Κατάστασις τρίτη

XIII. Ἐν Θάσῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπ᾽ ἀρκτούρου ὕδατα πολλὰ μεγάλα ἐν βορείοις. περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος νότια ὕσματα ὀλίγα. χειμὼν βόρειος, αὐχμοί, ψύχεα, πνεύματα μεγάλα, χιόνες. περὶ δὲ ἰσημερίην χειμῶνες μέγιστοι. ἔαρ βόρειον, αὐχμοί, ὕσματα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸς ἐπλησίασε. μετὰ δὲ κύνα μέχρι ἀρκτούρου θέρος θερμόν· καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια· ὕδωρ οὐκ ἐγένετο· ἐτησίαι ἔπνευσαν. περὶ ἀρκτοῦρον ὕσματα νότια μέχρι ἰσημερίης.

XIV. Ἐν τῇ καταστάσει ταύτῃ κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ πολλοῖσιν ἐγίνοντο, καὶ τινὲς αὐτῶν ἔθνῃσκον διὰ ταχέων· καὶ γὰρ ἄλλως τὸ νόσημα ἐπίδημον ἦν· τὰ δὲ ἄλλα διετέλεον ἄνοσοι. πρωϊ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι καὶ διετέλεον μέχρι ἰσημερίης καὶ πρὸς τὸ θέρος. ὅσοι μὲν οὖν ἦρος καὶ θέρεος ἀρξαμένου αὐτίκα νοσεῖν ἤρξαντο, οἱ πλεῖστοι διεσῴζοντο, ὀλίγοι δέ τινες ἔθνῃσκον. ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑσμάτων γενομένων θανατώδεες ἦσαν καὶ πλείους ἀπωλλυντο.

Ἦν δὲ τὰ παθήματα τῶν καύσων, οἷσι μὲν καλῶς καὶ δαψιλέως ἐκ ῥινῶν αἱμορραγήσαι, διὰ τούτου μάλιστα σῴζεσθαι, καὶ οὐδένα οἶδα, εἰ καλῶς αἱμορραγήσαι, ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα. Φιλίσκῳ γὰρ καὶ Ἐπαμείνονι καὶ Σιληνῷ τεταρταίῳ καὶ πεμπταίῳ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν· ἀπέθανον. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων περὶ κρίσιν ἐπερρίγουν καὶ μάλιστα οἷσι μὴ αἱμορραγήσαι. ἐπερρίγουν δὲ καὶ οὗτοι καὶ ἐφίδρουν.

XV. Ἔστι δὲ οἷσιν ἴκτεροι ἑκταίοις, ἀλλὰ τούτοις ἢ κατὰ κύστιν κάθαρσις ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλει ἢ δαψιλὴς αἱμορραγίη, οἷον Ἡρακλείδῃ, ὃς κατέκειτο παρὰ Ἀριστοκύδει. καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμορράγησε καὶ ἡ κοιλίη ἐπεταράχθη, καὶ κατὰ κύστιν ἐκαθήρατο· ἐκρίθη εἰκοσταῖος· οὐχ οἷον ὁ Φαναγόρεω οἰκέτης, ᾧ οὐδὲν τούτων ἐγένετο· ἀπέθανεν. ᾑμορράγει δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ μειρακίοισι καὶ ἀκμάζουσι, καὶ ἔθνῃσκον πλεῖστοι τούτων, οἷσι μὴ αἱμορραγήσαι. πρεσβυτέροισι δὲ ἐς ἰκτέρους ἢ κοιλίαι ταραχώδεες, οἷον Βίωνι τῷ παρὰ Σιληνὸν κατακειμένῳ. ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος, καί τισι καὶ τῶν διανοσησάντων, οἷσι καὶ αἱμορραγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησεν, οἷον τῷ Ἐράτωνος παιδὶ καὶ Μύλλῳ πολλῆς αἱμορραγίης γενομένης ἐς δυσεντεριώδεα κατέστη· περιεγένοντο.

Πολὺς μὲν οὖν μάλιστα οὗτος ὁ χυμὸς ἐπε πόλασεν, ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμορράγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη — τούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν καὶ ἐς ἄκρον ἰσχίον — ἀλγήματος μετὰ κρίσιν γενομένου καὶ οὔρων λεπτῶν διεξιόντων, αἱμορραγεῖν σμικρὰ ἤρξατο περὶ τετάρτην καὶ εἰκοστήν, καὶ ἐγένοντο ἐς αἱμορραγίην ἀποστάσιες· Ἀντιφῶντι Κριτοβούλου ἀπεπαύσατο καὶ ἐκρίθη τελέως περὶ τεσσαρακοστήν.

XVI. Γυναῖκες δὲ ἐνόσησαν μὲν πολλαί, ἐλάσσους δὲ ἢ ἄνδρες καὶ ἔθνῃσκον ἧσσον. ἐδυστόκεον δὲ αἱ πλεῖσται καὶ μετὰ τοὺς τόκους ἐπενόσεον, καὶ ἔθνῃσκον αὗται μάλιστα, οἷον ἡ Τελεβούλου θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. τῇσι μὲν οὖν πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο καὶ παρθένοισι πολλῇσι τότε πρῶτον ἐγένετο· ἔστι δ᾽ ᾗσιν ᾑμορράγησεν ἐκ ῥινῶν· ἔστι δ᾽ ὅτε καὶ ἐκ ῥινῶν καὶ τὰ γυναικεῖα τῇσιν αὐτῇσιν ἐπεφαίνετο, οἷον τῇ Δαιθάρσεος θυγατρὶ παρθένῳ ἐπεφάνη τότε πρῶτον καὶ ἐκ ῥινῶν λάβρον ἐρρύη, καὶ οὐδεμίαν οἰδα ἀποθανοῦσαν, ᾗσι τούτων τι καλῶς γένοιτο. ᾗσι δὲ συνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα.

XVII. Οὖρα δὲ τοῖσι πλείστοισιν εὔχρω μέν, λεπτὰ δὲ καὶ ὑποστάσιας ὀλίγας ἔχοντα, κοιλίαι δὲ ταραχώδεες τοῖσι πλείστοισι διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσι. πολλοῖσι δὲ τῶν ἄλλων κεκριμένων ἐς δυσεντερίας ἐτελεύτα, οἷον Ξενοφάνει καὶ Κριτίᾳ. οὖρα δὲ ὑδατώδεα πολλὰ καθαρὰ καὶ λεπτὰ καὶ μετὰ κρίσιν καὶ ὑποστάσιος καλῆς γενομένης καὶ τῶν ἄλλων καλῶς κεκριμένων ἀναμνήσομαι οἷσιν ἐγένετο· Βίωνι, ὃς κατέκειτο παρὰ Σιληνόν, Κράτιδι τῇ παρὰ Ξενοφάνεος, Ἀρέτωνος παιδί, Μνησιστράτου γυναικί. μετὰ δὲ δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες.

Περὶ δὲ ἀρκτοῦρον ἑνδεκαταίοισι πολλοῖσιν ἔκρινε καὶ τούτοισιν οὐδ᾽ αἱ κατὰ λόγον γινόμεναι ὑποστροφαὶ ὑπέστρεφον· ἦσαν δὲ καὶ κωματώδεες περὶ τὸν χρόνον τοῦτον, πλείω δὲ παιδία, καὶ ἔθνῃσκον ἥκιστα οὗτοι πάντων.

XVIII. Περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν οἱ καῦσοι, ἀτὰρ καὶ οἱ φρενιτικοὶ τηνικαῦτα πλεῖστοι ἐγένοντο καὶ ἔθνῃσκον τούτων οἱ πλεῖστοι. ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι. τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια συνέπιπτεν· αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξύς, σμικρὰ ἐπερρίγουν, ἄγρυπνοι, διψώδεες, ἀσώδεες, σμικρὰ ἐφίδρουν περὶ μέτωπον καὶ κληῖδας, οὐδεὶς δι᾽ ὅλου, πολλὰ παρέλεγον, φόβοι, δυσθυμίαι, ἄκρεα περίψυχρα, πόδες ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖρας· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι· τοῖσι δὲ πλείστοισιν τεταρταίοισιν οἱ πόνοι μέγιστοι καὶ ἱδρὼς ἐπὶ πλεῖστον ὑπόψυχρος καὶ ἄκρεα οὐκ ἔτι ἀνεθερμαίνοντο, ἀλλὰ πελιδνὰ καὶ ψυχρά, οὐδ᾽ ἐδίψων ἔτι ἐπὶ τούτοισιν· οὖρα τούτοις ὀλίγα, μέλανα, λεπτὰ καὶ κοιλίαι ἐφίσταντο· οὐδ᾽ ᾑμορράγησεν ἐκ ῥινῶν οὐδενί, οἷσι ταῦτα συμπίπτοι, ἀλλ᾽ ἢ σμικρὰ ἔσταξεν· οὐδ᾽ ἐς ὑποστροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλ᾽ ἑκταῖοι ἀπέθνῃσκον σὺν ἱδρῶτι. τοῖσι δὲ φρενιτικοῖσι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα πάντα, ἔκρινε δὲ τούτοισιν ὡς ἐπὶ τὸ πολὺ ἑνδεκαταίοισιν· ἔστι δ᾽ οἷσι καὶ εἰκοσταίοισι, οἷσιν οὐκ εὐθὺς ἐξ ἀρχῆς ἡ φρενῖτις ἤρξατο ἢ περὶ τρίτην ἢ τετάρτην ἡμέρην, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ πρώτῳ χρόνῳ περὶ τὴν ἑβδόμην ἐς ὀξύτητα τὸ νόσημα μετέπεσεν.

XIX. Πλῆθος μὲν οὖν τῶν νοσημάτων ἐγένετο. ἐκ δὲ τῶν καμνόντων ἀπέθνῃσκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες, λεῖοι, ὑπολευκόχρωτες, ἰθύτριχες, μελανότριχες, μελανόφθαλμοι, οἱ εἰκῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοί, ὀργίλοι. καὶ γυναῖκες πλεῖσται ἐκ τούτου τοῦ εἴδεος ἀπέθνῃσκον. ἐν δὲ ταύτῃ τῇ καταστάσει ἐπὶ σημείων μάλιστα τεσσάρων διεσῴζοντο· οἷσι γὰρ ἢ διὰ ῥινῶν καλῶς αἱμορ ραγήσαι ἢ κατὰ κύστιν οὖρα πολλὰ καὶ πολλὴν καὶ καλὴν ὑπόστασιν ἔχοντα ἔλθοι ἢ κατὰ κοιλίην ταραχώδεα χολώδεσιν ἐπικαίρως, ἢ δυσεντερικοὶ γενοίατο. πολλοῖσι δὲ συνέπιπτε μὴ ἐφ᾽ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖσι πλείστοισι καὶ δοκεῖν μὲν ἔχειν ὀχληροτέρως· διεσῴζοντο δὲ πάντες, οἷσι ταῦτα συμπίπτοι. γυναιξὶ δὲ καὶ παρθένοισι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα σημεῖα πάντα, ᾗσι δὲ ἢ τούτων τι καλῶς γένοιτο ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανείη, διὰ τούτων ἐσῴζοντο καὶ ἔκρινε, καὶ οὐδεμίαν οἶδα ἀπολομένην, ᾗσι τούτων τι καλῶς γένοιτο. Φίλωνος γὰρ θυγάτηρ, ἐκ ῥινῶν λάβρον ἐρρύη, ἑβδομαίη ἐοῦσα ἐδείπνησεν ἀκαιροτέρως· ἀπέθανεν.

Οἷσιν ἐν πυρετοῖσιν ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν, ἀέκουσιν δάκρυα παραρρεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμορραγίην προσδέχεσθαι, ἢν καὶ τἄλλα ὀλεθρίως μὴ ἔχωσιν, ἐπεὶ τοῖσί γε φλαύρως ἔχουσιν οὐχ αἱμορραγίην, ἀλλὰ θάνατον σημαίνει.

XX. Τὰ παρὰ τὰ ὦτα ἐν πυρετοῖσιν ἐπαιρόμενα μετ᾽ ὀδύνης ἔστιν οἷσιν ἐκλείποντος τοῦ πυρετοῦ κρισίμως οὔτε καθίστατο οὔτε ἐξεπύει· τούτοισι διάρροιαι χολωδέων ἢ δυσεντερίη ἢ παχέων οὔρων ὑπόστασις γενομένη ἔλυσεν, οἷον Ἑρμίππῳ τῷ Κλαζομενίῳ. τὰ δὲ περὶ τὰς κρίσιας, ἐξ ὧν καὶ διεγινώσκομεν, ἢ ὅμοια ἢ ἀνόμοια, οἷον οἱ δύο ἀδελφεοί, οἳ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην· κατέκειντο παρὰ τὸ θέρετρον Ἐπιγένεος. τούτων τῷ πρεσβυτέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ. ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην καὶ διέλιπεν ἡμέρας πέντε. ἐκ δὲ τῆς ὑποστροφῆς ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ σύμπαν ἑπτακαιδεκαταίοισιν. ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοις. διέλειπεν ἕξ· ἐκ δὲ τῶν ὑποστροφέων ἔκρινε πεμπταίοις. οἷσι δ᾽ ἔκρινεν ἑβδομαίοισι, διέλειπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τριταίοις. οἷσι δ᾽ ἔκρινεν ἑβδομαίοισι, διαλείποντα τρεῖς ἔκρινεν ἑβδομαίοις. οἷσι δ᾽ ἔκρινεν ἑκταίοισι, διαλείποντα ἓξ ἐλάμβανε τρισίν, διέλειπε μίαν, μίαν ἐλάμβανεν· ἔκρινεν, οἷον Εὐάγοντι τῷ Δαιθάρσεος. οἷσι δ᾽ ἔκρινεν ἑκταίοισι, διέλειπεν ἑπτά, ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τετάρτῃ, οἷον τῇ Ἀγλαΐδου θυγατρί. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων ἐν τῇ καταστάσει ταύτῃ τούτῳ τῷ τρόπῳ διενόσησαν, καὶ οὐδένα οἶδα τῶν περιγενομένων, ᾧτινι οὐχ ὑπέστρεψαν αἱ κατὰ λόγον ὑποστροφαὶ γενόμεναι, καὶ διεσῴζοντο πάντες, οὓς κἀγὼ οἶδα, οἷσιν αἱ ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο. οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου οὐδενὶ οἶδα ὑποστροφὴν γενομένην πάλιν.

XXI. Ἔθνῃσκον δὲ τοῖσι νοσήμασι τούτοις οἱ πλεῖστοι ἑκταῖοι, οἷον Ἐπαμεινώνδας καὶ Σιληνὸς καὶ Φιλίσκος ὁ Ἀνταγόρεω. οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι καὶ οὐκ ἐξεπύησεν, ἀλλ᾽ ἐπὶ κύστιν ἐτράπετο. Κρατιστώνακτι, ὃς παρ᾽ Ἡρακλεῖ ᾤκει, καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ ἐξεπύησεν· ἀπέθανον· οἷσι δ᾽ ἔκρινεν ἑβδομαίοισι, διέλειπεν ἐννέα, ὑπέστρεφεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς τεταρταίοισι — Παντακλεῖ, ὃς ᾤκει παρὰ Διονύσιον — . οἷσι δ᾽ ἔκρινεν ἑβδομαίοισιν, διέλειπεν ἕξ· ὑποστροφή· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινεν ἑβδομαίοισι — Φανοκρίτῳ, ὃς κατέκειτο παρὰ Γνάθωνι τῷ γναφεῖ.

XXII. Ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς καὶ μέχρι ἰσημερίης παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικά, καὶ ἔθνῃσκον πολλοί· αἱ μέντοι κρίσιες μετέπεσον, καὶ ἔκρινε τοῖσι πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι, διέλειπε τέσσαρας, ὑπέστρεφεν, ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε πεμπταίοισι, τὸ σύμπαν τεσσαρεσκαιδεκαταίοις. ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖσι πλείστοισιν, ἀτὰρ καὶ πρεσβυτέροισιν. ἔστι δὲ οἷσιν ἔκρινεν ἑνδεκαταίοις, ὑποστροφὴ τεσσαρεσκαιδεκαταίοις, ἔκρινε τελέως εἰκοστῇ. εἰ δέ τινες ἐπερρίγουν περὶ τὴν εἰκοστήν, τούτοισιν ἔκρινε τεσσαρακοσταίοις. ἐπερρίγουν δ᾽ οἱ πλεῖστοι περὶ κρίσιν τὴν ἐξ ἀρχῆς· οἱ δ᾽ ἐπιρριγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν, καὶ ἐν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει. ἐρρίγουν δ᾽ ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος πλείους, φθινοπώρου ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πολὺ πλεῖστοι. αἱ δὲ αἱμορραγίαι ὑπέληγον.

XXIII. Τὰ δὲ περὶ τὰ νοσήματα, ἐξ ὧν διεγινώσκομεν, μαθόντες ἐκ τῆς κοινῆς φύσιος ἁπάντων καὶ τῆς ἰδίης ἑκάστου, ἐκ τοῦ νοσήματος, ἐκ τοῦ νοσέοντος, ἐκ τῶν προσφερομένων, ἐκ τοῦ προσφέροντος — ἐπὶ τὸ ῥᾷονγὰρ καὶ χαλεπώτερον ἐκ τούτων — , ἐκ τῆς καταστάσιος ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης, ἐκ τοῦ ἔθεος, ἐκ τῆς διαίτης, ἐκ τῶν ἐπιτηδευμάτων, ἐκ τῆς ἡλικίης ἑκάστου, λόγοισι, τρόποισι, σιγῇ, δια νοήμασιν, ὕπνοισιν, οὐχ ὕπνοισιν, ἐνυπνίοισι, οἵοισι καὶ ὅτε, τιλμοῖσι, κνησμοῖσι, δάκρυσιν, ἐκ τῶν παροξυσμῶν, διαχωρήμασιν, οὔροισιν, πτυάλοισιν, ἐμέτοισι, καὶ ὅσαι ἐξ οἵων ἐς οἷα διαδοχαὶ νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον, ἱδρώς, ῥῖγος, ψύξις, βήξ, πταρμοί, λυγμοί, πνεύματα, ἐρεύξιες, φῦσαι, σιγῶσαι, ψοφώδεες, αἱμορραγίαι, αἱμορροΐδες. ἐκ τούτων καὶ ὅσα διὰ τούτων σκεπτέον.

XXIV. Πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δ᾽ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν· ἡμιτριταῖοι, τριταῖοι, τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι, ἐναταῖοι. εἰσὶ δὲ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι καὶ θανατωδέσταται ἐν τῷ συνεχεῖ πυρετῷ. ἀσφαλέστατος δὲ πάντων καὶ ῥήϊστος καὶ μακρότατος πάντων ὁ τεταρταῖος· οὐ γὰρ μοῦνον αὐτὸς ἐφ᾽ ἑωυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νοσημάτων ἑτέρων μεγάλων ῥύεται. ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ συμπίπτει μὲν καὶ ὀξέα νοσήματα γίνεσθαι, καὶ ἔστι τῶν λοιπῶν οὗτος θανατωδέστατος· ἀτὰρ καὶ φθινώδεες καὶ ὅσοι ἄλλα μακρότερα νοσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσι. νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δέ. ἡμερινὸς μακρότερος· ἔστι δ᾽ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδες. ἑβδομαῖος μακρός, οὐ θανατώδης. ἐναταῖος ἔτι μακρότερος, οὐ θανατώδης. τριταῖος ἀκριβὴς ταχυκρίσιμος καὶ οὐ θανατώδης. ὁ δὲ πεμπταῖος πάντων μὲν κάκιστος· καὶ γὰρ πρὸ φθίσιος καὶ ἤδη φθίνουσιν ἐπιγινόμενος κτείνει.

XXV. Εἰσὶ δὲ τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τούτων ἑκάστου τῶν πυρετῶν. αὐτίκα γὰρ συνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει λεπτύνεται· ἔστι δ᾽ οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχια, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ᾽ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψεν· ἔστι δ᾽ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμάσας πάλιν ὑφίησι μέχρι κρίσιος καὶ περὶ κρίσιν. συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος. δεῖ δὲ καὶ τὰ διαιτήματα σκοπεύμενον ἐκ τούτων προσφέρειν. πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοις ἐστὶν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ καὶ γεγράψεται. πρὸς ἃ δεῖ διαλογιζόμενον δοκιμάζειν καὶ σκοπεῖσθαι, τίνι τούτων ὀξὺ καὶ θανατῶδες ἢ περιεστικὸν καὶ τίνι μακρὸν καὶ θανατῶδες ἢ περιεστικὸν καὶ τίνι προσαρτέον ἢ οὒ καὶ πότε καὶ πόσον καὶ τί τὸ προσφερόμενον ἔσται.

XXVI. Τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃσι κρίνεται ἐν ἀρτίῃσιν· ὧν δὲ οἱ παροξυσμοὶ ἐν περισσῇσι, κρίνεται ἐν περισσῇσιν. ἔστι δὲ πρώτη περίοδος τῶν ἐν τῇσιν ἀρτίῃσι κρινόντων τετάρτη, ἕκτη, ὀγδόη, δεκάτη, τεσσαρεσκαιδεκάτη, εἰκοστή, τετάρτη καὶ εἰκοστή, τριακοστή, τεσσαρακοστή, ἑξηκοστή, ὀγδοηκοστή, εἰκοστὴ καὶ ἑκατοστή· τῶν δ᾽ ἐν τῇσι περισσῇσι κρινόντων περίοδος πρώτη, τρίτη, πέμπτη, ἑβδόμη, ἐνάτη, ἑνδεκάτη, ἑπτακαιδεκάτη, εἰκοστὴ πρώτη, εἰκοστὴ ἑβδόμη, τριακοστὴ πρώτη. εἰδέναι δὲ χρὴ ἔτι, ἢν ἄλλως κριθῇ ἔξω τῶν ὑπογεγραμμένων, ἐσομένας ὑποστροφάς· γένοιτο δὲ ἂν καὶ ὀλέθρια. δεῖ δὴ προσέχειν τὸν νόον καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι τὰς κρίσιας ἐσομένας ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὰς ἐπὶ τὸ ἄμεινον ἢ τὸ χεῖρον. πλάνητες δὲ πυρετοὶ καὶ τεταρταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται, σκεπτέον.

Ἄρρωστοι τέσσαρες καίδεκα

[α᾽.] Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος· κατεκλίνη, τῇ πρώτῃ πυρετὸς ὀξύς, ἵδρωσεν, ἐς νύκτα ἐπιπόνως· δευτέρῃ πάντα παρωξύνθη, ὀψὲ δὲ ἀπὸ κλυσματίου καλῶς διῆλθε· νύκτα δι᾽ ἡσυχίης. τρίτῃ πρωὶ καὶ μέχρι μέσου ἡμέρης ἔδοξε γενέσθαι ἄπυρος, πρὸς δείλην δὲ πυρετὸς ὀξὺς μετὰ ἱδρῶτος, διψώδης, γλῶσσα ἐπεξηραίνετο, μέλανα οὔρησε· νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. τετάρτῃ πάντα παρωξύνθη, οὖρα μέλανα· νύκτα εὐφορωτέρην, οὖρα εὐχροώτερα. πέμπτῃ περὶ μέσον ἡμέρης σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν ἄκρητον· οὖρα δὲ ποικίλα, ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπας μένα, οὐχ ἱδρύετο· προσθεμένῳ δὲ βάλανον φυσώδεα σμικρὰ διῆλθε. νύκτα ἐπιπόνως, ὕπνοι σμικροί, λόγοι, λῆρος, ἄκρεα πάντοθεν ψυχρὰ καὶ οὐκέτι ἀναθερμαινόμενα, οὔρησε μέλανα, ἐκοιμήθη σμικρὰ πρὸς ἡμέρην, ἄφωνος, ἵδρωσε ψυχρῷ, ἄκρεα πελιδνά. περὶ δὲ μέσον ἡμέρης ἑκταῖος ἀπέθανεν. τούτῳ πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ, ἀραιὸν μέγα· σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος. οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν.

[β᾽.] Σιληνὸς ᾤκει ἐπὶ τοῦ πλαταμῶνος πλησίον τῶν Εὐαλκίδεω. ἐκ κόπων καὶ πότων καὶ γυμνασιων ἀκαίρων πῦρ ἔλαβεν. ἤρξατο δὲ πονεῖν κατ᾽ ὀσφῦν· καὶ κεφαλῆς βάρος καὶ τραχήλου σύντασις. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα πολλὰ διῆλθεν· οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα, διψώδης, γλῶσσα ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη. δευτέρῃ πυρετὸς ὀξύς, διαχωρήματα πλείω, λεπτότερα, ἔπαφρα, οὖρα μέλανα, νύκτα δυσφόρως, σμικρὰ παρέκρουσε. τρίτῃ πάντα παρωξύνθη· ὑποχονδρίου σύντασις ἐξ ἀμφοτέρων παραμήκης πρὸς ὀμφαλόν, ὑπολάπαρος· διαχωρήματα λεπτά, ὑπομέλανα, οὖρα θολερά, ὑπομέλανα, νυκτὸς οὐδὲν ἐκοιμήθη, λόγοι πολλοί, γέλως, ᾠδή, κατέχειν οὐκ ἠδύνατο. τετάρτῃ διὰ τῶν αὐτῶν. πέμπτῃ διαχωρήματα ἄκρητα, χο λώδεα, λεῖα, λιπαρά, οὖρα λεπτά, διαφανέα· σμικρὰ κατενόει. ἕκτῃ περὶ κεφαλὴν σμικρὰ ἐφίδρωσεν, ἄκρεα ψυχρά, πελιδνά, πολὺς βληστρισμός, ἀπὸ κοιλίης οὐδὲν διῆλθεν, οὖρα ἐπέστη, πυρετὸς ὀξύς. ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτι ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. ὀγδόῃ ἵδρωσεν δι᾽ ὅλου ψυχρῷ· ἐξανθήματα μετὰ ἱδρῶτος ἐρυθρά, στρογγύλα, σμικρὰ οἷον ἴονθοι, παρέμενεν, οὐ καθίστατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ σμικρῷ κοπρανα λεπτά, οἷα ἄπεπτα, πολλὰ διῄει μετὰ πόνου· οὔρει μετ᾽ ὀδύνης δακνώδεα· ἄκρεα σμικρὰ ἀνεθερμαίνετο, ὕπνοι λεπτοί, κωματώδης, ἄφωνος, οὖρα λεπτὰ διαφανέα. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ ποτὰ οὐκ ἐδέχετο, κωματώδης, ὕπνοι λεπτοί· ἀπὸ δὲ κοιλίης ὅμοια, οὔρησεν ἀθρόον ὑπόπαχυ· κειμένῳ ὑπόστασις κριμνώδης λευκή, ἄκρεα πάλιν ψυχρά. ἑνδεκάτῃ ἀπέθανεν. ἐξ ἀρχῆς τούτῳ καὶ διὰ τέλεος πνεῦμα ἀραιόν, μέγα. ὑποχονδρίου παλμὸς συνεχής, ἡλικίη ὡς περὶ ἔτεα εἴκοσιν.

[γ᾽.] Ἡροφῶντι πυρετὸς ὀξύς, ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατ᾽ ἀρχάς, μετὰ δὲ λεπτὰ διῄει χολώδεα, ὑπόσυχνα· ὕπνοι οὐκ ἐνῆσαν, οὖρα μέλανα λεπτά. πέμπτῃ πρωὶ κώφωσις, παρωξύνθη πάντα, σπλὴν ἐπήρθη, ὑποχονδρίου σύντασις, ἀπὸ κοιλίης ὀλίγα διῆλθε μέλανα, παρεφρόνησεν. ἕκτῃ ἐλήρει, ἐς νύκτα ἱδρώς, ψύξις, παράληρος παρέμενεν. ἑβδόμῃ περιέψυκτο, διψώδης, παρέκρουσε. νύκτα κατενόει, κατεκοιμήθη. ὀγδόῃ ἐπύρεσσεν, σπλὴν ἐμειοῦτο, κατενόει πάντα, ἤλγησεν τὸ πρῶτον κατὰ βουβῶνα, σπληνὸς κατ᾽ ἴξιν, ἔπειτα δὲ πόνοι ἐς ἀμφοτέρας κνήμας. νύκτα εὐφόρως, οὖρα εὐχροώτερα, ὑπόστασιν εἶχε σμικρήν. ἐνάτῃ ἵδρωσεν, ἐκρίθη, διέλιπεν. πέμπτῃ ὑπέστρεψεν. αὐτίκα δὲ σπλὴν ἐπήρθη, πυρετὸς ὀξύς, κώφωσις πάλιν· μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ σπλὴν ἐμειοῦτο, κώφωσις ἧσσον, σκέλεα ἐπωδύνως· νύκτα ἵδρωσεν. ἐκρίθη περὶ ἑπτακαιδεκάτην· οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ.

[δ᾽.] Ἐν Θάσῳ Φιλίνου γυναῖκα θυγατέρα τεκοῦσαν κατὰ φύσιν καθάρσιος γενομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκαταίην ἐοῦσαν μετὰ τὸν τόκον, πῦρ ἔλαβε μετὰ ῥίγεος· ἤλγει δὲ ἀρχομένη καρδίην καὶ ὑποχόνδριον δεξιόν· γυναικείων πόνοι· κάθαρσις ἐπαύσατο. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνοι παρέμενον, ὕπνοι οὐκ ἐνῆσαν, ἄκρεα ψυχρά, διψώδης, κοιλίη συνεκαύθη, σμικρὰ διῄει, οὖρα λεπτά, ἄχρω κατ᾽ ἀρχάς. ἑκταίη ἐς νύκτα παρέκρουσε πολλὰ καὶ πάλιν κατενόει. ἑβδόμῃ διψώδης, διαχωρήματα ὀλίγα χολώδεα κατακορέα. ὀγδόῃ ἐπερρίγωσεν, πυρετὸς ὀξύς, σπασμοὶ πολλοὶ μετὰ πόνου, πολλὰ παρέλεγεν· ἐξανίστατο βάλανον προσθεμένη· πολλὰ διῆλθε μετὰ περιρρόου χολώδεος· ὕπνοι οὐκ ἐνῆσαν. ἐνάτῃ σπασμοί. δεκάτῃ σμικρὰ κατενόει. ἑνδεκάτῃ ἐκοιμήθη, πάντων ἀνεμνήσθη, ταχὺ δὲ πάλιν παρέκρουσεν· οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πολὺ ὀλιγάκις ἀναμιμνῃσκόντων παχὺ λευκόν, οἷον γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ· κείμενον πολὺν χρόνον οὐ καθίστατο· χρῶμα καὶ πάχος ἴκελον οἷον γίνεται ὑποζυγίου. τοιαῦτα οὔρει, οἷα κἀγὼ εἶδον. περὶ τεσσαρεσκαιδεκάτην ἐούσῃ παλμὸς δι᾽ ὅλου τοῦ σώματος, λόγοι πολλοί, σμικρὰ κατενόει· διὰ ταχέων δὲ πάλιν παρέκρουσεν. περὶ δὲ ἑπτακαιδεκάτην ἐοῦσα ἄφωνος. εἰκοστῇ ἀπέθανε.

[ε᾽.] Ἐπικράτεος γυναῖκα, ἣ κατέκειτο παρὰ ἀρχηγέτην, περὶ τόκον ἤδη ἐοῦσαν ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη, ὡς ἔλεγον, καὶ τῇ ὑστεραίῃ τὰ αὐτά. τρίτῃ δ᾽ ἔτεκεν θυγατέρα καὶ τἄλλα πάντα κατὰ λόγον ἦλθε. δευτεραίην μετὰ τὸν τόκον ἔλαβε πυρετὸς ὀξύς, καρδίης πόνος καὶ γυναικείων. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος· ὕπνοι οὐκ ἐνῆσαν· ἀπὸ δὲ κοιλίης ὀλίγα χολώδεα λεπτὰ διῄει ἄκρητα· οὖρα λεπτὰ ὑπομέλανα. ἀφ᾽ ἧς δὲ ἔλαβε τὸ πῦρ, ἐς νύκτα ἑκταίη παρέκρουσεν. ἑβδομαίῃ πάντα παρωξύνθη, ἄγρυπνος, παρέκρουσεν, διψώδης, διαχωρήματα χολώδεα κατακορέα. ὀγδόῃ ἐπερρίγωσεν καὶ ἐκοιμήθη πλείω. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ σκέλεα ἐπιπόνως ἤλγει, καρδίης πάλιν ὀδύνη, καρηβαρίη, οὐ παρέκρουεν, ἐκοιμᾶτο μᾶλλον, κοιλίη ἐπέστη. ἑνδεκάτῃ οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα· διῆγε κουφότερον. τεσσαρεσκαιδεκάτῃ ἐπερρίγωσεν, πυρετὸς ὀξύς. πεντεκαιδεκάτῃ ἤμεσε χολώδεα ξανθὰ ὑπόσυχνα, ἵδρωσεν ἄπυρος, ἐς νύκτα δὲ πυρετὸς ὀξύς, οὖρα πάχος ἔχοντα, ὑπόστασις λευκή. ἑκκαιδεκάτῃ παρωξύνθη· νύκτα δυσφόρως· οὐχ ὕπνωσεν· παρέκρουσεν. ὀκτωκαιδεκάτῃ διψώδης, γλῶσσα ἐπεκαύθη, οὐχ ὕπνωσεν, παρέκρουσε πολλά, σκέλεα ἐπωδύνως εἶχεν. περὶ δὲ εἰκοστὴν πρωὶ σμικρὰ ἐπερρίγωσεν, κωματώδης, δι᾽ ἡσυχίης ὕπνωσεν, ἤμεσε χολώδεα ὀλίγα μέλανα, ἐς νύκτα κώφωσις. περὶ δὲ πρώτην καὶ εἰκοστὴν πλευροῦ ἀριστεροῦ βάρος δι᾽ ὅλου μετ᾽ ὀδύνης, σμικρὰ ὑπέβησσεν. οὖρα δὲ πάχος ἔχοντα, θολερά, ὑπέρυθρα· κείμενα οὐ καθίστατο· τὰ δ᾽ ἄλλα κουφοτέρως· οὐκ ἄπυρος. αὕτη ἐξ ἀρχῆς φάρυγγα ἐπώδυνος· ἔρευθος· κίων ἀνεσπασμένος· ῥεῦμα δριμύ, δακνῶδες, ἁλμυρῶδες διὰ τέλεος παρέμενεν. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἄπυρος, οὔροισιν ὑπόστασις, πλευρὸν ὑπήλγει. περὶ δὲ πρώτην καὶ τριακοστὴν πῦρ ἔλαβεν, κοιλίη χολώδεσιν ἐπεταράχθη. τεσσαρακοστῇ ἤμεσεν ὀλίγα χολώδεα. ἐκρίθη τελέως ἄπυρος ὀγδοη κοστῇ.

[ς᾽.] Κλεανακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως· ἤλγει δὲ κεφαλὴν ἐξ ἀρχῆς καὶ πλευρὸν ἀριστερόν, καὶ τῶν ἄλλων πόνοι κοπιώδεα τρόπον· οἱ πυρετοὶ παροξυνόμενοι ἄλλοτ᾽ ἀλλοίως, ἀτάκτως· ἱδρῶτες ὅτε μέν, ὅτε δ᾽ οὔ· τὰ μὲν πλεῖστα ἐπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοις μάλιστα. περὶ δὲ εἰκοστὴν τετάρτην χεῖρας ἄκρας ἐπόνησεν, ἤμεσε χολώδεα ξανθά, ὑπόσυχνα, μετ᾽ ὀλίγον δὲ ἰώδεα· πάντων ἐκουφίσθη. περὶ δὲ τριακοστὴν ἐόντι ἤρξατο ἀπὸ ῥινῶν αἱμορραγεῖν ἐξ ἀμφοτέρων καὶ ταῦτα πεπλανημένως κατ᾽ ὀλίγον μέχρι κρίσιος· οὐκ ἀπόσιτος οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδ᾽ ἄγρυπνος· οὖρα δὲ λεπτά, οὐκ ἄχρω. περὶ δὲ τεσσαρακοστὴν ἐὼν οὔρησεν ὑπέρυθρα ὑπόστασιν πολλὴν ἐρυθρὴν ἔχοντα· ἐκουφίσθη. μετὰ δὲ ποικίλως τὰ τῶν οὔρων· ὅτε μὲν ὑπόστασιν εἶχεν, ὅτε δ᾽ οὔ. ἑξηκοστῇ οὔροισιν ὑπόστασις πολλὴ καὶ λευκὴ καὶ λείη, συνέδωκε πάντα, πυρετοὶ διελιπον, οὖρα δὲ πάλιν λεπτὰ μέν, εὔχρω δέ. ἑβδομηκοστῇ πυρετός, διέλειπεν ἡμέρας δέκα. ὀγδοηκοστῇ ἐρρίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν· ἵδρωσεν πολλῷ· οὔροισιν ὑπόστασις ἐρυθρή, λείη. τελέως ἐκρίθη.

[ζ᾽.] Μέτωνα πῦρ ἔλαβεν, ὀσφύος βάρος ἐπώδυνον. δευτέρῃ ὕδωρ πιόντι ὑπόσυχνον ἀπὸ κοιλίης καλῶς διῆλθε. τρίτῃ κεφαλῆς βάρος, διαχωρήματα λεπτά, χολώδεα, ὑπέρυθρα. τετάρτῃ πάντα παρωξύνθη, ἐρρύη ἀπὸ δεξιοῦ δὶς κατ᾽ ὀλίγον. νύκτα δυσφόρως, διαχωρήματα ὅμοια τῇ τρίτῃ, οὖρα ὑπομέλανα· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐόν, διεσπασμένον· οὐχ ἱδρύετο. πέμπτῃ ἐρρύη λάβρον ἐξ ἀριστεροῦ ἄκρητον, ἵδρωσεν, ἐκρίθη. μετὰ κρίσιν ἄγρυπνος, παρέλεγεν, οὖρα λεπτὰ ὑπομέλανα. λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς, ἐκοιμήθη, κατενόει. τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ᾽ ᾑμορράγει πολλάκις μετὰ κρίσιν.

[η᾽.] Ἐρασῖνος ᾤκει παρὰ Βοώτεω χαράδρην. πῦρ ἔλαβεν μετὰ δεῖπνον, νύκτα ταραχώδης. ἡμέρην τὴν πρώτην δι᾽ ἡσυχίης, νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη, ἐς νύκτα παρέκρουσε. τρίτῃ ἐπιπόνως, πολλὰ παρέκρουσε. τετάρτῃ δυσφορώτατα· ἐς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη· ἐνύπνια καὶ λογισμοί· ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. πέμπτῃ πρωὶ κατήρτητο· κατενόει πάντα· πολὺ δὲ πρὸ μέσου ἡμέρης ἐξεμάνη, κατέχειν οὐκ ἠδύνατο, ἄκρεα ψυχρὰ ὑποπέλια, οὖρα ἐπέστη· ἀπέθανε περὶ ἡλίου δυσμάς. τούτῳ πυρετοὶ διὰ τέλεος σὺν ἱδρῶτι, ὑποχόνδρια μετέωρα, σύντασις μετ᾽ ὀδύνης· οὖρα μέλανα ἔχοντα ἐναιωρήματα στρογγύλα· οὐχ ἱδρύετο· ἀπὸ δὲ κοιλίης κόπρανα διῄει· δίψα διὰ τέλεος οὐ λίην· σπασμοὶ πολλοὶ σὺν ἱδρῶτι περὶ θάνατον.

[θ᾽.] Κρίτωνι ἐν Θάσῳ ποδὸς ὀδύνη ἤρξατο ἰσχυρὴ ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι. κατεκλίνη αὐθημερόν, φρικώδης, ἀσώδης, σμικρὰ ὑποθερμαινόμενος, ἐς νύκτα παρεφρόνησεν. δευτέρῃ οἴδημα δι᾽ ὅλου τοῦ ποδὸς καὶ περὶ σφυρὸν ὑπέρυθρον μετὰ συντάσιος, φλυκταινίδια μέλανα, πυρετὸς ὀξύς, ἐξεμάνη· ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώδεα, ὑπόσυχνα. ἀπέθανεν ἀπὸ τῆς ἀρχῆς δευτεραῖος.

[ι᾽.] Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβε. ἤλγει δὲ κεφαλήν, τράχηλον, ὀσφῦν ἐξ ἀρχῆς, αὐτίκα δὲ κώφωσις· ὕπνοι οὐκ ἐνῆσαν, πυρετὸς ὀξὺς ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετ᾽ ὄγκου οὐ λίην, σύντασις, γλῶσσα ξηρή. τετάρτῃ ἐς νύκτα παρεφρόνει. πέμπτῃ ἐπιπόνως. ἕκτῃ πάντα παρωξύνθη. περὶ δὲ ἑνδεκάτην σμικρὰ συνέδωκεν. ἀπὸ δὲ κοιλίης ἀπ᾽ ἀρχῆς καὶ μέχρι τεσσαρεσκαιδεκάτης λεπτά, πολλά, ὑδατόχολα διῄει· εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν. ἔπειτα κοιλίη ἐπέστη. οὖρα διὰ τέλεος λεπτὰ μέν, εὔχρω δέ· καὶ πολὺ εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον· οὐχ ἱδρύετο. περὶ δὲ ἕκτην καὶ δεκάτην οὔρησεν ὀλίγῳ παχύτερα· εἶχε σμικρὴν ὑπόστασιν· ἐκούφισεν ὀλίγῳ· κατενόει μᾶλλον. ἑπτακαιδεκάτῃ πάλιν λεπτά, παρὰ δὲ τὰ ὦτα ἀμφότερα ἐπήρθη σὺν ὀδύνῃ· ὕπνοι οὐκ ἐνῆσαν, παρελήρει, σκέλεα ἐπωδύνως εἶχεν. εἰκοστῇ ἄπυρος ἐκρίθη, οὐχ ἵδρωσε, πάντα κατενόει. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη δεξιοῦ ἰσχυρῶς· διὰ ταχέων ἐπαύσατο. τὰ δὲ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτε ἐξεπύει, ἤλγει δέ. περὶ πρώτην καὶ τριηκοστὴν διάρροια πολλοῖσιν ὑδατώδεσιν μετὰ δυσεντεριωδέων· οὖρα παχέα οὔρει· κατέστη τὰ παρὰ τὰ ὦτα. τεσσαρακοστῇ ὀφθαλμὸν δεξιὸν ἤλγει, ἀμβλύτερον ἑώρα· κατέστη.

[ια᾽.] Τὴν Δρομεάδεω γυναῖκα θυγατέρα τεκοῦσαν καὶ τῶν ἄλλων πάντων γενομένων κατὰ λόγον δευτεραίην ἐοῦσαν ῥῖγος ἔλαβεν· πυρετὸς ὀξύς. ἤρξατο δὲ πονεῖν τῇ πρώτῃ περὶ ὑποχόνδριον· ἀσώδης, φρικώδης, ἀλύουσα καὶ τὰς ἐχομένας οὐχ ὕπνωσε. πνεῦμα ἀραιόν, μέγα, αὐτίκα ἀνεσπασμένον. δευτέρῃ ἀφ᾽ ἧς ἐρρίγωσεν, ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν· οὖρα παχέα, λευκά, θολερά, οἷα γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πολύν· οὐ καθίστατο. νύκτα οὐκ ἐκοιμήθη. τρίτῃ περὶ μέσον ἡμέρης ἐπερρίγωσε, πυρετὸς ὀξύς, οὖρα ὅμοια, ὑποχονδρίου πόνος, ἀσώδης, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη· ἵδρωσε δι᾽ ὅλου ψυχρῷ, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. τετάρτῃ περὶ ὑπο χόνδριον σμικρὰ ἐκουφίσθη, κεφαλῆς δὲ βάρος μετ᾽ ὀδύνης· ὑπεκαρώθη· σμικρὰ ἀπὸ ῥινῶν ἔσταξε· γλῶσσα ἐπίξηρος· διψώδης· οὖρα σμικρὰ λεπτὰ ἐλαιώδεα· σμικρὰ ἐκοιμήθη. πέμπτῃ διψώδης, ἀσώδης, οὖρα ὅμοια, ἀπὸ κοιλίης οὐδέν, περὶ δὲ μέσον ἡμέρης πολλὰ παρέκρουσε καὶ πάλιν ταχὺ σμικρὰ κατενόει· ἀνισταμένη ὑπεκαρώθη, ψύξις σμικρά, νυκτὸς ἐκοιμήθη, παρέκρουσεν. ἕκτῃ πρωὶ ἐπερρίγωσεν, ταχὺ διεθερμάνθη, ἵδρωσε δι᾽ ὅλου· ἄκρεα ψυχρά, παρέκρουσεν, πνεῦμα μέγα, ἀραιόν· μετ᾽ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο, ταχὺ ἀπέθανεν.

[ιβ᾽.] Ἄνθρωπος θερμαινόμενος ἐδείπνησεν καὶ ἔπιε πλέον. ἤμεσε πάντα νυκτός, πυρετὸς ὀξύς, ὑποχονδρίου δεξιοῦ πόνος, φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρεος, νύκτα δυσφόρως· οὖρα δὲ κατ᾽ ἀρχὰς πάχος ἔχοντα, ἐρυθρά· κείμενα οὐ καθίστατο· γλῶσσα ἐπίξηρος, οὐ λίην διψώδης. τετάρτῃ πυρετὸς ὀξύς, πόνοι πάντων. πέμπτῃ οὔρησε λεῖον ἐλαιῶδες πολύ· πυρετὸς ὀξύς. ἕκτῃ δείλης πολλὰ παρέκρουσεν. οὐδὲ νύκτα ἐκοιμήθη. ἑβδόμῃ πάντα παρωξύνθη· οὖρα ὅμοια, λόγοι πολλοί, κατέχειν οὐκ ἠδύνατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ ὑγρὰ ταραχώδεα διῆλθεν μετὰ ἐλμίγγων. νύκτα ἐπιπόνως, πρωὶ δ᾽ ἐρρίγωσε. πυρετὸς ὀξύς. ἵδρωσε θερμῷ, ἄπυρος ἔδοξε γενέσθαι· οὐ πολὺ ἐκοιμήθη, ἐξ ὕπνου ψύξις· πτυαλισμός. δείλης πολλὰ παρέκρουσε, μετ᾽ ὀλίγον δὲ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. ἐνάτῃ ψύξις, παρελήρει πολλά, οὐχ ὕπνωσεν. δεκάτῃ σκέλεα ἐπωδύνως, πάντα παρωξύνθη, παρελήρει. ἑνδεκάτῃ ἀπέθανεν.

[ιγ᾽.] Γυναῖκα, ἣ κατέκειτο ἐν ἀκτῇ, τρίμηνον πρὸς ἑωυτῇ ἔχουσαν πῦρ ἔλαβεν· αὐτίκα δὲ ἤρξατο πονεῖν ὀσφῦν. τρίτῃ πόνος τραχήλου καὶ κεφαλῆς καὶ κατὰ κληῖδα δεξιήν· διὰ ταχέων δὲ γλῶσσα ἠφώνει, δεξιὴ χεὶρ παρελύθη μετὰ σπασμοῦ παραπληγικὸν τρόπον, παρελήρει πάντα. νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, κοιλίη ἐπεταράχθη χολώδεσιν ἀκρήτοισιν ὀλίγοισιν. τετάρτῃ γλῶσσα ἀσαφὴς ἦν, ἐλύθη, σπασμοί· πόνοι τῶν αὐτῶν παρέμενον, κατὰ ὑποχόνδριον ἔπαρμα σὺν ὀδύνῃ, οὐκ ἐκοιμᾶτο, παρέκρουσε πάντα, κοιλίη ταραχώδης, οὖρα λεπτά, οὐκ εὔχρω. πέμπτῃ πυρετὸς ὀξύς, ὑποχονδρίου πόνος, παρέκρουε πάντα, διαχωρήματα χολώδεα. ἐς νύκτα ἵδρωσεν, ἄπυρος. ἕκτῃ κατενόει, πάντα ἐκουφίσθη, περὶ δὲ κληῖδα ἀριστερὴν πόνος παρέμενε· διψώδης, οὖρα λεπτά, οὐκ ἐκοιμήθη. ἑβδόμῃ τρόμος, ὑπεκαρώθη, σμικρὰ παρέκρουσεν, ἀλγήματα κατὰ κληῖδα καὶ βραχίονα ἀριστερὸν παρέμενε, τὰ δ᾽ ἄλλα διεκούφισεν, πάντα κατενόει. τρεῖς διέλιπεν ἄπυρος. ἑνδεκάτῃ ὑπέστρεψεν, ἐπερ ρίγωσεν, πῦρ ἔλαβεν. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἤμεσε χολώδεα ξανθὰ ὑπόσυχνα, ἵδρωσεν· ἄπυρος ἐκρίθη.

[ιδ᾽.] Μελιδίῃ, ἣ κατέκειτο παρὰ Ἥρης ἱρόν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρός· αὐτίκα δὲ πυρετὸς ὀξὺσἔλαβεν· γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο· πόνοι τούτων πάντων συνεχέες. ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης, ἐρύθημα ἐπὶ γνάθων, σμικρὰ παρέκρουσεν. ἑβδόμῃ ἵδρωσε, πυρετὸς διέλιπεν, οἱ πόνοι παρέμενον, ὑπέστρεψεν, ὕπνοι σμικροί· οὖρα διὰ τέλεος εὔχρω μέν, λεπτὰ δέ· διαχωρήματα λεπτά, χολώδεα, δακνώδεα, ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν, οὔροις ὑπόστασις λευκή, λείη· ἵδρωσεν. ἐκρίθη τελέως ἑνδεκάτῃ.

ΕΠΙΔΗΜΙΩΝ Γ

I. [α᾽.] Πυθίωνι, ὃς ᾤκει παρὰ Γῆς ἱρόν, ἤρξατο τρόμος ἀπὸ χειρῶν· τῇ πρώτῃ πυρετὸς ὀξύς· λῆρος. δευτέρῃ πάντα παρωξύνθη. τρίτῃ τὰ αὐτά. τετάρτῃ ἀπὸ κοιλίης ὀλίγα, ἄκρητα, χολώδεα διῆλθε. πέμπτῃ πάντα παρωξύνθη· ὕπνοι λεπτοί· κοιλίη ἔστη. ἕκτῃ πτύαλα ποικίλα, ὑπέρυθρα. ἑβδόμῃ στόμα παρειρύσθη. ὀγδόῃ πάντα παρωξύνθη, τρόμοι παρέμενον· οὖρα δὲ κατ᾽ ἀρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης λεπτά, ἄχρω· ἐναιώρημα εἶχον ἐπινέφελον. δεκάτῃ ἵδρωσε, πτύαλα ὑποπέπονα, ἐκρίθη· οὖρα ὑπόλεπτα περὶ κρίσιν. μετὰ δὲ κρίσιν, τεσσαράκοντα ἡμέρῃσιν ὕστερον, ἐμπύημα περὶ ἕδρην, καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις.

[β᾽.] Ἑρμοκράτην, ὃς κατέκειτο παρὰ τὸ καινὸν τεῖχος, πῦρ ἔλαβεν. ἤρξατο δὲ ἀλγεῖν κεφαλήν, ὀσφῦν· ὑποχονδρίου ἔντασις λαπαρῶς· γλῶσσα δὲ ἀρχομενῳ ἐπεκαύθη· κώφωσις αὐτίκα· ὕπνοι οὐκ ἐνῆσαν· διψώδης οὐ λίην· οὖρα παχέα, ἐρυθρά, κείμενα οὐ καθίστατο· ἀπὸ δὲ κοιλίης οὐκ ὀλίγα συγκεκαυμένα διῄει. πέμπτῃ οὔρησε λεπτά, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο, ἐς νύκτα παρέκρουσεν. ἕκτῃ ἰκτεριώδης, πάντα παρωξύνθη, οὐ κατενόει. ἑβδόμῃ δυσφόρως, οὖρα λεπτά, ὅμοια. τὰς ἑπομένας παραπλησίως. περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφισθῆναι· κῶμα ἤρξατο, οὔρει παχύτερα, ὑπέρυθρα, κάτω λεπτά· οὐ καθίστατο· ἡσυχῇ κατενόει. τεσσαρεσκαιδεκάτῃ ἄπυρος, οὐχ ἵδρωσεν, ἐκοιμήθη, κατενόει πάντα, οὖρα παρα πλήσια. περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι ὑπέστρεψεν, ἐθερμάνθη. τὰς ἑπομένας πυρετὸς ὀξύς, οὖρα λεπτά, παρέκρουσεν. πάλιν δὲ εἰκοστῇ ἐκρίθη, ἄπυρος, οὐχ ἵδρωσεν. ἀπόσιτος παρὰ πάντα τὸν χρόνον, κατενόει πάντα, διαλέγεσθαι οὐκ ἠδύνατο, γλῶσσα ἐπίξηρος, οὐκ ἐδίψη· κατεκοιμᾶτο σμικρά, κωματώδης. περὶ δὲ εἰκοστὴν καὶ τετάρτην ἐπεθερμάνθη, κοιλίη ὑγρὴ πολλοῖσι λεπτοῖσι. καὶ τὰς ἑπομένας πυρετὸς ὀξύς, γλῶσσα συνεκαύθη. ἑβδόμῃ καὶ εἰκοστῇ ἀπέθανε. τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν, οὖρα παχέα καὶ ἐρυθρά, οὐ καθιστάμενα, ἢ λεπτὰ καὶ ἄχρω καὶ ἐναιώρημα ἔχοντα· γεύεσθαι δὲ οὐκ ἠδύνατο.

[γ᾽.] Ὁ κατακείμενος ἐν τῷ Δελεάρκεος κήπῳ κεφαλῆς βάρος καὶ κρόταφον δεξιὸν ἐπώδυνον εἶχε χρόνον πολύν. μετὰ δὲ προφάσιος πῦρ ἔλαβε, κατεκλίθη. δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐρρύη· ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθεν, οὖρα λεπτὰ ποικίλα, ἐναιωρήματα ἔχοντα κατὰ σμικρὰ οἷον κρίμνα, γονοειδέα. τρίτῃ πυρετὸς ὀξύς, διαχωρήματα μέλανα, λεπτά, ἔπαφρα, ὑπόστασις πελιδνὴ διαχωρήμασιν, ὑπεκαροῦτο, ἐδυσφόρει περὶ τὰς ἀναστάσιας, οὔροις ὑπόστασις πελιδνή, ὑπόγλισχρος. τετάρτῃ ἤμεσε χολώδεα ξανθὰ ὀλίγα, διαλιπὼν ὀλίγον ἰώδεα, ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐρρύη, διαχωρήματα ὅμοια, οὖρα ὅμοια, ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῖδας, σπλὴν ἐπήρθη, μηροῦ ὀδύνη κατ᾽ ἴξιν, ὑποχονδρίου δεξιοῦ σύντασις ὑπολάπαρος, νυκτὸς οὐκ ἐκοιμήθη, παρέκρουσε σμικρά. πέμπτῃ δια χωρήματα πλείω, μέλανα, ἔπαφρα, ὑπόστασις μέλαινα διαχωρήμασι, νύκτα οὐχ ὕπνωσε, παρέκρουσεν. ἕκτῃ διαχωρήματα μέλανα, λιπαρά, γλίσχρα, δυσώδεα, ὕπνωσε, κατενόει μᾶλλον. ἑβδόμῃ γλῶσσα ἐπίξηρος, διψώδης, οὐκ ἐκοιμήθη, παρέκρουσεν, οὖρα λεπτά, οὐκ εὔχρω. ὀγδόῃ διαχωρήματα μέλανα ὀλίγα, συνεστηκότα, ὕπνωσε, κατενόει, διψώδης οὐ λίην. ἐνάτῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσε, ψύξις, παρέκρουσε, δεξιῷ ἴλλαινε, γλῶσσα ἐπίξηρος, διψώδης, ἄγρυπνος. δεκάτῃ περὶ τὰ αὐτά. ἑνδεκάτῃ κατενόει πάντα, ἄπυρος, ὑπνωσεν, οὖρα λεπτὰ περὶ κρίσιν. δύο διέλιπεν ἄπυρος, ὑπέστρεψεν τεσσαρες καιδεκάτῃ, αὐτίκα δὲ νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσεν. πεντεκαιδεκάτῃ οὖρον θολερόν, οἶον ἐκ τῶν καθεστηκότων γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξύς, πάντα παρέκρουσεν, οὐκ ἐκοιμήθη, γούνατα καὶ κνήμας ἐπώδυνα εἶχεν· ἀπὸ δὲ κοιλίης βάλανον προσθεμένῳ μέλανα κόπρανα διῆλθεν. ἑξκαιδεκάτῃ οὖρα λεπτά, εἶχεν ἐναιώρημα ἐπινέφελον, παρέκρουσεν. ἑπτακαιδεκάτῃ πρωϊ ἄκρεα ψυχρά, περιεστέλλετο, πυρετὸς ὀξύς, ἵδρωσε δι᾽ ὅλου, ἐκουφίσθη, κατενόει μᾶλλον, οὐκ ἄπυρος, διψώδης, ἤμεσε χολώδεα, ξανθά, ὀλίγα, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ᾽ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτά· οὖρα λεπτά, οὐκ εὔχρω. ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδης. ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶν. εἰκοστῇ ὕπνωσε, κατενόει πάντα, ἵδρωσεν, ἄπυρος, οὐκ ἐδίψη, οὖρα δὲ λεπτά. εἰκοστῇ πρώτῃ σμικρὰ παρέκρουσεν, ὑπεδίψη, ὑπο χονδρίου πόνος καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. εἰκοστῇ τετάρτῃ οὔροισιν ὑπόστασις, κατενόει πάντα. εἰκοστῇ ἑβδόμῃ ἰσχίου δεξιοῦ ὀδύνη, τὰ δ᾽ ἄλλα ἔσχεν ἐπιεικέστατα, οὔροισιν ὑπόστασις. περὶ δὲ εἰκοστὴν ἐνάτην ὀφθαλμοῦ δεξιοῦ ὀδύνη, οὖρα λεπτά. τεσσαρακοστῇ διεχώρησε φλεγματώδεα, λευκά, ὑπόσυχνα, ἵδρωσε πολλῷ δι᾽ ὅλου, τελέως ἐκρίθη.

[δ᾽.] Ἐν Θάσῳ Φιλιστῆς κεφαλὴν ἐπόνει χρόνον πολὺν καί ποτε καὶ ὑποκαρωθεὶς κατεκλίθη· ἐκ δὲ πότων πυρετῶν συνεχέων γενομένων ὁ πόνος παρωξύνθη. νυκτὸς ἐπεθερμάνθη τὸ πρῶτον. τῇ πρώτῃ ἤμεσε χολώδεα, ὀλίγα, ξανθὰ τὸ πρῶτον, μετὰ δὲ ταῦτα ἰώδεα πλείω, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε· νύκτα δυσφόρως. δευτέρῃ κώφωσις, πυρετὸς ὀξύς, ὑποχόνδριον δεξιὸν συνετάθη, ἔρρεπεν ἐς τὰ ἔσω· οὖρα λεπτά, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδές, σμικρόν· ἐξεμάνη περὶ μέσον ἡμέρης. τρίτῃ δυσφόρως. τετάρτῃ σπασμοί, παρωξύνθη. πέμπτῃ πρωὶ ἀπέθανεν.

[ε᾽.] Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ πότου πῦρ ἔλαβεν. αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον, οὐκ ἐκοιμᾶτο, κοιλίη ταραχώδης λεπτοῖσιν, ὑποχολώδεσι. τρίτῃ πυρετὸς ὀξύς, κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω· μετ᾽ ὀλίγον δὲ ῥῖγος, σπασμοί, πάντα παρέκρουσε, νύκτα δυσφόρως. τετάρτῃ δι᾽ ἡσυχίης, σμικρὰ ἐκοιμήθη, παρέλεγε. πέμπτῃ ἐπιπόνως, πάντα παρωξύνθη, λῆρος, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσε δι᾽ ὅλου, ἐκρίθη. τούτῳ διὰ τέλεος ἀπὸ κοιλίης διαχωρήματα χολώδεα, ὀλίγα, ἄκρητα· οὖρα λεπτά, οὐκ εὔχρω, ἐναιώρημα ἐπινέφελον ἔχοντα. περὶ ὀγδόην οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν ὀλίγην, κατενόει, ἄπυρος· διέλιπεν. ἐνάτῃ ὑπέστρεψε. περὶ δὲ τεσσαρεσκαιδεκάτην πυρετὸς ὀξύς. ἑκκαιδεκάτῃ ἤμεσε χολώδεα, ξανθά, ὑπόσυχνα. ἑπτακαιδεκάτῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσεν, ἄπυρος ἐκρίθη. οὖρα μετὰ ὑποστροφὴν καὶ κρίσιν εὔχρω, ὑπόστασιν ἔχοντα, οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. ὀκτωκαιδεκάτῃ ἐθερμαίνετο σμικρά, ὑπεδίψη, οὖρα λεπτά, ἐναιώρημα ἐπινέφελον, σμικρὰ παρέκρουσεν. ἐννεακαιδεκάτῃ ἄπυρος, τράχηλον ἐπωδύνως εἶχεν, οὔροισιν ὑπόστασις. τελέως ἐκρίθη εἰκοστῇ.

[ς᾽.] Τὴν Εὐρυάνακτος θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. ἦν δὲ ἄδιψος διὰ τέλεος· γεύματα οὐ προσεδέχετο. ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει, οὖρα λεπτά, ὀλίγα, οὐκ εὔχρω. ἀρχομένου δὲ τοῦ πυρετοῦ περὶ ἕδρην ἐπόνει. ἑκταίη δὲ ἐοῦσα ἄπυρος οὐχ ἵδρωσεν· ἐκρίθη. τὸ δὲ περὶ τὴν ἕδρην σμικρὰ ἐξεπύησεν, ἐρράγη ἅμα κρίσει. μετὰ δὲ κρίσιν ἑβδομαίη ἐοῦσα ἐρρίγωσε, σμικρὰ ἐπεθερμάνθη, ἵδρωσεν. ὕστερον δὲ ἄκρεα ψυχρὰ αἰεί. περὶ δὲ δεκάτην μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει· ἔλεγον δὲ γευσαμένην βότρυος. διαλιποῦσα δὲ δωδεκάτῃ πάλιν πολλὰ παρελήρει, κοιλίη ἐπεταράχθη χολώδεσιν, ἀκρήτοισιν, ὀλίγοισι, λεπτοῖσι, δακνώδεσι, πυκνὰ ἀνίστατο. ἀφ᾽ ἧς δὲ παρέκρουσε τὸ ὕστερον, ἀπέθανε ἑβδόμῃ. αὕτη ἀρχομένου τοῦ νοσήματος ἤλγει φάρυγγα, καὶ διὰ τέλεος ἔρευθος εἶχε, γαργαρεὼν ἀνεσπασμένος. ῥεύματα πολλά, σμικρά, δριμέα. ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν· ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον οὐδ᾽ ἐπεθύμησεν οὐδενός. ἄδιψος, οὐδ᾽ ἔπινεν οὐδὲν ἄξιον λόγου. σιγῶσα, οὐδὲν διελέγετο. δυσθυμίη, ἀνελπίστως ἑωυτῆς εἶχεν. ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες.

[ζ᾽.] Ἡ κυναγχικὴ ἡ παρὰ Ἀριστίωνος, ᾗ πρῶτον ἤρξατο ἀσαφὴς φωνή. γλῶσσα ἐρυθ ρή, ἐπεξηράνθη. τῇ πρώτῃ φρικώδης, ἐπεθερμάνθη. τρίτῃ ῥῖγος, πυρετὸς ὀξύς, οἴδημα ὑπέρυθρον, σκληρὸν τραχήλου καὶ ἐπὶ στῆθος ἐξ ἀμφοτέρων, ἄκρεα ψυχρά, πελιδνά, πνεῦμα μετέωρον, ποτὸν διὰ ῥινῶν, καταπίνειν οὐκ ἠδύνατο, διαχωρήματα καὶ οὖρα ἐπέστη. τετάρτῃ πάντα παρωξύνθη. πέμπτῃ ἀπέθανε.

[η᾽.] Τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων καὶ πόνων καὶ δρόμων παρὰ τὸ ἔθος. τῇ πρώτῃ κοιλίη ταραχώδης χολώδεσι, λεπτοῖσι, πολλοῖσιν, οὖρα λεπτά, ὑπομέλανα, οὐχ ὕπνωσε, διψώδης. δευτέρῃ πάντα παρωξύνθη, διαχωρήματα πλείω, ἀκαιρότερα. οὐχ ὕπνωσε, τὰ τῆς γνώμης ταραχώδεα, σμικρὰ ὑφίδρωσε. τρίτῃ δυσφόρως, διψώδης, ἀσώδης, πολὺς βληστρισμός, ἀπορίη, παρέκρουσεν, ἄκρεα πελιδνὰ καὶ ψυχρά, ὑποχονδρίου ἔντασις ὑπολάπαρος ἐξ ἀμφοτέρων. τετάρτῃ οὐχ ὕπνωσεν· ἐπὶ τὸ χεῖρον. ἑβδόμῃ ἀπέθανεν, ἡλικίην περὶ ἔτεα εἴκοσιν.

[θ᾽.] Ἡ παρὰ Τεισαμενοῦ γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυσφόρως ὥρμησεν. ἔμετοι πολλοί, ποτὸν κατέχειν οὐκ ἠδύνατο. πόνοι περὶ ὑποχόνδρια. καὶ ἐν τοῖσι κάτω κατὰ κοιλίην οἱ πόνοι. στρόφοι συνεχέες. οὐ διψώδης. ἐπεθερμαίνετο, ἄκρεα ψυχρὰ διὰ τέλεος. ἀσώδης, ἄγρυπνος. οὖρα ὀλίγα, λεπτά. διαχωρήματα ὠμά, λεπτὰ, ὀλίγα. ὠφελεῖν οὐκέτι ἠδύνατο, ἀπέθανεν.

[ι᾽.] Γυναῖκα ἐξ ἀποφθορῆς νηπίου τῶν περὶ Παντιμίδην τῇ πρώτῃ πῦρ ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης, ἀσώδης, ἄγρυπνος. κοιλίη ταραχώδης λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι. δευτέρῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἀπὸ κοιλίης πολλά, οὐχ ὕπνωσε. τρίτῃ μείζους οἱ πόνοι. τετάρτῃ παρέκρουσεν· ἑβδόμῃ ἀπέθανε. κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν· οὖρα ὀλίγα λεπτά.

[ια᾽.] Ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, Ἱκέτεω γυναῖκα, πῦρ ἔλαβεν. ἀρχομένη κωματώδης ἦν, καὶ πάλιν ἄγρυπνος, ὀσφύος ὀδύνη, κεφαλῆς βάρος. δευτέρῃ κοιλίη ἐπεταράχθη ὀλίγοισι, λεπτοῖσιν, ἀκρήτοισι τὸ πρῶτον. τρίτῃ πλείω, χείρω· νυκτὸς οὐδὲν ἐκοιμήθη. τετάρτῃ παρέκρουσε, φόβοι, δυσθυμίαι. δεξιῷ ἴλλαινε, ἵδρωσε περι κεφαλὴν ὀλίγῳ ψυχρῷ, ἄκρεα ψυχρά· πέμπτῃ πάντα παρωξύνθη, πολλὰ παρέλεγε καὶ πάλιν ταχὺ κατενόει· ἄδιψος, ἄγρυπνος, κοιλίη πολλοῖσιν ἀκαίροισι διὰ τέλεος· οὖρα ὀλίγα, λεπτά, ὑπομέλανα· ἄκρεα ψυχρά, ὑποπέλιδνα. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἀπέθανε.

[ιβ᾽.] Γυναῖκα, ἥτις κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τεκοῦσαν τότε πρῶτον ἐπιπόνως ἄρσεν πῦρ ἔλαβεν. αὐτίκα ἀρχομένη διψώδης, ἀσώδης, καρδίην ὑπήλγει, γλῶσσα ἐπίξηρος, κοιλίη ἐπεταράχθη λεπτοῖσιν ὀλίγοισιν, οὐχ ὕπνωσε. δευτέρῃ σμικρὰ ἐπερρίγωσε, πυρετὸς ὀξύς, σμικρὰ περὶ κεφαλὴν ἵδρωσε ψυχρῷ. τρίτῃ ἐπιπόνως· ἀπὸ κοιλίης ὠμά, λεπτὰ πολλὰ διῄει. τετάρτῃ ἐπερρίγωσε, πάντα παρωξύνθη· ἄγρυπνος· πέμπτῃ ἐπιπόνως. ἕκτῃ διὰ τῶν αὐτῶν· ἀπὸ κοιλίης ἦλθε ὑγρὰ πολλά. ἑβδόμῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, δίψα, πολὺς βληστρισμός, περὶ δείλην ἵδρωσε δι᾽ ὅλου ψυχρῷ, ψύξις, ἄκρεα ψυχρά, οὐκέτι ἀνεθερμαίνετο· καὶ πάλιν ἐς νύκτα ἐπερρίγωσεν, ἄκρεα οὐκ ἀνεθερμαίνετο, οὐχ ὕπνωσε, σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει. ὀγδόῃ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης, κωματώδης, ἀσώδης, ἤμεσε χολώδεα σμικρὰ ὑπόξανθα. νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, οὔρησε πολὺ ἀθρόον οὐκ εἰδυῖα. ἐνάτῃ συνέδωκε πάντα, κωματώδης. πρὸς δείλην σμικρὰ ἐπερρίγωσεν, ἤμεσε σμικρὰ χολώδεα. δεκάτῃ ῥῖγος, πυρετὸς παρωξύνθη, οὐχ ὕπνωσεν οὐδέν· πρωὶ οὔρησε πολὺ ὑπόστασιν οὐκ ἔχον, ἄκρεα ἀνεθερμάνθη. ἑνδεκάτῃ ἤμεσε χολώδεα, ἰώδεα. ἐπερρίγωσεν οὐ μετὰ πολύ, καὶ πάλιν ἄκρεα ψυχρά, ἐς δείλην ἱδρώς, ῥῖγος, ἤμεσε πολλά, νύκτα ἐπιπόνως. δωδεκάτῃ ἤμεσε πολλὰ μέλανα δυσώδεα, λυγμὸς πολύς, δίψος ἐπιπόνως. τρισκαιδεκάτῃ μέλανα, δυσώδεα πολλὰ ἤμεσε, ῥῖγος· περὶ δὲ μέσον ἡμέρης ἄφωνος. τεσσαρεσκαιδεκάτῃ αἷμα διὰ ῥινῶν· ἀπέθανε. ταύτῃ διὰ τέλεος κοιλίη ὑγρή· φρικώδης· ἡλικίη περὶ ἔτεα ἑπτακαίδεκα.

Κατάστασις

II. Ἔτος νότιον ἔπομβρον· ἄπνοια διὰ τέλεος· αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά. φθινόπωρον σκιῶδες, ἐπινέφελον, ὑδάτων πλήθεα. χειμὼν νότιος, ὑγρός, μαλθακὸς μετὰ ἡλίου τροπάς· ὕστερον πολλῷ, πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες, καὶ ἤδη περὶ ἰσημερίην βόρεια, χιονώδεα, οὐ πολὺν χρόνον. ἦρ πάλιν νότιον, ἄπνοον· ὕδατα πολλὰ διὰ τέλεος μέχρι κυνός. θέρος αἴθριον, θερμόν, πνίγεα μεγάλα· ἐτησίαι σμικρὰ διεσπασμένως ἔπνευσαν· πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν ὕδατα πολλά.

Γενομένου δὲ τοῦ ἔτεος νοτίου καὶ ὑγροῦ καὶ μαλθακοῦ κατὰ μὲν χειμῶνα διῆγον ὑγιηρῶς πλὴν τῶν φθινωδέων, περὶ ὧν γεγράψεται.

III. Πρωὶ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν ἐρυσιπέλατα πολλά, τοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ᾽ οὔ, κακοήθεα· πολλοὺς ἔκτεινε, πολλοὶ φάρυγγας ἐπόνησαν· φωναὶ κακούμεναι, καῦσοι, φρενιτικοί, στόματα ἀφθώδεα, αἰδοίοισι φύματα, ὀφθαλμίαι, ἄνθρακες, κοιλίαι ταραχώδεες, ἀπόσιτοι, διψώδεες οἱ μέν, οἱ δ᾽ οὔ, οὖρα ταραχώδεα, πολλά, κακά, κωματώδεες ἐπὶ πολὺ καὶ πάλιν ἄγρυπνοι, ἀκρισίαι πολλαί, δύσκριτα, ὕδρωπες, φθινώδεες πολλοί. τὰ μὲν ἐπιδημήσαντα νοσήματα ταῦτα. ἑκάστου δὲ τῶν ὑπογεγραμμένων εἰδέων ἦσαν οἱ κάμνοντες καὶ ἔθνῃσκον πολλοί. συνέπιπτε δ᾽ ἐφ᾽ ἑκάστοισι τούτων ὧδε.

IV. Πολλοῖσι μὲν τὸ ἐρυσίπελας μετὰ προφάσιος ἐπὶ τοῖσι τυχοῦσι καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοις ἐφ᾽ ὅλῳ τῷ σώματι, μάλιστα δὲ τοῖσι περὶ ἑξήκοντα ἔτεα καὶ περὶ κεφαλήν, εἰ καὶ σμικρὸν ἀμεληθείη. πολλοῖσι δὲ καὶ ἐν θεραπείῃ ἐοῦσι μεγάλαι φλεγμοναὶ ἐγίνοντο, καὶ τὸ ἐρυσίπελας πολὺ ταχὺ πάντοθεν ἐπενέμετο. τοῖσι μὲν οὖν πλείστοισιν αὐτῶν ἀποστάσιες ἐς ἐμπυήματα συνέπιπτον· σαρκῶν καὶ νεύρων καὶ ὀστέων ἐκπτώσιες μεγάλαι. ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον. οἷσι μὲν οὖν περὶ κεφαλὴν τούτων τι συμπίπτοι γίνεσθαι, μάδησίς τε ὅλης τῆς κεφαλῆς ἐγίνετο καὶ τοῦ γενείου καὶ ὀστέων ψιλώματα καὶ ἐκπτώσιες καὶ πολλὰ ῥεύματα. ἐν πυρετοῖσί τε ταῦτα καὶ ἄνευ πυρετῶν. ἦν δὲ ταῦτα φοβερώτερα ἢ κακίω. οἷσι γὰρ ἐς ἐμπύημα ἤ τινα τοιοῦτον ἀφίκοιτο πεπασμόν, οἱ πλεῖστοι τούτων ἐσῴζοντο. οἷσι δ᾽ ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας ἀπέλθοι, τοιαύτην δὲ ἀπόστασιν μηδεμίαν ποιήσαιτο, τούτων ἀπώλλυντο πολλοί. ὁμοίως δὲ καὶ εἴ πῃ ἄλλῃ τοῦ σώματος πλανηθείη, συνέπιπτε ταῦτα. πολλοῖσι μὲν γὰρ βραχίων καὶ πῆχυς ὅλος περιερρύη. οἷσι δ᾽ ἐπὶ τὰ πλευρά, ταῦτα ἐκακοῦτο ἢ τῶν ἔμπροσθέν τι ἢ τῶν ὄπισθεν. οἷσι δ᾽ ὅλος ὁ μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος. ἦν δὲ πάντων χαλεπώτατα τῶν τοιούτων, ὅτε περὶ ἥβην καὶ αἰδοῖα γενοίατο. τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα. πολλοῖσι δὲ ἐν πυρετοῖσι καὶ πρὸ πυρετοῦ καὶ ἐπὶ πυρετοῖσι συνέπιπτεν. ἦν δὲ καὶ τούτων, ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐκπυῆσαι ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος ἢ χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι, οἷσι δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δὲ ἀφανιζομένων, θανατώδεα γίνεσθαι. πολὺ μὲν οὖν πλείστοισι συνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας τοῦ ἦρος. παρείπετο δὲ καὶ διὰ τοῦ θέρεος καὶ ὑπὸ φθινόπωρον.

V. Πολλὴ δὲ ταραχή τισι καὶ τὰ περὶ φάρυγγα φύματα, καὶ φλεγμοναὶ γλώσσης, καὶ τὰ παρ᾽ ὀδόντας ἀποστήματα. φωναί τε πολλοῖσιν ἐπεσήμαινον κακούμεναι καὶ κατίλλουσαι, πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ τοῖσι καυσώδεσι καὶ τοῖσι φρενιτικοῖσιν.

VI. Ἤρξαντο μὲν οὖν οἱ καῦσοι καὶ τὰ φρενιτικὰ πρωὶ τοῦ ἦρος μετὰ τὰ γενόμενα ψύχεα, καὶ πλεῖστοι τηνικαῦτα διενόσησαν· ὀξέα δὲ τούτοισι καὶ θανατώδεα συνέπιπτεν. ἦν δὲ ἡ κατάστασις τῶν γενομένων καύσων ὧδε· ἀρχόμενοι κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς ὀξύς, οὐ διψώδεες λίην, οὐ παράληροι, ἀπὸ ῥινῶν ἔσταξε σμικρόν. οἱ παροξυσμοὶ τοῖσι πλείστοισιν ἐν ἀρτίῃσι, περὶ δὲ τοὺς παροξυσμοὺς λήθη καὶ ἄφεσις καὶ ἀφωνίη. ἄκρεά τε τούτοισιν αἰεὶ μὲν ψυχρότερα ποδῶν καὶ χειρῶν, πολὺ δὲ περὶ τοὺς παροξυσμοὺς μάλιστα· πάλιν τε βραδέως καὶ οὐ καλῶς ἀνεθερμαίνοντο καὶ πάλιν κατενόεον καὶ διελέγοντο. κατεῖχε δὲ ἢ τὸ κῶμα συνεχές, οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι. κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσι, πολλοῖσιν· οὖρά τε πολλὰ λεπτὰ κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα· οὐδὲ ἄλλο κρίσιμον οὐδὲν τοῖσιν οὕτως ἔχουσιν ἐφαίνετο· οὔτε γὰρ ᾑμορράγει καλῶς οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγένετο κρίσιμος. ἔθνῃσκόν τε ἕκαστος ὡς τύχοι, πεπλανημένως τὰ πολλά, περὶ τὰς κρίσιας, ἐκ πολλοῦ δέ τινες ἄφωνοι, ἱδρῶντες πολλοί. τοῖσι μὲν ὀλεθρίως ἔχουσι συνέπιπτε ταῦτα· παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσιν. ἄδιψοι δὲ πάνυ οὗτοι ἦσαν, οὐδ᾽ ἐξεμάνη τῶν φρενιτικῶν οὐδείς, ὥσπερ ἐπ᾽ ἄλλοισιν, ἀλλ᾽ ἄλλῃ τινὶ καταφορῇ νωθρῇ καρηβαρέες ἀπώλλυντο.

VII. Ἦσαν δὲ καὶ ἄλλοι πυρετοί, περὶ ὧν γεγράψεται. στόματα πολλοῖσιν ἀφθώδεα, ἑλκώδεα. ῥεύματα περὶ αἰδοῖα πολλά, ἑλκώματα, φύματα ἔξωθεν, ἔσωθεν· τὰ περὶ βουβῶνας. ὀφθαλμίαι ὑγραί, μακροχρόνιοι μετὰ πόνων. ἐπιφύσιες βλεφάρων ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντα τὰς ὄψιας, ἃ σῦκα ἐπονομάζουσιν. ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ καὶ ἐν αἰδοίοισιν. ἄνθρακες πολλοὶ κατὰ θέρος καὶ ἄλλα, ἃ σὴψ καλεῖται. ἐκθύματα μεγάλα. ἕρπητες πολλοῖσι μεγάλοι.

VIII. Τὰ δὲ κατὰ κοιλίην πολλοῖσι πολλὰ καὶ βλαβερὰ συνέβαινε. πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ παιδίοισι, καὶ πᾶσιν ὅσα πρὸ ἥβης, καὶ ἀπώλλυντο τὰ πλεῖστα τούτων. λειεντερικοὶ πολλοί. δυσεντεριώδεες, οὐδ᾽ οὗτοι λίην ἐπιπόνως. τὰ δὲ χολώδεα καὶ λιπαρὰ καὶ λεπτὰ καὶ ὑδατώδεα· πολλοῖσι μὲν αὐτὸ τὸ νόσημα ἐς τοῦτο κατέσκηψεν ἄνευ τε πυρετῶν καὶ ἐν πυρετοῖσι. μετὰ πόνων στρόφοι καὶ ἀνειλήσιες κακοήθεες. διέξοδοί τε τῶν πολλῶν ἐνόντων τε καὶ ἐπισχόντων. τὰ δὲ διεξιόντα πόνους οὐ λύοντα τοῖσι τε προσφερομένοισι δυσκόλως ὑπακούοντα· καὶ γὰρ αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. τῶν δὲ οὕτως ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, ἔστι δ᾽ οἷσι καὶ μακρότερα διῆγεν. ὡς δ᾽ ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες, καὶ οἱ τὰ μακρὰ νοσέοντες καὶ οἱ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνῃσκον μάλιστα. πάντας γὰρ κοιλίη συναπήνεγκεν.

IX. Ἀπόσιτοι δ᾽ ἐγένοντο πάντες μὲν καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν, ὡς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον, πολὺ δὲ μάλιστα οὗτοι καὶ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων δὲ οἳ καὶ ὀλεθρίως ἔχοιεν. διψώδεες οἱ μέν, οἱ δ᾽ οὔ· τῶν ἐν πυρετοῖσι καὶ τοῖσιν ἄλλοισιν οὐδεὶς ἀκαίρως, ἀλλ᾽ ἦν κατὰ ποτὸν διαιτᾶν ὡς ἤθελες.

X. Οὖρα δὲ πολλὰ μὲν τὰ διεξιόντα ἦν, οὐκ ἐκ τῶν προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα. πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων. οὔτε γὰρ πάχος οὔτε πεπασμοὺς οὔτε καθάρσιας χρηστὰς εἶχεν. ἐσήμαινεν δὲ τοῖσι πλείστοισι σύντηξιν καὶ ταραχὴν καὶ πόνους καὶ ἀκρισίας.

XI. Κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν, ἀτὰρ καὶ ἐπὶ τοῖς ἄλλοισι νοσήμασι πᾶσι τοῖσι μεγίστοισιν, ὅ τι μετὰ πυρετοῦ γίνοιτο. διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο ἢ μικροὺς καὶ λεπτοὺς ὕπνους κοιμᾶσθαι.

XII. Πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, συνεχέων, μακρῶν, πεπλανημένων, ἀσωδέων, ἀκαταστάτων. ἅπαντες δὲ οὗτοι μετὰ πολλῆς ἐγίνοντο ταραχῆς· κοιλίαι τε γὰρ τοῖσι πλείστοισιν ταραχώδεες, φρικώδεες· ἱδρῶτες οὐ κρίσιμοι, καὶ τὰ τῶν οὔρων ὡς ὑπογέγραπται. μακρὰ δὲ τοῖσι πλείστοισι τούτων· οὐδὲ γὰρ αἱ γινόμεναι τούτοισιν ἀποστάσιες ἔκρινον ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι. δύσκριτα μὲν οὖν πᾶσι πάντα ἐγίνετο καὶ ἀκρισίαι καὶ χρόνια, πολὺ δὲ μάλιστα τούτοις. ἔκρινε δὲ τούτων ὀλίγοισι περὶ ὀγδοηκοστήν. τοῖσι δὲ πλείστοισιν ἐξέλειπεν ὡς ἔτυχεν. ἔθνῃσκον δὲ τούτων ὀλίγοι ὑπὸ ὕδρωπος ὀρθοστάδην. πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νοσήμασιν οἰδήματα παρώχλει, πολὺ δὲ μάλιστα τοῖσι φθινώδεσι.

XIII. Μέγιστον δὲ καὶ χαλεπώτατον καὶ πλείστους ἔκτεινε τὸ φθινῶδες. πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα πολλοὶ μὲν κατεκλίθησαν, οἱ δὲ αὐτῶν ὀρθοστάδην ὑπεφέροντο· πρωὶ δὲ τοῦ ἦρος ἔθνῃσκον οἱ πλεῖστοι τῶν κατακλιθέντων· τῶν δὲ ἄλλων ἐξέλιπον μὲν αἱ βῆχες οὐδενί, ὑφίεσαν δὲ κατὰ θέρος. ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίθησαν πάντες καὶ πολλοὶ ἔθνῃσκον. μακρὰ δὲ τούτων οἱ πλεῖστοι διενόσεον. ἤρξατο μὲν οὖν τοῖσι πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι· φρικώδεες πυκνά. πολλάκις πυρετοὶ συνεχέες, ὀξέες· ἱδρῶτες ἄκαιροι πολλοί, ψυχροὶ διὰ τέλεος· πολλὴ ψύξις, καὶ μόγις πάλιν ἀναθερμαινόμενοι· κοιλίαι ποικίλως ἐφιστάμεναι καὶ πάλιν ταχὺ καθυγραινόμεναι, περὶ δὲ τελευτὴν πᾶσι βιαίως καθυγραινόμεναι· καὶ τῶν περὶ πνεύμονα πάντων διάδοσις κάτω· πλῆθος οὔρων οὐ χρηστῶν· συντήξιες κακαί. αἱ δὲ βῆχες ἐνῆσαν μὲν διὰ τέλεος πολλαὶ καὶ πολλὰ ἀνάγουσαι πέπονα καὶ ὑγρά, μετὰ πόνων δὲ οὐ λίην· ἀλλ᾽ εἰ καὶ ἐπόνεον, πάνυ πρηέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πνεύμονος ἐγίνετο. φάρυγγες οὐ λίην δακνώδεες, οὐδὲ ἁλμυρίδες οὐδὲν ἠνώχλεον· τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς ᾔει. πολὺ δὲ μέγιστον κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι τὰ περὶ τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται· οὐδὲ γὰρ πότων μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ πάνυ διῆγον ἀδίψως· βάρος σώματος· κωματώδεες· τοῖσι πλείστοισιν αὐτῶν οἴδημα, καὶ ἐς ὕδρωπα περιίσταντο· φρικώδεες, παράληροι περὶ θάνατον.

XIV. Εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπόν, λευκοφλεγματίαι, πτερυγώδεες· καὶ γυναῖκες οὕτω. τὸ μελαγχολικὸν καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. τεινεσμοὶ νέοισι φλεγματώδεσιν· αἱ μακραὶ διάρροιαι καὶ τὰ δριμέα διαχωρήματα καὶ λιπαρὰ πικροχόλοισιν.

XV. Ἦν δὲ πᾶσι τοῖς ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ καὶ πλείστους ἀπέκτεινε, τὸ δὲ θέρος ῥήϊστον, καὶ ἐλάχιστοι ἀπώλλυντο. τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληϊάδα πάλιν ἔθνῃσκον, οἱ πολλοὶ τεταρταῖοι. δοκεῖ δέ μοι προσωφελῆσαι κατὰ λόγον τὸ γενόμενον θέρος. τὰς γὰρ θερινὰς νούσους χειμὼν ἐπιγενόμενος λύει, καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησι. καίτοι αὐτό γε ἐπὶ ἑωυτοῦ τὸ γενόμενον θέρος οὐκ εὐσταθὲς ἐγένετο· καὶ γὰρ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ ἄπνοον· ἀλλ᾽ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν μεταλλάξαν ὠφέλησε.

XVI. Μέγα δὲ μέρος ἡγεῦμαι τῆς τέχνης εἶναι τὸ δύνασθαι σκοπεῖν καὶ περὶ τῶν γεγραμμένων ὀρθῶς. ὁ γὰρ γνοὺς καὶ χρεώμενος τούτοις οὐκ ἄν μοι δοκεῖ μέγα σφάλλεσθαι ἐν τῇ τέχνῃ. δεῖ δὲ καταμανθάνειν τὴν κατάστασιν τῶν ὡρέων ἀκριβῶς ἑκάστην καὶ τὸ νόσημα, ἀγαθὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ, κακὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ, μακρὸν ὅ τι νόσημα καὶ θανάσιμον, μακρὸν ὅ τι καὶ περιεστικόν, ὀξὺ ὅ τι θανάσιμον, ὀξὺ ὅ τι περιεστικόν· τάξιν τῶν κρισίμων ἐκ τούτων σκοπεῖσθαι καὶ προλέγειν ἐκ τούτων εὐπορεῖται. εἰδότι περὶ τούτων ἔστιν εἰδέναι οὓς καὶ ὅτε καὶ ὡς δεῖ διαιτᾶν.

Ἑκκαίδεκα ἄρρωστοι

XVII. [α’.] Ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς, κατ᾽ ἀρχὰς συνεχής, καυσώδης· δίψος· ἀρχόμενος κωματώδης καὶ πάλιν ἄγρυπνος· κοιλίη ταραχώδης ἐν ἀρχῇσιν, οὖρα λεπτά. ἕκτῃ οὔρησεν ἐλαιῶδες, παρέκρουσεν. ἑβδόμῃ παρωξύνθη πάντα, οὐδὲν ἐκοιμήθη, ἀλλὰ οὖρά τε ὅμοια καὶ τὰ τῆς γνώμης ταραχώδεα· ἀπὸ δὲ κοιλίης χολώδεα, λιπαρὰ διῆλθεν. ὀγδόῃ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν, ἤμεσεν ἰώδεα ὀλίγα, σμικρὰ ἐκοιμήθη. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ πάντα συνέδωκεν. ἑνδεκάτῃ ἵδρωσε δι᾽ ὅλου· περιέψυξε, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. τεσσαρεσκαιδεκάτῃ πυρετὸς ὀξύς, διαχωρήματα χολώδεα, λεπτά, πολλά, οὔροισιν ἐναιώρημα, παρέκρουσεν. ἑπτακαιδεκάτῃ ἐπιπόνως· οὔτε γὰρ ὕπνοι, ὅ τε πυρετὸς ἐπέτεινεν. εἰκοστῇ ἵδρωσε δι᾽ ὅλου· ἄπυρος, διαχωρήματα χολώδεα, ἀπόσιτος, κωματώδης· εἰκοστῇ τετάρτῃ ὑπέστρεψε. τριηκοστῇ τετάρτῃ ἄπυρος, κοιλίη οὐ συνίστατο, καὶ πάλιν ἀνεθερμάνθη. τεσσαρακοστῇ ἄπυρος, κοιλίη συνέστη χρόνον οὐ πολύν, ἀπόσιτος, σμικρὰ πάλιν ἐπύρεξε καὶ διὰ παντὸς πεπλανημένως· ἄπυρος τὰ μέν, τὰ δ᾽ οὔ· εἰ γάρ τι διαλίποι καὶ διακουφίσαι, ταχὺ πάλιν ὑπέστρεφε. σιταρίοισί τε ὀλίγοισι καὶ φαύλοισι προσεχρῆτο. ὕπνοι κακοί, περὶ τὰς ὑποστροφὰς παρέκρουσεν. οὖρα πάχος μὲν ἔχοντα οὔρει τηνικαῦτα, ταραχώδεα δὲ καὶ πονηρά. καὶ τὰ κατὰ κοιλίην συνιστάμενα καὶ πάλιν διαλυόμενα. πυρέτια συνεχέα. διαχωρήματα λεπτά, πολλά. ἐν εἴκοσι καὶ ἑκατὸν ἔθανε. τούτῳ κοιλίη συνεχέως ἀπὸ τῆς πρώτης ὑγρὴ χολώδεσιν, ὑγροῖσι πολλοῖσιν ἦν ἢ συν ισταμένη ζέουσι καὶ ἀπέπτοισιν· οὖρα διὰ τέλεος κακά· κωματώδης τὰ πλεῖστα, μετὰ πόνων ἄγρυπνος, ἀπόσιτος συνεχέως.

[β᾽.] Ἐν Θάσῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου θυγατέρα τεκοῦσαν καθάρσιος οὐ γενομένης πυρετὸς ὀξὺς φρικώδης τρι ταίην ἔλαβεν. ἐκ χρόνου δὲ πολλοῦ πρὸ τοῦ τόκου πυρετώδης ἦν, κατακλινής, ἀπόσιτος. μετὰ δὲ τὸ γενόμενον ῥῖγος συνεχέες, ὀξέες, φρικώδεες οἱ πυρετοί. ὀγδόῃ πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας καὶ ταχὺ πάλιν κατενόει· κοιλίη ταραχώδης πολλοῖσι λεπτοῖσιν, ὑδατοχόλοις· ἄδιψος. ἑνδεκάτῃ κατενόει, κωματώδης δ᾽ ἦν· οὖρα πολλὰ λεπτὰ καὶ μέλανα, ἄγρυπνος. εἰκοστῇ σμικρὰ περιέψυξε καὶ ταχὺ πάλιν ἀνεθερμάνθη, σμικρὰ παρέλεγεν, ἄγρυπνος· τὰ κατὰ κοιλίην ἐπὶ τῶν αὐτῶν· οὖρα ὑδατώδεα πολλά. εἰκοστῇ ἑβδόμῃ ἄπυρος, κοιλίη συνέστη, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πολύν· πυρετοὶ πάλιν παρείποντο· οὖρα ὑδατώδεα. τεσσαρακοστῇ τὰ μὲν περὶ τὸ ἰσχίον ἐπεκούφισε, βῆχες δὲ συνεχέες ὑγραὶ πολλαί, κοιλίη συνέστη, ἀπόσιτος· οὖρα ἐπὶ τῶν αὐτῶν. οἱ δὲ πυρετοὶ τὸ μὲν ὅλον οὐκ ἐκλείποντες, πεπλανημένως δὲ παροξυνόμενοι, τὰ μέν, τὰ δ᾽ οὔ. ἑξηκοστῇ αἱ μὲν βῆχες ἀσήμως ἐξέλιπον· οὔτε γάρ τις πτυάλων πεπασμὸς ἐγένετο οὔτε ἄλλη τῶν εἰθισμένων ἀπόστασις· σιηγὼν δὲ ἡ ἐκ τῶν ἐπὶ δεξιὰ κατεσπάσθη· κωματώδης· παρέλεγε καὶ ταχὺ πάλιν κατενόει· πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως εἶχεν· σιηγὼν μὲν ἐπανῆκε, κοιλίη δὲ χολώδεα σμικρὰ διέδωκεν, ἐπύρεξεν ὀξυτέρως, φρικώδης· καὶ τὰς ἐχομένας ἄφωνος καὶ πάλιν διελέγετο. ὀγδοηκοστῇ ἀπέθανε. ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδεα. κῶμα παρείπετο, ἀπόσιτος, ἄθυμος, ἄγρυπνος, ὀργαί, δυσφορίαι, τὰ περὶ τὴν γνώμην μελαγχολικά.

[γ᾽.] Ἐν Θάσῳ Πυθίωνα, ὃς κατέκειτο ὑπεράνω τοῦ Ἡρακλείου, ἐκ πόνων καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος ῥῖγος μέγα καὶ πυρετὸς ὀξὺς ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης, χολώδης, οὐχ ὕπνωσεν, οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον, ἄναυδος, ἄφωνος, βραχύπνοος ἐπὶ πολὺν χρόνον, ἀνεθερμάνθη, δίψα, νύκτα δι᾽ ἡσυχίης, ἵδρωσε περὶ κεφαλὴν σμικρά. τρίτῃ ἡμέρην δι᾽ ἡσυχίης, ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη σμικρά, ἄση, ταραχή, νυκτὸς ἐπιπόνως, οὐδὲν ὕπνωσεν, ἀπὸ δὲ κοιλίης σμικρὰ συνεστηκότα κόπρανα διῆλθε. τετάρτῃ πρωὶ δι᾽ ἡσυχίης, περὶ δὲ μέσον ἡμέρης πάντα παρωξύνθη, ψύξις, ἄναυδος, ἄφωνος, ἐπὶ τὸ χεῖρον, ἀνεθερμάνθη μετὰ χρόνον, οὔρησε μέλανα ἐναιώρημα ἔχοντα, νύκτα δι᾽ ἡσυχίης, ἐκοιμήθη· πέμπτῃ ἔδοξε κουφίσαι, κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου, διψώδης, νύκτα ἐπιπόνως. ἕκτῃ πρωὶ μὲν δι᾽ ἡσυχίης, δείλης δὲ οἱ πόνοι μέζους, παρωξύνθη, ἀπὸ δὲ κοιλίης ὀψὲ κλυσματίῳ καλῶς διῆλθε, νυκτὸς ἐκοιμήθη. ἑβδόμῃ ἡμέρῃ ἀσώδης, ὑπεδυσφόρει, οὔρησεν ἐλαιῶδες, νυκτὸς ταραχὴ πολλή, παρέλεγεν, οὐδὲν ἐκοιμήθη. ὀγδόῃ πρωὶ μὲν ἐκοιμήθη σμικρά, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες, ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη, παρέκρουσεν, ἤδη δὲ πρὸς ἡμέρην σμικρὰ ἐκουφίσθη, διαχωρήματα ἄκρητα, σμικρὰ, χολώδεα. ἐνάτῃ κωματώδης, ἀσώδης, ὅτε διεγείροιτο· οὐ λίην διψώδης· περὶ δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγε, νύκτα κακήν. δεκάτῃ πρωὶ ἄφωνος, πολλὴ ψύξις, πυρετὸς ὀξύς, πολὺς ἱδρώς, ἔθανεν. ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ.

[δ᾽.] Ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλιθεὶς ἤμεσεν ἰώδεα πολλά, λεπτά, πυρετὸς φρικώδης πολύς, ἱδρὼς συνεχὴς δι᾽ ὅλου, κεφαλῆς καὶ τραχήλου βάρος μετ᾽ ὀδύνης, οὖρα λεπτά, ἐναιωρήματα σμικρά, διεσπασμένα, οὐχ ἵδρυτο. ἀπὸ δὲ κοιλίης ἐξεκόπρισεν ἀθρόα πολλὰ, παρέκρουσεν, οὐδὲν ὕπνωσε. δευτέρῃ πρωὶ ἄφωνος, πυρετὸς ὀξύς, ἵδρωσεν, οὐ διέλιπε, παλμοὶ δι᾽ ὅλου τοῦ σώματος, νυκτὸς σπασμοί. τρίτῃ πάντα παρωξύνθη. τετάρτῃ ἔθανεν.

[ε᾽.] Ἐν Λαρίσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνησεν ἐξαίφνης· τῶν δὲ προσφερομένων οὐδὲν ὠφέλει. τῇ πρώτῃ πυρετὸς ὀξύς, καυσώδης, ἀτρεμέως εἶχεν, οἱ δὲ πόνοι παρείποντο. δευτέρῃ τοῦ μηροῦ μὲν ὑφίεσαν οἱ πόνοι, ὁ δὲ πυρετὸς ἐπέτεινεν, ὑπεδυσφόρει, οὐκ ἐκοιμᾶτο, ἄκρεα ψυχρά, οὔρων πλῆθος διῄει οὐ χρηστῶν. τρίτῃ τοῦ μηροῦ μὲν ὁ πόνος ἐπαύσατο, παρακοπὴ δὲ τῆς γνώμης καὶ ταραχὴ καὶ πολὺς βληστρισμός. τετάρτῃ περὶ μέσον ἡμέρης ἔθανεν.

[ς᾽.] Ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξύς, συνεχὴς μετὰ πονου, πολλὴ δίψα, ἄση, ποτὸν κατέχειν οὐκ ἠδύνατο· ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. τῇ πρώτῃ ᾑμορράγησεν ἐξ ἀριστεροῦ· πολὺς μέντοι ὁ πυρετὸς ἐπέτεινεν· οὔρησε πολὺ θολερόν, λευκόν· κείμενον οὐ καθίστατο. δευτέρῃ πάντα παρωξύνθη· τὰ μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλλον· καὶ τὰ περὶ τὴν ἄσην ἐκούφισεν, ἐκοιμήθη. τρίτῃ πυρετὸς ἐμαλάχθη, οὔρων πλῆθος, πέπονα, πολλὴν ὑπόστασιν ἔχοντα, νύκτα δι᾽ ἡσυχίης. τετάρτῃ περὶ μέσον ἡμέρης ἵδρωσε πολλῷ θερμῷ δι᾽ ὅλου, ἄπυρος, ἐκρίθη, οὐχ ὑπέστρεψεν.

[ζ᾽.] Ἐν Ἀβδήροισι τὴν παρθένον, ἣ κατέκειτο ἐπὶ τῆς ἱρῆς ὁδοῦ, πυρετὸς καυσώδης ἔλαβεν· ἦν δὲ διψώδης καὶ ἄγρυπνος. κατέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. ἕκτῃ ἄση πολλή, ἔρευθος, φρικώδης, ἀλύουσα. ἑβδόμῃ διὰ τῶν αὐτῶν, οὖρα λεπτὰ μέν, εὔχρω δέ, τὰ περὶ τὴν κοιλίην οὐκ ἠνώχλει. ὀγδόῃ κώφωσις, πυρετὸς ὀξύς, ἄγρυπνος, ἀσώδης, φρικώδης, κατενόει, οὖρα ὅμοια. ἐνάτῃ διὰ τῶν αὐτῶν· καὶ τὰς ἑπομένας οὕτως· ἡ κώφωσις παρέμενε. τεσσαρεσκαιδεκάτῃ τὰ τῆς γνώμης ταραχώδεα, ὁ πυρετὸς συνέδωκεν. ἑπτακαιδεκάτῃ διὰ ῥινῶν ἐρρύη πολύ, ἡ κώφωσις σμικρὰ συνέδωκε. καὶ τὰς ἑπομένας ἄση, κωφότης· ἐνῆν καὶ παράληρος. εἰκοστῇ ποδῶν ὀδύνη· κωφότης, παράληρος ἀπέλιπεν, ᾑμορράγησε σμικρὰ διὰ ῥινῶν, ἵδρωσεν, ἄπυρος. εἰκοστῇ τετάρτῃ ὁ πυρετὸς ὑπέστρεψε, κώφωσις πάλιν, ποδῶν ὀδύνη παρέμεινεν, παρακοπή. εἰκοστῇ ἑβδόμῃ ἵδρωσε πολλῷ, ἄπυρος, ἡ κώφωσις ἐξέλιπεν, ἡ τῶν ποδῶν ὑπέμενεν ὀδύνη, τὰ δ᾽ ἄλλα τελέως ἐκρίθη.

[η᾽.] Ἐν Ἀβδήροισιν Ἀναξίωνα, ὃς κατέκειτο παρὰ τὰς Θρηϊκίας πύλας, πυρετὸς ὀξὺς ἔλαβε· πλευροῦ δεξιοῦ ὀδύνη συνεχής, ἔβησσε ξηρά, οὐδ᾽ ἔπτυε τὰς πρώτας· διψώδης, ἄγρυπνος, οὖρα δὲ εὔχρω πολλὰ λεπτά. ἕκτῃ παράληρος· πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. ἑβδόμῃ ἐπιπόνως· ὁ γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ συνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔταμον· ἐρρύη πολλὸν οἷον δεῖ· συνέδωκαν μὲν οἱ πόνοι, αἱ μέντοι βῆχες αἱ ξηραὶ παρείποντο. ἑνδεκάτῃ συνέδωκαν οἱ πυρετοί, σμικρὰ περὶ κεφαλὴν ἵδρωσεν, αἵ τε βῆχες καὶ τὰ ἀπὸ πνεύμονος ὑγρότερα. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ πέπονα πτύειν· ἐκουφίσθη. εἰκοστῇ ἵδρωσεν, ἄπυρος, μετὰ δὲ κρίσιν διψώδης τε ἦν καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. εἰκοστῇ ἑβδόμῃ ὁ πυρετὸς ὑπέστρεψεν, ἔβησσεν, ἀνῆγε πέπονα πολλά, οὔροισιν ὑπόστασις πολλὴ λευκή, ἄδιψος ἐγένετο, εὔπνοος. τριηκοστῇ τετάρτῃ ἵδρωσε δι᾽ ὅλου, ἄπυρος, ἐκρίθη πάντα.

[θ᾽.] Ἐν Ἀβδήροισιν Ἡρόπυθος κεφαλὴν ὀρθοστάδην ἐπιπόνως εἶχεν, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατεκλίθη. ᾤκει πλησίον τῆς ἄνω ἀγωγῆς. πυρετὸς ἔλαβε καυσώδης, ὀξύς· ἔμετοι τὸ κατ᾽ ἀρχὰς πολλῶν χολωδέων, διψώδης, πολλὴ δυσφορίη, οὖρα λεπτὰ μέλανα, ἐναιώρημα μετέωρον ὁτὲ μέν, ὁτὲ δ᾽ οὔ· νύκτα ἐπιπόνως, πυρετὸς ἄλλοτε ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. περὶ δὲ τεσσαρεσκαιδεκάτην κώφωσις, οἱ πυρετοὶ ἐπέτεινον, οὖρα διὰ τῶν αὐτῶν. εἰκοστῇ πολλὰ παρέκρουσε καὶ τὰς ἑπομένας. τεσσαρακοστῇ διὰ ῥινῶν ᾑμορράγησε πολὺ καὶ κατενόει μᾶλλον· ἡ κώφωσις ἐνῆν μέν, ἧσσον δέ· οἱ πυρετοὶ συνέδωκαν. ᾑμορράγει τὰς ἑπομένας πυκνὰ κατ᾽ ὀλίγον. περὶ δὲ ἑξηκοστὴν αἱ μὲν αἱμορραγίαι ἀπεπαύσαντο, ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ καὶ οἱ πυρετοὶ ἐπέτεινον. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον πόνοι τῶν κάτω πάντων· συνέπιπτε δὲ ἢ τοὺς πυρετοὺς εἶναι μέζους καὶ τὴν κώφωσιν πολλὴν ἢ ταῦτα μὲν ὑφιέναι καὶ κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μέζους εἶναι τοὺς πόνους. ἤδη δὲ περὶ ὀγδοηκοστὴν συνέδωκε μὲν πάντα, ἐξέλιπε δὲ οὐδέν· οὖρά τε γὰρ εὔχρω καὶ πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παράληροί τε μείους ἦσαν. περὶ δὲ ἑκατοστὴν κοιλίη πολλοῖσι χολώδεσιν ἐπεταράχθη, καὶ ᾔει χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα, καὶ πάλιν δυσεντεριώδεα μετὰ πόνου, τῶν δὲ ἄλλων ῥᾳστώνη. τὸ δὲ σύνολον οἵ τε πυρετοὶ ἐξέλιπον καὶ ἡ κώφωσις ἐπαύσατο. ἐν ἑκατοστῇ εἰκοστῇ τελέως ἐκρίθη.

[ι᾽.] Ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ πότων πῦρ ἔλαβεν. ἀρχόμενος δὲ ἦν ἀσώδης καὶ καρδιαλγικός, διψώδης, γλῶσσα ἐπεκαύθη, οὖρα λεπτὰ μέλανα. δευτέρῃ ὁ πυρετὸς παρωξύνθη, φρικώδης, ἀσώδης, οὐδὲν ἐκοιμήθη, ἤμεσε χολώδεα ξανθά, οὖρα ὅμοια, νύκτα δι᾽ ἡσυχίης, ὕπνωσε. τρίτῃ ὑφῆκε πάντα, ῥᾳστώνη· περὶ δὲ ἡλίου δυσμὰς πάλιν ὑπεδυσφόρει, νύκτα ἐπιπόνως. τετάρτῃ ῥῖγος, πυρετὸς πολύς, πόνοι πάντων, οὖρα λεπτά, ἐναιώρημα· νύκτα πάλιν δι᾽ ἡσυχίης. πέμπτῃ ἐνῆν μὲν πάντα, ῥᾳστώνη δὲ ἦν. ἕκτῃ τῶν αὐτῶν πόνοι πάντων, οὔροισιν ἐναιώρημα, παρέκρουσε πολλά. ἑβδόμῃ ῥᾳστώνη. ὀγδόῃ τὰ ἄλλα συνέδωκε πάντα. δεκάτῃ καὶ τὰς ἑπομένας ἐνῆσαν μὲν οἱ πόνοι, ἧσσον δὲ πάντες· οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τούτῳ διὰ τέλεος ἐν ἀρτίῃσιν ἦσαν μᾶλλον. εἰκοστῇ οὔρησε λευκόν, πάχος εἶχε, κείμενον οὐ καθίστατο· ἵδρωσε πολλῷ, ἔδοξεν ἄπυρος γενέσθαι, δείλης δὲ πάλιν ἐθερμάνθη, καὶ τῶν αὐτῶν πόνοι, φρίκη, δίψα, σμικρὰ παρέκρουσεν. εἰκοστῇ τετάρτῃ οὔρησε πολὺ λευκόν, πολλὴν ὑπόστασιν ἔχον. ἵδρωσε πολλῷ θερμῷ δι᾽ ὅλου, ἄπυρος ἐκρίθη.

[ια᾽.] Ἐν Θάσῳ γυνὴ δυσάνιος ἐκ λύπης μετὰ προφάσιος ὀρθοστάδην ἐγένετο ἄγρυπνός τε καὶ ἀπόσιτος καὶ διψώδης ἦν καὶ ἀσώδης. ᾤκει δὲ πλησίον τῶν Πυλάδου ἐπὶ τοῦ λείου. τῇ πρώτῃ ἀρχομένης νυκτὸς φόβοι, λόγοι πολλοί, δυσθυμίη, πυρέτιον λεπτόν. πρωὶ σπασμοὶ πολλοί· ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοί, παρέλεγεν, ᾐσχρομύθει· πολλοὶ πόνοι, μεγάλοι, συνεχέες. δευτέρῃ διὰ τῶν αὐτῶν, οὐδὲν ἐκοιμᾶτο, πυρετὸς ὀξύτερος. τρίτῃ οἱ μὲν σπασμοὶ ἀπέλιπον, κῶμα δὲ καὶ καταφορὴ καὶ πάλιν ἔγερσις· ἀνήϊσσε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε πολλά, πυρετὸς ὀξύς, ἐς νύκτα δὲ ταύτην ἵδρωσε πολλῷ θερμῷ δι᾽ ὅλου· ἄπυρος, ὕπνωσε, πάντα κατενόει, ἐκρίθη. περὶ δὲ τρίτην ἡμέρην οὖρα μέλανα λεπτά, ἐναιώρημα δὲ ἐπὶ πολὺ στρογγύλον, οὐχ ἱδρύετο, περὶ δὲ κρίσιν γυναικεῖα πολλὰ κατέβη.

[ιβ᾽.] Ἐν Λαρίσῃ παρθένον πυρετὸς ἔλαβε καυσώδης, ὀξύς· ἄγρυπνος, διψώδης, γλῶσσα λιγνυώδης, ξηρή· οὖρα εὔχρω μέν, λεπτὰ δέ. δευτέρῃ ἐπιπόνως, οὐχ ὕπνωσε. τρίτῃ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχλοα, καὶ τὰς ἑπομένας ᾔει τοιαῦτα εὐφόρως. τετάρτῃ οὔρησε λεπτὸν ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἱδρύετο, παρέκρουσεν ἐς νύκτα. ἕκτῃ διὰ ῥινῶν λάβρον ἐρρύη πολύ· φρίξασα ἵδρωσε πολλῷ θερμῷ δι᾽ ὅλου· ἄπυρος· ἐκρίθη. ἐν δὲ τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβη πρῶτον τότε· παρθένος γὰρ ἦν. ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης, ἔρευθος προσώπου, ὀμμάτων ὀδύνη· καρηβαρική. ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ᾽ ἐκρίθη. οἱ πόνοι ἐν ἀρτίῃσιν.

[ιγ᾽.] Ἀπολλώνιος ἐν Ἀβδήροισιν ὀρθοστάδην ὑπεφέρετο χρόνον πολύν. ἦν δὲ μεγαλόσπλαγ χνος, καὶ περὶ ἧπαρ συνήθης ὀδύνη χρόνον πολὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης ἐγένετο, φυσώδης, χροιῆς τῆς ὑπολεύκου. φαγὼν δὲ καὶ πιὼν ἀκαιρότερον βόειον ἐθερμάνθη σμικρὰ τὸ πρῶτον, κατεκλίθη. γάλαξι δὲ χρησάμενος ἑφθοῖσι καὶ ὠμοῖσι πολλοῖσιν, αἰγείοισι καὶ μηλείοισι, καὶ διαίτῃ κακῇ πάντων, βλάβαι μεγάλαι· οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν, κοιλίη τε τῶν προσενεχθέντων οὐδὲν διέδωκεν ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει· ὕπνοι οὐκ ἐνῆσαν· ἐμφύσημα κακόν, πολὺ δίψος, κωματώδης, ὑποχονδρίου δεξιοῦ ἔπαρμα σὺν ὀδύνῃ, ἄκρεα πάντοθεν ὑπόψυχρα, σμικρὰ παρέλεγε, λήθη πάντων ὅ τι λέγοι, παρεφέρετο. περὶ δὲ τεσσα ρεσκαιδεκάτην, ἀφ᾽ ἧς κατεκλίθη, ῥιγώσας ἐπεθερμάνθη· ἐξεμάνη· βοή, ταραχή, λόγοι πολλοί, καὶ πάλιν ἵδρυσις, καὶ τὸ κῶμα τηνικαῦτα προσῆλθε. μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης πολλοῖσι χολώδεσιν, ἀκρήτοισιν, ὠμοῖσιν· οὖρα μέλανα, σμικρά, λεπτά· πολλὴ δυσφορίη· τὰ τῶν διαχωρημάτων ποικίλως· ἢ γὰρ μέλανα καὶ σμικρὰ καὶ ἰώδεα ἢ λιπαρὰ καὶ ὠμὰ καὶ δακνώδεα· κατὰ δὲ χρόνους ἐδόκει καὶ γαλακτώδεα διδόναι. περὶ δὲ εἰκοστὴν τετάρτην διὰ παρηγορίης· τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν· ἐξ οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη· πάλιν δὲ ταχὺ παρενόει, ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον. περὶ δὲ τριηκοστὴν πυρετὸς ὀξύς, διαχωρήματα πολλὰ λεπτά, παράληρος, ἄκρεα ψυχρά, ἄφωνος. τριηκοστῇ τετάρτῃ ἔθανε. τούτῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρά, παράληρος διὰ τέλεος.

[ιδ᾽.] Ἐν Κυζίκῳ γυναικὶ θυγατέρας τεκούσῃ διδύμας καὶ δυστοκησάσῃ καὶ οὐ πάνυ καθαρθείσῃ τῇ πρώτῃ πυρετὸς φρικώδης ὀξύς, κεφαλῆς καὶ τραχήλου βάρος μετ᾽ ὀδύνης· ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη· οὖρα λεπτὰ καὶ ἄχρω· διψώδης, ἀσώδης τὸ πολύ, κοιλίη πεπλανημένως ταραχώδης καὶ πάλιν συνισταμένη. ἕκτῃ ἐς νύκτα πολλὰ παρέλεγε, οὐδὲν ἐκοιμήθη. περὶ δὲ ἑνδεκάτην ἐοῦσα ἐξεμάνη καὶ πάλιν κατενόει· οὖρα μέλανα, λεπτὰ καὶ πάλιν διαλείποντα ἐλαιώδεα· κοιλίη πολλοῖσι, λεπτοῖσι, ταραχώδεσι. τεσσαρεσκαιδεκάτῃ σπασμοὶ πολλοί, ἄκρεα ψυχρά, οὐδὲν ἔτι κατενόει, οὖρα ἐπέστη. ἑξκαιδεκάτῃ ἄφωνος· ἑπτακαιδεκάτῃ ἀπέθανε.

[ιε᾽.] Ἐν Θάσῳ Δελεάρκεος γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ λείου, πυρετὸς φρικώδης, ὀξὺς ἐκ λύπης ἔλαβεν. ἐξ ἀρχῆς δὲ περιεστέλλετο καὶ διὰ τέλεος αἰεὶ σιγῶσα ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν γέλως, οὐκ ἐκοιμᾶτο· ἀπὸ κοιλίης ἐρεθισμῷ οὐδὲν διῄει· σμικρὰ ὑπομιμνῃσκόντων ἔπινεν· οὖρα λεπτὰ σμικρά· πυρετοὶ πρὸς χεῖρα λεπτοί· ἀκρέων ψύξις. ἐνάτῃ πολλὰ παρέλεγε καὶ πάλιν ἱδρύνθη· σιγῶσα. τεσσαρεσκαιδεκάτῃ πνεῦμα ἀραιόν, μέγα διὰ χρόνου καὶ πάλιν βραχύπνοος. ἑπτακαιδεκάτῃ ἀπὸ κοιλίης ἐρεθισμῷ ταραχώδεα, ἔπειτα δὲ αὐτὰ τὰ ποτὰ διῄει, οὐδὲν συνίστατο· ἀναισθήτως εἶχε πάντων· δέρματος περίτασις καρφαλέου. εἰκοστῇ λόγοι πολλοὶ καὶ πάλιν ἱδρύνθη· ἄφωνος, βραχύπνοος. εἰκοστῇ πρώτῃ ἀπέθανε. ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιόν, μέγα· ἀναισθήτως πάντων εἶχεν· αἰεὶ περιεστέλλετο· ἢ λόγοι πολλοὶ ἢ σιγῶσα διὰ τέλεος.

[ις᾽.] Ἐν Μελιβοίῃ νεηνίσκος ἐκ πότων καὶ ἀφροδισίων πολλῶν πολὺν χρόνον θερμανθεὶς κατεκλίθη· φρικώδης δὲ καὶ ἀσώδης ἦν καὶ ἄγρυπνος καὶ ἄδιψος. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ πολλὰ κόπρανα διῆλθε σὺν περιρρόῳ πολλῷ, καὶ τὰς ἑπομένας ὑδατόχλοα πολλὰ διῄει· οὖρα λεπτά, ὀλίγα, ἄχρω· πνεῦμα ἀραιόν, μέγα διὰ χρόνου· ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων· καρδίης παλμὸς διὰ τέλεος συνεχής· οὔρησεν ἐλαιῶδες. δεκάτῃ παρέκρουσεν ἀτρεμέως, ἦν δὲ κόσμιός τε καὶ σιγῶν· δέρμα καρφαλέον καὶ περιτεταμένον· διαχωρήματα ἢ πολλὰ καὶ λεπτὰ ἢ χολώδεα, λιπαρά. τεσσαρες καιδεκάτῃ πάντα παρωξύνθη, παρέκρουσεν, πολλὰ παρέλεγεν. εἰκοστῇ ἐξεμάνη, πολὺς βληστρισμός, οὐδὲν οὔρει, σμικρὰ ποτὰ κατείχετο. εἰκοστῇ τετάρτῃ ἀπέθανε.

ON REGIMEN IN ACUTE DISEASES - Περὶ διαίτης ὀξέων

1. Οἱ ξυγγράψαντες τὰς Κνιδίας καλεομένας γνώμας, ὁκοῖα μὲν πάσχουσιν οἱ κάμνοντες ἐν ἑκάστοισι τῶν νουσημάτων ὀρθῶς ἔγραψαν, καὶ ὁκοίως ἔνια ἀπέβαινεν αὐτέων καὶ ἄχρι μὲν τουτέου καὶ μὴ ἰητρὸς δύναιτο τις ἂν ὀρθῶς ξυγγράψαι, εἰ εὖ παρὰ τῶν καμνόντων ἕκαστον πύθοιτο ὁκοῖα πάσχουσιν. Ὁκόσα δὲ προκαταμαθεῖν χρὴ τὸν ἰητρὸν, μὴ λέγοντος τοῦ κάμνοντος, τουτέων τὰ πολλὰ παρεῖται, ἄλλα ἐν ἄλλοισι, καὶ ἐπικαιρα ἔνια ἐόντα ἐς τέκμαρσιν. Ὁκόταν δὲ ἐς τέκμαρσιν λέγηται ὡς χρὴ ἕκαστα ἰητρεύειν, ἐν τουτέοισι πολλὰ ἑτεροίως

γιγνώσκω ἢ ὡς ἐκεῖνοι ἐπεξῄεσαν καὶ οὐ μοῦνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ’ ὅτι καὶ ὀλίγοισι τὸν ἀριθμὸν τοῖσιν ἀκέεσιν ἐχρέοντο τὰ γὰρ πλεῖστα αὐτέοισιν εἰρέαται πλὴν τῶν ὀξειῶν νούσων, φάρμακα ἐλατήρια διδόναι καὶ ὀρρὸν καὶ γάλα ἐς τὴν ὥρην πιπίσκειν. Εἰ μὲν οὖν ταῦτα ἀγαθὰ ἦν καὶ ἁρμόζοντα τοῖσι νουσήμασιν, ἐφ’ οἷσι παρῄνεον διδόναι, ἔτι ἂν ἀξιώτερα ἐπαίνου ἦν, ὅτι, ὀλίγα ἐόντα, αὐτάρκεά ἐστιν νῦν δὲ οὐχ οὕτως ἔχει. Οἱ μέν τοι ὕστερον ἐπιδιασκευάσαντες, ἰητρικώτερον δή τι ἐπῆλθον περὶ τῶν προσοιστέων ἑκάστοισιν ἀτὰρ οὐδὲ περὶ διαίτης οἱ ἀρχαῖοι ξυνέγραψαν οὐδὲν ἄξιον λόγου, καίτοι μέγα τοῦτο παρῆκαν. Τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃ τῶν νούσων καὶ τὴν πολυσχιδίην αὐτέων οὐκ ἠγνόεον

ἔνιοι τοὺς δὲ ἀριθμοὺς ἑκάστου τῶν νουσημάτων σάφα φράζειν ἐθέλοντες, οὐκ ὀρθῶς ἔγραψαν μὴ γὰρ οὐκ εὐαρίθμητον εἴη, εἰ τουτέῳ τις σημανεῖται τὴν τῶν καμνόντων νοῦσον, τῷ ἕτερον ἑτέρου διαφέρειν τι, καὶ, ἢν μὴ τωὐτὸ νούσημα δοκέῃ εἶναι, μὴ τωὐτὸ οὔνομα ἔχειν.

2. Ἐμοὶ δ’ ἁνδάνει μὲν ἐν πάσῃ τῇ τέχνῃ προσέχειν τὸν νόον καὶ γὰρ ὁκόσα ἔργα καλῶς ἔχει ἢ ὀρθῶς, καλῶς ἕκαστα χρὴ ποιέειν καὶ ὀρθῶς, καὶ ὁκόσα ταχέως ἔργα, ταχέως, καὶ ὁκόσα καθαρίως, καθαρίως, καὶ ὁκόσα ἀνωδύνως διαχειρίζεσθαι,

ὡς ἀνωδυνώτατα ποιέειν, καὶ τἄλλα πάντα τὰ τοιουτότροπα διαφερόντως τῶν πέλας ἐπὶ τὸ βέλτιον ποιέειν χρή. Μάλιστα δ’ ἂν ἐπαινέσαιμι ἰητρὸν, ὅστις ἐν τοῖσιν ὀξέσι νουσήμασιν, ἃ τοὺς πλείστους τῶν ἀνθρώπων κτείνει, ἐν τουτέοισι διαφέρων τι τῶν ἄλλων εἴη ἐπὶ τὸ βέλτιον. Ἔστι δὲ ταῦτα ὀξέα, ὁκοῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν, καὶ περιπλευμονίην, καὶ φρενῖτιν, καὶ λήθαργον, καὶ καῦσον, καὶ τἄλλα νουσήματα ὁκόσα τουτέων ἐχόμενά ἐστιν, ὧν οἱ πυρετοὶ τὸ ἐπίπαν ξυνεχέες. Ὅταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδεες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι,

ὑπὸ τουτέων τῶν νουσημάτων ἀποθνήσκουσι μᾶλλον ἢ ὑπὸ τῶν ἄλλων τῶν ξυμπάντων. Οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γιγνώσκουσι τοὺς ἐς ταῦτα διαφέροντας τῶν πέλας, ἑτεροίων τε

μᾶλλον ἰημάτων ἐπαινέται καὶ ψέκται εἰσίν. Ἔπειτα μέγα σημεῖον τόδε, ὅτι οἱ δημόται ἀξυνετώτατοι αὐτοὶ ἑωυτῶν περὶ τουτέων τῶν νουσημάτων εἰσὶν ὥς μελετητέα εἶναι οἱ γὰρ μὴ ἰητροὶ ἰητροὶ δοκέουσιν εἶναι μάλιστα διὰ

ταύτας τὰς νούσους ῥηΐδιον γὰρ τὰ ὀνόματα ἐκμανθάνειν, ὁκοῖα νενόμισται προσφέρεσθαι πρὸς τοὺς τὰ τοιαῦτα κάμνοντας. Ἢν γὰρ ὀνομάσῃ τις πτισάνης τε χυλὸν καὶ οἶνον τοῖον ἢ τοῖον καὶ μελίκρητον, ἅπαντα τοῖσι δημότῃσι δοκέουσιν οἱ ἰητροὶ ταῦτα λέγειν, οἵ τε βελτίους καὶ οἱ χείρους τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλ’ ἐν τουτέοισι δὴ καὶ πάνυ μέγα διαφέρουσιν ἕτεροι ἑτέρων.

3. Δοκέει δέ μοι ἄξια γραφῆς εἶναι ταῦτα μάλιστα, ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖσιν ἰητροῖσιν, ἐπίκαιρα ἐόντα εἰδέναι, καὶ ὁκόσα μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας. Ἀκαταμάθητα μὲν οὖν τάδε ἐστί διὰ τί ἄρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μὲν τῶν ἰητρῶν ἅπαντα τὸν αἰῶνα διατελεῦσι πτισάνας διδόντες ἀδιηθήτους, καὶ νομίζουσιν

ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιέονται ὅκως κριθὴν μηδεμίην καταπίῃ ὁ κάμνων μεγάλην γὰρ βλάβην ἡγεῦνται εἶναἰ, ἀλλὰ δι’ ὀθονίου διηθεῦντες τὸν χυλὸν διδόασιν οἱ δ’ αὖ τινες αὐτέων οὔτ’ ἂν πτισάνην παχείην δοῖεν, οὔτε χυλόν οἱ μὲν μέχρις ἂν ἑβδομαῖος γένηται ὁ κάμνων, οἱ δὲ καὶ διὰ τέλεος ἄχρὶς ἂν κριθῇ ἡ νοῦσος. Μάλα μὲν ο̣ν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν οἱ ἰητροί ἴσως δὲ οὐδὲ προβαλλόμενα εὑρίσκεται καίτοι διαβολήν γε ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλην, ὡς μηδὲ δοκέειν ὅλως ἰητρικὴν εἶναι ἔν γε τοῖσιν

ὀξέσι τῶν νουσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρωνάκται, ὥστε ἃ ὁ ἕτερος προσφέρει ἡγεύμενος ἄριστα εἶναι, ταῦτα νομίζειν ἤδη τὸν ἕτερον κακὰ εἶναι καὶ σχεδὸν ἂν κατά γε τὸ τοιόνδε τὴν τέχνην φαῖεν ὡμοιῶσθαι τῇ μαντικῇ, ὅτι οἱ μάντιες τὸν αὐτὸν ὄρνιθα, εἰ μὲν ἀριστερὸς εἴη, ἀγαθὸν νομίζουσιν εἶναι, εἰ δὲ δεξιὸς, κακόν καὶ ἐν ἱεροσκοπίῃ τὰ τοιάδε εὕροι τις ἂν ἄλλα ἐπ’ ἄλλοισιν ἀλλ’ ἔνιοι τῶν μάντιων

τἀναντία τουτέων. Φημὶ δὴ πάγκαλον εἶναι τοῦτο τὸ σκέμμα καὶ ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισιν καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγείην μέγα τι δύνασθαι, καὶ τοῖσιν ὑγιαίνουσιν ἐς ἀσφαλείην, καὶ τοῖσιν ἀσκέουσιν ἐς εὐεξίην, καὶ ἐς ὅ τι ἂν ἕκαστος ἐθέλῃ.

4. Πτισάνη μὲν οὖν μοι δοκέει ὀρθῶς προκεκρίσθαι τῶν σιτηρῶν γευμάτων ἐν τουτέοισι τοῖσι νουσήμασι, καὶ ἐπαινέω γε τοὺς προκρίναντας. Τὸ γὰρ γλίσχρασμα αὐτέης λεῖον καὶ ξυνεχὲς καὶ προσηνές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ

ἄδιψον καὶ εὐέκπλυτον, εἴ τι καὶ τουτέου προσδέοι, καὶ οὔτε στύψιν ἔχον, οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίῃ ἀνώδηκε γὰρ ἐν τῇ ἑψήσει ὁκόσον πλεῖστον ἐπεφύκει διογκοῦσθαι. Ὁκόσοι μὲν οὖν πτισάνῃσι χρέονται, ἐν τουτέοισι τοῖσι νουσήμασιν οὐδεμιῇ ἡμέρῃ κενεαγγητέον, ὡς ἔπος εἰρῆσθαι, ἀλλὰ χρηστέον, καὶ οὐ διαλειπτέον, ἢν μή τι δέῃ ἢ διὰ φαρμακίην ἢ κλύσιν διαλιπεῖν. Καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτέεσθαι τῆς ἡμέρης, δὶς δοτέον τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν, ἅπαξ δοτέον τὴν πρώτην, ἐκ προσαγωγῆς δὲ, ἢν ἐνδέχηται, καὶ τουτέοισι δὶς δοτέον, ἤν τι

δοκέῃ προσδεῖν. Πλῆθος δὲ ἀρκέει κατ’ ἀρχὰς διδόναι μὴ πουλὺ, μηδὲ ὑπέρπαχυ, ἀλλ’ ὁκόσον ἕνεκεν τοῦ ἔθεος ἐσιέναι τι, καὶ κενεαγγίην μὴ γίγνεσθαι πολλήν. Περὶ δὲ τῆς ἐπιδόσιος ἐς πλῆθος τοῦ ῥοφήματος, ἢν μὲν ξηρότερον ᾖ τὸ νούσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι,

ἀλλὰ προπίνειν πρὸ τοῦ ῥοφήματος ἢ μελίκρητον, ἢ οἶνον, ὁκότερον ἂν ἁρμόζῃ τὸ δ’ ἁρμόζον ἐφ’ ἑκάστοισι τῶν τρόπων εἰρήσεται. Ἢν δὲ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πλεύμονος εἴη ὁκοῖα δεῖ, ἐπιδιδόναι χρὴ ἐς πλῆθος τοῦ ῥοφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι τὰ μὲν γὰρ θᾶσσον καὶ μᾶλλον πλαδῶντα ταχυτῆτα κρίσιος σημαίνει, τὰ δὲ βραδύτερον καὶ ἧσσον βραδυτέρην σημαίνει τὴν κρίσιν. Καὶ ταῦτα αὐτὰ μὲν καθ’ ἑωυτὰ τοιάδε τὸ ἐπίπαν ἐστίν πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται οἷσι προσημαίνεσθαι δεῖ, ἃ εἰρήσεται ὕστερον. Καὶ ὁκόσῳ ἂν πλείων ἡ κάθαρσις γίγνηται, τοσῷδε χρὴ πλέον ἐπιδιδόναι ἄχρι κρίσιος μάλιστα δὲ κρίσιος ὑπερβολῆς δύο ἡμερέων, οἷσί γε ἢ πεμπταίοισιν ἢ ἑβδομαίοισιν ἢ ἐναταίοισι δοκέει κρίνεσθαι, ὡς καὶ τὸ ἄρτιον

καὶ τὸ περισσὸν προμηθήσῃ μετὰ δὲ τοῦτο, τῷ μὲν ῥοφήματι τὸ πρωϊ χρηστέον, ὀψὲ δὲ ἐς σιτία μεταβάλλειν. Ξυμφέρει δὲ τὰ τοιάδε ὡς ἐπιτοπουλὺ τοῖσιν ὅλῃσι πτισάνῃσιν αὐτίκα

χρεομένοισιν. Αἵ τε γὰρ ὀδύναι ἐν τοῖσι πλευριτικοῖσιν αὐτίκα αὐτόματοι παύονται, ὅταν ἄρξωνται πτύειν τι ἄξιον λόγου καὶ ἐκκαθαίρεσθαι, αἵ τε καθάρσιες πολλῷ τελεώτεραί εἰσι, καὶ ἔμπυοι ἧσσον γίγνονται ἢ εἰ ἀλλοίως τις διαιτώη, καὶ αἱ κρίσιες ἁπλούστεραι καὶ εὐκριτώτεραι καὶ ἧσσον ὑποστροφώδεες.

5. Τὰς δὲ πτισάνας χρὴ ἐκ κριθέων τε ὡς βελτίστων εἶναι καὶ κάλλιστα ἡψῆσθαι, καὶ ἄλλως ἢν μὴ τῷ χυλῷ μούνῳ μέλλῃς χρέεσθαι. Μετὰ γὰρ τῆς ἄλλης ἀρετῆς τῆς πτισάνης τὸ ὀλισθηρὸν

τὴν κριθὴν καταπινομένην ποιέει μὴ βλάπτειν οὐδαμοῦ γὰρ προσίσχει, οὐδὲ μένει κατὰ τὴν τοῦ θώρηκος ἴξιν. Ὀλισθηροτάτη τε καὶ ἀδιψοτάτη καὶ εὐπεπτοτάτη καὶ ἀσθενεστάτη ἐστὶν ἡ κάλλιστα ἑφθὴ, ὧν πάντων δεῖ. Ἢν οὖν μὴ προστιμωρήσῃ τις ὁκόσων δέεται αὐτάρκης εἶναι ὁ τρόπος τῆς τοιαύτης πτισανορροφίης, πολλαχῆ βεβλάψεται. Ὁκόσοισι γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δώῃ, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν,

καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν ἂν, καὶ πνεῦμα πυκνότερον γένοιτ’ ἄν κακὸν δὲ τοῦτό ἐστιν ξηραντικὸν γὰρ πλεύμονος, καὶ κοπῶδες ὑποχονδρίων καὶ ἤτρου καὶ φρενῶν. Τοῦτο δὲ, ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ ξυνεχέος ἐούσης, καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης, καὶ τοῦ πτυέλου μὴ ἀνιόντος, ἀλλὰ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις

τὴν ὀδύνην, ἢ κοιλίην μαλθάξας, ἢ φλέβα ταμὼν, ὁκότερον ἂν τουτέων ξυμφέρῃ, τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι διδῷ, ταχέες οἱ θάνατοὶ τῶν τοιουτέων γίγνονται. Διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι, ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνήσκουσιν οἱ μέν τοι καὶ τὴν γνώμην βλαβέντες, οἱ δὲ ὑπὸ τῆς ὀρθοπνοίης τε καὶ τοῦ ῥέγχεος ἀποπνιγέντες. Μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ἐνόμιζον εἶναι διὰ τόδε

μάλιστα οὐχ ἥκιστα δὲ, ὅτι καὶ ἀποθανόντων αὐτέων ἡ πλευρὴ πελιὴ εὑρίσκεται ἴκελόν τι πληγῇ. Αἴτιον δὲ τουτέου τόδε ἐστὶν, ὅτι, πρὶν λυθῆναι τὴν ὀδύνην, θνήσκουσιν ταχέως γὰρ πνευματίαι γίγνονται ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματος, ὡς ἤδη εἴρηται, καταγλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἐνισχόμενον ἐν τοῖσι βρογχίοισι τοῦ πλεύμονος. Καὶ ὁκόταν ἐς ταὐτὸ ἔλθῃ, θανατῶδες ἤδη ὡς ἐπιτοπουλὺ ἐστίν καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνισχόμενον κωλύει μὲν τὸ πνεῦμα ἔσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι τιμωρέουσι τό τε γὰρ πτύελον ἐνισχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει, τό τε πνεῦμα πυκνὸν ἐὸν ἐπιγλισχραίνει τὸ πτύελον, καὶ κωλύει ἀπολισθαίνειν. Καταλαμβάνει

δὲ ταῦτα, οὐ μοῦνον ἢν πτισάνῃ ἀκαίρως χρέωνται, ἀλλὰ πουλὺ μᾶλλον ἤν τι ἄλλο φάγωσιν ἢ πίωσι πτισάνης ἀνεπιτηδειότερον.

6. Μάλα μὲν οὖν τὰ πλεῖστα παραπλήσιαί εἰσιν αἱ τιμωρίαι τοῖσί τε ὅλῃσι τῇσι πτισάνῃσι χρεομένοισι, τοῖσί τε τῷ χυλῷ αὐτέῳ τοῖσι δὲ μηδετέρῳ τουτέων, ἀλλὰ ποτῷ μοῦνον, ἔστιν ὅπη καὶ διαφερόντως τιμωρητέον. Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν ἢν νεοβρῶτι ἐόντι αὐτέῳ καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε ξὺν ὀδύνῃ, ἤν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ’ ἂν οἴηται κεχωρηκέναι ἐς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον. Χρέεσθαι δὲ ποτῷ, ἢν μὲν ἄλγημά τι ἔχῃ, ὀξυμέλιτι χειμῶνος

μὲν θερμῷ, θέρεος δὲ, ψυχρῷ ἢν δὲ πολλὴ δίψα ᾖ, μελικρήτῳ καὶ ὕδατι. Ἔπειτα, ἢν μὲν ἄλγημά τι ἐνῇ, ἢ τῶν ἐπικινδύνων τι ἐμφαίνηται, διδόναι τὸ ῥόφημα μήτε πουλὺ μήτε παχὺ, μετὰ δὲ τὴν ἑβδόμην, ἢν ἰσχύῃ. Ἤν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότερος σῖτος νεοβρῶτι ἐόντι, ἢν μὲν ἰσχύῃ τε καὶ ἀκμάζῃ τῇ ἡλικίῃ, κλύσαι ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρήσασθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς. Καιρὸν δὲ τῆς δόσιος τοῦ ῥοφήματος τόνδε μάλιστα φυλάσσεσθαι, κατ’ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νουσήματος ὅταν μὲν οἱ πόδες ψυχροὶ ἔωσιν, ἐπισχεῖν χρὴ τοῦ ῥοφήματος τὴν δόσιν, μάλιστα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεσθαι ὁκόταν δὲ ἡ θέρμη καταβῇ ἐς τοὺς πόδας, τότε διδόναι, καὶ

νομίζειν μέγα δύνασθαι τὸν καιρὸν τοῦτον ἐν πάσῃσι τῇσι νούσοισιν οὐχ ἥκιστα δὲ ἐν τῇσιν ὀξείῃσι, μάλιστα δὲ ἐν τῇσι μᾶλλον πυρετώδεσι καὶ ἐπικινδυνοτάτῃσιν. Χρέεσθαι δὲ πρῶτον μάλιστα μὲν χυλῷ, ἔπειτα δὲ πτισάνῃ, κατὰ τὰ τεκμήρια τὰ προγεγραμμένα ἀκριβέως θεωρέων.

7. Ὀδύνη δὲ πλευροῦ ἤν τε κατ’ ἀρχὰς γένηται, ἤν τε ἐς ὕστερον, θερμάσμασι μὲν πρῶτον οὐκ ἀπὸ τρόπου ἐστὶ χρησάμενον πειρηθῆναι διαλῦσαι τὴν ὀδύνην. Θερμασμάτων δὲ κράτιστον μὲν ὕδωρ θερμὸν ἐν ἀσκῷ, ἢ ἐν κύστει, ἢ ἐν χαλκῷ ἀγγείῳ, ἢ ἐν ὀστρακίνῳ προϋποτιθέναι δὲ

χρὴ μαλθακόν τι πρὸς τὴν πλευρὴν, προσηνείης εἵνεκεν. Αγαθὸν δὲ καὶ σπόγγος μαλθακὸς, μέγας, ἐξ ὕδατος θερμοῦ ἐκπεπιεσμένος προστίθεσθαι περιστέγειν τε ἄνω τὴν θάλψιν χρή πλείω τε γὰρ χρόνον διαρκέσει καὶ παραμενεῖ, καὶ ἅμα ὡς μὴ ἡ ἀτμὶς πρὸς τὸ πνεῦμα τοῦ κάμνοντος προσφέρηται, ἢν ἄρα μὴ δοκέῃ καὶ τοῦτο χρήσιμον πρός τι εἶναι ἔστι γὰρ ὅτε δεῖ πρός τι. Ἔτι δὲ καὶ κριθαὶ ἢ ὄροβοι ἐν ὄξει κεκρημένῳ σμικρῷ ὀξύτερον, ἢ ὡς ἄν τις πίοι, διέντα καὶ ἀναζέσαντα, ἐς μαρσίππια καταρράψαντα προστιθέναι καὶ πίτυρα τὸν αὐτὸν τρόπον. Πυρίη δὲ ξηρὴ, ἅλες, κέγχροι πεφρυγμένοι ἐν εἰρινέοισι μαρσιππίοισιν ἐπιτηδειότατοι καὶ γὰρ κοῦφον καὶ

προσηνὲς ὁ κέγχρος λύει δὲ μάλθαξις ἡ τοιήδε καὶ τὰς πρὸς κληῗδα περαιούσας ἀλγηδόνας. Τομὴ μέντοι γε οὐχ δμοίως λύει ὀδύνην, ἢν μὴ πρὸς τὴν κληῗδα περαίνῃ ἡ ὀδύνη. Ἢν δὲ μὴ λύηται πρὸς τὰ θερμάσματα ὁ πόνος, οὐ χρὴ πολὺν χρόνον θερμαίνειν καὶ γὰρ ξηραντικὸν τοῦ πλεύμονος τοῦτό ἐστι, καὶ ἐμπυητικόν ἀλλ’ ἢν μὲν σημαίνῃ ἡ ὀδύνη ἐς τὴν κληῗδα ἢ ἐς τὸν βραχίονα βάρος ἢ περὶ μαζὸν ἢ ὑπὲρ τῶν φρενῶν, τάμενιν χρὴ τὴν ἐν τῷ ἀγκῶνι φλέβα τὴν ἔσω, καὶ μὴ ὀκνέεινσυχνὸν ἀφαιρέειν τὸ αἷμα ἕως ἂν ἐρυθρότερον πολλῷ ῥυῇ, ἀντὶ καθαροῦ τε καὶἐρυθροῦ

πελιόν ἀμφότερα γὰρ γίγνεται. Ἢν δὲ ὑπὸ τὰς φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῗδα μὴ σημαίνῃ, μαλθάσσειν δεῖ τὴν κοιλίην, ἢ μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ, μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄννησον ἢ ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου ἀτὰρ καὶ μισγόμενα ἀλλήλοισιν ὁμοιότροπα ταῦτά ἐστιν. Ἄγει δὲ μέλας μὲν καλλίω καὶ κρισιμώτερα πεπλίου, πέπλιον δὲ μέλανος μᾶλλον φυσέων καταρρηκτικόν ἐστιν ἄμφω δὲ ταῦτα ὀδύνην παύει παύει δὲ καὶ ἄλλα πολλα τῶν ὑπηλάτων κράτιστα δὲ ταῦτα ὧν ἐγὼ οἶδα ἐστίν. Ἐπεὶ καὶ τὰ ἐν τοῖσι ῥοφήμασι

διδόμενα ὑπήλατα ἀρήγει, ὁκόσα μὴ ἄγαν ἐστὶν ἀηδέα ἢ διὰ πικρότητα ἢ δι’ ἄλλην τινὰ ἀηδίην, ἢ διὰ πλῆθος ἢ χροιὴν ἢ ὑποψίην τινά. Τῆς μὲν πτισάνης, ὁκόταν πίη τὸ φάρμακον, ἐπιρροφῇν αὐτίκα χρὴ διδόναι μηδὲν ἔλασσον ἀξίως λόγου ἢ ὁκόσον εἴθιστο ἐπεὶ καὶ κατὰ λόγον ἐστὶ μεσηγὺ τῆς καθάρσιος μὴ διδόναι ῥοφῇν ὁκόταν δὲ λήξῃ ἡ κάθαρσις, τότε ἔλασσον ῥοφεέτω ἢ ὁκόσον εἴθιστο μετὰ δὲ τοῦτο, ἀναγέτω αἰεὶ ἐπὶ τὸ πλεῖον, ἢν ἥ τε ὀδύνη πεπαυμένη ᾖ, καὶ μηδὲν ἄλλο ἐναντιῶται. Ωὑτὸς δέ μοι λόγος ἐστὶ, καὶ ἢν χυλῷ π̣νης δέῃ χρέεσθαι φημὶ γὰρ ἄμεινον εἶναι αὐτίκα ἄρξασθαι ̣Ροφῇν τὸ ἐπίπαν μᾶλλον, ἢ προκενεαγγήσαντα ἄρξασθαι τοῦ ῥοφήματος, ἢ τριταῖον,

ἢ τεταρταῖον, ἢ πεμπταῖον, ἢ ἑκταῖον, ἢ ἑβδομαῖον, ἤν γε μὴ προκριθῇ ἡ νοῦσος ἐν τουτέῳ τῷ χρόνᾠ αἱ δὲ προπαρασκευαὶ καὶ ἐπὶ τουτέοισι παραπλήσιοι ποιητέαι, ὁκοῖαι εἴρηνται.

8. Περὶ μὲν οὖν ῥοφήματος προσάρσιος οὕτω γιγνώσκω ἀτὰρ καὶ περὶ ποτοῦ, ὁκοῖον ἄν τις μέλλῃ πίνειν τῶν γραφησομένων, ωὑτός μοι λόγος ὡς ἐπίπαν ἐστίν. Οἶδα δὲ τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας βούλονται γὰρ πάντες, ὑπὸ τὰς ἀρχὰς τῶν νούσων προταριχεύσαντες τοὺς ἀνθρώπους ἢ δύο ἢ τρεῖς ἢ καὶ πλείονας ἡμέρας, οὕτω προσφέρειν τὰ ῥοφήματα καὶ τὰ ποτά καὶ ἴσως τι καὶ εἰκὸς δοκέει αὐτέοισιν εἶναι, μεγάλης μεταβολῆς γενομένης τῷ σώματι, μέγα τι κάρτα καὶ ἀντιμεταβάλλειν.

Τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον ὀρθῶς μέντοι ποιητέα καὶ βεβαίως ἡ μεταβολὴ, καὶ ἔκ γε τῆς μεταβολῆς ἡ πρόσαρσις τῶν γευμάτων ἔτι μᾶλλον. Μάλιστα μὲν οὖν βλάπτοιντο ἂν, εἰ μὴ ὀρθῶς μεταβάλλοιεν, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι βλάπτοιντο δ’ ἂν καὶ οἱ μούνῳ τῷ χυλῷ χρεόμενοι βλάπτοιντο δ’ ἂν καὶ οἱ μούνῳ τῷ ποτῷ χρεόμενοι, ἥκιστα δ’ἂν οὗτοι.

9. Χρὴ δὲ καὶ τὰ μαθήματα ποιέεσθαι ἐν τῇ διαίτῃ τῶν ἀνθρώπων ἔτι ὑγιαινόντων, οἷα ξυμφέρει εἰ γὰρ δὴ τοῖσί γε

ὑγιαίνουσι φαίνεται διαφέροντα μεγάλα τὰ τοῖα ἢ τοῖα διαιτήματα καὶ ἐν ἄλλῳ τινί που καὶ ἐν τῇσι μεταβολῇσι, πῶς οὐχὶ καὶ ἔν γε τῇσι νούσοισι διαφέρει μεγάλα, καὶ τουτέων ἐν τῇσιν ὀξυτάτῃσι μέγιστα; Ἀλλὰ μὴν εὐκαταμάθητόν γε ἐστὶν, ὅτι φαύλη δίαιτα βρώσιος καὶ πόσιος αὐτὴ ἑωυτῇ ἐμφερὴς αἰεὶ, ἀσφαλεστέρη ἐστὶ τὸ ἐπίπαν ἐς ὑγείην, ἢ εἴ τις ἐξαπίνης μέγα μεταβάλλοι ἐς ἄλλο. Ἐπεὶ καὶ τοῖσι δὶς σιτεομένοισι τῆς ἡμέρης καὶ τοῖσι μονοσιτέουσιν αἱ ἐξαπιναῖοι μεταβολαὶ βλαβὰς καὶ ἀρρωστίην παρέχουσιν. Καὶ τοὺς μέν γε μὴ

μεμαθηκότας ἀριστᾷν, εἰ ἀριστήσουσιν, εὐθέως ἀρρώστους ποιέει, καὶ βαρέας ὅλον τὸ σῶμα, καὶ ἀσθενέας καὶ ὀκνηρούς ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεας ἐνίοισι δὲ καὶ σπατίλη γένοιτο ἂν, ὅτι παρὰ τὸ ἐωθὸς ἠχθοφόρηκεν ἡ κοιλίη εἰθισμένη ἐπιξηραίνεσθαι, καὶ μὴ δὶς διογκοῦσθαι, μήτε δὶς ἕψειν τὰ σιτία. Ἀρήγει οὖν τουτέοισιν ἀνασηκῶσαι

τὴν μεταβολήν ἐγκοιμηθῆναι γὰρ χρὴ, ὥσπερ νυκτα ἀγαγόντα μετὰ τὸ δεῖπνον, τοῦ μὲν χειμῶνος ἀρριγέως, τοῦ δὲ θέρεος ἀθαλπέως ἢν δὲ μὴ δύνηται καθεύδειν, βραδειην, συχνὴν περίοδον, πλανηθέντα, μὴ στασίμως, δειπνῆσαι μηδὲν, ἢ ὀλίγα καὶ μὴ βλαβερά ἔτι δὲ ἔλασσον πιεῖν καὶ μὴ ὑδαρές. Ἔτι δ’ ἂν μᾶλλον πονήσειεν ὁ τοιοῦτος, εἰ τρὶς σιτέοιτο τῆς ἡμέρης ἐς κόρον ἔτι δὲ μᾶλλον, εἰ

πλεονάκις καίτοι γε πολλοί εἰσιν, οἳ εὐφόρως φέρουσι τρὶς σιτεόμενοι τῆς ἡμέρης ἐς πλῆθος, οἳ ἂν οὕτως ἐθισθῶσιν. Ἀλλὰ μὴν καὶ οἱ μεμαθηκότες δὶς σιτέεσθαι τῆς ἡμέρης, ἢν μὴ ἀριστήσωσιν, ἀσθενέες καὶ ἄρρωστοί εἰσι, καὶ δειλοὶ ἐς πᾶν ἔργον, καὶ καρδιαλγέες κρεμᾶσθαι γὰρ δοκέει τὰ σπλάγχνα αὐτέοισι, καὶ οὐρέουσι θερμὸν καὶ χλωρὸν, καὶ ἡ ἄφοδος ξυγκαίεται ἔστι δ’ οἷσι καὶ τὸ στόμα πικραίνεται, καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται, καὶ οἱ κρόταφοι πάλλονται, καὶ τὰ

ἄκρα διαψύχονται καὶ οἱ μὲν πλεῖστοι τῶν ἀνηριστηκοτων οὐ δύνανται κατεσθίειν τὸ δεῖπνον δειπνήσαντες δὲ βαρύνουσι τὴν κοιλίην, καὶ δυσκοιτέουσι πουλὺ μᾶλλον ἢ εὶ προηριστήκεσαν. Ὁκότε οὖν ταῦτα τοιαῦτα γίγνεται τοῖσιν ὑγιαίνουσιν εἵνεκεν ἡμίσεος ἡμέρης διαίτης μεταβολῆς παρὰ τὸ ἔθος, οὔτε προσθεῖναι λυσιτελέειν φαίνεται, οὔτε ἀφελέειν. Εἰ τοίνυν οὗτος ὁ παρὰ τὸ ἔθος μονοσιτήσας, ὅλην ἡμέρην κενεαγγήσας, δειπνήσειεν ὁκόσον εἴθιστο, δειπνήσας δὲ, τότε βαρὺς ἦν, εἰκὸς αὐτὸν, εἰ, ὅτι ἀνάριστος ἐὼν ἐπόνεε καὶ ἠρρώστει, δειπνήσειε πλείω ἢ ὁκόσον εἴθιστο, πουλὺ

μᾶλλον βαρύνεσθαι εἰ δέ γε ἐπὶ πλείω χρόνον κενεαγγήσας

ἐξαπίνης μεταδειπνήσειν, ἔτι μᾶλλον ἂν βαρύνοιτο. Τὸν οὖν παρὰ τὸ ἔθος κενεαγγήσαντα ξυμφέρει ταύτην τὴν ἡμέρην ἀντισηκῶσαι ὧδε ἀρριγέως καὶ ἀθαλπέως καὶ ἀταλαιπώρως, ταῦτα γὰρ πάντα βαρέως ἂν ἐνέγκοι τὸ δὲ δεῖπνον συχνῷ ἔλασσον ποιήσασθαι ἢ ὅσον εἴθιστο, καὶ μὴ ξηρὸν, ἀλλὰ τοῦ πλαδαρωτέρου τρόπου καὶ πιεῖν μὴ ὑδαρὲς, μηδ’ ἔλασσον ἢ κατὰ λόγον βρώματος καὶ τῇ ὑστεραίῃ

ὀλίγα ἀριστῆσαι, ὡς ἐκ προσαγωγῆς ἀφίκηται ἐς τὸ ἔθος. Αὐτοὶ μέντοι σφῶν αὐτῶν δυσφορώτερον δὴ τὰ τοιαῦτα φέρουσιν οἱ πικρόχολοι τὰ ἄνω τὴν δέ γε ἀσιτίην τὴν παρὰ τὸ ἔθος οἱ φλεγματίαι τὰ ἄνω εὐφορώτερον φέρουσι τὸ ἐπίπαν, ὥστε καὶ τὴν μονοσιτίην τὴν παρὰ τὸ ἔθος εὐφορώτερον ἂν οὗτοι ἐνέγκοιεν. Ἰκανὸν μὲν οὖν καὶ τοῦτο σημήϊον, ὅτι αἱ μέγισται μεταβολαὶ τῶν περὶ τὰς φύσιας ἡμῶν καὶ τὰς ἕξιας ξυμβαινόντων μάλιστα νοσοποιέουσιν οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας ποιέειν, οὔτε ἀκμαζόντων τῶν νουσημάτων καὶ ἐν φλεγμασίῃ ἐόντων προσφέρειν, οὔτε ἐξαπίνης οἷόν τε ὅλῳ τῷ πρήγματι μεταβάλλειν οὔτε ἐπὶ τὰ οὔτε ἐπὶ τά.

10. Πολλὰ δ’ ἄν τις ἠδελφισμένα τουτέοισι τῶν ἐς κοιλίην καὶ ἄλλα εἴποι, ὡς εὐφόρως μὲν φέρουσι τὰ βρώματα, ἃ εἰθισμένοι εἰσὶν, ἢν καὶ μὴ ἀγαθὰ ᾖ φύσει, ὡσαύτως δὲ καὶ τὰ ποτά δυσφόρως δὲ φέρουσι τὰ βρωματα, ἃ μὴ εἰθισμένοι εἰσὶν, κἢν μὴ κακὰ ᾖ, ὡσαύτως δὲ καὶ τὰ ποτά. Καὶ ὁκόσα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθος βρωθεῖσα ποιέει, ἢ σκόροδα, ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς, ἢ ἄλλα ὁκόσα τοιουτότροπα μεγάλας δυνάμιας ἔχοντα ἰδίας, ἧσσον ἄν τις θαυμάσειεν, εἰ τὰ τοιαῦτα πόνους ἐμποιέει τῇσι κοιλίῃσι μᾶλλον τῶν ἄλλων ἀλλ’ εἰ καταμάθοις ὁκόσον μᾶζα ὄχλον καὶ ὄγκον καὶ φῦσαν καὶ στρόφον τῇ

κοιλίῃ παρέχει παρὰ τὸ ἔθος βρωθεῖσα τῷ μὴ μαζοφαγέειν εἰθισμένῳ, ἢ ὁκοῖον ἄρτος βάρος καὶ τάσιν κοιλίης τῷ μαζοφαγέειν εἰθισμένῳ ἢ αὐτός τε ὁ ἄρτος θερμὸς βρωθεὶς οἵην δίψαν παρέχει, καὶ ἐξαπιναίην πληθώρην διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον καὶ οἱ ἄγαν καθαροί τε καὶ ξυγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες οἷα διαφέροντα ἀλλήλων ποιεῦσι καὶ μᾶζά τε ξηρὴ παρὰ τὸ ἔθος, ἢ ὑγρὴ, ἢ γλίσχρη καὶ τὰ ἄλφιτα οἷόν τι ποιέει τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι, καὶ τὰ ἑτεροῖα τοῖσι τὰ ποταίνια εἰωθόσι καὶ οἰνοποσίη καὶ ὑδροποσίη παρὰ τὸ ἔθος ἐς θάτερα μεταβληθέντα ἐξαπίνης, καὶ ὑδαρής τε οἶνος καὶ ἄκρητος παρὰ τὸ ενος ἐξαπίνης ποθείς ὁ μὲν γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω ὁ δὲ παλμόν

τε φλεβῶν καὶ καρηβαρίην καὶ δίψαν καὶ λευκος τε καὶμέλας οἶνος παρὰ τὸ ἔθος μεταβάλλοντι, εἰ καὶ ἄμφω οἰνώδεες εἶεν, ὅμως πολλὰ ἂν ἑτεροιώσειαν κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα οἶνον ἧσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνασθαι ἐξαπίνης μεταβληθέντα.

11. Τιμωρητέον δὲ τοιόνδε τι μέρος τῷ ἐναντίῳ λόγῳ μεταβολὴ τῆς διαίτης τουτέοισιν ἐγένετο, οὐ μεταβάλλοντος τοῦ σώματος οὔτε ἐπὶ τὴν ῥώμην, ὥστε προσθέσθαι δεῖν σιτία, οὔτε ἐπὶ τὴν ἀρρωστίην, ὥστε ἀφαιρεθῆναι προστεκμαρτέα δὴ καὶ ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νουσήματος

ἑκάστου, καὶ τῆς φύσιος τοῦ ἀνθρώπου, καὶ τοῦ ἔθεος τῆς διαίτης τοῦ κάμνοντος, οὐ μοῦνον σιτίων, ἀλλὰ καὶ ποτῶν. Πολλῷ δὲ ἧσσον ἐπὶ τὴν πρόσθεσιν ἰτέον ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκέειν μέλλει ὁ κάμνων, μέχρις ἂν τῆς νούσου ἡ ἀκμὴ πεπανθῇ ἐν ὁκοίοισι δὲ τὸ τοιόνδε ποιητέον γεγράψεται. Πολλὰ δ’ ἄν τις καὶ ἄλλα ἠδελφισμένα τοῖσιν εἰρημένοισι γράφοι τὸ δέ γε μὴν κρέσσον μαρτύριον οὐ γὰρ ἠδελφισμένον ἐστὶ τῷ πρήγματι, περὶ οὗ μοι ὁ πλεῖστος λόγος εἴρηται, ἀλλ’ αὐτὸ τὸ πρῆγμα ἐπικαιρότατόν ἐστι διδακτήριον οἱ γὰρ ἀρχόμενοι τῶν ὀξέων νουσημάτων ἔστιν ὅτε οἱ μὲν σιτία ἔφαγον

αὐθημερὸν ἠργμένοι ἤδη, οἱ δὲ καὶ τῇ ὑστεραίῃ, οἱ δὲ καὶ ἐρρόφεον τὸ προστυχὸν, οἱ δὲ καὶ κυκεῶνα ἐρρόφεον ἅπαντα δὲ ταῦτα κακίω μέν ἐστιν ἢ εἰ ἑτεροίως τις διαιτηθείη πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τουτέῳ τῷ χρόνῳ ἁμαρτηθέντα, ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο ἢ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ἐὼν τοιάδε διαιτηθείη, ἢ καὶ πεμπταῖος ἔτι μέντοι κάκιον, εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας, ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν ἢ πέπειρον γενέσθαι τὴν νοῦσον οὕτω μὲν γὰρ θάνατον φέρει φανερῶς τοῖσι πλείστοισιν, εἰ μὴ παντάπασιν εὐήθης ἡ νοῦσος εἴη. Αἱ δὲ κατ’ ἀρχὰς ἁμα̣ άδες οὐχ ὁμοίως ταύτῃσιν ἀνήκεστοί εἰσιν, ἀλλὰ πολλῷ εὐακεστότ εραι. Τοῦτο οὖν ἡγεῦμαι μέγιστον διδακτήριον, ὅτι οὐ στερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματος ἢ τοίου ἢ τοίου

τοῖσι μέλλουσιν ὀλίγον ὕστερον ῥοφήμασιν ἢ τοίοισιν ἢ τοίοισι χρέεσθαι. Πυθμενόθεν μὲν οὖν οὐκ ἴσασιν οὔθ’ οἱ τῇσι κριθώδεσι πτισάνῃσι χρεόμενοι, ὅτι αὐτέῃσι κακοῦνται, ὁκόταν ῥοφέειν ἄρξωνται, ἢν προκενεαγγήσωσι δύο ἢ τρεῖς ἡμέρας ἢ πλείους, οὔτ’ αὖ οἱ τῷ χυλῷ χρεόμενοι γιγνώσκουσιν ὅτι αὐτέῃσι βλάπτονται ῥοφέοντες, ὅταν μὴ ὀρθῶς ἄρξωνται τοῦ ῥοφήματος. Τόδε γε μὴν καὶ φυλάσσουσι καὶ γιγνώσκουσιν, ὅτι μεγάλην τὴν βλάβην φέρει, ἢν, πρὶν πέπειρον τὴν νοῦσον γενέσθαι, κριθώδεα πτισάνην ῥοφήσῃ ὁ κάμνων, εἰθισμένος χυλῷ χρέεσθαι. Πάντα οὖν ταῦτα μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶς ἄγουσιν ἐς τὰ διαιτήματα

οἱ ἰητροὶ τοὺς κάμνοντας ἀλλ’ ἐν ᾗσί τε νούσοισιν οὐ χρὴ κενεαγγέειν τοὺς μέλλοντας ῥοφήμασι διαιτᾶσθαι, κενεαγγέουσιν ἐν ᾗσί τε οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείης ἐς ῥοφήματα, ἐν ταύτῃσι μεταβάλλουσι καὶ ὡς ἐπιτοπολὺ ἀπαρτὶ ἐν τοῖσι τοιούτοισι καιροῖσι μεταβάλλουσιν ἐς

τὰ ῥοφήματα ἐκ τῆς κενεαγγείης, ἐν οἷσι πολλάκις ἀρήγει ἐκ τῶν ῥοφημάτων πλησιάζειν τῇ κενεαγγείῃ, ἢν οὕτω τύχῃ παροξυνομένη ἡ νοῦσος. Ἐνίοτε δὲ καὶ ὠμὰ ἐπισπῶνται ἀπὸ τῆς κεφαλῆς καὶ τοῦ περὶ τὸν θώρηκα τόπου χολώδεα ἀγρυπνίαι τε ξυνεμπίπτουσιν αὐτέοισι, δι’ ἃς οὐ πέσσεται ἡ νοῦσος, περίλυποί τε καὶ πικροὶ γίγνονται, καὶ παραφρονέουσι, καὶ μαρμαρυγώδεα σφέων τὰ ὄμματα, καὶ αἱ ἀκοαὶ

ἤχου μεσταὶ, καὶ τὰ ἀκρωτήρια κατεψυγμένα, καὶ οὖρα ἄπεπτα, καὶ πτύσματα λεπτὰ καὶ ἁλυκὰ καὶ κεχρωσμένα ἀκρήτῳ χρώματι σμικρὰ, καὶ ἱδρῶτες περὶ τὸν τράχηλον, καὶ διαπορήματα, καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ πυκνὸν ἢ μέγα λίην, ὀφρύες δεινώσιος μετέχουσαι, λειποψυχώδεα πονηρὰ, καὶ τῶν ἱματίων ἀπορρίψιες ἀπὸ τοῦ στήθεος, καὶ χεῖρες τρομώδεες, ἐνίοτε δὲ καὶ χεῖλος τὸ κάτω σείεται. Ταῦτα δὲ ἐν ἀρχῇσιν ἐπιφαινόμενα παραφροσύνης δηλωτικά ἐστι σφοδρῆς, καὶ ὡς ἐπιτοπολὺ ἀποθνήσκουσιν οἱ δὲ διαφεύγοντες, ἢ μετὰ ἀποστήματος, ἢ αἵματος ῥύσιος ἐκ τῆς ῥινὸς, ἢ πῦον παχὺ πτύσαντες διαφεύγουσιν, ἄλλως δὲ οὔ. Οὐδὲ γὰρ τῶν τοιουτέων ὁρέω ἐμπείρους

τοὺς ἰητροὺς, ὡς χρὴ διαγιγνώσκειν τὰς ἀσθενείας ἐν τῇσι νούσοισιν, αἵ τε διὰ κενεαγγείην ἀσθενεῦνται, αἵ τε δι’ ἄλλον τινὰ ἐρεθισμὸν, αἵ τε διὰ πόνον καὶ ὑπὸ ὀξύτητος τῆς νούσου, ὁκόσα τε ἡμέων ἡ φύσις καὶ ἡ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα καίτοι σωτηρίην ἢ θάνατον φέρει γιγνωσκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα. Μέζον μὲν γὰρ κακόν ἐστιν, ἢν διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆς νούσου ἀσθενέοντι προσφέρῃ τις ποτὸν ἢ ῥόφημα πλεῖον ἢ σιτίον, οἰόμενος διὰ κενεαγγείην ἀσθενέειν. Ἀεικὲς δὲ καὶ διὰ κενεαγγείην ἀσθενέοντα μὴ γνῶναι καὶ πιέζειν τῇ διαίτῃ φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἡ ἁμαρτὰς, πολλῷ δὲ ἥσσονα τῆς ἑτέρης καταγελαστοτέρη δὲ πολλῷ αὕτη μᾶλλον ἡ ἁμαρτὰς τῆς ἑτέρης εἰ γὰρ ἄλλος ἰητρὸς ἢ καὶ ἰδιώτης

ἐσελθὼν, καὶ γνοὺς τὰ ξυμβεβηκότα, δώη καὶ φαγεῖν καὶ πιεῖν, ἃ ὁ ἕτερος ἐκώλυεν, ἐπιδήλως ἂν δοκοίη ὠφεληκέναι. Τὰ δὲ τοιαῦτα μάλιστα καθυβρίζεται τῶν χειρωνακτέων ὑπὸ τῶν ἀνθρώπων δοκέει γὰρ αὐτέοισιν ὁ ἐσελθὼν ἰητρὸς ἢ ἰδιώτης ὡσπερεὶ τεθνεῶτα ἀναστῆσαι. Γεγράψεται οὖν καὶ περὶ τουτέου σημήϊα οἷσι δεῖ ἕκαστα τουτέων διαγιγνώσκειν.

12. Παραπλήσια μέντοι τοῖσι κατὰ κοιλίην ἐστὶ καὶ ταῦτα καὶ γὰρ ἢν ὅλον τὸ σῶμα ἀναπαύσηται πουλὺ παρὰ τὸ ἔθος, οὐκ αὐτίκα ἔρρωται μᾶλλον ἢν δὲ δὴ καὶ πλείω χρόνον διελινύσαν ἐξαπίνης ἐς τοὺς πόνους ἔλθῃ, φλαῦρόν τι πρήξειεν ἐπιδήλως. Οὕτω δὲ καὶ ἓν ἕκαστον τοῦ σώματος καὶ γὰρ οἱ πόδες τοιόνδε τι πρήξειαν, καὶ τὰ ἄλλα ἄρθρα

μὴ εἰθισμένα πονέειν, ἢν διὰ χρόνου ἐξαπίνης πρὸς τὸ πονέειν ἔλθῃ. Ταῦτα δ’ ἂν καὶ οἱ ὀδόντες καὶ οἱ ὀφθαλμοὶ πάθοιεν, καὶ πᾶν ὁτιοῦν. Ἐπεὶ καὶ κοίτη παρὰ τὸ ἔθος μαλθακὴ πόνον ἐμποιέει, καὶ σκληρὴ παρὰ τὸ ἔθος, καὶ ὕπαιθρος εὐνὴ παρὰ τὸ ἔθος σκληρύνει τὸ σῶμα. Ἀτὰρ καὶ τὰ τῶν τοιῶνδε πάντων ἀρκέει παραδείγματα γράψαι. Εἰ γάρ τις ἕλκος λαβὼν ἐν κνήμῃ μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθες, μήτε ἄγαν εὐελκὴς ἐὼν, μήτε ἄγαν δυσελκὴς, αὐτίκα ἀρξάμενος ἐκ πρώτης κατακείμενος ἰητρεύοιτο, καὶ

μηδαμῆ μετεωρίζοι τὸ σκέλος, ἀφλέγμαντος μὲν ἂν οὕτως εἴη μᾶλλον, καὶ ὑγιὴς πολλῷ θᾶσσον ἂν γένοιτο, ἢ εἰ πλανώμενος ἰητρεύοιτο εἰ μέντοι πεμπταῖος ἢ ἑκταῖος ἐὼν ἢ καὶ ἔτι ἀνωτέρω, ἀναστὰς ἐθέλοι προβαίνειν, μᾶλλον ἂν πονέοι τότε ἢ αὐτίκα ἐξ ἀρχῆς πλανώμενος ἰητρεύοιτο εἰ δὲ καὶ πολλὰ ταλαιπωρήσειεν ἐξαπίνης, πολλῷ ἂν μᾶλλον πονήσειεν ἢ εἰ ἐκείνως ἰητρευόμενος

τὰ αὐτὰ ταῦτα ταλαιπωρήσειεν ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν. Διὰ τέλεος οὖν μαρτυρέει ταῦτα πάντα ἀλλήλοισιν, ὅτι πάντα ἐξαπίνης μέζω πολλῷ τοῦ μετρίου μεταβαλλόμενα ἐπὶ τὰ, καὶ ἐπὶ τὰ, βλάπτει. Πολλαπλασίη μὲν οὖν κατὰ κοιλίην ἡ βλάβη ἐστὶν, ἢν ἐκ πολλῆς κενεαγγείης ἐξαπίνης πλέον τοῦ μετρίου προσαίρηται ἀτὰρ καὶ κατὰ τὸ

ἄλλο σῶμα, ἢν ἐκ πολλῆς ἡσυχίης ἐξαίφνης ἐς πλείω πόνον ἔλθοι, πουλὺ πλείω βλαβείἠ, ἢ εἰ ἐκ πολλῆς ἐδωδῆς ἐς κενεαγγείην μεταβάλλοι δεῖ μέντοι καὶ τὸ σῶμὰ τουτέοισιν

ἐλινύειν καὶ ἢν ἐκ πολλῆς ταλαιπωρίης ἐξαπίνης ἐς σχολήν τε καὶ ῥᾳθυμίην ἐμπέσῃ, δεῖ δὲ καὶ τουτέοισι τὴν κοιλίην ἐλινύειν ἐκ πλήθεος βρώμης ἢν δὲ μὴ, πόνον ἐν τῷ σώματι ἐμποιήσει καὶ βάρος ὅλου τοῦ σώματος.

13. Ὁ δὴ οὖν πλεῖστός μοι λόγος γέγονε περὶ τῆς μεταβολῆς τῆς ἐπὶ τὰ καὶ ἐπὶ τά ἐς πάντα μὲν οὖν εὔχρηστον

ταῦτα εἰδέναι ἀτὰρ καὶ περὶ οὗ ὁ λόγος ἦν, ὅτι ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἐς τὰ ῥοφήματα μεταβάλλουσιν ἐκ τῆς κενεαγγείης μεταβλητέον γὰρ ὡς ἐγὼ κελεύω ἔπειτα οὐ χρηστέον ῥοφήμασι πρὶν ἡ νοῦσος πεπανθῇ, ἢ ἄλλο τι σημεῖον φανῇ, ἢ κατ’ ἔντερον κενεαγγικὸν, ἢ ἐρεθιστικὸν, ἢ κατὰ τὰ ὑποχόνδρια, ὁκοῖα γεγράψεται. Ἀγρυπνίη ἰσχυρὴ πόμα καὶ σιτίον ἀπεπτότερα ποιέει, καὶ ἡ ἐπὶ τὰ

ἕτερα αὖ μεταβολὴ διαλύει σῶμα, καὶ ἑφθότητα καὶ κα ῥηβαρίην ἐμποιέει.

14. Γλυκὺν δὲ οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα, καὶ μελίκρητον, καὶ ὕδωρ, καὶ ὀξύμελι, τοισίδε σημαινόμενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσι νούσοισιν. Ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος, καὶ ἧσσον φρενῶν ἁπτόμενος, καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ’ ἔντερον, μεγαλόσπλαγχνος δὲ σπληνὸς καὶ ἥπατος οὐκ ἐπιτήδειος δὲ οὐδὲ τοῖσι πικροχόλοισι καὶ γὰρ οὖν διψώδης τοῖσί γε τοιουτέοισίν ἐστιν ἀτὰρ καὶ φυσώδης τοῦ ἐντέρου τοῦ ἄνω οὐ μὴν πολέμιός γε τῷ ἐντέρῳ τῷ κάτω, ὡς κατὰ λόγον τῆς φύσης καίτοι γε οὐ πάνυ πορίμη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου φῦσα, ἀλλ’ ἐγχρονίζει περὶ ὑποχόνδρια. Καὶ γὰρ οὖν

οὗτος ἧσσον διουρητικὸς γίγνεται τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ πτυάλου δὲ μᾶλλον ἀναγωγός ἐστι τοῦ ἑτέρου ὁ γλυκύς. Καὶ οἷσι μὲν διψώδης ἐστὶ πινόμενος, ἧσσον ἂν τούτοισιν ἀνάγοι ἢ ὁ ἕτερος οἶνος, οἷσι δὲ μὴ διψώσης, μᾶλλον ἀνάγοι ἂν τοῦ ἑτέρου. Ὁ δὲ λευκὸς οἰνώδης οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ πλεῖστα καὶ τὰ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει ἐς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἑτέρου καὶ διουρητικὸς καὶ καταρρηκτικὸς, αἰεὶ πολλὰ προσωφελέοι ἂν ἐν ταύτῃσι τῇσι νούσοισι καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ’ ὅμως ἡ κατὰ κύστιν κάθαρσις ὑπ’ αὐτέου γιγνομένη ῥύεται, ἢν προτρέπηται ὁκοῖον δεῖ. Καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τὰ περὶ οἴνου ὠφελίης καὶ βλάβης, ὁκόσα ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραιτέροισιν. Κιρρῷ δὲ οἴνῳ καὶ μέλανι αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν ἐς τάδε ἂν χρήσαιο εἰ καρηβαρίη

μὲν μὴ ἐνείη, μηδὲ φρενῶν ἄψις, μηδὲ τὸ πτύελον κωλύοιτο τῆς ἀνόδου, μηδὲ τὸ οὖρον ἴσχοιτο, τὰ διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη, ἐν δὴ τοῖσι τοιουτέοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ, καὶ ὁκόσα τουτέοισιν ἐμφερέα. Προσξυνιέναι δὲ δεῖ, ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος ᾖ, τὰ δὲ κατ’ ἔντερον μᾶλλον ὀνήσει, ἢν ἀκρητέστερος ᾖ.

15. Μελίκρητον δὲ πινόμενον διὰ πάσης τῆς νούσου ἐν τῇσιν ὀξείῃσι νούσοισι τὸ ἐπίπαν μὲν τοῖσι πικροχόλοισι καὶ μεγαλοσπλάγχνοισιν ἧσσον ἐπιτήδειον ἢ τοῖσι μὴ τοιούτοισίν ἐστιν διψῶδές γε μὴ ἧσσον τοῦ γλυκέος οἴνου πλεύμονός τε γὰρ μαλθακτικόν ἐστι, καὶ πτυέλου ἀναγωγὸν μετρίως, καὶ βηχὸς παρηγορικόν ἔχει γὰρ σμηγματῶδές

τι, ὃ μᾶλλον τοῦ μετρίου καταγλισχραίνει τὸ πτύελον.

Ἔστι δὲ καὶ οὐρητικὸν μελίκρητον ἱκανῶς, ἢν μή τι τῶν ἀπὸ σπλάγχνων κωλύῃ. Καὶ διαχωρητικώτερον δὲ κάτω χολωδέων, ἔστι μὲν ὅτε καλῶν, ἔστι δ’ ὅτε κατακορεστέρων

μᾶλλον τοῦ καιροῦ, καὶ ἀφρωδεστέρων μᾶλλον δὲ τὸ τοιοῦτο τοῖσι χολώδεσί τε καὶ μεγαλοσπλάγχνοισι γίγνεται. Πτυάλου μὲν οὖν ἀναγωγὴν καὶ ̣μονος μάλθαξιν τὸ ὑδαρέστερον μελίκρητον ποιέει μᾶλλον ̣ μέντοι ἀφρώδεα διαχωρήματα καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα, καὶ μᾶλλον θερμὰ, τὸ ἄκρητον μᾶλλον τοῦ ὑδαρέος ἄγει τὸ δὲ τοιόνδε διαχώρημα ἔχει μὲν καὶ ἄλλα σίνεα μεγάλα οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβεννύει, ἀλλὰ ὁρμᾷ, δυσφορίην τε καὶ ῥιπτασμὸν τῶν μελέων ποιέει, ἑλκῶδές τέ ἐστι καὶ ἐντέρου καὶ ἕδρης ἀλεξητήρια δὲ τουτέων γεγράψεται. Ἄνευ μὲν οὖν ῥοφημάτων μελικρήτῳ χρεόμενος ἀντ’ ἄλλου ποτοῦ ἐν ταύτῃσι τῇσι νούσοισι πολλὰ ἂν εὐτυχοίης, καὶ οὐκ ἂν πολλὰ ἀτυχοίης οἷσι δὲ δοτέον, καὶ οἷσιν οὐ δοτέον, τὰ μέγιστα εἴρηται, καὶ δι’ ἃ οὐ δοτέον Κατέγνωσται

δὲ μελίκρητον ὑπὸ τῶν ἀνθρώπων, ὡς καταγυιοῖ τοὺς πίνοντας, καὶ διὰ τοῦτο ταχυθάνατον εἶναι νενόμισται ἐκλήθη δὲ τοῦτο διὰ τοὺς ἀποκαρτερέοντας ἔνιοι γὰρ μελικρήτῳ μούνῳ χρέονται ποτῷ, ὡς τοιούτῳ δῆθεν ἐόντι τὸ δὲ οὐ παντάπασιν ὧδε ἔχει ἀλλ’ ὕδατος μὲν πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, εἰ μὴ ταράσσοι τὴν κοιλίην ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερον, ᾗ δὲ ἀσθενέστερον.

Μέγα μὴν διαφέρει καὶ οἴνου καὶ μέλιτος ἀκρητότης ἐς ἰσχὺν ἀμφοτέρων δ’ ὅμως τούτων, εἰ διπλάσιον μέτρον οἴνου ἀκρήτου πίνοι τις ἢ ὁκόσον μέλι ἐκλείχοι, πολλῷ ἂν δήπου ἰσχυρότερος εἴη ὑπὸ τοῦ μέλιτος, εἰ μοῦνον μὴ ταράσσοι τὴν κοιλίην πολλαπλάσιον γὰρ καὶ τὸ κόπριον διεξίο ἂν αὐτέῳ. Εἰ μέντοι ῥοφήματι χρέοιτο πτισάνῃ, ἐπιπίνοι δὲ μελίκρητον, ἄγαν πλησμονῶδες ἂν εἴη καὶ φυσῶδες, καὶ τοῖσι κατὰ τὰ ὑποχόνδρια σπλάγχνοισιν ἀξύμφορον προπινόμενον μέντοι πρὸ ῥοφήματος μελίκρητον οὐ βλάπτει ὡς μεταπινόμενον, ἀλλά τι καὶ ὠφελέει. Ἑφθὸν δὲ μελίκρητον ἐσιδεῖν μὲν πολλῷ κάλλιον τοῦ ὠμοῦ λαμπρὸν γὰρ καὶ λεπτὸν καὶ λευκὸν καὶ διαφανὲς γίγνεται ἀρετὴν δὲ ἥντινα αὐτέῳ προσθέω διαφέρουσάν τι τοῦ ὠμοῦ οὐκ ἔχω οὐδὲ γὰρ ἥδιόν ἐστι τοῦ ὠμοῦ, ἢν τυγχάνῃ

γε τὸ μέλι καλὸν ἐόν ἀσθενέστερον μέντοι γε τοῦ ὠμοῦ καὶ ἀκοπρωδέστερόν ἐστιν ὡν οὐδετέρης τιμωρίης προσδέεται μελίκρητον. Ἄγχιστα δὲ χρηστέον αὐτέῳ τοιῷδε ἐόντι, εἰ τὸ μέλι τυγχάνοι πονηρὸν ἐὸν καὶ ἀκάθαρ̣ον καὶ μέλαν καὶ μὴ εὐῶδες ἀφέλοιτο γὰρ ἂν ἡ ἕψησις τῶν κακοτήτων αὐτέου τὰ πλείονα τοῦ αἴσχεος.

16. Τὸ δὲ ὀξύμελι καλεύμενον ποτὸν πολλαχοῦ μὲν εὔχρηστον ἐν ταύτῃσι τῇσι νούσοισιν εὑρήσεις ἐόν καὶ γὰρ πτυάλου ἀναγωγόν ἐστι, καὶ εὔπνοον. Καιροὺς μέντοι τοιούσδε ἔχει τὸ μὲν γὰρ κάρτα ὀξὺ οὐδὲν ἂν μέσον

ποιήσειε πρὸς τὰ πτύελα τὰ μὴ ῥηϊδίως ἀνιόντα εἰ γὰρ ἀνάγοι μὲν τὰ ἐγκέρχνοντα, καὶ ὄλισθον ἐμποιήσειε, καὶ ὥσπερ διαπτερώσειε τὸν βρόγχον, παρηγορήσειεν ἂν τὸν πλεύμονα μαλθακτικὸν γὰρ αὐτέου καὶ εἰ μὲν ταῦτα ξυγκυρήσειε, μεγάλην ἂν ὠφελείην ποιήσειεν. Ἔστι δ’ ὅτε τὸ κάρτα ὀξὺ οὐκ ἐκράτησε τῆς ἀναγωγῆς τοῦ πτυέλου, ἀλλὰ προσεγλίσχρηνέ τε καὶ ἔβλαψεν μάλιστα δὲ τοῦτο πάσχουσιν οἵπερ καὶ ἄλλως ὀλέθριοί εἰσι, καὶ

ἀδύνατοι βήσσειν τε καὶ ἀποχρέμπτεσθαι τὰ ἐνεχόμενα. Ἐς μὲν οὖν τόδε προστεκμαίρεσθαι χρὴ τὴν ῥώμην τοῦ κάμνοντος, κἢν ἐλπίδα ἔχῃ, διδόναι διδόναι δὲ, ἢν διδῷς, ἀκροχλίαρον καὶ κατ’ ὀλίγον τὸ τοιόνδε, καὶ μὴ λάβρως. Τὸ μέντοι ὀλίγον ἔποξυ ὑγραίνει μὲν τὸ στόμα καὶ φάρυγγα ἀναγωγὸν δὲ πτυέλου ἐστὶ καὶ ἄδιψον ὑποχονδρίῳ δὲ καὶ σπλάγχνοισι καὶ ταύτῃ εὐμενές καὶ τὰς ἀπὸ μέλιτος βλάβας κωλύει τὸ γὰρ χολῶδες ἐν μέλιτι κολάζεται. Ἔστι δὲ καὶ φυσέων καταρρηκτικὸν, καὶ ἐς οὔρησιν προτρεπτικόν ἐντέρου μέντοι τῷ κάτω μέρει πλαδαρώτερον,

καὶ ξύσματα ἐμποιέει ἔστι δ’ ὅτε καὶ φλαῦρον τοῦτο ἐν τῇσιν ὀξείῃσι νούσοισι γίγνεται, μάλιστα μὲν ὅτι φῦσαν κωλύει περαιοῦσθαι, ἀλλὰ παλινδρομέειν ποιέει ἔτι δὲ καὶ ἄλλως γυιοῖ καὶ τὰ ἀκρωτήρια ψύχει ταύτην καὶ οἶδα μούνην δι’ ὀξυμέλιτος γιγνομένην βλάβην, ἥτις καὶ ἀξίη γραφῆς. Ὀλίγον δὲ τὸ τοιόνδε ποτὸν νυκτὸς μὲν καὶ νήστει πρὸ ῥοφήματος ἐπιτήδειον προπίνεσθαι ἀτὰρ καὶ ὁκόταν πουλὺ μετὰ ῥόφημα ᾖ, οὐδὲν κωλύει πίνειν. Τοῖσι δὲ ποτῷ μοῦνον διαιτωμένοισιν ἄνευ ῥοφημάτων διὰ τόδε οὐκ ἐπιτήδειόν ἐστιν αἰεὶ καὶ διὰ παντὸς χρέεσθαι

τούτῳ, μάλιστα μὲν διὰ ξύσιν ἢ τρηχυσμὸν τοῦ ἐντέρου ἀκόπρῳ γὰρ ἐόντι μᾶλλον ἐμποιέοι ἂν, καὶ ταῦτα κενεαγγείης παρεούσης ἔπειτα δὲ καὶ τὸ μελίκρητον τῆς ἰσχύος ἀφαιρέοιτο ἄν. Ἢν μέντοι ἀρήγειν φαίνηται πρὸς τὴν ξύμπασαν νοῦσον, πολλῷ ποτῷ τούτῳ χρέεσθαι, ὀλίγον χρὴ τὸ ὄξος παραχέειν, ὅσον μοῦνον γιγνώσκεσθαι οὕτω γὰρ καὶ ἃ φιλέει βλάπτειν, ἥκιστα ἂν βλάπτοι, καὶ ἃ δεῖται προσωφελέειν, προσωφελοίη ἄν. Εν κεφαλαίῳ δ’

εἴρησθαι, αἱ ἀπὸ ὀξέος ὀξύτητες πικροχόλοισι μᾶλλον ἢ μελαγχολικοῖσι ξυμφέρουσι τὰ μὲν γὰρ πικρὰ διαλύεται καὶ ἐκφλεγματοῦται, μετεωριζόμενα ὑπ’ αὐτέου τὰ δὲ μέλανα ζυμοῦται καὶ μετεωρίζεται καὶ πολλαπλασιοῦται ἀναγωγὸν γὰρ μελάνων, ὄξος. Γυναιξὶ δὲ τὸ ἐπίπαν πολεμιώτερον ἢ ἀνδράσιν ὄξος ὑστεραλγὲς γάρ ἐστιν.

17. Ὕδατι δὲ ποτῷ ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἄλλο μὲν οὐδὲν ἔχω ἔργον ὅ τι προσθέω οὔτε γὰρ βηχὸς παρηγορικόν ἐστιν ἐν τοῖσι περιπλευμονικοῖσιν, οὔτε πτυέλου ἀναγωγὸν, ἀλλ’ ἧσσον τῶν ἄλλων, εἴ τις διὰ παντὸς ὕδατι ποτῷ χρέοιτο. Μεσηγὺ μέντοι ὀξυμέλιτος καὶ μελικρήτου ὕδωρ ἐπιρροφεόμενον ὀλίγον πτυέλου ἀναγωγόν ἐστι διὰ τὴν μεταβολὴν τῆς ποιότητος τῶν ποτῶν πλημμυρίδα γάρ τινα ἐμποιέει. Ἄλλως δὲ οὔτε δίψαν παύει, ἀλλ’ ἐπιπικραίνει χολῶδες γὰρ φύσει χολώδει, καὶ ὑποχονδρίῳ κακόν καὶ κάκιστον

ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμώτατον, ὅταν ἐς κενεότητα ἐσέλθη καὶ σπληνὸς δὲ αὐξητικὸν καὶ ἤπατός ἐστιν, ὁκόταν πεπυρωμένον ἦ καὶ ἐγκλυδαστικόν τε καὶ ἐπιπολαστικόν βραδύπορόν τε γάρ ἐστι διὰ τὸ ὑπόψυχρον καὶ ἄπεπτον εἶναι καὶ οὔτε διαχωρητικὸν, οὔτε διουρητικόν προσβλάπτει δέ τι καὶ διὰ τόδε, ὅτι ἄκοπρόν ἐστι φύσει ἢν δὲ δὴ καὶ ποδῶν ψυχρῶν ποτε ἐόντων ποθῇ, πάντα ταῦτα πολλαπλασίως βλάπτει, ἐς ὅ τι ἂν αὐτέων ὁρμήσῃ. Ὑποπτεύσαντι μέντοι ἐν ταύτῃσι τῇσι νούσοισιν ἢ καρηβαρίην ἰσχυρὴν ἢ φρενῶν ἅψιν, παντάπασιν οἴνου ἀποσχετέον ὕδατι δὲ ἐν τῷ τοιῷδε χρηστέον, ἢ ὑδαρέα καὶ κιρρὸν παντελῶς δοτέον οἶνον καὶ ἄοσμον

παντάπασι, καὶ μετὰ τὴν πόσιν αὐτοῦ ὕδωρ μεταποτέον ὀλίγον οὕτω γὰρ ἂν ἧσσον τὸ ἀπὸ τοῦ οἴνου μένος ἅπτοιτο τῆς κεφαλῆς καὶ γνώμης ἐν οἷσι δὲ μάλιστα αὐτέων ὕδατι ποτῷ χρηστέον, καὶ ὁκότε πολλῷ κάρτα, καὶ ὅκου μετρίῳ, καὶ ὅκου ψυχρῷ, καὶ ὅκου θερμῷ, τὰ μέν που πρόσθεν εἰρέαται, τὰ δὲ ἐν αὐτέοισι τοῖσι καιροῖσι ῥηθήσεται. Κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ἄλλων ποτῶν, οἷον τὸ κρίθινον, καὶ τὰ ἀπὸ χλοίης ποιεύμενα, καὶ τὰ ἀπὸ σταφίδος καὶ στεμφύλων καὶ πυρῶν

καὶ κνήκου καὶ μύρτων καὶ ῥοιῆς καὶ τῶν ἄλλων, ὅταν τινὸς αὐτέων καιρὸς ᾖ χρέεσθαι, γεγράψεται παρ’ αὐτέῳ τῷ νουσήματι, ὅκως περ καὶ τἄλλα τῶν ξυνθέτων φαρμάκων.

18. Λουτρὸν δὲ συχνοῖσι τῶν νουσημάτων ἀρήγοι ἂν χρεομένοισιν, ἐς τὰ μὲν ξυνεχέως, ἐς τὰ δ’ οὔ. Ἔστι δὲ ὅτε ἧσσον χρηστέον διὰ τὴν ἀπαρασκευασίην τῶν ἀνθρώπων ἐν ὀλίγῃσι γὰρ οἰκίῃσι παρεσκεύασται τὰ ἄρμενα καὶ οἱ θεραπεύοντες ὡς δεῖ εἰ δὲ μὴ παγκάλως λούοιτο, βλάπτοιτ’ ἂν οὐ σμικρά καὶ γὰρ σκέπης ἀκάπνου δεῖ, καὶ ὕδατος δαψιλέος, καὶ τοῦ λουτροῦ συχνοῦ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ. Καὶ μᾶλλον μὲν μὴ σμήχεσθαι ἢν δὲ σμήχηται, θερμῷ χρέεσθαι αὐτέῳ καὶ πολλαπλασίῳ ἢ ὡς

νομίζεται σμήγματι, καὶ προσκαταχέεσθαι μὴ ὀλίγῳ, καὶ ταχέως μετακαταχέεσθαι. Δεῖ δὲ καὶ τῆς ὁδοῦ βραχείης ἐς τὴν πύελον, καὶ ἐς εὐέμβατον καὶ ἐς εὐέκβατον εἶναι δὲ καὶ τὸν λουόμενον κόσμιον καὶ σιγηλὸν, καὶ μηδὲν αὐτὸν προσεξεργάζεσθαι, ἀλλ’ ἄλλους καὶ καταχέειν καὶ σμήχειν καὶ μετακέρασμα πολλὸν ἡτοιμᾶσθαι, καὶ τὰς ἐπαντλήσιας ταχείας ποιέεσθαι καὶ σπόγγοισι χρέεσθαι ἀντὶ στλεγγίδος, καὶ μὴ ἄγαν ξηρὸν χρίεσθαι τὸ σῶμα. Κεφαλὴν μέντοι ἀνεξηράνθαι χρὴ ὡς οἷόν τε μάλιστα ὑπὸ σπόγγου ἐκμασσομένην, καὶ μὴ διαψύχεσθαι τὰ ἄκρεα, μήτε τὴν

κεφαλὴν, μήτε τὸ ἄλλο σῶμα καὶ μήτε νεορρόφητον μήτε νεόποτον λούεσθαι, μηδὲ ῥοφέειν, μηδὲ πίνειν ταχὺ μετὰ τὸ λουτρόν. Μέγα μὲν δὴ μέρος χρὴ νέμειν τῷ κάμνοντι, ἢν ὑγιαίνων ᾖ φιλόλουτρος ἄγαν καὶ εἰθισμένος λούεσθαι καὶ γὰρ ποθέουσι μᾶλλον οἱ τοιοίδε, καὶ ὠφελέονται λουσάμενοι, καὶ βλάπτονται μὴ λουσάμενοι. Ἁρμόζει δὲ ἐν περιπλευμονίῃσι μᾶλλον ἢ ἐν καύσοισι τὸ ἐπίπαν καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὴν καὶ στήθεα καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν, καὶ πτυέλου πεπαντικὸν καὶ ἀναγωγὸν, καὶ εὔπνοον καὶ ἄκοπον μαλθακτικὸν γὰρ καὶ ἄρθρων καὶ τοῦ ἐπιπολαίου δέρματος καὶ οὐρητικὸν δὲ, καὶ καρηβαρίην λύει, καὶ ῥῖνας ὑγραίνει. Ἀγαθὰ μὲν οὖν λουτρῷ τοσαῦτα πάρεστιν, ὧν πάντων δεῖ ἢν μέντοι τῆς παρασκευῆς ἔνδειά τις ᾖ ἑνὸς ἢ πλειόνων, κίνδυνος μὴ λυσιτελέειν

τὸ λουτρὸν, ἀλλὰ μᾶλλον βλάπτειν ἓν γὰρ ἕκαστον αὐτέων μεγάλην φέρει τὴν βλάβην, μὴ παρασκευασθὲν ὑπὸ τῶν ὑπουργῶν ὡς δεῖ. Ἥκιστα δὲ λούειν καιρὸς τούτους οἷσιν ἡ κοιλίη ὑγροτέρη τοῦ καιροῦ ἐν τῇσι νούσοισιν ἀτὰρ οὐδὲ οἷσιν ἕστηκε μᾶλλον τοῦ καιροῦ καὶ μὴ προδιελήλυθεν οὐδὲ δὴ τοὺς γεγυιωμένους χρὴ λούειν, οὐδὲ τοὺς ἀσώδεας ἢ ἐμετικοὺς, οὐδὲ τοὺς ἐπανερευγομένους χολῶδες, οὐδὲ τοὺς ἐκ ῥινῶν αἱμορραγέοντας, εἰ μὴ ἔλασσον τοῦ καιροῦ ῥέοι τοὺς δὲ καιροὺς οἶδας ἢν δὲ ἔλασσον τοῦ καιροῦ ῥέοι, λούειν, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν τε τὴν κεφαλὴν μοῦνον. Ἢν οὖν αἵ τε παρασκευαὶ ἔωσιν ἐπιτήδειοι καὶ ὁ κάμνων μέλλῃ εὖ δέξασθαι τὸ λουτρὸν, λούειν χρὴ ἑκάστης ἡμέρης τοὺς δὲ φιλολουτρέοντας

οὐδ’ εἰ δὶς τῆς ἡμέρης λούοις, οὐδὲν ἂν βλάπτοις. Χρέεσθαι δὲ λουτροῖσι τοῖσιν ὅλῃσι πτισάνῃσι χρεομένοισι παραπουλὺ μᾶλλον ἐνδέχεται, ἢ τοῖσι χυλῷ μοῦνον χρεομένοισιν ἐνδέχεται δὲ καὶ τουτέοισιν ἐνίοτε ἥκιστα δὲ καὶ τοῖσι ποτῷ μοῦνον χρεομένοισιν ἔστι δὲ καὶ οἷσι τουτέων ἐνδέχεται τεκμαίρεσθαι δὲ χρὴ τοῖσι προγεγραμμένοισιν οὕς τε μέλλει λουτρὸν ὠφελέειν ἐν ἑκάστοισι τῶν τρόπων τῆς διαίτης, οὕς τε μή. Οἷσι μὲν γὰρ προσδέεταί

τινος κάρτα τουτέων, ὁκόσα λουτρὸν ἀγαθὰ ποιέει, καὶ πρόσεστιν αὐτέοισιν ὅσα ἂν λουτρῷ ὠφελέηται, δεῖ λούειν οἷσι δὲ τουτέων

μηδενὸς προσδεῖ, καὶ πρόσεστιν αὐτέοισι τῶν σημείων ἐφ’ οἷσι λούεσθαι οὐ ξυμφέρει, οὐ δεῖ λούειν.