φάλαγγος ὑπελθεῖν μέρη, τοὺς δὲ τραυματίας καὶ τοὺς ἀπειρηκότας ὀπίσω τῆς φάλαγγος ἀπιέναι. οἱ δ᾽ Ἕρνικες ὡς ἔμαθον κινουμένους αὐτῶν τοὺς λόχους φυγῆς τ᾽ ἄρχειν τοὺς Ῥωμαίους ὑπέλαβον, καὶ παρακελευσάμενοι ἀλλήλοις ἐμβάλλουσι πυκνοῖς τοῖς λόχοις εἰς τὰ κινούμενα τῶν πολεμίων μέρη, καὶ οἱ ἀκραιφνεῖς τῶν Ῥωμαίων ἐπιόντας αὐτοὺς δέχονται: καὶ ἦν αὖθις ἐξ ὑπαρχῆς ἀμφοτέρων ἐκθύμως ἀγωνιζομένων μάχη καρτερά: καὶ γὰρ καὶ οἱ τῶν Ἑρνίκων ἐξεπληροῦντο λόχοι τοῖς ἀκμῆσιν ὑποπεμπομένοις εἰς τὰ κάμνοντα ὑπὸ τῶν ἡγεμόνων. [4] ἐπειδὴ δὲ περὶ δείλην ὀψίαν ἦν ἤδη, παρακαλέσας τοὺς ἱππεῖς ὁ ὕπατος νυνὶ δὴ ἄνδρας ἀγαθοὺς γενέσθαι, ἐμβάλλει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας αὐτὸς ἡγούμενος τῆς ἴλης. οἱ δ᾽ ὀλίγον τινὰ δεξάμενοι χρόνον αὐτοὺς ἐγκλίνουσι, καὶ γίνεται φόνος ἐνταῦθα πολύς. τὸ μὲν οὖν δεξιὸν τῶν Ἑρνίκων κέρας ἐπόνει τ᾽ ἤδη καὶ ἐξέλειπε τὴν τάξιν, τὸ δ᾽ εὐώνυμον ἔτι ἀντεῖχε καὶ περιῆν τοῦ Ῥωμαίων δεξιοῦ: μετ᾽ ὀλίγον μέντοι καὶ τοῦτ᾽ ἐνέδωκεν. [5] ὁ γὰρ Ἀκύλλιος τοὺς ἀρίστους τῶν νέων ἐπαγόμενος παρεβοήθει κἀκεῖ παραθαρρύνων τε καὶ ἐξ ὀνόματος ἀνακαλῶν τοὺς εἰωθότας ἐν ταῖς πρὶν ἀριστεύειν μάχαις, τά τε σημεῖα τῶν λόχων, ὅσοι μὴ ἐρρωμένως ἐδόκουν ἀμύνεσθαι, παρὰ τῶν σημειοφόρων ἁρπάζων εἰς μέσους ἐρρίπτει τοὺς πολεμίους, ἵνα τὸ δέος αὐτοὺς τῆς ἐννόμου τιμωρίας, εἰ μὴ ἀνασώσαιντο τὰς σημαίας, ἄνδρας ἀγαθοὺς εἶναι [p. 223] ἀναγκάσῃ: τῷ τε κάμνοντι αὐτὸς παρεβοήθει μέρει ἀεί, τέως ἐξέωσε τῆς στάσεως καὶ θάτερον κέρας. ψιλωθέντων δὲ τῶν ἄκρων οὐδὲ τὰ μέσα παρέμεινε. [6] φυγὴ δὴ τῶν Ἑρνίκων τὸ μετὰ τοῦτ᾽ ἐγίνετο ἐπὶ τὸν χάρακα τεταραγμένη τε καὶ ἄκοσμος, καὶ οἱ Ῥωμαῖοι αὐτοῖς κτείνοντες ἠκολούθουν. τοσαύτη δ᾽ ἄρα προθυμία παρὰ τὸν τότ᾽ ἀγῶνα τῇ Ῥωμαίων στρατιᾷ ἐνέπεσεν, ὥστε καὶ τοῦ χάρακος τῶν πολεμίων πειρᾶσθαί τινας ἐπιβαίνειν ὡς ἐξ ἐφόδου χειρωσομένους: ὧν οὐκ ἀσφαλῆ τὴν προθυμίαν οὐδ᾽ ἐν τῷ συμφέροντι γιγνομένην ὁρῶν ὁ ὕπατος, σημαίνειν κελεύσας τὸ ἀνακλητικὸν κατεβίβασε τοὺς ὁμόσε χωροῦντας ἄκοντας ἀπὸ τῶν ἐρυμάτων, δείσας, μὴ ἐξ ὑπερδεξιῶν βαλλόμενοι σὺν αἰσχύνῃ τε καὶ μετὰ μεγάλης βλάβης ἀναγκασθῶσιν ὑποχωρεῖν, ἔπειτα καὶ τὴν ἐκ τῆς προτέρας νίκης εὔκλειαν ἀφανίσωσι. τότε μὲν οὖν ἤδη καὶ γὰρ ἦν περὶ δύσιν ἡλίου: χαίροντές τε καὶ παιανίζοντες οἱ Ῥωμαῖοι κατεστρατοπέδευσαν.
τῇ δ᾽ ἐπιούσῃ νυκτὶ ψόφος τ᾽ ἠκούετο πολὺς ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων καὶ βοή, καὶ πολλὰ ἐφαίνετο σέλα λαμπάδων. ἀπογνόντες γὰρ ἔτι ἀνθέξειν ἑτέρᾳ μάχῃ καταλιπεῖν τὸν χάρακα ἔγνωσαν αὐτοκέλευστοι: καὶ τὸ ποιῆσαν αὐτῶν τὴν ἀταξίαν καὶ βοὴν τοῦτ᾽ ἦν. ὡς γὰρ ἕκαστοι δυνάμεως εἶχον καὶ τάχους, ἔφευγον ἐπιβοῶντές τ᾽ ἀλλήλους καὶ ἐπιβοώμενοι, τῶν δ᾽ ὑπολειπομένων διὰ τραύματα ἢ νόσους [p. 224] [2] οἰμωγὰς καὶ λιτανείας ἐν οὐδενὶ λόγῳ τιθέμενοι. τοῦτ ἀγνοοῦντες οἱ Ῥωμαῖοι, πεπυσμένοι δὲ παρὰ τῶν αἰχμαλώτων πρότερον, ὅτι δύναμις Ἑρνίκων ἑτέρα μέλλοι βοηθὸς ἥξειν τοῖς σφετέροις, καὶ τὴν βοήν τε καὶ ταραχὴν ἐπὶ τῇ ἐκείνων ἀφίξει γεγονέναι νομίζοντες, τά τ᾽ ὅπλα ἀνέλαβον καὶ τὸν χάρακα περιστεφανώσαντες, μή τις ἔφοδος αὐτοῖς γένοιτο νύκτωρ, τοτὲ μὲν ὅπλων κτύπον ἐποίουν ἀθρόοι, τοτὲ δ᾽ ὥσπερ εἰς μάχην ὁρμώμενοι θαμινὰ ἐπηλάλαζον. τοῖς δ᾽ Ἕρνιξι καὶ ταῦτα δέος μέγα παρεῖχε, καὶ ὡς διωκόμενοι πρὸς τῶν πολεμίων σποράδες ἄλλοι κατ᾽ ἄλλας ὁδοὺς ἔθεον. [3] ἡμέρας δὲ γενομένης, ἐπειδὴ ἀπήγγειλαν αὐτοῖς οἱ πεμφθέντες ἐπὶ τὴν κατασκοπὴν ἱππεῖς, ὡς οὔτε δύναμις ἑτέρα παρῄει σύμμαχος τοῖς πολεμίοις, οἵ τε τῇ προτέρᾳ παραταξάμενοι μάχῃ πεφεύγασιν, ἐξαγαγὼν τὴν δύναμιν ὁ Ἀκύλλιος τόν τε χάρακα τῶν πολεμίων αἱρεῖ μεστὸν ὄντα ὑποζυγίων τε καὶ ἀγορᾶς καὶ ὅπλων, καὶ τοὺς τραυματίας αὐτῶν οὐκ ἐλάττους ὄντας τῶν πεφευγότων λαμβάνει, τήν τε ἵππον ἐκπέμψας ἐπὶ τοὺς ἐσκεδασμένους ἀνὰ τὰς ὁδούς τε καὶ τὰς ὕλας πολλῶν γίνεται σωμάτων ἐγκρατής: καὶ τὸ λοιπὸν ἤδη τὴν Ἑρνίκων γῆν ἐπῄει λεηλατῶν ἀδεῶς, οὐδενὸς ἔτι ὑπομένοντος εἰς χεῖρας ἰέναι. ταῦτα μὲν Ἀκύλλιος ἔδρασεν.
ὁ δ᾽ ἕτερος τῶν ὑπάτων Τῖτος Σίκκιος, ὁ πεμφθεὶς ἐπὶ Οὐολούσκους, ὅσον ἦν κράτιστον τῆς δυνάμεως μέρος ἀναλαβὼν εἰς τὴν Οὐελιτρανῶν χώραν [p. 225] εἰσέβαλεν. ἐνταῦθα γὰρ ἦν Τύλλος Ἄττιος ὁ τῶν Οὐολούσκων ἡγεμὼν τὴν ἀκμαιοτάτην συσκευασάμενος στρατιάν, γνώμην ἔχων τὰ συμμαχικὰ Ῥωμαίων κακῶσαι πρῶτον, ὥσπερ ὁ Μάρκιος ἔδρασεν, ὅτ᾽ ἤρχετο τοῦ πολέμου, δόξας ἐν τῷ αὐτῷ φόβῳ Ῥωμαίους ἔτι διαμένειν καὶ μηδεμίαν τοῖς ὑπὲρ αὐτῶν κινδυνεύουσι πέμψειν ἐπικουρίαν. ὡς δ᾽ ὤφθησάν τε καὶ εἶδον ἀλλήλας αἱ δυνάμεις, οὐδὲν ἔτι ἀναβαλόμεναι συνῄεσαν εἰς ταὐτόν. [2] ἦν δ᾽ ὁ χῶρος ὁ μεταξὺ τῶν στρατοπέδων, ἐν ᾧ τὴν μάχην ἔδει γενέσθαι, λόφος πετρώδης πολλαχῇ περικατεαγώς, ἔνθα οὐδετέροις ἡ ἵππος ἔμελλεν ἔσεσθαι χρησίμη. μαθόντες δὲ τοῦθ᾽ οἱ τῶν Ῥωμαίων ἱππεῖς καὶ ἐν αἰσχύνῃ θέμενοι, εἰ παρόντες τῷ ἀγῶνι μηδὲν προσωφελήσουσιν, ἐδέοντο τοῦ ὑπάτου προσελθόντες ἀθρόοι, ἐᾶσαι σφᾶς καταβάντας ἀπὸ τῶν ἵππων μάχεσθαι πεζούς, εἰ τοῦτ᾽ αὐτῷ δοκεῖ κράτιστον εἶναι. [3] κἀκεῖνος πολλὰ ἐπαινέσας αὐτοὺς καταβιβάζει τ᾽ ἀπὸ τῶν ἵππων, καὶ σὺν ἑαυτῷ τεταγμένους εἶχεν ἐπισκόπους τε καὶ ἐπανορθωτὰς τοῦ κάμνοντος ἐσομένους: καὶ ἐγένοντο τῆς τότε νίκης λαμπρᾶς σφόδρα γενομένης οὗτοι Ῥωμαίοις αἴτιοι. τὸ μὲν γὰρ πεζὸν ἀμφοτέρων πλήθει τ᾽ ἀνθρώπων ὡς μάλιστα ἦν καὶ ὁπλισμοῖς ὁμοιότροπον, τάξεώς τε κόσμῳ καὶ μάχης ἐμπειρίᾳ κατά τ᾽ ἐπαγωγὰς καὶ ὑποχωρήσεις πληγάς τ᾽ αὖ καὶ φυλακὰς παραπλήσιον. [4] μετέμαθον γὰρ οἱ Οὐολοῦσκοι πάντα τὰ πολέμια, ἐξ οὗ Μάρκιον ἔσχον [p. 226] ἡγεμόνα, καὶ εἰς τὰ Ῥωμαίων προσεχώρησαν ἔθη. διέμενον οὖν ἐπὶ πλεῖστον χρόνον τῆς ἡμέρας ἀγχωμάλως αἱ φάλαγγες ἀγωνιζόμεναι, καὶ ἡ τοῦ χωρίου φύσις ἀνώμαλος οὖσα ἑκατέροις πολλὰ εἰς τὸ πλεονεκτεῖν κατ᾽ ἀλλήλων παρείχετο. οἱ δ᾽ ἱππεῖς τῶν Ῥωμαίων διχῇ νείμαντες ἑαυτούς, οἱ μὲν κατὰ τὰ πλάγια τῶν πολεμίων ἀπὸ τοῦ δεξιοῦ κέρως ἐμβάλλουσιν, οἱ δὲ περιελθόντες διὰ τοῦ λόφου τοῖς κατόπιν ἐπιρράττουσιν. [5] ἔπειθ᾽ οἱ μὲν εἰσακοντίζοντες τὰς λόγχας, οἱ δὲ τοὺς ὁμόσε χωροῦντας τοῖς ἱππικοῖς ξίφεσι μακροτέροις οὖσι κατὰ βραχιόνων παίοντες καὶ παρὰ τὰς ἀγκύλας καταφέροντες, πολλῶν μὲν τὰς ἀμυνομένας, ἢ σκεπούσας τὰ σώματα χεῖρας αὐτοῖς σκεπάσμασί τε καὶ ἀμυντηρίοις ἀπέκοπτον, πολλοὺς δὲ γονάτων τε καὶ ἀστραγάλων πληγαῖς βαθείαις ἀπὸ κρατίστης βάσεως ἐρρίπτουν ἡμιθανεῖς. [6] περιειστήκει τε πάντοθεν τοῖς Οὐολούσκοις τὸ δεινόν: ἐκ μὲν γὰρ τῶν κατὰ πρόσωπον οἱ πεζοὶ αὐτοῖς ἐνέκειντο, ἐκ δὲ τῶν πλαγίων τε καὶ τῶν κατόπιν οἱ ἱππεῖς, ὥστε ὑπὲρ δύναμιν ἀγαθοὶ γενόμενοι καὶ πολλὰ ἔργα τόλμης τε καὶ ἐμπειρίας ἀποδειξάμενοι, μικροῦ δεῖν πάντες οἱ τὸ δεξιὸν κέρας ἔχοντες κατεκόπησαν. οἱ δ᾽ ἐν μέσῃ τε τῇ φάλαγγι τεταγμένοι καὶ ἐπὶ τοῦ ἑτέρου κέρως ἐπειδὴ τὸ δεξιόν τε παρερρηγμένον εἶδον καὶ τὸν αὐτὸν τρόπον ἐπιόντας σφίσι τοὺς τῶν Ῥωμαίων ἱππεῖς, ἐξελίξαντες τοὺς λόχους βάδην ἀπεχώρουν ἐπὶ τὸν χάρακα, καὶ οἱ τῶν Ῥωμαίων [p. 227] [7] ἱππεῖς ἐν τάξει ἠκολούθουν. ἐπεὶ δὲ πρὸς τῷ ἐρύματι ἦσαν, ἑτέρα γίνεται μάχη τῶν ἱππέων ἐπιβαινόντων τοῖς περισταυρώμασι κατὰ πολλὰ μέρη τοῦ χάρακος ὀξεῖα καὶ παλίντροπος. πονουμένων δὲ τῶν Ῥωμαίων ὁ ὕπατος κελεύσας τοῖς πεζοῖς ὕλην προσενέγκαντας ἀποχῶσαι τὰς τάφρους, πρῶτος ἐχώρει κατὰ τὸ ἐπίβατον ἔχων τοὺς ἀρίστους τῶν ἱππέων ἐπὶ τὰς ἐχυρωτάτας τοῦ χάρακος πύλας: ἀναστείλας δὲ τοὺς πρὸ αὐτῶν μαχομένους καὶ τοὺς καταρράκτας τῶν πυλῶν διακόψας ἐντὸς ἐγεγόνει τῶν ἐρυμάτων, καὶ τοὺς ἐπιόντας τῶν σφετέρων πεζῶν ἐδέχετο. [8] Τύλλος δ᾽ Ἄττιος ἔχων τοὺς ἐρρωμενεστάτους καὶ εὐτολμοτάτους Οὐολούσκων ὁμόσε αὐτῷ χωρεῖ καὶ πολλὰ ἔργα γενναῖα ἀποδειξάμενος: ἦν γὰρ ἀγωνιστὴς μὲν πολέμων σφόδρ᾽ ἄλκιμος, στρατηγῆσαι δ᾽ οὐχ ἱκανός: ὑπὸ κόπου τε καὶ πλήθους τραυμάτων καταπονηθεὶς ἀποθνήσκει. τῶν δ᾽ ἄλλων Οὐολούσκων, ἐπειδὴ ὁ χάραξ ἡλίσκετο, οἱ μὲν ἀγωνιζόμενοι κατεκόπησαν, οἱ δὲ τὰ ὅπλα ῥίψαντες πρὸς ἱκεσίας τῶν κεκρατηκότων ἐτράποντο, ὀλίγοι δέ τινες ἐπὶ τὰ οἰκεῖα φεύγοντες ἀπεσώθησαν. [9] ἀφικομένων δ᾽ εἰς τὴν Ῥώμην ἀγγέλων, οὓς ἀπέστειλαν οἱ ὕπατοι, μεγίστη χαρὰ τὸν δῆμον κατέσχε, καὶ αὐτίκα τοῖς μὲν θεοῖς χαριστηρίους ἐψηφίσαντο θυσίας, τοῖς δ᾽ ὑπάτοις τὴν τῶν θριάμβων τιμὴν προσέθεσαν. οὐ μέντοι τὴν αὐτήν γ᾽ ἀμφοτέροις: ἀλλὰ Σικκίῳ μέν, ἐπειδὴ φόβου μείζονος ἠλευθερωκέναι ἐδόκει τὴν πόλιν [p. 228] τὸν Οὐολούσκων ὑβριστὴν καθελὼν στρατὸν καὶ τὸν ἡγεμόνα αὐτῶν ἀποκτείνας τὴν μείζονα πομπὴν ἐψηφίσαντο: καὶ εἰσήλασεν ὁ ἀνὴρ ἄγων τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους καὶ τὴν συναγωνισαμένην δύναμιν ἅρματι παρεμβεβηκὼς χρυσοχαλίνων ἵππων τὴν βασιλικὴν ἠμφιεσμένος ἐσθῆτα, ὡς περὶ τοὺς μείζονας θριάμβους νόμος. Ἀκυλλίῳ δὲ τὸν ἐλάττονα θρίαμβον ἀπέδοσαν, ὃν αὐτοὶ καλοῦσιν οὐαστήν: δεδήλωται δέ μοι διὰ τῶν προτέρων, ἣν ἔχει διαφορὰν οὗτος πρὸς τὸν μείζονα: [10] καὶ εἰσῆλθεν ὁ ἀνὴρ πεζὸς τὰ λοιπὰ τῆς πομπῆς ἐπαγόμενος. καὶ τὸ ἔτος τοῦτο ἐτελεύτα.
οἱ δὲ παρὰ τούτων τὴν ὑπατείαν παραλαβόντες Πόπλιος Οὐεργίνιος καὶ Σπόριος Κάσσιος τρίτον τότ᾽ ἀποδειχθεὶς ὕπατος, τάς τε πολιτικὰς καὶ τὰς συμμαχικὰς ἀναλαβόντες δυνάμεις ἐξῆγον εἰς τὴν ὕπαιθρον, Οὐεργίνιος μὲν ἐπὶ τὰς Αἰκανῶν πόλεις, Κάσσιος δ᾽ ἐπὶ τὰς Ἑρνίκων τε καὶ Οὐολούσκων, κλήρῳ διαλαχόντες τὰς ἐξόδους. Αἰκανοὶ μὲν οὖν ὀχυρώσαντες τὰς πόλεις καὶ τὰ πλείστου ἄξια ἐκ τῶν ἀγρῶν ἀνασκευασάμενοι τήν τε γῆν περιεώρων δῃουμένην καὶ τὰς αὐλὰς ἐμπιμπραμένας, ὥστε κατὰ πολλὴν εὐπέτειαν ὁ Οὐεργίνιος ὅσην ἐδύνατο πλείστην αὐτῶν γῆν κείρας τε καὶ λωβησάμενος, ἐπειδὴ οὐδεὶς ὑπὲρ αὐτῆς ἐξῄει μαχούμενος ἀπῆγε τὴν στρατιάν. [2] Οὐολοῦσκοι δὲ καὶ Ἕρνικες, ἐφ᾽ οὓς ὁ Κάσσιος ἐστράτευσε, γνώμην μὲν ἐποιήσαντο δῃουμένης τῆς χώρας [p. 229] περιορᾶν καὶ συνέφυγον εἰς τὰς πόλεις: οὐ μὴν ἔμεινάν γ᾽ ἐν τοῖς ἐγνωσμένοις χώρας τ᾽ ἀγαθῆς κειρομένης, ἣν οὐ ῥᾳδίως ἀνακτήσεσθαι ἔτι ἤλπισαν, οἴκτῳ ὑπαχθέντες, καὶ τοῖς ἐρύμασιν οὐ σφόδρα ἐχυροῖς οὖσιν, εἰς ἃ κατεπεφεύγεσαν, ἀπιστοῦντες, ἀλλὰ πρέσβεις ἀπέστειλαν πρὸς τὸν ὕπατον ὑπὲρ καταλύσεως τοῦ πολέμου δεησομένους: Οὐολοῦσκοι μὲν πρότεροι, καὶ θᾶττον οὗτοι τῆς εἰρήνης ἔτυχον ἀργύριόν τε δόντες, ὅσον αὐτοῖς ὁ ὕπατος ἔταξε, καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, πάντα ὑπηρετήσαντες: καὶ οὗτοι μὲν ὑπήκοοι Ῥωμαίοις ἔσεσθαι ὡμολόγησαν οὐθενὸς ἔτι μεταποιούμενοι τῶν ἴσων. [3] Ἕρνικες δ᾽ ὕστεροι, ἐπειδὴ μεμονωμένους ἑαυτοὺς εἶδον, ὑπὲρ εἰρήνης τε καὶ φιλίας διελέγοντο πρὸς τὸν ὕπατον. ὁ δὲ Κάσσιος πολλὴν κατηγορίαν πρὸς τοὺς πρέσβεις κατ᾽ αὐτῶν διαθέμενος πρῶτον ἔφη δεῖν αὐτοὺς τὰ τῶν κεκρατημένων τε καὶ ὑπηκόων ποιήσαντας, τότε διαλέγεσθαι περὶ φιλίας: τῶν δὲ πρεσβευτῶν εἰπόντων ποιήσειν τὰ δυνατὰ καὶ μέτρια ἐκέλευσεν αὐτοῖς ἀργύριόν τε, ὃ κατ᾽ ἄνδρα τοῖς στρατιώταις εἰς ὀψωνιασμὸν ἔθος ἦν ἓξ μηνῶν δίδοσθαι καὶ διὰ μηνὸς τροφὰς ἀποφέρειν. [4] ἕως δ᾽ [p. 230] ἂν ταῦτ᾽ εὐπορήσωσι, τάξας τινὰ χρόνον ἡμερῶν ἀνοχὰς αὐτοῖς ἐδίδου τοῦ πολέμου. ὑπηρετησάντων δ᾽ αὐτοῖς ἅπαντα τῶν Ἑρνίκων διὰ τάχους καὶ μετὰ προθυμίας, καὶ τοὺς περὶ τῆς φιλίας διαλεξομένους ἀποστειλάντων αὖθις, ἐπαινέσας αὐτοὺς ὁ Κάσσιος ἀνέπεμψεν ἐπὶ τὴν βουλήν. τοῖς δ᾽ ἐκ τοῦ συνεδρίου πολλὰ βουλευσαμένοις ἔδοξε δέχεσθαι μὲν τοὺς ἄνδρας εἰς φιλίαν, ἐφ᾽ οἷς δὲ γενήσονται δικαίοις αἱ πρὸς αὐτοὺς συνθῆκαι, Κάσσιον τὸν ὕπατον γνῶναί τε καὶ στῆσαι, ὅ τι δ᾽ ἂν ἐκείνῳ δόξῃ, τοῦτ᾽ εἶναι σφίσι κύριον.
ταῦτα τῆς βουλῆς ψηφισαμένης ἀναστρέψας εἰς τὴν πόλιν ὁ Κάσσιος θρίαμβον κατάγειν ἠξίου δεύτερον ὡς τὰ μέγιστα τῶν ἐθνῶν κεχειρωμένος, χάριτι μᾶλλον ἁρπάζων τὸ τίμιον ἢ τῷ δικαίῳ λαμβάνων, ὃς οὔτε πόλεις κατὰ κράτος ἑλὼν ἐκ τειχομαχίας, οὔτ᾽ ἐν ὑπαίθρῳ μάχῃ στρατιὰν πολεμίων τρεψάμενος αἰχμάλωτα καὶ σκῦλα, οἷς κοσμεῖται θρίαμβος, ἔμελλε κατάγειν. τοιγάρτοι δόξαν αὐθαδείας καὶ τοῦ μηδὲν ἔτι τῶν ὁμοίων τοῖς ἄλλοις φρονεῖν τοῦτο τὸ ἔργον αὐτῷ πρῶτον φθόνον ἤνεγκε. [2] διαπραξάμενος δὲ τὸν θρίαμβον αὑτῷ δοθῆναι τὰς πρὸς Ἕρνικας ἐξήνεγκεν ὁμολογίας: αὗται δ᾽ ἦσαν ἀντίγραφοι τῶν πρὸς Λατίνους γενομένων, ἐφ᾽ αἷς πάνυ ἤχθοντο οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι καὶ δι᾽ ὑποψίας αὐτὸν ἐλάμβανον οὐκ ἀξιοῦντες τῆς ἴσης τιμῆς [p. 231] τοῖς συγγενέσι Λατίνοις τοὺς ἀλλοεθνεῖς Ἕρνικας τυγχάνειν, οὐδὲ τοῖς πολλὰ εὐνοίας ἔργα ἐπιδειξαμένοις τοὺς μηδ᾽ ὁτιοῦν ἀγαθὸν δεδρακότας τῶν αὐτῶν φιλανθρώπων μετέχειν, τῇ τε ὑπεροψίᾳ τοῦ ἀνδρὸς ἀχθόμενοι, ὃς ὑπὸ τῆς βουλῆς τιμηθεὶς οὐκ ἀντετίμησεν αὐτὴν τοῖς ἴσοις, οὐδὲ μετὰ κοινῆς γνώμης τῶν συνέδρων, ἀλλ᾽ ὡς αὐτῷ ἐδόκει γράψας ἐξήνεγκε τὰς ὁμολογίας. [3] ἦν τ᾽ ἄρα τὸ ἐν πολλοῖς εὐτυχεῖν σφαλερὸν ἀνθρώπῳ χρῆμα καὶ ἀσύμφορον: αὐχήματός τε γὰρ ἀνοήτου πολλοῖς αἴτιον γενόμενον λανθάνει καὶ ἐπιθυμιῶν ἀρχηγὸν ἐκβαινουσῶν τὴν ἀνθρωπίνην φύσιν: ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη. τρισὶ γὰρ ὑπατείαις καὶ δυσὶ θριάμβοις μόνος τῶν τότε ἀνθρώπων ὑπὸ τῆς πόλεως τετιμημένος σεμνότερον ἑαυτὸν ἦγε καὶ μοναρχικῆς ἐξουσίας ἐλάμβανε πόθον: ἐνθυμούμενος δ᾽ ὅτι τοῖς βασιλείας ἢ τυραννίδος ἐφιεμένοις ῥᾴστη τε καὶ ἀσφαλεστάτη πασῶν ἐστιν ὁδὸς ἡ τὸ πλῆθος εὐεργεσίαις τισὶν ὑπαγομένη καὶ ἐκ τῶν χειρῶν τοῦ διδόντος τὰ κοινὰ σιτεῖσθαι ἐθίζουσα, ταύτην ἐτράπετο: καὶ αὐτίκα οὐθενὶ προειπών: ἦν γάρ τις χώρα δημοσία πολλὴ παρημελημένη τε καὶ ὑπὸ τῶν εὐπορωτάτων κατεχομένη, ταύτην ἔγνω τῷ δήμῳ διανέμειν. [4] καὶ εἰ μὲν ἄχρι τοῦδ᾽ ἐλθὼν ἠρκέσθη, τάχ᾽ ἂν αὐτῷ κατὰ νοῦν τὸ ἔργον ἐχώρησε: νῦν δὲ πλειόνων ὀρεγόμενος στάσιν οὐ μικρὰν ἤγειρεν, ἐξ ἧς οὐκ εὐτυχὲς τὸ τέλος αὐτῷ συνέβη. Λατίνους τε γὰρ ἠξίου τῇ καταγραφῇ τῆς χώρας συμπεριλαμβάνειν καὶ τοὺς νεωστὶ [p. 232] προσληφθέντας εἰς τὴν πολιτείαν Ἕρνικας οἰκεῖα ἑαυτῷ παρασκευάσας τὰ ἔθνη.
ταῦτα διανοηθεὶς τῇ μετὰ τὸν θρίαμβον ἡμέρᾳ συνεκάλεσε τὸ πλῆθος εἰς ἐκκλησίαν: καὶ παρελθὼν ἐπὶ τὸ βῆμα, ὡς ἔθος ἐστὶ ποιεῖν τοῖς τεθριαμβευκόσι, πρῶτον μὲν ἀπέδωκε τὸν ὑπὲρ τῶν πραχθέντων αὐτῷ λόγον, οὗ κεφάλαια ἦν ταῦτα: [2] ὅτι τῆς μὲν πρώτης ὑπατείας τυχὼν τὸ Σαβίνων ἔθνος ἀντιποιούμενον τῆς ἡγεμονίας μάχῃ νικήσας ὑπήκοον ἠνάγκασε Ῥωμαίοις γενέσθαι: ἀποδειχθεὶς δὲ τὸ δεύτερον ὕπατος τὴν ἐμφύλιον ἔπαυσε τῆς πόλεως στάσιν καὶ κατήγαγε τὸν δῆμον εἰς τὴν πατρίδα, Λατίνους δὲ συγγενεῖς μὲν ὄντας τῆς Ῥωμαίων πόλεως, ἀεὶ δὲ τῆς ἡγεμονίας καὶ τῆς δόξης αὐτῇ φθονοῦντας, εἰς φιλότητα συνήγαγε τῆς ἰσοπολιτείας μεταδούς, ὥστε μηκέτι ἀντίπαλον, ἀλλὰ πατρίδα τὴν Ῥώμην νομίζειν. [3] τρίτον δὲ καταστὰς ἐπὶ τὴν αὐτὴν ἀρχὴν Οὐολούσκους τ᾽ ἠνάγκασε φίλους ἀντὶ πολεμίων γενέσθαι καὶ τὸ Ἑρνίκων ἔθνος μέγα τε καὶ ἄλκιμον καὶ πλησίον σφῶν κείμενον βλάπτειν τε καὶ ὠφελεῖν τὰ μέγιστα ἱκανώτατον ἑκούσιον ὑπηγάγετο. [4] ταῦτά τε δὴ καὶ τὰ ὅμοια τούτοις διεξελθὼν ἠξίου τὸν δῆμον ἑαυτῷ προσέχειν τὸν νοῦν, ὡς παρὰ πάντας τοὺς ἄλλους πρόνοιαν ἔχοντι τοῦ κοινοῦ καὶ εἰς τὸν λοιπὸν ἕξοντι χρόνον. [p. 233] τελευτῶν δὲ τοῦ λόγου τοσαῦτ᾽ ἔφη καὶ τηλικαῦτ᾽ ἀγαθὰ ποιήσειν τὸν δῆμον, ὥστε πάντας ὑπερβαλέσθαι τοὺς ἐπαινουμένους ἐπὶ τῷ φιλεῖν καὶ σώζειν τὸ δημοτικόν: καὶ ταῦτ᾽ ἔφη ποιήσειν οὐκ εἰς μακράν. [5] διαλύσας δὲ τὴν ἐκκλησίαν καὶ χρόνον οὐδὲ ἀκαριαῖον διαλιπὼν τῇ κατόπιν ἡμέρᾳ συνεκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ὀρθὴν καὶ περίφοβον οὖσαν ἐπὶ τοῖς ῥηθεῖσιν ὑπ᾽ αὐτοῦ λόγοις: καὶ πρὶν ἑτέρου τινὸς ἄρξασθαι λόγου τὴν ἀπόρρητον ἐν τῷ δήμῳ φυλαχθεῖσαν γνώμην εἰς μέσον ἔφερεν, ἀξιῶν τοὺς βουλευτάς, ἐπειδὴ πολλὰ ὁ δῆμος τῇ πόλει χρήσιμος γέγονε τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δ᾽ εἰς τὸ ἑτέρων ἄρχειν συλλαβόμενος, πρόνοιαν αὐτοῦ ποιήσασθαι, τήν τε χώραν αὐτῷ νείμαντας, ὅση πολέμῳ κρατηθεῖσα λόγῳ μὲν ἦν δημοσία, ἔργῳ δὲ τῶν ἀναιδεστάτων τε καὶ σὺν οὐδενὶ δικαίῳ κατεσχηκότων πατρικίων, καὶ τῆς ὑπὸ Γέλωνος τοῦ Σικελίας τυράννου πεμφθείσης σφίσι δωρεᾶς σιτικῆς, ἣν προῖκα δέον ἅπαντας διανείμασθαι τοὺς πολίτας ὠνητὴν ἐλάμβανον οἱ πένητες, ἀποδοθῆναι τὰς τιμὰς τοῖς ὠνησαμένοις ἐξ ὧν εἶχε τὸ κοινὸν χρημάτων.
εὐθὺς μὲν οὖν ἔτι λέγοντος αὐτοῦ θόρυβος ἦν πολύς, ἀχθομένων ἁπάντων καὶ οὐχ ὑπομενόντων τὸν λόγον. ἐπειδὴ δ᾽ ἐπαύσατο ὅ τε συνύπατος αὐτοῦ Οὐεργίνιος πολλὴν ἐποιήσατο κατηγορίαν ὡς στάσιν εἰσάγοντος, καὶ τῶν ἄλλων βουλευτῶν οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι, μάλιστα δ᾽ Ἄππιος Κλαύδιος: καὶ μέχρι πολλῆς ὥρας ἠγριωμένοι τε καὶ τὰ [p. 234] αἴσχιστα κατ᾽ ἀλλήλων ὀνείδη λέγοντες οὗτοι διετέλεσαν. [2] ταῖς δὲ κατόπιν ἡμέραις ὁ μὲν Κάσσιος ἐκκλησίας συνεχεῖς ποιούμενος ἐξεδημαγώγει τὸ πλῆθος, καὶ τοὺς ὑπὲρ τῆς κληρουχίας λόγους εἰσέφερε, καὶ πολὺς ἦν ἐν ταῖς κατηγορίαις τῶν ἀντιπραττόντων. ὁ δ᾽ Οὐεργίνιος τὴν βουλὴν ὁσημέραι συνάγων μετὰ κοινῆς γνώμης τῶν πατρικίων ἀντιπαρεσκευάζετο φυλακάς τε καὶ κωλύσεις νομίμους. [3] καὶ ἦν στῖφος ἑκατέρῳ τῶν παρακολουθούντων τε καὶ φυλακὴν τῷ σώματι παρεχόντων πολύ: τὸ μὲν ἄπορον καὶ ῥυπαρὸν καὶ πάντα τολμᾶν πρόχειρον ὑπὸ τῷ Κασσίῳ τεταγμένον, τὸ δ᾽ εὐγενέστατόν τε καὶ καθαρώτατον ὑπὸ τῷ Οὐεργινίῳ. [4] τέως μὲν οὖν τὸ χεῖρον ἐν ταῖς ἐκκλησίαις ἐπεκράτει μακρῷ θατέρου προὔχον, ἔπειτα ἰσόρροπον ἐγένετο προσνειμάντων ἑαυτοὺς τῶν δημάρχων τῇ κρείττονι μοίρᾳ: τάχα μὲν καὶ διὰ τὸ μὴ δοκεῖν ἄμεινον εἶναι τῇ πόλει δεκασμοῖς τ᾽ ἀργυρίου καὶ διανομαῖς τῶν δημοσίων διαφθειρόμενον τὸ πλῆθος ἀργὸν καὶ πονηρὸν εἶναι, τάχα δὲ καὶ διὰ τὸν φθόνον, ὅτι τῆς φιλανθρωπίας ταύτης οὐκ αὐτοὶ ἦρξαν οἱ τοῦ δήμου προεστηκότες, ἀλλ᾽ ἕτερος: οὐθὲν δὲ κωλύει καὶ διὰ τοῦτο τὸ δέος, ὃ πρὸς τὴν αὔξησιν τοῦ ἀνδρὸς ἐλάμβανον μείζονα γενομένην ἢ τῇ πόλει συνέφερεν. [5] ἀντέλεγον οὖν ἤδη κατὰ κράτος ἐν ταῖς ἐκκλησίαις οὗτοι [p. 235] πρὸς τοὺς εἰσφερομένους ὑπὸ τοῦ Κασσίου νόμους διδάσκοντες τὸν δῆμον, ὡς οὐκ εἴη δίκαιον, ἃ διὰ πολλῶν ἐκτήσατο πολέμων, ταῦτα μὴ Ῥωμαίους νείμασθαι μόνους, ἀλλὰ καὶ Λατίνους αὐτοῖς ἰσομοιρεῖν τοὺς μὴ παραγενομένους τοῖς πολέμοις, καὶ τοὺς νεωστὶ προσελθόντας πρὸς τὴν φιλίαν Ἕρνικας, οἷς ἀγαπητὸν ἦν πολέμῳ προσαχθεῖσι τὸ μὴ τὴν ἑαυτῶν ἀφαιρεθῆναι χώραν. [6] ὁ δὲ δῆμος ἀκούων τοτὲ μὲν τοῖς τῶν δημάρχων προσετίθετο λόγοις ἐνθυμούμενος, ὅτι μικρόν τι καὶ οὐκ ἄξιον ἔσται λόγου τὸ ἐκ τῆς δημοσίας γῆς ἐσόμενον ἑκάστῳ λάχος, εἰ μεθ᾽ Ἑρνίκων τε καὶ Λατίνων αὐτὴν νεμήσονται, τοτὲ δ᾽ ὑπὸ τοῦ Κασσίου μετεπείθετο δημαγωγοῦντος, ὡς προδιδόντων αὐτοὺς τοῖς πατρικίοις τῶν δημάρχων καὶ πρόφασιν ποιουμένων τῆς κωλύσεως εὐπρεπῆ τὴν Ἑρνίκων τε καὶ Λατίνων ἰσομοιρίαν, ἣν αὐτὸς ἔφη νόμῳ περιλαβεῖν ἰσχύος τῶν πενήτων ἕνεκα καὶ εἴ τις ἀφαιρεῖσθαί ποτε αὐτοὺς ἀξιώσαι τὰ δοθέντα κωλῦσαι, κρεῖττον ἡγούμενος εἶναι καὶ ἀσφαλέστερον τοῖς πολλοῖς μικρὰ λαβοῦσιν ὁμοίως ἔχειν ἢ πολλὰ ἐλπίσασιν ἁπάντων ἀποτυχεῖν.
τούτοις δὴ τοῖς λόγοις τοῦ Κασσίου θαμινὰ μεταπείθοντος ἐν ταῖς ἐκκλησίαις τὸν ὄχλον παρελθὼν εἷς τῶν δημάρχων, Γάϊος Ῥαβολήιος, ἀνὴρ οὐκ ἄφρων, τήν τε διχοστασίαν τῶν ὑπάτων ὑπέσχετο παύσειν οὐκ εἰς μακράν, καὶ τῷ δήμῳ ποιήσειν φανερόν, ὅ τι χρὴ ποιεῖν. ἐπισημασίας δὲ γενομένης αὐτῷ μεγάλης καὶ μετὰ τοῦτο σιωπῆς: οὐχὶ ταῦτ᾽, εἶπεν, ὦ [p. 236] Κάσσιε, καὶ σὺ Οὐεργίνιε, τὰ κεφάλαιά ἐστι τοῦ νόμου; ἓν μέν, εἰ χρὴ τὴν δημοσίαν γῆν κατ᾽ ἄνδρα διανεμηθῆναι, ἕτερον δ᾽, εἰ χρὴ καὶ Λατίνους καὶ Ἕρνικας μέρος αὐτῆς λαβόντας ἔχειν; ὁμολογησάντων δ᾽ αὐτῶν: [2] εἶεν δή: σὺ μέν, εἶπεν, ὦ Κάσσιε, ἀμφότερα ταῦτ᾽ ἐπιψηφίζειν ἀξιοῖς τὸν δῆμον, σὺ δὲ δὴ πρὸς θεῶν, ὦ Οὐεργίνιε, λέξον ἡμῖν, πότερα θάτερον ἀκυροῖς τῆς. Κασσίου γνώμης μέρος τὸ κατὰ τοὺς συμμάχους οὐκ οἰόμενος δεῖν ἰσομοίρους ἡμῖν Ἕρνικάς τε καὶ Λατίνους ποιεῖν, ἢ καὶ θάτερον μόνον ἀκυροῖς ἀξιῶν οὐδὲ ἡμῖν αὐτοῖς διανέμειν τὰ κοινά; ταυτὶ γὰρ ἀπόκριναί μοι μηδὲν ἀποκρυψάμενος. [3] εἰπόντος δὲ τοῦ Οὐεργινίου τῇ Λατίνων τε καὶ Ἑρνίκων ἀντιλέγειν ἰσομοιρίᾳ, τὸ δὲ κατὰ τοὺς πολίτας, εἰ πᾶσι δόξειε, διανέμεσθαι συγχωρεῖν, ἐπιστρέψας ὁ δήμαρχος εἰς τὸν ὄχλον εἶπεν: ἐπεὶ τοίνυν τὸ μὲν ἕτερον τῆς γνώμης μέρος ἀμφοτέροις τοῖς ὑπάτοις συνδοκεῖ, τὸ δ᾽ ἕτερον ἀντιλέγεται πρὸς θατέρου, ἰσότιμοι δ᾽ ἀμφότεροι, καὶ οὐχ οἷόν τε βιάσασθαι θατέρῳ τὸν ἕτερον, ὃ μὲν δίδοται δοται παρ᾽ ἀμφοτέρων, ἤδη λάβωμεν, ὑπὲρ οὗ δ᾽ ἀμφισβητοῦσιν, [4] ἀναβαλώμεθα. ἐπισημήναντος δὲ τοῦ πλήθους ὡς τὰ πράτιστα ὑποθεμένῳ καὶ καταλύειν ἐκ τοῦ νόμου τὸ ποιοῦν διχοστασίαν μέρος ἀξιοῦντος, ἀπορῶν, ὅ τι χρὴ πράττειν, ὁ Κάσσιος καὶ οὔτ᾽ ἀναθέσθαι τὴν γνώμην προαιρούμενος οὔτε μένειν ἐπ᾽ αὐτῆς ἀντιπραττόντων τῶν δημάρχων δυνάμενος, τότε [p. 237] μὲν διέλυσε τὴν ἐκκλησίαν, ταῖς δ᾽ ἑξῆς ἡμέραις ἀρρωστίαν σκηπτόμενος οὐκέτι κατέβαινεν εἰς τὴν ἀγοράν, ἀλλ᾽ ὑπομένων ἔνδον ἐπραγματεύετο βίᾳ καὶ χειροκρασίᾳ κυρῶσαι τὸν νόμον: καὶ μετεπέμπετο Λατίνων τε καὶ Ἑρνίκων ὅσους ἐδύνατο πλείστους ἐπὶ τὴν ψηφοφορίαν. [5] οἱ δὲ συνῄεσαν ἀθρόοι, καὶ δι᾽ ὀλίγου μεστὴ ξένων ἦν ἡ πόλις. ταῦτα μαθὼν ὁ Οὐεργίνιος κηρύττειν ἐκέλευσε κατὰ τοὺς στενωποὺς ἀπιέναι τοὺς μὴ κατοικοῦντας ἐν τῇ πόλει, χρόνον ὁρίσας οὐ πολύν. ὁ δὲ Κάσσιος τἀναντία ἐκέλευσε κηρύττειν παραμένειν τοὺς μετέχοντας τῆς ἰσοπολιτείας, ἕως ἂν ἐπικυρωθῇ ὁ νόμος.
ὡς δ᾽ οὐδὲν ἐγίνετο πέρας, δείσαντες οἱ πατρίκιοι, μὴ ψήφων θ᾽ ἁρπαγαὶ καὶ χειρῶν ἐπιβολαὶ γένωνται καὶ ἄλλα, ὅσα φιλεῖ βίαια συμβαίνειν ἐν ταῖς στασιαζούσαις ἐκκλησίαις εἰσφερομένου τοῦ νόμου, συνῆλθον εἰς τὸ συνέδριον ὡς ὑπὲρ ἁπάντων ἅπαξ βουλευσόμενοι. [2] Ἄππιος μὲν οὖν πρῶτος ἐρωτηθεὶς γνώμην οὐκ εἴα συγχωρεῖν τῷ δήμῳ τὴν διανομὴν διδάσκων, ὡς χαλεπὸς ἔσται καὶ ἀλυσιτελὴς σύνοικος ὄχλος ἀργὸς ἐθισθεὶς τὰ δημόσια λιχνεύειν, καὶ οὐθὲν ἐάσει ποτὲ τῶν κοινῶν οὔτε κτημάτων οὔτε χρημάτων ἔτι κοινὸν μένειν: αἰσχύνης τ᾽ ἄξιον πρᾶγμα εἶναι λέγων, εἰ Κασσίου κατηγοροῦντες ὡς πονηρὰ καὶ ἀσύμφορα πολιτευομένου καὶ τὸν δῆμον διαφθείροντος, ἔπειτ᾽ αὐτοὶ κοινῇ γνώμῃ ταῦτ᾽ ἐπικυρώσουσιν ὡς δίκαια καὶ συμφέροντα: ἐνθυμεῖσθαί τ᾽ αὐτοὺς ἀξιῶν, ὡς οὐδ᾽ ἡ χάρις ἡ παρὰ τῶν πενήτων, εἰ τὰ κοινὰ διανείμαιντο [p. 238] τοῖς συγχωρήσασι καὶ ἐπιψηφισαμένοις, ὑπάρξει, ἀλλ᾽ ἑνὶ τῷ προθέντι τὴν γνώμην Κασσίῳ καὶ δόξαντι ἠναγκακέναι τὴν βουλὴν ἄκουσαν ἐπικυρῶσαι. [3] προειπὼν δὴ ταῦτα καὶ παραπλήσια τούτοις ἕτερα τελευτῶν τάδε συνεβούλευσεν: ἄνδρας ἐκ τῶν ἐντιμοτάτων βουλευτῶν ἑλέσθαι δέκα, οἵτινες ἐπελθόντες τὴν δημοσίαν γῆν ἀφοριοῦσι, καὶ εἴ τινα ἐξ αὐτῆς κλέπτοντες ἢ βιαζόμενοί τινες ἰδιῶται κατανέμουσιν ἢ ἐπεργάζονται διαγνόντες ἀποδώσουσι τῷ δημοσίῳ. τὴν δ᾽ ὁρισθεῖσαν ὑπ᾽ ἐκείνων γῆν διαιρεθεῖσαν εἰς κλήρους ὅσους δή τινας καὶ στήλαις εὐκόσμοις διαγραφεῖσαν τὴν μὲν ἀπεμποληθῆναι παρῄνει καὶ μάλιστα περὶ ἧς ἀμφίλογόν τι πρὸς ἰδιώτας ἦν, ὥστε τοῖς ὠνησαμένοις μὴ εἶναι πρὸς τοὺς ἀντιποιησομένους ὑπὲρ αὐτῶν κρίσεις, τὴν δὲ πενταετῆ μισθοῦν χρόνον: τὸ δὲ προσιὸν ἐκ τῶν μισθώσεων ἀργύριον εἰς τοὺς ὀψωνιασμοὺς τῶν στρατευομένων ἀναλοῦσθαι καὶ εἰς τὰς μισθώσεις ὧν οἱ πόλεμοι χορηγιῶν δέονται: [4] νῦν μὲν γάρ, ἔφησεν, ὁ φθόνος τῶν πενήτων ὁ πρὸς τοὺς πλουσίους, ὅσοι σφετερισάμενοι τὰ κοινὰ διακατέχουσι, δίκαιός ἐστι: καἰ οὐθὲν θαυμαστόν, εἰ τὰ κοινὰ πάντας διανείμασθαι μᾶλλον ἀξιοῦσιν, ἢ τοὺς ἀναιδεστάτους τε καὶ ὀλίγους κατέχειν: ἐὰν δ᾽ ἀφισταμένους αὐτῆς [p. 239] ὁρῶσι τοὺς νῦν καρπουμένους καὶ τὰ κοινὰ ὄντως κοινὰ γινόμενα, παύσονται φθονοῦντες ἡμῖν, τήν τ᾽ ἐπιθυμίαν τῆς κατ᾽ ἄνδρα διανομῆς τῶν ἀγρῶν ἐπανήσουσι μαθόντες, ὅτι λυσιτελεστέρα τῆς μικρᾶς ἑκάστῳ [5] μερίδος ἡ κοινὴ μετὰ πάντων ἔσται κτῆσις. διδάσκωμεν γὰρ αὐτούς, ἔλεγεν, ὅσον τὸ διάφορον, καὶ ὡς εἷς μὲν ἕκαστος τῶν πενήτων γῄδιον οὐ μέγα λαβὼν καὶ εἰ τύχοι γείτονας ὀχληροὺς ἔχων οὔτ᾽ αὐτὸς ἱκανὸς ἔσται τοῦτο γεωργεῖν δι᾽ ἀπορίαν, οὔτε τὸν μισθωσόμενον ὅτι μὴ τὸν γείτονα εὑρήσει: εἰ δὲ μεγάλοι κλῆροι ποικίλας τε καὶ ἀξιολόγους ἔχοντες γεωργοῖς ἐργασίας ὑπὸ τοῦ κοινοῦ μισθοῖντο, πολλὰς οἴσουσι προσόδους: καὶ ὅτι κρεῖττον αὐτοῖς ἐστιν, ὅταν ἐξίωσιν ἐπὶ τοὺς πολέμους ἐκ τοῦ δημοσίου ταμιείου τὸν ἐπισιτισμόν τε καὶ ὀψωνιασμὸν λαμβάνειν, ἢ ἐκ τῶν ἰδίων οἴκων εἰς τὸ ταμιεῖον ἕκαστον εἰσφέρειν τεθλιμμένων ἔστιν ὅτε τῶν βίων καὶ ἔτι μᾶλλον ἐν τῷ συμπορίζειν τὸ ἀργύριον ἐπιβαρησομένων.
ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου καὶ σφόδρα δόξαντος εὐδοκιμεῖν δεύτερος ἐρωτηθεὶς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος ἔλεξεν: Ἄππιον μὲν οὐ νῦν ἔχω πρῶτον ἐπαινεῖν, ὡς φρονῆσαί τε ἱκανώτατον πρὸ πολλοῦ τὰ μέλλοντα καὶ γνώμας τὰς καλλίστας τε καὶ ὠφελιμωτάτας ἀποδεικνύμενον βέβαιόν [p. 240] τε καὶ ἀμετακίνητον ἐν τοῖς κριθεῖσι καὶ οὔτε φόβῳ εἴκοντα οὔτε χάρισιν ὑποκατακλινόμενον. ἀεὶ γὰρ ἐπαινῶν αὐτὸν καὶ θαυμάζων διατελῶ τοῦ τε φρονίμου καὶ τῆς γενναιότητος, ἣν παρὰ τὰ δεινὰ ἔχει. γνώμην τ᾽ οὐχ ἑτέραν, ἀλλὰ καὶ αὐτὸς ταύτην ἀποδείκνυμαι, μικρὰ ἔτι προσθεὶς αὐτῇ, ἅ μοι παραλιπεῖν Ἄππιος ἐδόκει. [2] Ἕρνικας μὲν γὰρ καὶ Λατίνους, οἷς νεωστὶ δεδώκαμεν τὴν ἰσοπολιτείαν, οὐδ᾽ αὐτὸς οἶμαι δεῖν κληρουχεῖν τὰ ἡμέτερα. οὐ γάρ, ἐξ οὗ προσῆλθον εἰς τὴν φιλίαν ἡμῖν, ταύτην τὴν γῆν κτησάμενοι ἔχομεν, ἀλλὰ παλαίτερον ἔτι τοῖς ἑαυτῶν κινδύνοις οὐθενὸς ἄλλου προσωφελήσαντος ἀφελόμενοι τοὺς ἐχθρούς. ἀποκρινώμεθά τ᾽ αὐτοῖς, ὅτι τὰς μὲν πρότερον ὑπαρχούσας ἡμῖν κτήσεις, ὅσας ἕκαστοι εἴχομεν, ὅτε τὴν φιλίαν συνετιθέμεθα, ἰδίας τε καὶ ἀναφαιρέτους ἑκάστοις δεῖ μένειν, ὅσων δ᾽ ἄν, ἀφ᾽ οὗ τὰς συνθήκας ἐποιησάμεθα, κοινῇ στρατεύσαντες ἐκ πολέμου κύριοι γενώμεθα, τούτων ὑπάρξει τὸ ἐπιβάλλον ἑκάστοις λάχος. [3] ταῦτα γὰρ οὔτε τοῖς συμμάχοις ὡς ἀδικουμένοις ὀργῆς παρέξει δικαίας προφάσεις, οὔτε τῷ δήμῳ δέος, μὴ δόξῃ τὰ κερδαλεώτερα πρὸ τῶν εὐπρεπεστέρων αἱρεῖσθαι. τῇ τε αἱρέσει τῶν ἀνδρῶν, οὓς Ἄππιος ἠξίου ὁριστὰς γενέσθαι τῆς δημοσίας γῆς, πάνυ εὐδοκῶ. πολλὴν γὰρ ἡμῖν τοῦτ᾽ οἴσει παρρησίαν πρὸς τοὺς δημοτικούς, ἐπεὶ νῦν γ᾽ ἄχθονται κατ᾽ ἀμφότερα, καὶ ὅτι αὐτοὶ τῶν δημοσίων οὐθὲν ἀπολαύουσι κτημάτων, [p. 241] καὶ ὅτι ἐξ ἡμῶν τινες οὐ δικαίως αὐτὰ καρποῦνται. ἐὰν δὲ δημοσιωθέντα ἴδωσι καὶ τὰς ἀπ᾽ αὐτῶν προσόδους εἰς τὰ κοινὰ καὶ ἀναγκαῖα δαπανωμένας, οὐδὲν ὑπολήψονται σφίσι διαφέρειν τῆς γῆς ἢ τῶν ἐξ αὐτῆς καρπῶν μετέχειν. ἐῶ γὰρ λέγειν, ὅτι 1 τῶν ἀπόρων ἐνίους μᾶλλον εὐφραίνουσιν αἱ ἀλλότριαι βλάβαι τῶν ἰδίων ὠφελειῶν. οὐ μὴν ἀποχρῆν γ᾽ οἴομαι τούτων ἑκάτερον ἐν τῷ ψηφίσματι γράφειν, ἀλλὰ καὶ δι᾽ ἄλλης τινὸς οἴομαι δεῖν θεραπείας μετρίας τὸν δῆμον οἰκειώσασθαί τε καὶ ἀναλαβεῖν: ἣν μετὰ μικρὸν ἐρῶ, τὴν αἰτίαν πρῶτον ὑμῖν ἀποδειξάμενος, μᾶλλον δὲ τὴν ἀνάγκην, δι᾽ ἣν καὶ τοῦτο πρακτέον ἡμῖν.
ἴστε δήπου τοὺς ἐν τῇ ἐκκλησίᾳ ῥηθέντας ὑπὸ τοῦ δημάρχου λόγους, ὅτ᾽ ἤρετο τῶν ὑπάτων τὸν ἕτερον τοῦτον Οὐεργίνιον, ἥντινα γνώμην ἔχει περὶ τῆς κληρουχίας, πότερα τοῖς μὲν πολίταις συγχωρεῖ διανέμειν τὰ δημόσια, τοῖς δὲ συμμάχοις οὐκ ἐᾷ, ἢ τῶν κοινῶν τῶν ἡμετέρων οὐδ᾽ ἡμῖν συγχωρεῖ μέρος λαγχάνειν. καὶ οὗτος ὡμολόγησε τὸ καθ᾽ ἡμᾶς μέρος οὐ κωλύειν τῆς κληρουχίας, ἐὰν ἅπασι ταῦτα κράτιστα εἶναι δοκῇ: καὶ ἡ συγχώρησις ἥδε τούς τε δημάρχους ἐποίησεν ἡμῖν συναγωνιστὰς καὶ τὸν δῆμον ἐπιεικέστερον. [2] τί οὖν μαθόντες, ἃ τότε συνεχωρήσαμεν, νῦν ἀναθησόμεθα; ἢ τί πλέον ἡμῖν ἔσται τὰ γενναῖα καὶ τὰ καλὰ πολιτεύματα καὶ ἄξια τῆς ἡγεμονίας πολιτευομένοις, ἐὰν μὴ πείθωμεν τοὺς χρησομένους; οὐ [p. 242] πείσομεν δέ, καὶ τοῦτ᾽ οὐδεὶς ὑμῶν ἀγνοεῖ. χαλεπώτερα γὰρ ἂν τῶν μὴ τυγχανόντων ἀποτίσειαν οἱ ψευσθέντες τῆς ἐλπίδος καὶ τὰ ὁμολογηθέντα μὴ κομιζόμενοι. οἰχήσεται δὴ πάλιν φέρων αὐτοὺς ὁ τὰ πρὸς ἡδονὴν πολιτευόμενος, καὶ οὐδὲ τῶν δημάρχων τις ἔτι μεθ᾽ ἡμῶν στήσεται. [3] τί οὖν ὑμῖν πράττειν παραινῶ καὶ τί προστίθημι τῇ Ἀππίου γνώμῃ, μάθετε, ἀλλὰ μὴ προεξαναστῆτε μηδὲ θορυβήσητε, πρὶν ἅπαντα ἀκούσητε, ἃ λέγω. τοῖς αἱρεθησομένοις ἐπὶ τὴν ἐξέτασιν τῆς χώρας καὶ περιορισμὸν εἴτε δέκα ἀνδράσιν εἴθ᾽ ὁσοισδήποτ᾽ ἐπιτρέψατε διαγνῶναι, τίνα τ᾽ αὐτῆς δεῖ καὶ ὁπόσην κοινὴν εἶναι πάντων καὶ κατὰ πενταετίαν μισθουμένην αὔξειν τὰς τοῦ ταμιείου προσόδους: ὁπόσην τ᾽ αὖ καὶ ἥντινα τοῖς δημόταις ἡμῶν διαιρεθῆναι: ἣν δ᾽ ἂν ἐκεῖνοι κληροῦχον ἀποδείξωσι γῆν, ὑμᾶς διαγνόντας εἴθ᾽ ἅπασιν εἴθ᾽ οἷς δὴ οὐκέτ᾽ ἔστι κλῆρος εἴτε τοῖς ἐλάχιστον ἔχουσι τίμημα εἴθ᾽ ὅπως ἂν βούλησθε κατανεῖμαι: τοὺς δ᾽ ὁριστὰς αὐτῆς ἄνδρας καὶ τὸ ὑμέτερον ψήφισμα, ὃ περὶ τῆς κληρουχίας ἐξοίσετε, καὶ τἆλλα, ὅσα δεῖ γενέσθαι, ἐπειδὴ βραχὺς ὁ λειπόμενός ἐστι τῆς ἀρχῆς τοῖς ὑπάτοις χρόνος, τοὺς εἰσιόντας ὑπάτους, ὡς ἂν αὐτοῖς κράτιστα δοκῇ ἕξειν, ἐπιτελέσαι. [4] οὔτε γὰρ ὀλίγων τηλικαῦτα πράγματα δεῖται χρόνων, οὔτε ἡ νῦν στασιάζουσα ἀρχὴ φρονιμώτερον ἂν καταμάθοι τὰ συμφέροντα τῆς μετ᾽ αὐτὴν ἀποδειχθησομένης, [p. 243] ἐὰν ἐκείνη γ᾽, ὥσπερ ἐλπίζομεν, ὁμονοῇ. χρήσιμον δὲ πρᾶγμα ἐν πολλοῖς καὶ ἥκιστα σφαλερὸν ἀναβολή, καὶ πολλὰ ὁ χρόνος ἐν ἡμέρᾳ μιᾷ μετατίθησι: καὶ τὸ μὴ στασιάζον ἐν τοῖς προεστηκόσι τῶν κοινῶν ἁπάντων ἀγαθῶν ἐν ταῖς πόλεσιν αἴτιον. ἐγὼ μὲν δὴ ταύτην ἀποφαίνομαι γνώμην: εἰ δέ τις ἄλλο κρεῖττον εἰσηγεῖται, λεγέτω.
παυσαμένου δ᾽ αὐτοῦ πολὺς ἔπαινος ἐκ τῶν παρόντων ἐγένετο, καὶ οὐθεὶς τῶν μετ᾽ ἐκεῖνον ἐρωτηθέντων ἑτέραν γνώμην ἀποφαίνεται: γράφεται δὴ μετὰ ταῦτα τὸ τῆς βουλῆς δόγμα τοιόνδε: ἄνδρας ἐκ τῶν ὑπατικῶν αἱρεθῆναι δέκα τοὺς πρεσβυτάτους, οἵτινες ὁρίσαντες τὴν δημοσίαν χώραν ἀποδείξουσιν, ὅσην τε δεῖ μισθοῦσθαι καὶ ὅσην τῷ δήμῳ διαιρεθῆναι: [2] τοῖς δ᾽ ἰσοπολίταις τε καὶ συμμάχοις, ἐάν τινα ὕστερον ἐπικτήσωνται κοινῇ στρατευσάμενοι, τὸ ἐπιβάλλον ἑκάστοις κατὰ τὰς ὁμολογίας ὑπάρχειν μέρος: τὴν δ᾽ αἵρεσιν τῶν ἀνδρῶν καὶ τὴν διανομὴν τῶν κλήρων καὶ τἆλλα ὅσα δεῖ γενέσθαι τοὺς εἰσιόντας ἐπιτελέσαι ὑπάτους. τοῦτο τὸ δόγμα εἰς τὸν δῆμον εἰσενεχθὲν τόν τε Κάσσιον ἔπαυσε τῆς δημαγωγίας, καὶ τὴν ἀναρριπιζομένην ἐκ τῶν πενήτων στάσιν οὐκ εἴασε περαιτέρω προελθεῖν.
τῷ δ᾽ ἑξῆς ἐνιαυτῷ τῆς ἑβδομηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἐνεστώσης, ἣν ἐνίκα στάδιον Ἄστυλος Συρακούσιος, Ἀθήνησι δ᾽ ἄρχων ἦν Λεώστρατος, Κοΐντου Φαβίου καὶ Σερουίου Κορνηλίου τὴν [p. 244] ὑπατείαν παρειληφότων, ἄνδρες ἐκ τῶν πατρικίων νέοι μὲν ἔτι τὴν ἡλικίαν, ἐπιφανέστατοι δὲ τῶν ἄλλων κατά γ᾽ ἀξιώσεις προγόνων, καὶ διὰ τὰς ἑταιρίας τε καὶ πλούτους μέγα δυνάμενοι, καὶ ὡς νέοι τὰ πολιτικὰ πράττειν οὐδενὸς τῶν ἐν ἀκμῇ χείρους, Καίσων Φάβιος, ἀδελφὸς τοῦ τότε ὑπατεύοντος, καὶ Λεύκιος Οὐαλέριος Ποπλικόλας, ἀδελφὸς τοῦ καταλύσαντος τοὺς βασιλεῖς, τὴν ταμιευτικὴν ἔχοντες ἐξουσίαν κατὰ τὸν αὐτὸν χρόνον, καὶ διὰ τοῦτ᾽ ἐκκλησίαν συνάγειν ὄντες κύριοι, τὸν ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ Σπόριον Κάσσιον καὶ τολμήσαντα τοὺς περὶ τῆς διανομῆς εἰσηγήσασθαι νόμους εἰσήγγειλαν εἰς τὸν δῆμον ἐπὶ τυραννίδος αἰτίᾳ: καὶ προειπόντες ἡμέραν ῥητὴν ἐκάλουν αὐτὸν ὡς ἐπὶ τοῦ δήμου τὴν δίκην ἀπολογησόμενον. [2] ὄχλου δὲ πλείστου συναχθέντος εἰς τὴν ἀποδειχθεῖσαν ἡμέραν συγκαλέσαντες εἰς ἐκκλησίαν τὸ πλῆθος τά τ᾽ ἐμφανῆ τοῦ ἀνδρὸς ἔργα ὡς ἐπ᾽ οὐδενὶ χρηστῷ γενόμενα διεξῄεσαν: ὅτι Λατίνοις μὲν πρῶτον, οἷς ἀπέχρη πολιτείας κοινῆς ἀξιωθῆναι μέγα εὐτύχημα ἡγουμένοις, εἰ καὶ ταύτης τύχοιεν, οὐ μόνον ἣν ᾔτουν πολιτείαν ὕπατος ὢν ἐχαρίσατο, ἀλλ᾽ ἔτι καὶ τῶν ἐκ τοῦ πολέμου λαφύρων, ἐὰν κοινὴ γένηται στρατεία, τὴν τρίτην ἐψηφίσατο δίδοσθαι: ἔπειθ᾽ Ἕρνικας, οὓς πολέμῳ χειρωθέντας ἀγαπᾶν ἐχρῆν, εἰ μὴ καὶ τῆς αὐτῶν χώρας ἀφαιρέσει τινὶ ζημιωθεῖεν, φίλους μὲν ἀνθ᾽ ὑπηκόων ἐποίησε, πολίτας δ᾽ ἀνθ᾽ ὑποτελῶν, γῆς τε καὶ λείας, [p. 245] ἣν ἂν ἐκ παντὸς κτήσωνται, τὴν ἑτέραν ἔταξε λαμβάνειν τρίτην μερίδα. [3] ὥστε μεριζομένων εἰς τρεῖς κλήρους τῶν λαφύρων τοὺς μὲν ὑπηκόους τε καὶ ἐπήλυδας διμοιρίας λαμβάνειν, τοὺς δ᾽ αὐθιγενεῖς καὶ ἡγεμόνας τρίτην μερίδα. ἐκ δὲ τούτου δυεῖν τῶν ἀτοπωτάτων θάτερον ἐπεδείκνυσαν αὐτοῖς συμβησόμενον, ἐάν τινας ἑτέρους διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας προέλωνται ταῖς αὐταῖς τιμῆσαι δωρεαῖς, αἷς Λατίνους τ᾽ ἐτίμησαν καὶ τοὺς μηδ᾽ ὁτιοῦν ἀγαθὸν ἀποδειξαμένους Ἕρνικας. μιᾶς γὰρ καταλειπομένης αὐτοῖς τρίτης μερίδος, ἢ οὐχ ἕξειν, ὅ τι δώσουσιν ἐκείνοις μέρος ἢ τὰ ὅμοια ψηφισαμένους μηδὲν ἑαυτοῖς καταλείψειν.
πρὸς δὲ τούτοις διεξῄεσαν, ὅτι δημεῦσαι τὰ κοινὰ τῆς πόλεως ἐπιβαλόμενος οὔτε τῆς βουλῆς ψηφισαμένης οὔτε τῷ συνυπάτῳ δοκοῦν, βίᾳ κυροῦν ἐμέλλησε τὸν νόμον, ὃς οὐ καθ᾽ ἓν τοῦτο μόνον ἦν ἀσύμφορός τε καὶ ἄδικος, ὅτι προβουλεῦσαι δέον τὸ συνέδριον καὶ εἰ δόξειεν ἐκείνῳ κοινὴν ἁπάντων εἶναι τῶν ἐν τέλει τὴν φιλανθρωπίαν ἑνὸς ἀνδρὸς ἐποίει τὴν χάριν: [2] ἀλλὰ καὶ κατ᾽ ἐκεῖνο τὸ πάντων σχετλιώτατον, ὅτι λόγῳ μὲν δόσις ἦν τοῖς πολίταις τῆς δημοσίας χώρας, ἔργῳ δ᾽ ἀφαίρεσις, Ῥωμαίων μὲν τῶν κτησαμένων αὐτὴν μίαν μοῖραν ληψομένων, Ἑρνίκων δὲ καὶ Λατίνων, ἧς οὐθὲν αὐτοῖς μετῆν, τὰς δύο: καὶ ὡς οὐδὲ τοῖς δημάρχοις ἐναντιωθεῖσι καὶ παραλύειν [p. 246] ἐκ τοῦ νόμου θάτερον ἀξιοῦσι μέρος τὸ κατὰ τὴν ἰσομοιρίαν τῶν ἐπηλύδων, ἐπείσθη, ἀλλὰ καὶ δημάρχοις καὶ συνυπάτῳ καὶ βουλῇ καὶ πᾶσι τοῖς ὑπὲρ τοῦ κοινοῦ τὰ κράτιστα βουλευομένοις τἀναντία πράττων διετέλεσε. [3] διεξελθόντες δὲ ταῦτα καὶ μάρτυρας αὐτῶν ἅπαντας τοὺς πολίτας ποιησάμενοι, μετὰ τοῦτ᾽ ἤδη καὶ τὰς ἀπορρήτους τῆς τυραννίδος παρείχοντο πίστεις, ὡς χρήματά τε συνενέγκαιεν αὐτῷ Λατῖνοι καὶ Ἕρνικες καὶ ὅπλα παρασκευάσαιντο καὶ συμπορεύοιντο ὡς αὐτὸν οἱ θρασύτατοι τῶν ἐν ταῖς πόλεσι νέων ἀπόρρητά τε ποιούμενοι βουλευτήρια καὶ πολλὰ πρὸς τούτοις ἕτερα ὑπηρετοῦντες, καὶ παρείχοντο τοὺς τούτων μάρτυρας πολλοὺς μὲν ἀστούς, πολλοὺς δ᾽ ἐκ τῶν ἄλλων συμμαχίδων πόλεων, οὔτε φαύλους οὔτ᾽ [4] ἀφανεῖς. οἷς ἐπίστευσεν ὁ δῆμος, καὶ οὔτε λόγοις ἔτι ὑπαχθείς, οὓς ὁ ἀνὴρ ἐκ πολλῆς παρασκευῆς συγκειμένους διέθετο, οὔτ᾽ οἴκτῳ ἐνδοὺς τριῶν μὲν αὐτῷ παίδων μεγάλην παρεχόντων εἰς ἔλεον ἐπικουρίαν, πολλῶν δ᾽ ἄλλων συγγενῶν τε καὶ ἑταίρων συνολοφυρομένων, οὔτε τῶν κατὰ πολέμους ἔργων, δι᾽ οὓς ἐπὶ μήκιστον ἦλθε τιμῆς φειδὼ λαβών τινα, καταψηφίζεται τὴν δίκην. [5] οὕτως τ᾽ ἄρα ἦν πικρὸς πρὸς τὸ τῆς τυραννίδος ὄνομα, ὥστ᾽ οὐδ᾽ ἐν τῷ τιμήματι τῆς δίκης μετρίᾳ ὀργῇ ἐχρήσατο πρὸς αὐτόν, ἀλλὰ θανάτου ἐτίμησεν. εἰσῄει γὰρ αὐτὸν δέος, μὴ φυγὰς ἐλασθεὶς [p. 247] ἐκ τῆς πατρίδος ἀνὴρ στρατηγῆσαι πολέμους τῶν τότε δεινότατος ὅμοια δράσῃ Μαρκίῳ τά τε φίλια διαβάλλων καὶ τὰ ἐχθρὰ συνιστὰς καὶ πόλεμον ἄσπειστον ἐπαγάγῃ τῇ πατρίδι. τοῦτο τὸ τέλος τῆς δίκης λαβούσης ἀγαγόντες οἱ ταμίαι τὸν ἄνδρα ἐπὶ τὸν ὑπερκείμενον τῆς ἀγορᾶς κρημνόν, ἁπάντων ὁρώντων ἔρριψαν κατὰ τῆς πέτρας. αὕτη γὰρ ἦν τοῖς τότε Ῥωμαίοις ἐπιχώριος τῶν ἐπὶ θανάτῳ ἁλόντων ἡ κόλασις.
ὁ μὲν οὖν πιθανώτερος τῶν παραδεδομένων ὑπὲρ τοῦ ἀνδρὸς λόγων τοιόσδε ἐστίν: δεῖ δὲ καὶ τὸν ἧσσον πιθανόν, ἐπειδὴ κἀκεῖνος πεπίστευται ὑπὸ πολλῶν καὶ ἐν γραφαῖς ἀξιοχρέοις φέρεται, μὴ παρελθεῖν. λέγεται δή τισιν, ὡς ἀδήλου πᾶσιν οὔσης ἔτι τῆς ὑπ᾽ αὐτοῦ συσκευαζομένης τυραννίδος, πρῶτος ὑποπτεύσας ὁ πατὴρ τοῦ Κασσίου καὶ διὰ τῆς ἀκριβεστάτης βασάνου τὸ πρᾶγμα ἐξετάσας ἧκεν ἐπὶ τὴν βουλήν: ἔπειτα κελεύσας ἐλθεῖν τὸν υἱὸν μηνυτής τε καὶ κατήγορος αὐτοῦ ἐγένετο: καταγνούσης δὲ καὶ τῆς βουλῆς ἀγαγὼν αὐτὸν εἰς τὴν οἰκίαν ἀπέκτεινε. [2] τὸ μὲν οὖν πικρὸν καὶ ἀπαραίτητον τῆς τῶν πατέρων ὀργῆς εἰς υἱοὺς ἀδικοῦντας καὶ μάλιστ᾽ ἐν τοῖς τότε Ῥωμαίοις οὐδὲ ταύτην ἀπωθεῖται τὴν πρόφασιν: ἐπεὶ καὶ πρότερον Βροῦτος ὁ τοὺς βασιλεῖς ἐκβαλὼν ἀμφοτέρους τοὺς υἱοὺς ἐδικαίωσε κατὰ τὸν τῶν κακούργων νόμον ἀποθανεῖν, καὶ πελέκεσι τοὺς αὐχένας ἀπεκόπησαν, [p. 248] ὅτι συμπράττειν τοῖς βασιλεῦσιν ἐδόκουν τὴν κάθοδον. καὶ μετὰ ταῦτα Μάλλιος τὸν Γαλατικὸν πόλεμον στρατηγῶν τὸν υἱὸν ἀριστεύοντα κατὰ πόλεμον τῆς μὲν ἀνδρείας ἕνεκα τοῖς ἀριστείοις στεφάνοις ἐκόσμησεν, ἀπείθειαν δ᾽ ἐπικαλῶν, ὅτι οὐκ ἐν ᾧ ἐτάχθη φρουρίῳ ἔμεινεν, ἀλλὰ παρὰ τὴν ἐπιταγὴν τοῦ ἡγεμόνος ἐξῆλθεν ἀγωνιούμενος, ὡς λιποτάκτην ἀπέκτεινε. [3] καὶ ἄλλοι πολλοὶ πατέρες, οἱ μὲν ἐπὶ μείζοσιν αἰτίαις, οἱ δ᾽ ἐπ᾽ ἐλάττοσιν, οὔτε φειδὼ τῶν παίδων οὔτ᾽ ἔλεον ἔσχον. κατὰ μὲν δὴ τοῦτ᾽ οὐκ ἀξιῶ, ὥσπερ ἔφην, προβεβλῆσθαι τὸν λόγον ὡς ἀπιθανόν: ἐκεῖνα δέ με ἀνθέλκει τεκμηρίων ὄντα οὔτ᾽ ἐλάχιστα οὔτ᾽ ἀπίθανα καὶ πρὸς τὴν ἑτέραν ἄγει συγκατάθεσιν, ὅτι μετὰ τὸν θάνατον τοῦ Κασσίου ἥ τ᾽ οἰκία κατεσκάφη, καὶ μέχρι τοῦδε ἀνεῖται ὁ τόπος αὐτῆς αἴθριος ἔξω τοῦ νεὼ τῆς Γῆς, ὃν ὑστέροις ἡ πόλις κατεσκεύασε χρόνοις ἐν μέρει τινὶ αὐτῆς κατὰ τὴν ἐπὶ Καρίνας φέρουσαν ὁδόν, καὶ τὰ χρήματα αὐτοῦ τὸ κοινὸν ἀνέλαβεν: ἐξ ὧν ἀπαρχὰς ἐν ἄλλοις τε ἱεροῖς ἀνέθηκε, καὶ δὴ καὶ τῇ Δήμητρι τοὺς χαλκέους ἀνδριάντας ἐπιγραφαῖς δηλοῦντας, [4] ἀφ᾽ ὧν εἰσι χρημάτων ἀπαρχαί. εἰ δέ γ᾽ ὁ πατὴρ μηνυτής τε καὶ κατήγορος καὶ κολαστὴς αὐτοῦ ἐγένετο, οὔτ᾽ ἂν ἡ οἰκία αὐτοῦ κατεσκάφη οὔτε ἡ οὐσία ἐδημεύθη. Ῥωμαίοις γὰρ οὐθὲν ἴδιόν ἐστι κτῆμα [p. 249] ζώντων ἔτι τῶν πατέρων, ἀλλὰ καὶ τὰ χρήματα καὶ τὰ σώματα τῶν παίδων, ὅ τι βούλονται διατιθέναι, τοῖς πατράσιν ἀποδέδοται. ὥστ᾽ οὐκ ἂν δήπου τὴν τοῦ πατρὸς οὐσίαν τοῦ μηνύσαντος τὴν τυραννίδα ἐπὶ τοῖς τοῦ παιδὸς ἀδικήμασιν ἀφαιρεῖσθαι καὶ δημεύειν ἡ πόλις ἠξίου. διὰ μὲν δὴ ταῦτα τῷ προτέρῳ συγκατατίθεμαι τῶν λόγων μᾶλλον: ἔθηκα δ᾽ ἀμφοτέρους, ἵνα ἐξῇ τοῖς ἀναγνωσομένοις, ὁποτέρῳ βούλονται τῶν λόγων, προσέχειν.
ἐπιβαλλομένων δέ τινων καὶ τοὺς παῖδας ἀποκτεῖναι τοῦ Κασσίου δεινὸν τὸ ἔθος ἔδοξεν εἶναι τῇ βουλῇ καὶ ἀσύμφορον: καὶ συνελθοῦσα ἐψηφίσατο ἀφεῖσθαι τὰ μειράκια τῆς τιμωρίας καὶ ἐπὶ πάσῃ ἀδείᾳ ζῆν, μήτε φυγῇ μήτ᾽ ἀτιμίᾳ μήτ᾽ ἄλλῃ συμφορᾷ ζημιωθέντα. καὶ ἐξ ἐκείνου τὸ ἔθος τοῦτο Ῥωμαίοις ἐπιχώριον γέγονεν ἕως τῆς καθ᾽ ἡμᾶς διατηρούμενον ἡλικίας, ἀφεῖσθαι τιμωρίας ἁπάσης τοὺς παῖδας, ὧν ἂν οἱ πατέρες ἀδικήσωσιν, ἐάν τε τυράννων ὄντες υἱοὶ τύχωσιν, ἐάν τε πατροκτόνων, ἐάν τε προδοτῶν, ὃ [2] μέγιστόν ἐστι παρ᾽ ἐκείνοις ἀδίκημα. οἵ τε καταλῦσαι τὸ ἔθος τοῦτ᾽ ἐπιβαλόμενοι κατὰ τοὺς ἡμετέρους χρόνους μετὰ τὴν συντέλειαν τοῦ Μαρσικοῦ τε καὶ ἐμφυλίου πολέμου, καὶ τοὺς παῖδας τῶν ἐπικηρυχθέντων ἐπὶ Σύλλα πατέρων ἀφελόμενοι τὸ μετιέναι τὰς πατρίους ἀρχὰς καὶ βουλῆς μετέχειν καθ᾽ ὃν ἐδυνάστευον αὐτοὶ χρόνον, ἐπίφθονόν τ᾽ ἀνθρώποις καὶ νεμεσητὸν θεοῖς ἔργον ἔδοξαν ἀποδείξασθαι. τοιγάρτοι δίκη μὲν [p. 250] ἐκείνοις σὺν χρόνῳ τιμωρὸς οὐ μεμπτὴ παρηκολούθησε, δἰ ἣν ἐκ μεγίστου τέως αὐχήματος εἰς ταπεινότατον πτῶμα κατήχθησαν, καὶ οὐδὲ γένος τὸ ἐξ αὐτῶν ὅτι μὴ κατὰ γυναῖκας ἔτι λείπεται. [3] τὸ δ᾽ ἔθος εἰς τὸν ἐξ ἀρχῆς κόσμον ὁ τούτους καθελὼν ἀνὴρ ἀποκατέστησε. παρ᾽ Ἕλλησι δ᾽ οὐχ οὕτως ἐνίοις ὁ νόμος ἔχει, ἀλλὰ τοὺς ἐκ τυράννων γενομένους οἱ μὲν συναποκτίννυσθαι τοῖς πατράσι δικαιοῦσιν, οἱ δ᾽ ἀειφυγίᾳ κολάζουσιν, ὥσπερ οὐκ ἐνδεχομένης τῆς φύσεως χρηστοὺς παῖδας ἐκ πονηρῶν πατέρων ἢ κακοὺς ἐξ ἀγαθῶν γενέσθαι. ἀλλ᾽ ὑπὲρ μὲν τούτων εἴτε ὁ παρ᾽ Ἕλλησιν ἀμείνων νόμος εἴτε τὸ Ῥωμαίων ἔθος κρεῖττον, ἀφίημι τῷ βουλομένῳ σκοπεῖν: ἐπάνειμι δ᾽ ἐπὶ τὰ ἑξῆς.
μετὰ γὰρ τὸν τοῦ Κασσίου θάνατον οἱ μὲν αὐξάνοντες τὴν ἀριστοκρατίαν θρασύτεροί τε καὶ ὑπεροπτικώτεροι τῶν δημοτικῶν ἐγεγόνεσαν: οἱ δ᾽ ἐν ἀφανεῖ τῆς δόξης φερόμενοι καὶ βίου εἰς ταπεινὰ συνεστάλησαν, καὶ ὡς ἄριστον ἀπολωλεκότες φύλακα τῆς δημοτικῆς μερίδος πολλὴν ἄνοιαν ἑαυτῶν ἐπὶ τῇ καταδίκῃ κατηγόρουν. τούτου δ᾽ αἴτιον ἦν, ὅτι τὰ δόξαντα τῇ βουλῇ περὶ τῆς κληρουχίας οὐκ ἔπραττον οἱ ὕπατοι, δέον αὐτοὺς ἄνδρας τ᾽ ἀποδεῖξαι δέκα τοὺς ὁριοῦντας τὴν γῆν καὶ γνώμην εἰσηγήσασθαι πόσην τ᾽ αὐτῆς καὶ [2] τίσι δεήσει νεμηθῆναι. συνῄεσάν τε πολλοὶ κατὰ συστροφὰς περὶ τῆς ἀπάτης ἑκάστοτε διαλεγόμενοι, καὶ [p. 251] ἐν αἰτίᾳ τοὺς προτέρους εἶχον δημάρχους ὡς προδεδωκότας τὸ κοινόν: ἐκκλησίαι τε συνεχεῖς ὑπὸ τῶν τότε δημάρχων ἐγίνοντο καὶ ἀπαιτήσεις τῆς ὑποσχέσεως. ταῦτα συνιδόντες οἱ ὕπατοι γνώμην ἐποιήσαντο πολέμων προφάσει τὸ παρακινοῦν ἐν τῇ πόλει μέρος καὶ ταραττόμενον καταστεῖλαι: ἔτυχε γὰρ ἐν τῷ αὐτῷ χρόνῳ λῃστηρίοις τε ὑπὸ τῶν πλησιοχώρων πόλεων καὶ καταδρομαῖς τισιν ἡ γῆ βλαπτομένη. [3] τιμωρίας μὲν δὴ τῶν ἀδικούντων ἕνεκα προὔθεσαν τὰ τοῦ πολέμου σημεῖα, καὶ τὰς δυνάμεις τῆς πόλεως κατέγραφον: οὐ προσιόντων δὲ τῇ καταγραφῇ τῶν ἀπόρων ἀδύνατοι ὄντες τὴν ἐκ τῶν νόμων ἀνάγκην τοῖς ἀπειθοῦσι προσφέρειν: προειστήκεσαν γὰρ τοῦ πλήθους οἱ δήμαρχοι καὶ κωλύσειν ἔμελλον, εἴ τις ἐπιχειρήσειεν ἢ τὰ σώματα τῶν ἐκλειπόντων τὴν στρατείαν ἄγειν ἢ τὰ χρήματα φέρειν: ἀπειλαῖς χρησάμενοι πολλαῖς ὡς οὐκ ἐπιτρέψοντες τοῖς ἀνασείουσι τὸ πλῆθος, λεληθυῖαν ὑποψίαν κατέλιπον ὡς δικτάτορα ἀποδείξοντες, ὃς ἔμελλε καταλύσας τὰς ἄλλας ἀρχὰς τὴν τυραννικὴν καὶ ἀνυπεύθυνον μόνος ἕξειν ἐξουσίαν. [4] ὡς δὲ ταύτην ἔλαβον τὴν ὑπόνοιαν οἱ δημοτικοί, δείσαντες, μὴ τὸν Ἄππιον ἀποδείξωσι πικρὸν ὄντα καὶ χαλεπόν, πάντα πρὸ τούτου πάσχειν ὑπέμενον.
ἐπεὶ δὲ κατεγράφη τὰ στρατεύματα, παραλαβόντες οἱ ὕπατοι τὰς δυνάμεις ἐξήγαγον ἐπὶ τοὺς πολεμίους. Κορνήλιος μὲν οὖν εἰς τὴν Οὐιεντανῶν χώραν ἐμβαλὼν τὴν ἐγκαταληφθεῖσαν λείαν ἐν [p. 252] αὐτῇ ἀπήλασε, καὶ μετὰ ταῦτα πρεσβευσαμένων τῶν Οὐιεντανῶν τούς τ᾽ αἰχμαλώτους αὐτοῖς ἀπέλυσε χρημάτων, καὶ ἀνοχὰς τοῦ πολέμου συνέθετο ἐνιαυσίους. Φάβιος δὲ τὴν ἑτέραν δύναμιν ἔχων εἰς τὴν Αἰκανῶν γῆν ἐνέβαλεν: ἔπειτ᾽ ἐκεῖθεν εἰς τὴν Οὐολούσκων. [2] χρόνον μὲν οὖν τινα οὐ πολὺν ἠνέσχοντο οἱ Οὐολοῦσκοι διαρπαζομένων αὐτοῖς καὶ κειρομένων τῶν ἀγρῶν: ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων ὡς οὐ πολλῇ δυνάμει παρόντων ἐξεβοήθουν ἐκ τῆς Ἀντιατῶν χώρας τὰ ὅπλα ἁρπάσαντες ἀθρόοι, ταχύτερα μᾶλλον ἢ ἀσφαλέστερα βουλευσάμενοι. εἰ μὲν οὖν ἔφθασαν ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπιφανέντες ἐκ τοῦ ἀπροσδοκήτου, μεγάλην ἂν αὐτῶν εἰργάσαντο τροπήν: νῦν δὲ προαισθόμενος τὴν ἔφοδον αὐτῶν ὁ ὕπατος διὰ τῶν ἀποσταλέντων ἐπὶ τὰς κατασκοπάς, ἀνακλήσει ταχείᾳ τοὺς ἐν ταῖς προνομαῖς ἐσκεδασμένους ἀναλαβών, τάξιν αὐτοῖς ἀπέδωκε τὴν εἰς πόλεμον ἁρμόττουσαν. [3] τοῖς δὲ Οὐολούσκοις σὺν καταφρονήσει καὶ θάρσει χωροῦσιν, ὡς παρὰ δόξαν ἐφάνη συνεστῶσα ἐν κόσμῳ πᾶσα ἡ τῶν πολεμίων δύναμις, δέος ἐμπίπτει πρὸς τὴν ἀδόκητον ὄψιν, καὶ τοῦ μὲν κοινοῦ τῆς ἀσφαλείας οὐδεμία φροντίς, τῆς δ᾽ ἰδίας ἑκάστῳ σωτηρίας πρόνοια. ὑποστρέψαντες δὴ ὡς εἶχον ἕκαστοι τάχους ἔφευγον ἄλλοι κατ᾽ ἄλλας ὁδούς: καὶ οἱ μὲν πλείους ἀπεσώθησαν εἰς τὴν πόλιν, ὀλίγον δέ τι στῖφος, ὃ μάλιστα ἦν συντεταγμένον, εἰς ὄρους τινὰ κορυφὴν ἀναδραμὸν καὶ θέμενον ἐνταῦθα τὰ ὅπλα τὴν ἐπιοῦσαν νύκτα [p. 253] διέμενε: ταῖς δ᾽ ἑξῆς ἡμέραις φρουρὰν περιστήσαντος τοῦ ὑπάτου τῷ λόφῳ καὶ πάσας διακλείσαντος ὅπλοις τὰς ἐξόδους, λιμῷ βιασθὲν ὑποχείριον γίνεται καὶ [4] παραδίδωσι τὰ ὅπλα. ὁ δ᾽ ὕπατος τήν τε λείαν, ὅσῃ ἐπέτυχε, καὶ τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους ἀποδόσθαι κελεύσας τοῖς ταμίαις, εἰς τὴν πόλιν ἀπήνεγκε τὸ ἀργύριον. καὶ μετ᾽ οὐ πολὺν χρόνον ἀναστήσας τὴν δύναμιν ἐκ τῆς πολεμίας ἀπῆγεν ἐπ᾽ οἴκου τελευτῶντος ἤδη τοῦ ἔτους. ἐπιστάντων δὲ τῶν ἀρχαιρεσίων ἔδοξε τοῖς πατρικίοις ἠρεθισμένον ὁρῶσι τὸν δῆμον καὶ μεταμελόμενον ἐπὶ τῇ Κασσίου καταδίκῃ, διὰ φυλακῆς αὐτὸν ἔχειν, μή τι παρακινήσειε πάλιν εἰς δεκασμῶν ἐλπίδα καὶ κλήρων διανομῆς ὑπαχθεὶς ὑπ᾽ ἀνδρὸς δημαγωγῆσαι δυνατοῦ τὸ τῆς ὑπατείας λαβόντος ἀξίωμα. ἐφαίνετο δ᾽ αὐτοῖς ῥᾷστα κωλυθήσεσθαι τούτων τινὸς ὀρεγόμενος, εἰ γένοιτο ὕπατος ἀνὴρ ἥκιστα δημοτικός. [5] βουλευσάμενοι δὴ τοῦτο κελεύουσι μετιέναι τὴν ὑπατείαν τὸν ἕτερον τῶν κατηγορησάντων τοῦ Κασσίου, Καίσωνα Φάβιον ἀδελφὸν ὄντα τοῦ τότε ὑπατεύοντος Κοΐντου, καὶ ἐκ τῶν ἄλλων πατρικίων Λεύκιον Αἰμίλιον ἄνδρα ἀριστοκρατικόν. τούτων δὲ μετιόντων τὴν ἀρχὴν κωλύειν μὲν οὐχ οἷοί τ᾽ ἦσαν οἱ δημοτικοί, καταλιπόντες δὲ τὰς ἀρχαιρεσίας ᾤχοντο ἐκ τοῦ πεδίου. [6] τὸ γὰρ τῆς λοχίτιδος ἐκκλησίας κῦρος ἐν ταῖς ψηφοφορίαις περὶ τοὺς ἐπιφανεστάτους ἦν καὶ τὰ πρῶτα τιμήματα ἔχοντας, καὶ σπάνιόν τι ἦν, ὃ ἐπεκύρουν οἱ διὰ μέσου: ὁ δὲ τελευταῖος λόχος, [p. 254] ἐν ᾧ τὸ πλεῖστόν τε καὶ ἀπορώτατον τοῦ δημοτικοῦ μέρος ἐψηφοφόρει, μιᾶς, ὡς καὶ πρότερον εἴρηταί μοι, τῆς ἐσχάτης ψήφου κύριος ἦν.
παραλαμβάνουσι δὴ τὴν ὑπατείαν κατὰ τὸ ἑβδομηκοστόν τε καὶ διακοσιοστὸν ἔτος ἀπὸ τοῦ συνοικισμοῦ τῆς Ῥώμης Λεύκιος Αἰμίλιος Μαμέρκου υἱὸς καὶ Καίσων Φάβιος Καίσωνος υἱός, ἄρχοντος Ἀθήνησι Νικοδήμου. οἷς κατ᾽ εὐχὴν συνέβη μηδὲν ὑπὸ τῆς πολιτικῆς ἐπιταραχθῆναι διχοστασίας πολέμων τὴν πόλιν περιστάντων ἀλλοεθνῶν. [2] ἐν ἅπασι μὲν οὖν ἔθνεσι καὶ τόποις Ἑλλήνων τε καὶ βαρβάρων φιλοῦσιν αἱ τῶν ἔξωθεν κακῶν ἀνάπαυλαι ἐμφυλίους τε καὶ ἐνδήμους ἐγείρειν πολέμους, μάλιστα δὲ τοῦτο πάσχουσιν, ὅσοι πολεμιστὴν καὶ κακόπαθον αἱροῦνται βίον ἐλευθερίας τε καὶ ἡγεμονίας πόθῳ. χαλεπαὶ γὰρ αἱ μαθοῦσαι τοῦ πλείονος ἐφίεσθαι φύσεις ἐξειργόμεναι τῶν συνήθων ἔργων καρτερεῖν: καὶ διὰ τοῦτο οἱ φρονιμώτατοι τῶν ἡγεμόνων ἀεί τινας ἐκ τῶν ἀλλοεθνῶν ἀναζωπυροῦσιν ἔχθρας, κρείττονας ἡγούμενοι τῶν ἐντοπίων πολέμων τοὺς ἀλλοδαπούς. [3] τότε δ᾽ οὖν, ὥσπερ ἔφην, κατὰ δαίμονα τοῖς ὑπάτοις συνέπεσον αἱ τῶν ὑπηκόων ἐπαναστάσεις. Οὐολοῦσκοι γάρ, εἴτε τῇ πολιτικῇ Ῥωμαίων κινήσει πιστεύσαντες ὡς ἐκπεπολεμωμένου τοῦ δημοτικοῦ πρὸς τοὺς ἐν τέλει, εἴτε τῆς προτέρας ἥττης ἀμαχητὶ γενομένης αἰσχύνῃ παροξυνθέντες, εἴτ᾽ ἐπὶ ταῖς ἑαυτῶν δυνάμεσι πολλαῖς οὔσαις μέγα φρονήσαντες, [4] εἴτε διὰ ταῦτα πάντα πολεμεῖν [p. 255] Ῥωμαίοις διέγνωσαν, καὶ συναγαγόντες ἐξ ἁπάσης πόλεως τὴν νεότητα, μέρει μέν τινι τῆς δυνάμεως ἐπὶ τὰς Ἑρνίκων τε καὶ Λατίνων πόλεις ἐστράτευσαν, τῇ δὲ λοιπῇ, ἣ πλείστη τ᾽ ἦν καὶ κρατίστη, τοὺς ἐπὶ τὰς πόλεις σφῶν ἥξοντας δέχεσθαι ἤμελλον. ταῦτα μαθοῦσι Ῥωμαίοις ἔδοξε διχῇ νέμειν τὰς δυνάμεις καὶ τῇ μὲν ἑτέρᾳ τὴν Ἑρνίκων τε καὶ Λατίνων διὰ φυλακῆς ἔχειν, τῇ δ᾽ ἑτέρᾳ τὴν Οὐολούσκων λεηλατεῖν.
διακληρωσαμένων δὲ τῶν ὑπάτων τὰς δυνάμεις, ὡς ἔστιν αὐτοῖς ἔθος, τὸ μὲν ἐπικουρεῖν μέλλον τοῖς συμμάχοις στράτευμα Καίσων Φάβιος παρέλαβε, θάτερον δὲ Λεύκιος ἔχων ἐπὶ τὴν Ἀντιατῶν ἦγε πόλιν. γενόμενος δὲ πλησίον τῶν ὁρίων καὶ κατιδὼν τὰς τῶν πολεμίων δυνάμεις, τότε μὲν ἀντικατεστρατοπέδευσεν ἐπὶ λόφου, ταῖς δ᾽ ἑξῆς ἡμέραις ἐξιόντων εἰς τὸ πεδίον τῶν πολεμίων θαμινὰ καὶ προκαλουμένων εἰς μάχην, ἡνίκα τὸν οἰκεῖον ἔχειν καιρὸν ὑπελάμβανεν, ἐξῆγε τὰς δυνάμεις: καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν παρακλήσει τε πολλῇ καὶ ἐπικελεύσει χρησάμενος, ἐκέλευσε σημαίνειν τὸ πολεμικόν: καὶ οἱ στρατιῶται τὸ σύνηθες ἀλαλάξαντες ἀθρόοι κατὰ σπείρας τε καὶ κατὰ λόχους συνέβαλλον. [2] ὡς δὲ τὰς λόγχας καὶ τὰ σαυνία καὶ ὅσα εἶχον ἑκηβόλα ἐξανάλωσαν, σπασάμενοι τὰ ξίφη συρράττουσιν ἀλλήλοις ἴσῃ τόλμῃ τε καὶ ἐπιθυμίᾳ τοῦ ἀγῶνος ἑκάτεροι χρώμενοι: ἦν τε, ὡς καὶ πρότερον ἔφην, παραπλήσιος αὐτοῖς ὁ τοῦ ἀγῶνος τρόπος, καὶ οὔτε ἡ σοφία καὶ ἡ ἐμπειρία Ῥωμαίων περὶ τὰς μάχας, ᾗ χρώμενοι τὰ πολλὰ ἐπεκράτουν, [p. 256] οὔτε τὸ καρτερικὸν καὶ ταλαίπωρον ἐν τοῖς πόνοις διὰ πολλῶν ἠσκημένον ἀγώνων ἐπεκράτει: τὰ γὰρ αὐτὰ καὶ περὶ τοὺς πολεμίους ἦν, ἐξ οὗ Μάρκιον ἡγεμόνα Ῥωμαίων οὐ τὸν ἀφανέστατον στρατηλάτην ἔσχον: ἀλλ᾽ ἀντεῖχον ἑκάτεροι τῆς χώρας, ἐν ᾗ τὸ πρῶτον ἔστησαν οὐχ ὑφιέμενοι. [3] ἔπειτα κατὰ μικρὸν οἱ Οὐολοῦσκοι ὑπεχώρουν ἐν κόσμῳ τε καὶ τάξει δεχόμενοι τοὺς Ῥωμαίους. στρατήγημα δὲ τοῦτ᾽ ἦν, ἵνα διασπάσωσί τ᾽ αὐτῶν τὰς τάξεις καὶ ἐξ ὑπερδεξιοῦ γένωνται χωρίου.
οἱ δ᾽ ὑπολαβόντες αὐτοὺς ἄρχειν φυγῆς ἠκολούθουν βάδην μὲν ἀπιοῦσι καὶ αὐτοὶ σὺν κόσμῳ ἑπόμενοι, ἐπειδὴ δὲ δρόμῳ χωροῦντας ἐπὶ τὸν χάρακα ἐθεάσαντο, ταχείᾳ καὶ αὐτοὶ διώξει καὶ ἀσυντάκτῳ χρώμενοι. οἱ δὲ δὴ τελευταῖοί τε καὶ ὀπισθοφυλακοῦντες λόχοι νεκρούς τ᾽ ἐσκύλευον, ὡς κεκρατηκότες ἤδη τῶν πολεμίων, καὶ ἐφ᾽ ἁρπαγὴν τῆς χώρας ἐτράποντο. [2] μαθόντες δ᾽ οἱ Οὐολοῦσκοι ταῦτ᾽ οἵ τε δόξαν παρασχόντες φυγῆς, ἐπειδὴ τοῖς ἐρύμασι τοῦ χάρακος ἐπλησίασαν, ὑποστραφέντες ἔστησαν, καὶ οἱ καταλειφθέντες ἐν τῷ στρατοπέδῳ τὰς πύλας ἀναπετάσαντες ἐξέδραμον ἀθρόοι κατὰ πολλὰ μέρη: γίνεταί τ᾽ αὐτῶν παλίντροπος ἡ μάχη: οἱ μὲν γὰρ διώκοντες ἔφευγον, οἱ δὲ φεύγοντες ἐδίωκον. ἔνθα πολλοὶ καὶ ἀγαθοὶ Ῥωμαίων θνήσκουσιν οἷα εἰκὸς ὠθούμενοι κατὰ πρανοῦς χωρίου καὶ ὑπὸ πολλῶν ὀλίγοι κυκλωθέντες. [3] ἀδελφὰ δὲ τούτοις ἔπασχον, ὅσοι πρὸς σκῦλά τε καὶ [p. 257] ἁρπαγὰς τραπόμενοι τὸ ἐν κόσμῳ τε καὶ τάξει ὑποχωρεῖν ἀφῃρέθησαν: καὶ γὰρ καὶ οὗτοι καταληφθέντες ὑπὸ τῶν πολεμίων οἱ μὲν ἐσφάγησαν, οἱ δ᾽ αἰχμάλωτοι ἐλήφθησαν. ὅσοι δὲ τούτων τε καὶ τῶν ἀπὸ τοῦ ὄρους ἀπαραχθέντων διεσώθησαν, ὀψὲ τῆς ὥρας τῶν ἱππέων αὐτοῖς ἐπιβοηθησάντων, ἀπῆλθον ἐπὶ τὸν χάρακα. ἐδόκει τ᾽ αὐτοῖς συλλαβέσθαι τοῦ μὴ πασσυδὶ διαφθαρῆναι χειμὼν πολὺς ἐξ οὐρανοῦ καταρραγεὶς καὶ σκότος, οἷον ἐν ταῖς βαθείαις ὁμίχλαις γίνεται, ὃ τοῖς πολεμίοις ὄκνον τῆς ἐπὶ πλέον διώξεως παρέσχεν οὐ δυναμένοις τὰ πόρρω καθορᾶν. [4] τῇ δ᾽ ἐπιούσῃ νυκτὶ ἀναστήσας τὴν στρατιὰν ὁ ὕπατος ἀπῆγε σιγῇ καὶ ἐν κόσμῳ, λαθεῖν τοὺς πολεμίους προνοούμενος: καὶ κατεστρατοπέδευσε παρὰ πόλει λεγομένῃ Λογγόλᾳ περὶ δείλην ὀψίαν, γήλοφον ἱκανὸν ἐρύκειν τοὺς ἐπιόντας ἐκλεξάμενος. ἔνθα ὑπομένων τούς τε ὑπὸ τραυμάτων κάμνοντας ἀνεκτᾶτο θεραπείαις, καὶ τοὺς ἀδημονοῦντας ἐπὶ τῇ παραδόξῳ τοῦ πάθους αἰσχύνῃ παραμυθούμενος ἀνελάμβανε.
Ῥωμαῖοι μὲν οὖν ἐν τούτοις ἦσαν: Οὐολοῦσκοι δ᾽, ἐπειδὴ ἡμέρα τ᾽ ἐγένετο καὶ ἔγνωσαν τοὺς πολεμίους ἐκλελοιπότας τὸν χάρακα, προσελθόντες κατεστρατοπέδευσαν. σκυλεύσαντες δὲ τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἡμιθνῆτας, οἷς σωθήσεσθαι ἐλπὶς ἦν, ἀνελόμενοι ταφάς τε ποιησάμενοι τῶν σφετέρων νεκρῶν, [p. 258] εἰς τὴν ἐγγυτάτω πόλιν Ἄντιον ἀνέζευξαν: ἔνθα παιανίζοντες ἐπὶ τῇ νίκῃ καὶ θύοντες ἐν ἅπασιν ἱεροῖς εἰς εὐπαθείας καὶ ἡδονὰς ταῖς ἑξῆς ἡμέραις ἐτράποντο. [2] εἰ μὲν οὖν ἐπὶ τῆς τότε νίκης διέμειναν καὶ μηδὲν ἐπεξειργάσαντο, καλὸν ἂν αὐτοῖς εἰλήφει τέλος ὁ ἀγών. Ῥωμαῖοι γὰρ οὐκ ἂν ὑπέμειναν ἔτι προελθεῖν ἐκ τοῦ χάρακος ἐπὶ πολέμῳ, ἀγαπητὸν δ᾽ ἂν ἦν, εἰ ἀπῆλθον ἐκ τῆς πολεμίας, κρείττονα τοῦ προδήλου θανάτου τὴν ἄδοξον ἡγησάμενοι φυγήν. νῦν δὲ τοῦ πλείονος ὀρεγόμενοι καὶ τὴν ἐκ τῆς προτέρας νίκης δόξαν ἀπέβαλον. [3] ἀκούοντες γὰρ παρά τε κατασκόπων καὶ τῶν ἐκ τοῦ χάρακος ἀποδεδρακότων, ὅτι κομιδῇ τ᾽ εἰσὶν οἱ σωθέντες Ῥωμαίων ὀλίγοι καὶ τούτων οἱ πλείους τραυματίαι, πολλὴν αὐτῶν ἐποιήσαντο καταφρόνησιν, καὶ αὐτίκα τὰ ὅπλα ἁρπάσαντες ἔθεον ἐπ᾽ αὐτούς. πολὺ δὲ καὶ τὸ ἄνοπλον αὐτοῖς ἐκ τῆς πόλεως εἵπετο κατὰ θέαν τοῦ ἀγῶνος καὶ ἅμα ἐφ᾽ ἁρπαγήν τε καὶ ὠφέλειαν. [4] ἐπεὶ δὲ προσβαλόντες τῷ λόφῳ τόν τε χάρακα περιέστησαν καὶ τὰ περισταυρώματα διασπᾶν ἐπεχείρουν, πρῶτοι μὲν οἱ τῶν Ῥωμαίων ἱππεῖς πεζοὶ μαχόμενοι διὰ τὴν τοῦ χωρίου φύσιν ἐξέδραμον ἐπ᾽ αὐτούς, ἔπειτα τούτων κατόπιν οἱ καλούμενοι τριάριοι πυκνώσαντες τοὺς λόχους: οὗτοι δ᾽ εἰσὶν οἱ πρεσβύτατοι τῶν στρατευομένων, οἷς τὰ στρατόπεδα [p. 259] ἐπιτρέπουσι φυλάττειν, ὅταν ἐξίωσιν εἰς τὴν μάχην, καὶ ἐφ᾽ οὓς τελευταίους, ὅταν ἀθρόα γένηται τῶν ἐν ἀκμῇ φθορά, σπανίζοντες ἑτέρας ἐπικουρίας καταφεύγουσι διὰ τὴν ἀνάγκην. οἱ δ᾽ Οὐολοῦσκοι [5] κατ᾽ ἀρχὰς μὲν ἐδέξαντο τὴν ἔφοδον αὐτῶν καὶ μέχρι πολλοῦ διέμενον ἐκθύμως ἀγωνιζόμενοι, ἔπειτα διὰ τὴν τοῦ χωρίου φύσιν μειονεκτοῦντες ὑπεχώρουν, καὶ τέλος ὀλίγα μὲν τοὺς πολεμίους καὶ οὐκ ἄξια λόγου ἐργασάμενοι, πλείω δ᾽ αὐτοὶ παθόντες κακὰ ὑπεχώρησαν εἰς τὸ πεδίον. ἔνθα καταστρατοπεδευσάμενοι ταῖς ἑξῆς ἡμέραις ἐξέταττον τὴν δύναμιν καὶ προὐκαλοῦντο τοὺς Ῥωμαίους εἰς μάχην, οἱ δ᾽ οὐκ ἀντεξῄεσαν. [6] ὡς δὲ τοῦτ᾽ εἶδον καταφρονήσαντες αὐτῶν οἱ Οὐολοῦσκοι συνεκάλουν ἐκ τῶν πόλεων δυνάμεις καὶ παρεσκευάζοντο ὡς ἐξελοῦντες πολυχειρίᾳ τὸ φρούριον: ῥᾳδίως τ᾽ ἂν ἐξειργάσαντο μέγα ἔργον ὑπάτου τε καὶ Ῥωμαϊκῆς δυνάμεως ἢ βίᾳ κρατήσαντες ἢ καὶ ὁμολογίαις: οὐδὲ γὰρ τῶν ἐπιτηδείων ἔτι εὐπόρει τὸ χωρίον: ἔφθη δὲ πρότερον ἐπικουρία Ῥωμαίοις ἐλθοῦσα, ὑφ᾽ ἧς ἐκωλύθησαν οἱ Οὐολοῦσκοι τὸ κάλλιστον ἐπιθεῖναι τῷ πολέμῳ τέλος. [7] ὁ γὰρ ἕτερος τῶν ὑπάτων Καίσων Φάβιος μαθών, ἐν αἷς ἦν τύχαις ἡ παραταξαμένη Οὐολούσκοις δύναμις, ἐβούλετο μὲν ὡς εἶχε τάχους ἅπασαν ἄγων τὴν δύναμιν εὐθὺς ἐπιέναι τοῖς πολιορκοῦσι τὸ φρούριον. ὡς δ᾽ οὐκ ἐγίνετο αὐτῷ θυομένῳ τε καὶ οἰωνοῖς χρωμένῳ τὰ ἱερὰ καλά, ἀλλ᾽ [p. 260] ἠναντιοῦτο πρὸς τὰς ἐξόδους αὐτοῦ τὸ δαιμόνιον, αὐτὸς μὲν ὑπέμεινε, τὰς δὲ κρατίστας ἐπιλεξάμενος σπείρας ἀπέστειλε τῷ συνάρχοντι. [8] αἱ δὲ διά τ᾽ ὀρῶν ἀφανῶς καὶ νύκτωρ τὰ πολλὰ ποιησάμεναι τὰς ὁδοὺς εἰσῆλθον εἰς τὸν χάρακα τοὺς πολεμίους λαθοῦσαι. ὁ μὲν οὖν Αἰμίλιος θρασύτερος ἐγεγόνει τῇ παρουσίᾳ τῶν συμμάχων, οἱ δὲ πολέμιοι τῷ τε πλήθει τῷ σφετέρῳ εἰκῆ πίσυνοι καὶ διὰ τὸ μὴ ἐπεξιέναι τοὺς Ῥωμαίους εἰς μάχην ἐπαρθέντες ἀνέβαινον ἐπὶ τὸ ὄρος πυκνώσαντες τοὺς λόχους: καὶ οἱ Ῥωμαῖοι παρέντες αὐτοὺς ἀναβῆναι καθ᾽ ἡσυχίαν καὶ πολλὰ πονεῖν περὶ τῷ σταυρώματι ἐάσαντες, ἐπειδὴ τὰ σημεῖα ἤρθη τῆς μάχης διασπάσαντες κατὰ πολλὰ μέρη τὸν χάρακα ἐμπίπτουσιν αὐτοῖς: καὶ οἱ μὲν εἰς χεῖρας καταστάντες τοῖς ξίφεσιν ἐμάχοντο, οἱ δ᾽ ἀπὸ τῶν ἐρυμάτων λίθοις τε καὶ σαυνίοις καὶ λόγχαις τοὺς ἐπιόντας ἔβαλλον, βέλος δ᾽ οὐδὲν ἄσκοπον ἦν πεπιλημένων γ᾽ ἐν βραχεῖ χωρίῳ πολλῶν. [9] ἀπαράττονται δὴ τοῦ λόφου πολλοὺς σφῶν ἀποβαλόντες οἱ Οὐολοῦσκοι καὶ εἰς φυγὴν ὁρμήσαντες μόγις εἰς τὸν ἴδιον ἀποσώζονται χάρακα. Ῥωμαῖοι δ᾽ ὡς ἐν ἀσφαλείᾳ τέως ὄντες ἤδη κατέβαινον ἐπὶ τοὺς ἀγροὺς αὐτῶν: ἐξ ὧν ἐπισιτισμοὺς καὶ τἆλλα, ὅσων σπάνις ἦν ἐν τῷ χάρακι, ἐλάμβανον.
ἐπειδὴ δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν [p. 261] καιρός, ὁ μὲν Αἰμίλιος ἔμεινεν ἐπὶ στρατοπέδου δι᾽ αἰσχύνης ἔχων ἐπὶ συμφοραῖς οὐκ εὐσχήμοσιν εἰς τὴν πόλιν εἰσελθεῖν τὸ κράτιστον ἀπολωλεκὼς τῆς στρατιᾶς. ὁ δὲ συνύπατος αὐτοῦ τοὺς ὑφ᾽ ἑαυτὸν ἄρχοντας ἐπὶ στρατοπέδου καταλιπὼν εἰς τὴν Ῥώμην ᾤχετο: καὶ συγκαλέσας τὸν ὄχλον ἐπὶ τὰς ἀρχαιρεσίας, οἷς μὲν ὁ δῆμος ἐβούλετο δοθῆναι τὴν ὑπατείαν ἀνδράσιν ἐκ τῶν ὑπατευκότων, οὐ προὔθηκε τὴν ψηφοφορίαν, ἐπειδὴ οὐδ᾽ αὐτοὶ μετῄεσαν τὴν ἀρχὴν ἑκόντες, ὑπὲρ δὲ τῶν μετιόντων τούς τε λόχους ἐκάλεσε καὶ τὰς ψήφους ἀνέδωκεν. [2] οὗτοι δ᾽ ἦσαν, οὓς ἡ βουλὴ προείλετο καὶ οἷς παραγγέλλειν τὴν ἀρχὴν ἐκέλευσεν, οὐ σφόδρα τῷ δήμῳ κεχαρισμένοι. καὶ ἀπεδείχθησαν εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ὕπατοι ὅ τε νεώτερος ἀδελφὸς τοῦ προθέντος τὰς ἀρχαιρεσίας ὑπάτου, Μάρκος Φάβιος Καίσωνος υἱός, καὶ Λεύκιος Οὐαλέριος Μάρκου υἱός, ὁ τὸν τρὶς ὑπατεύσαντα Κάσσιον κρίνας ἐπὶ τῇ τυραννίδι καὶ [3] ἀποκτείνας. οὗτοι τὴν ἀρχὴν παραλαβόντες ὑπὲρ τῶν ἀποθανόντων ἐν τῷ πρὸς Ἀντιάτας πολέμῳ στρατιωτῶν ἠξίουν ἑτέρους καταγράφειν, ἵνα τὸ ἐλλιπὲς ἀναπληρωθῇ τῶν λόχων. καὶ δόγμα ποιησάμενοι βουλῆς προὔγραψαν ἡμέραν, ἐν ᾗ παρεῖναι τοὺς ἔχοντας ἡλικίαν στρατεύσιμον ἔδει. μετὰ τοῦτο θόρυβος ἦν πολὺς κατὰ τὴν πόλιν, καὶ λόγοι τῶν πενεστάτων στασιώδεις οὐκ ἀξιούντων οὔτε βουλῆς δόγμασιν ὑπηρετεῖν οὔτε ὑπάτων ἐξουσίᾳ πειθαρχεῖν, ὅτι τὰς περὶ τῆς κληρουχίας [p. 262] ὑποσχέσεις ἐψεύσαντο πρὸς αὐτούς: συνιόντες τε κατὰ πλῆθος ἐπὶ τοὺς δημάρχους ὠνείδιζον αὐτοῖς προδοσίαν καὶ κατεβόων ἐπικαλούμενοι τὴν ἐξ ἐκείνων συμμαχίαν. [4] τοῖς μὲν οὖν ἄλλοις οὐκ ἐδόκει καιρὸς ἁρμόττων εἶναι πολέμου συνεστῶτος ὑπερορίου τὰς πολιτικὰς ἔχθρας ἀναζωπυρεῖν, εἷς δέ τις ἐξ αὐτῶν Γάϊος Μαίνιος οὐκ ἔφη προδώσειν τοὺς δημοτικούς, οὐδ᾽ ἐπιτρέψειν τοῖς ὑπάτοις στρατιὰν καταγράφειν, ἐὰν μὴ πρότερον ἀποδείξωσι τοὺς ὁριστὰς τῆς δημοσίας γῆς καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα γράψαντες εἰς τὸν δῆμον ἐξενέγκωσιν. ἀντιλεγόντων δὲ πρὸς ταῦτα τῶν ὑπάτων καὶ πρόφασιν ποιουμένων τοῦ μηθὲν αὐτῷ συγχωρεῖν, ὧν ἠξίου, τὸν ἐν χερσὶν ὄντα πόλεμον, οὐκ ἔφη προσέξειν αὐτοῖς τὸν νοῦν, ἀλλὰ [5] κωλύσειν ἁπάσῃ δυνάμει τὴν καταγραφήν. καὶ ἐποίει ταῦτα: οὐ μὴν ἴσχυσέ γε μέχρι τέλους. οἱ γὰρ ὕπατοι προελθόντες ἔξω τῆς πόλεως ἐν τῷ παρακειμένῳ πεδίῳ τοὺς στρατηγικοὺς δίφρους ἔθηκαν: ἐνταῦθα καὶ τὸν στρατιωτικὸν ἐποιοῦντο κατάλογον, καὶ τοὺς οὐχ ὑπακούοντας τοῖς νόμοις, ἐπειδὴ αὐτοὺς ἄγειν οὐχ οἷοί τ᾽ ἦσαν, εἰς χρήματα ἐζημίουν: ὅσοις μὲν χωρία ὑπῆρχεν, ἐκκόπτοντες ταῦτα καὶ τὰς αὐλὰς καθαιροῦντες: ὅσων δὲ γεωργικὸς ὁ βίος ἦν ἐν ἀλλοτρίοις κτήμασι, τούτων ἄγοντές τε καὶ φέροντες τὰ παρεσκευασμένα πρὸς τὴν ἐργασίαν ζεύγη τε βοϊκὰ καὶ βοσκήματα καὶ ὑποζύγια ἀχθοφόρα καὶ σκεύη παντοῖα, οἷς γῆ τ᾽ ἐξεργάζεται καὶ καρποὶ συγκομίζονται. [6] ὁ δὲ κωλύων τὴν καταγραφὴν δήμαρχος οὐθὲν ἔτι ποιεῖν ἦν δυνατός. [p. 263] οὐδενὸς γάρ εἰσι τῶν ἔξω τῆς πόλεως οἱ τὴν δημαρχικὴν ἔχοντες ἐξουσίαν κύριοι: περιγέγραπται γὰρ αὐτῶν τὸ κράτος τοῖς τείχεσι, καὶ οὐδὲ ἀπαυλισθῆναι τῆς πόλεως αὐτοῖς θέμις, ὅτι μὴ πρὸς ἕνα καιρόν, ἐν ᾧ πᾶσαι θύουσιν αἱ τῆς πόλεως ἀρχαὶ κοινὴν ὑπὲρ τοῦ Λατίνων ἔθνους τῷ Διὶ θυσίαν ἐπὶ τὸ Ἀλβανῶν ὄρος ἀναβαίνουσαι. [7] τοῦτο διαμένει μέχρι τῶν καθ᾽ ἡμᾶς χρόνων τὸ ἔθος, τὸ μηθενὸς εἶναι τῶν ἔξω τῆς πόλεως τοὺς δημάρχους κυρίους: καὶ δὴ καὶ τὸν ἐμφύλιον Ῥωμαίων πόλεμον τὸν ἐπὶ τῆς ἐμῆς ἡλικίας, ὃς μέγιστος τῶν πρὸ αὐτοῦ πολέμων ἐγένετο, ἡ κινήσασα πρόφασις ἐπὶ πολλαῖς ἄλλαις δόξασα μείζων εἶναι καὶ μόνη ἀποχρῶσα διαστῆσαι τὴν πόλιν ἥδε ἦν, ὅτι τῶν δημάρχων τινὲς ἐξεληλάσθαι τῆς πόλεως αἰτιώμενοι βίᾳ πρὸς τοῦ τότε κατέχοντος τὰ κατὰ τὴν Ἰταλίαν ἡγεμόνος, ἵνα μηδενὸς εἶεν ἔτι κύριοι, ἐπὶ τὸν ἐν τῇ Γαλατίᾳ τὰ στρατόπεδα κατέχοντα ὡς οὐκ ἔχοντες, ὅποι τράπωνται, κατέφυγον. [8] ὁ δὲ τῇ προφάσει ταύτῃ χρησάμενος, ὡς ἀρχῇ δήμου παναγεῖ τὸ κράτος ἀφαιρεθείσῃ παρὰ τοὺς ὅρκους τῶν προγόνων αὐτὸς ὁσίως καὶ σὺν δίκῃ βοηθῶν αὐτός τε σὺν τοῖς ὅπλοις ἦλθεν εἰς τὴν πόλιν καὶ τοὺς ἄνδρας ἐπὶ τὴν ἀρχὴν κατήγαγε.
τότε δ᾽ οὖν οἱ δημόται τῆς δημαρχικῆς ἐξουσίας οὐδὲν ἀπολαύοντες ὑφεῖντο τοῦ θράσους καὶ προσιόντες τοῖς ἐπὶ τῆς στρατολογίας τεταγμένοις [p. 264] τὸν ἱερὸν ὅρκον ὤμνυσαν, καὶ ὑπὸ τὰς σημαίας κατεγράφοντο. ἐπεὶ δὲ τὸ ἐλλιπὲς τῶν λόχων ἐξεπληρώθη, διεκληρώσαντο τὰς ἡγεμονίας τῶν στρατοπέδων οἱ ὕπατοι: καὶ ὁ μὲν Φάβιος τὴν ἐπὶ τῇ βοηθείᾳ τῶν συμμάχων ἀποσταλεῖσαν δύναμιν παρελάμβανεν, ὁ δὲ Οὐαλέριος τὴν ἐν Οὐολούσκοις στρατοπεδεύουσαν ἄγων τοὺς νεωστὶ καταγραφέντας. [2] μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς πολεμίοις ἐδόκει στρατιάν θ᾽ ἑτέραν μεταπέμπεσθαι καὶ ἐν ἰσχυροτέρῳ τὸ στρατόπεδον ποιήσασθαι χωρίῳ καὶ μηδὲν ἐκ τοῦ καταφρονεῖν αὐτῶν ἔτι προπετὲς κινδύνευμα ὡς πρότερον ὑπομένειν. ἐγεγόνει ταῦτα διὰ ταχέων, ἀμφοτέροις τε παρέστη τοῖς ἡγεμόσι τῶν δυνάμεων ὁμοία περὶ τοῦ πολέμου γνώμη, τὰ ἑαυτῶν φυλάττειν ἐρύματα, ἐάν τις ἐπίῃ, τοῖς δὲ τῶν πολεμίων ὡς βίᾳ κρατηθησομένοις μὴ ἐπιχειρεῖν. [3] καὶ ὁ διὰ μέσου χρόνος οὐκ ὀλίγος ἐγένετο φόβῳ τῶν ἐπιχειρήσεων τριβόμενος: οὐ μέντοι καὶ εἰς τέλος γε διαμένειν ἐν τοῖς ἐγνωσμένοις ἐδυνήθησαν. ὁπότε γὰρ ἐπισιτισμοῦ χάριν ἢ τῶν ἄλλων ἐπιτηδείων τινός, ὧν ἀμφοτέροις ἔδει, μοῖρά τις ἀποσταλείη τῆς στρατιᾶς, συμβολαί τ᾽ αὐτῶν ἐγίνοντο καὶ πληγαί, καὶ τὸ νικᾶν οὐκ ἀεὶ παρὰ τοῖς αὐτοῖς ἔμενε: πολλάκις δὲ συμπλεκομένων ἀλλήλοις ἀπέθνησκόν τ᾽ οὐκ ὀλίγοι καὶ τραυματίαι πλείους ἐγίνοντο. [4] τοῖς μὲν οὖν Ῥωμαίοις τὸ ἀπαναλούμενον τῆς στρατιᾶς οὐδεμία ποθὲν ἐπικουρία [p. 265] ἐξεπλήρου, τὸ δὲ τῶν Οὐολούσκων στρατόπεδον ἄλλων ἐπ᾽ ἄλλοις ἡκόντων πολλὴν αὔξησιν ἐλάμβανε: καὶ τούτῳ ἐπαρθέντες οἱ ἡγεμόνες ἐξῆγον ἐκ τοῦ χάρακος τὴν δύναμιν ὡς εἰς μάχην.
ἐξελθόντων δὲ καὶ τῶν Ῥωμαίων καὶ παραταξαμένων ἰσχυρὰ μάχη γίνεται καὶ ἱππέων καὶ πεζῶν καὶ ψιλῶν ἴσῃ πάντων χρωμένων προθυμίᾳ τε καὶ ἐμπειρίᾳ, καὶ τὸ νικᾶν ἑκάστου παρ᾽ ἑαυτὸν μόνον τιθεμένου: [2] ὡς δὲ νεκροί τ᾽ αὐτῶν πολλοὶ ἑκατέρωθεν, ἐν ᾧ ἐτάχθησαν χωρίῳ, πεσόντες ἔκειντο, καὶ ἡμιθνῆτες ἔτι πλείους τῶν νεκρῶν, οἱ δὲ παρὰ τὸν ἀγῶνα καὶ τὰ δεινὰ ἔτι διαμένοντες ὀλίγοι ἦσαν, καὶ οὐδὲ οὗτοι δρᾶν τὰ πολέμου ἔργα δυνάμενοι βαρυνόντων μὲν αὐτοῖς τῶν σκεπαστηρίων τὰς εὐωνύμους χεῖρας διὰ πλῆθος τῶν ἐμπεπηγότων βελῶν, καὶ οὐκ ἐώντων ὑπομένειν τὰς προσβολάς, τετραμμένων δὲ τῶν ἐγχειριδίων τὰς ἀκμάς, ἔστι δ᾽ ὧν καὶ κατεαγότων ὅλων, οἷς οὐθὲν ἔτι ἦν χρῆσθαι, τοῦ τε κόπου, ὃς δι᾽ ὅλης ἡμέρας ἀγωνιζομένοις αὐτοῖς πολὺς ἐγεγόνει, παραλύοντος τὰ νεῦρα καὶ τὰς πληγὰς ἀσθενεῖς ποιοῦντος, ἱδρῶτος δὲ καὶ δίψης καὶ ἄσθματος, οἷα ἐν πνιγηρᾷ ὥρᾳ ἔτους τοῖς πολὺν χρόνον ἀγωνιζομένοις συμπίπτειν φιλεῖ, παρ᾽ ἀμφοτέροις γινομένων, τέλος οὐδὲν ἔλαβεν ἀξιόλογον ἡ μάχη, ἀλλ᾽ ἀγαπητῶς [p. 266] ἀμφότεροι τῶν στρατηγῶν ἀνακαλουμένων ἀπῆλθον ἐπὶ τοὺς ἑαυτῶν χάρακας: καὶ οὐκέτι μετὰ τοῦτ᾽ ἐξῄεσαν εἰς μάχην οὐδέτεροι, ἀλλ᾽ ἀντικαθήμενοι παρεφύλαττον ἀλλήλων τὰς ἕνεκα τῶν ἐπιτηδείων γινομένας ἐξόδους. [3] ἔδοξε μέντοι καὶ λόγος ἦν ἐν τῇ Ῥώμῃ πολύς, ὡς δυναμένη τότε νικᾶν ἡ Ῥωμαίων δύναμις ἑκουσία μηδὲν ἦν ἐργάσασθαι λαμπρὸν διὰ μῖσός τε τοῦ ὑπάτου καὶ ὀργήν, ἣν εἶχε πρὸς τοὺς πατρικίους ἐπὶ τῷ φενακισμῷ τῆς κληρουχίας. αὐτοὶ δ᾽ οἱ στρατιῶται τὸν ὕπατον ὡς οὐχ ἱκανὸν στρατηγεῖν ᾐτιῶντο, γράμματα πέμποντες ὡς τοὺς ἐπιτηδείους ἑαυτῶν ἕκαστοι. καὶ τὰ μὲν ἐπὶ στρατοπέδου γινόμενα τοιαῦτ᾽ ἦν: ἐν αὐτῇ δὲ τῇ Ῥώμῃ πολλὰ δαιμόνια σημεῖα ἐφαίνετο δηλωτικὰ θείου χόλου κατά τε φωνὰς καὶ ὄψεις ἀήθεις. [4] πάντα δ᾽ εἰς τοῦτο συνέτεινεν, ὡς οἵ τε μάντεις καὶ οἱ τῶν ἱερῶν ἐξηγηταὶ συνενέγκαντες τὰς ἐμπειρίας ἀπεφαίνοντο, ὅτι θεῶν χολοῦσθαὶ τινες οὐ κομίζονται τὰς νομίμους τιμὰς οὐ καθαρῶς οὐδὲ ὁσίως ἐπιτελουμένων αὐτοῖς τῶν ἱερῶν. ζήτησις δὴ μετὰ τοῦτο πολλὴ ἐκ πάντων ἐγίνετο, καὶ σὺν χρόνῳ μήνυσις ἀποδίδοται τοῖς ἱεροφάνταις, ὅτι τῶν παρθένων μία τῶν φυλαττουσῶν τὸ ἱερὸν πῦρ, Ὀπιμία ὄνομα αὐτῇ, τὴν παρθενίαν ἀφαιρεθεῖσα μιαίνει τὰ ἱερά. [5] οἱ δ᾽ ἔκ τε βασάνων καὶ τῶν ἄλλων ἀποδείξεων [p. 267] μαθόντες, ὅτι τὸ μηνυόμενον ἦν ἀδίκημα ἀληθές, αὐτὴν μὲν τῆς κορυφῆς ἀφελόμενοι τὰ στέμματα καὶ πομπεύσαντες δι᾽ ἀγορᾶς ἐντὸς τείχους ζῶσαν κατώρυξαν: δύο δὲ τοὺς ἐξελεγχθέντας διαπράξασθαι τὴν φθορὰν μαστιγώσαντες ἐν φανερῷ παραχρῆμα ἀπέκτειναν καὶ μετὰ τοῦτο καλὰ τὰ ἱερὰ καὶ τὰ μαντεύματα ὡς ἀφεικότων αὐτοῖς τῶν θεῶν τὸν χόλον, ἐγίνετο.
ὡς δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν χρόνος, ἐλθόντων τῶν ὑπάτων πολλὴ σπουδὴ καὶ παράταξις ἐγένετο τοῦ δήμου πρὸς τοὺς πατρικίους περὶ τῶν παραληψομένων τὴν ἡγεμονίαν ἀνδρῶν. ἐκεῖνοι μὲν γὰρ ἐκ τῶν νεωτέρων ἐβούλοντο τοὺς δραστηρίους τε καὶ ἥκιστα δημοτικοὺς ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν: καὶ μετῄει τὴν ἀρχὴν κελευσθεὶς ὑπ᾽ αὐτῶν ὁ υἱὸς Ἀππίου Κλαυδίου τοῦ πολεμιωτάτου τῷ δήμῳ δοκοῦντος εἶναι, μεστὸς αὐθαδείας ἀνὴρ καὶ θράσους, ἑταίροις τε καὶ πελάταις ἁπάντων πλεῖστον τῶν καθ᾽ ἡλικίαν δυνάμενος: ὁ δὲ δῆμος ἐκ τῶν πρεσβυτέρων τε καὶ τῶν πεῖραν ἤδη δεδωκότων τῆς ἐπιεικείας τοὺς προνοησομένους τοῦ κοινῇ συμφέροντος ὀνομάζων ἠξίου ποιεῖν ὑπάτους. αἵ τ᾽ ἀρχαὶ διειστήκεσαν καὶ τὰς ἀλλήλων ἀνέλυον ἐξουσίας. [2] ὁπότε μὲν γὰρ οἱ ὕπατοι καλοῖεν τὸ πλῆθος ὡς ἀποδείξοντες τοὺς μετιόντας τὴν ἀρχὴν ὑπάτους, οἱ δήμαρχοι τοῦ κωλύειν ὄντες κύριοι διέλυον τὰ ἀρχαιρέσια, ὁπότε δ᾽ αὖ πάλιν ἐκεῖνοι [p. 268] καλοῖεν ὡς ἀρχαιρεσιάσοντα τὸν δῆμον, οὐκ ἐπέτρεπον οἱ ὕπατοι τὴν ἐξουσίαν ἔχοντες τοῦ συγκαλεῖν τοὺς λόχους καὶ τὰς ψήφους ἀναδιδόναι. κατηγορίαι τ᾽ ἀλλήλων ἐγίνοντο καὶ συνεχεῖς ἁψιμαχίαι καθ᾽ ἑταιρίας συνισταμένων, ὥστε καὶ πληγὰς ἀλλήλοις διδόναι τινὰς ὑπ᾽ ὀργῆς, καὶ οὐ μακρὰν ἀποσχεῖν τὴν στάσιν τῶν ὅπλων. [3] ταῦτα μαθοῦσα ἡ βουλὴ πολὺν ἐσκόπει χρόνον, ὅ τι χρήσεται τοῖς πράγμασιν, οὔτε βιάσασθαι δυναμένη τὸν δῆμον οὔτ᾽ εἶξαι βουλομένη. ἦν δ᾽ ἡ μὲν αὐθαδεστέρα γνώμη δικτάτορα ἑλέσθαι τῶν ἀρχαιρεσιῶν ἕνεκα, ὃν ἂν ἡγῶνται κράτιστον εἶναι: τὸν δὲ λαβόντα τὴν ἐξουσίαν τούς τε νοσοποιοὺς ἐκ τῆς πόλεως ἐξελεῖν, καὶ εἴ τι ἡμάρτηται ταῖς πρότερον ἀρχαῖς ἐπανορθώσασθαι, τόν τε κόσμον τοῦ πολιτεύματος, ὃν βούλεται, καταστησάμενον ἀνδράσι τοῖς κρατίστοις ἀποδοῦναι τὰς ἀρχάς. [4] ἡ δ᾽ ἐπιεικεστέρα μεσοβασιλεῖς ἑλέσθαι τοὺς πρεσβυτάτους τε καὶ τιμιωτάτους ἄνδρας, οἷς ἐπιμελὲς ἔσται τὰ περὶ τὰς ἀρχάς, ὅπως κράτισται γενήσονται, προνοηθῆναι, τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῶν βασιλέων τῶν ἐκλιπόντων ἐγίνοντο. ταύτῃ προσθεμένων τῇ γνώμῃ τῶν πλειόνων ἀποδείκνυται πρὸς αὐτῶν μεσοβασιλεὺς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος: [5] αἱ δ᾽ ἄλλαι κατελύθησαν ἀρχαί. οὗτος ἐπιτροπεύσας τὴν πόλιν ἀστασίαστον ὅσας ἐξῆν ἡμέρας ἕτερον ἀποδείκνυσιν, ὥσπερ αὐτοῖς ἔθος ἦν, Σπόριον Λάρκιον. κἀκεῖνος συγκαλέσας τὴν λοχῖτιν ἐκκλησίαν [p. 269] καὶ τὰς ψήφους κατὰ τὰ τιμήματα ἀναδούς, ἐκ τῆς ἀμφοτέρων εὐδοκήσεως ἀποδείκνυσιν ὑπάτους, Γάϊον Ἰούλιον, τὸν ἐπικαλούμενον Ἴουλον, ἐκ τῶν φιλοδήμων, καὶ Κόιντον Φάβιον Καίσωνος υἱὸν τὸ δεύτερον ἐκ τῶν ἀριστοκρατικῶν. [6] καὶ ὁ μὲν δῆμος οὐδὲν ἐκ τῆς προτέρας ὑπατείας αὐτοῦ πεπονθὼς εἴασε τυχεῖν ταύτης τῆς ἐξουσίας τὸ δεύτερον, μισῶν τὸν Ἄππιον καὶ ὅτι ἐκεῖνος ἀτιμασθῆναι ἐδόκει σφόδρα ἡδόμενος: τοῖς δ᾽ ἐν τέλει διαπεπραγμένοις δραστήριον ἄνδρα καὶ οὐθὲν ἐνδώσοντα τῷ δήμῳ μαλακὸν ἐπὶ τὴν ὑπατείαν παρελθεῖν, κατὰ γνώμην ἐδόκει κεχωρηκέναι τὰ τῆς διχοστασίας.
ἐπὶ τῆς τούτων ἀρχῆς Αἰκανοὶ μὲν εἰς τὴν Λατίνων χώραν ἐμβαλόντες ἀπήλασαν ἀνδράποδα καὶ βοσκήματα πολλὰ λῃστρικῇ ἐφόδῳ χρησάμενοι: Τυρρηνῶν δ᾽ οἱ καλούμενοι Οὐιεντανοὶ τῆς Ῥωμαίων γῆς πολλὴν ἠδίκησαν προνομαῖς. τῆς δὲ βουλῆς τὸν μὲν πρὸς Αἰκανοὺς πόλεμον εἰς ἕτερον ἀναβαλομένης χρόνον, παρὰ δὲ Οὐιεντανῶν δίκας αἰτεῖν ψηφισαμένης, Αἰκανοὶ μὲν ἐπειδὴ τὰ πρῶτα αὐτοῖς κατὰ νοῦν ἐχώρησε, καὶ οὐθεὶς ὁ κωλύσων τὰ λοιπὰ ἐφαίνετο, θράσει ἐπαρθέντες ἀλογίστῳ λῃστρικὴν μὲν οὐκέτι στρατείαν ἔγνωσαν ποιεῖσθαι, δυνάμει δὲ βαρείᾳ ἐλάσαντες ἐπὶ πόλιν Ὀρτῶνα κατὰ κράτος αἱροῦσι: καὶ διαρπάσαντες τά τ᾽ ἐκ τῆς χώρας καὶ τὰ τῆς πόλεως ἀπῄεσαν εὐπορίαν πολλὴν ἀγόμενοι. [2] Οὐιεντανοὶ δὲ [p. 270] πρὸς τοὺς ἀπὸ τῆς Ῥώμης ἥκοντας ἀποκρινάμενοι, ὅτι οὐκ ἐξ αὐτῶν εἴησαν οἱ προνομεύοντες τὴν χώραν, ἀλλ᾽ ἐκ τῶν ἄλλων Τυρρηνῶν, ἀπέλυσαν τοὺς ἄνδρας οὐθὲν τῶν δικαίων ποιήσαντες: καὶ οἱ πρέσβεις ἐπιτυγχάνουσι τοῖς Οὐιεντανοῖς λείαν ἐκ τῆς αὐτῶν χώρας ἄγουσι. ταῦτα παρ᾽ αὐτῶν ἡ βουλὴ μαθοῦσα πολεμεῖν τ᾽ ἐψηφίσατο Οὐιεντανοῖς καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξάγειν τὴν στρατιάν. [3] ἐγένετο μὲν οὖν περὶ τοῦ δόγματος ἀμφιλογία, καὶ πολλοὶ ἦσαν οἱ τὸν πόλεμον οὐκ ἐῶντες ἐκφέρειν τῆς τε κληρουχίας ὑπομιμνήσκοντες τοὺς δημοτικούς, ἧς γε πέμπτον ἔτος ἐψηφισμένης ὑπὸ τοῦ συνεδρίου κενῇ πιστεύσαντες ἐλπίδι ἐξηπάτηντο, καὶ κοινὸν ἀποφαίνοντες πόλεμον, εἰ κοινῇ χρήσεται γνώμῃ πᾶσα Τυρρηνία τοῖς ὁμοεθνέσι [4] βοηθοῦσα. οὐ μὴν ἴσχυσάν γ᾽ οἱ τῶν στασιαστῶν λόγοι, ἀλλ᾽ ἐκύρωσε καὶ ὁ δῆμος τὸ τῆς βουλῆς δόγμα τῇ Σπορίου Λαρκίου γνώμῃ τε καὶ παρακλήσει χρησάμενος. καὶ μετὰ ταῦτ᾽ ἐξῆγον τὰς δυνάμεις οἱ ὕπατοι: στρατοπεδευσάμενοι δὲ χωρὶς ἀλλήλων οὐ μακρὰν ἀπὸ τῆς πόλεως καὶ μείναντες ἡμέρας συχνάς, ἐπειδὴ οὐκ ἀντεξῆγον οἱ πολέμιοι τὰς δυνάμεις, προνομεύσαντες αὐτῶν τῆς γῆς ὅσην ἐδύναντο πλείστην ἀπῆγον ἐπ᾽ οἴκου τὴν στρατιάν. ἄλλο δ᾽ ἐπὶ τῆς τούτων ὑπατείας λόγου ἄξιον οὐδὲν ἐπράχθη.