Barnabas and Saul Sent Off
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13 Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.
ACTS 13 Now there were in the church at Antioch n prophets and n teachers, o Barnabas, Simeon who was called Niger, [1] Lucius of Cyrene, Manaen a lifelong friend of p Herod the tetrarch, and Saul.
2Λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
2While they were worshiping the Lord and fasting, q the Holy Spirit said, r “Set apart for me Barnabas and Saul s for the work to which I have called them.”
3τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
3Then after fasting and t praying they laid their hands on them and u sent them off.
Barnabas and Saul on Cyprus
4Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον
4So, being sent out v by the Holy Spirit, they went down to Seleucia, and from there they sailed to Cyprus.
5καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων. εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
5When they arrived at Salamis, they proclaimed the word of God w in the synagogues of the Jews. And they had x John to y assist them.
6Διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦ
6When they had gone through the whole island as far as Paphos, they came upon a certain z magician, a a Jewish false prophet named Bar-Jesus.
7ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ.
7He was with b the proconsul, Sergius Paulus, a man of intelligence, who summoned Barnabas and Saul and sought to hear the word of God.
8ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
8But Elymas the z magician (for that is the meaning of his name) c opposed them, seeking to turn d the proconsul away from the faith.
9Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτὸν
9But Saul, who was also called Paul, e filled with the Holy Spirit, looked intently at him
10εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς [τοῦ] κυρίου τὰς εὐθείας;
10and said, “You f son of the devil, you enemy of all righteousness, full of all deceit and g villainy, will you not stop h making crooked i the straight paths of the Lord?
11καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σὲ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμά τε ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος καὶ περιάγων ἐζήτει χειραγωγούς.
11And now, behold, j the hand of the Lord is upon you, and you will be blind and unable to see the sun for a time.” Immediately mist and darkness fell upon him, and he went about seeking k people to lead him by the hand.
12τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
12Then the proconsul believed, when he saw what had occurred, for he was astonished at l the teaching of the Lord.
Paul and Barnabas at Antioch in Pisidia
13Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας, Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
13Now Paul and his companions set sail from Paphos and came to Perga in Pamphylia. And m John left them and returned n to Jerusalem,
14Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ [εἰσ]ελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
14but they went on from Perga and came to Antioch in Pisidia. And o on the Sabbath day p they went into the synagogue and sat down.
15μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
15After q the reading from r the Law and the Prophets, s the rulers of the synagogue sent a message to them, saying, “Brothers, if you have any t word of encouragement for the people, say it.”
16Ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε.
16So Paul stood up, and u motioning with his hand said:
“Men of Israel and v you who fear God, listen.
17ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
17 w The God of this people Israel x chose our fathers and y made the people great z during their stay in the land of Egypt, and a with uplifted arm he led them out of it.
18καὶ ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ
18And for about b forty years c he put up with [2] them in the wilderness.
19καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν
19And d after destroying e seven nations in the land of Canaan, f he gave them their land as an inheritance.
20ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ [τοῦ] προφήτου.
20All this took about 450 years. And after that g he gave them judges until h Samuel the prophet.
21κἀκεῖθεν ᾐτήσαντο βασιλέα καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα,
21Then i they asked for a king, and God gave them Saul j the son of Kish, a man of the tribe of Benjamin, for forty years.
22καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα ᾧ καὶ εἶπεν μαρτυρήσας· εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
22And k when he had removed him, l he raised up David to be their king, of whom he testified and said, m ‘I have found in David the son of Jesse n a man after my heart, o who will do all my will.’
23τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν,
23 p Of this man’s offspring God has brought to Israel q a Savior, Jesus, r as he promised.
24προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.
24Before his coming, s John had proclaimed t a baptism of repentance to all the people of Israel.
25ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγεν· τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
25And as John was finishing his course, u he said, ‘What do you suppose that I am? I am not he. No, but behold, after me one is coming, the sandals of whose feet I am not worthy to untie.’
26Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.
26“Brothers, sons of the family of Abraham, and those among you v who fear God, to us has been sent w the message of x this salvation.
27οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
27For those who live in Jerusalem and their rulers, because y they did not recognize him nor understand z the utterances of the prophets, which are read every Sabbath, a fulfilled them by condemning him.
28καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.
28And b though they found in him no guilt worthy of death, c they asked Pilate to have him executed.
29ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
29And when d they had carried out all that was written of him, e they took him down from f the tree and laid him in a tomb.
30ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν,
30But g God raised him from the dead,
31ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες [νῦν] εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
31and for many days h he appeared to those i who had come up with him j from Galilee to Jerusalem, k who are now l his witnesses to the people.
32Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην,
32And we bring you the good news m that what God promised to the fathers,
33ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις [αὐτῶν] ἡμῖν ἀναστήσας Ἰησοῦν ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ·
υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε.
33 n this he has fulfilled to us their children by raising Jesus, as also it is written in the second Psalm,
o “‘You are my Son,
today I have begotten you.’
34ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
34And as for the fact that he raised him from the dead, p q no more to return to corruption, he has spoken in this way,
“‘I will give you r the holy and sure blessings of David.’
35διότι καὶ ἐν ἑτέρῳ λέγει· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
35Therefore he says also in another psalm,
s “‘You will not let your Holy One see corruption.’
36Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν·
36For David, after he had t served the purpose of God in his own generation, u fell asleep and v was laid with his fathers and saw corruption,
37ὃν δὲ ὁ θεὸς ἤγειρεν, οὐκ εἶδεν διαφθοράν.
37but he whom w God raised up did not see corruption.
38γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, [καὶ] ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι,
38Let it be known to you therefore, brothers, x that through this man y forgiveness of sins is proclaimed to you,
39ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
39and by him z everyone who believes is freed [3] from everything a from which you could not be freed by the law of Moses.
40βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις·
40Beware, therefore, lest what is said in the Prophets should come about:
41ἴδετε, οἱ καταφρονηταί,
καὶ θαυμάσατε καὶ ἀφανίσθητε,
ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν,
ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
41 b “‘Look, you scoffers,
be astounded and perish;
for I am doing a work in your days,
a work that you will not believe, even if one tells it to you.’”
42Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.
42As they went out, the people begged that these things might be told them the next Sabbath.
43λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ θεοῦ.
43And after the meeting of the synagogue broke up, many Jews and c devout d converts to Judaism followed Paul and Barnabas, who, as they spoke with them, urged them e to continue in f the grace of God.
44Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου.
44The next Sabbath almost the whole city gathered to hear the word of the Lord.
45ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες.
45 g But h when the Jews saw the crowds, they were filled with i jealousy and began to contradict what was spoken by Paul, j reviling him.
46παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
46And Paul and Barnabas spoke out boldly, saying, “It was necessary that the word of God k be spoken first to you. l Since you thrust it aside and judge yourselves m unworthy of eternal life, behold, we n are turning to the Gentiles.
47οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος·
τέθεικά σε εἰς φῶς ἐθνῶν
τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
47 o For so the Lord has commanded us, saying,
p “‘I have made you q a light for the Gentiles,
that you may r bring salvation to the ends of the earth.’”
48Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
48And when the Gentiles heard this, they began rejoicing and s glorifying the word of the Lord, and as many as were appointed to eternal life believed.
49διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι’ ὅλης τῆς χώρας.
49And the word of the Lord was spreading throughout the whole region.
50οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
50 t But the Jews [4] incited the devout u women of high standing and the leading men of the city, v stirred up persecution against Paul and Barnabas, and w drove them out of their district.
51οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον,
51But they x shook off the dust from their feet against them and went to Iconium.
52οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.
52And the disciples were filled y with joy and z with the Holy Spirit.
Paul and Barnabas at Iconium
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
ACTS 14 Now at Iconium a they entered together into the Jewish synagogue and spoke in such a way that a great number of both Jews and Greeks believed.
2οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
2 b But the c unbelieving Jews stirred up the Gentiles and poisoned their minds against d the brothers. [1]
3ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι [ἐπὶ] τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
3So they remained for a long time, speaking boldly for e the Lord, who bore witness to f the word of his grace, g granting signs and wonders to be done by their hands.
4ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
4But the people of the city h were divided; i some sided with the Jews and some with the apostles.
5ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
5When an attempt was made by both Gentiles and Jews, with their rulers, j to mistreat them and k to stone them,
6συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
6they learned of it and l fled to m Lystra and Derbe, cities of Lycaonia, and to the surrounding country,
7κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.
7and there they continued to preach the gospel.
Paul and Barnabas at Lystra
8Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὃς οὐδέποτε περιεπάτησεν.
8Now at Lystra there was a man sitting who could not use his feet. He was n crippled from birth and had never walked.
9οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι,
9He listened to Paul speaking. And Paul, looking intently at him and o seeing that he had faith to be made well, [2]
10εἶπεν μεγάλῃ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει.
10said in a loud voice, “Stand upright on your feet.” And he p sprang up and began walking.
11οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς,
11And when the crowds saw what Paul had done, they lifted up their voices, saying in Lycaonian, q “The gods have come down to us in the likeness of men!”
12ἐκάλουν τε τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
12Barnabas they called r Zeus, and Paul, Hermes, because he was the chief speaker.
13ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
13And the priest of r Zeus, whose temple was at the entrance to the city, brought oxen and garlands to the gates and s wanted to offer sacrifice with the crowds.
14Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος διαρρήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
14But when the apostles Barnabas and Paul heard of it, they t tore their garments and rushed out into the crowd, crying out,
15καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
15“Men, u why are you doing these things? We also are men, v of like nature with you, and we bring you good news, that w you should turn from these x vain things to y a living God, z who made the heaven and the earth and the sea and all that is in them.
16ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
16In past generations he a allowed all the nations b to walk in their own ways.
17καίτοι οὐκ ἀμάρτυρον αὐτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
17Yet c he did not leave himself without witness, for he d did good by e giving you rains from heaven and f fruitful seasons, satisfying your hearts with g food and h gladness.”
18καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
18Even with these words they scarcely restrained the people from offering sacrifice to them.
Paul Stoned at Lystra
19Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως νομίζοντες αὐτὸν τεθνηκέναι.
19 i But Jews came from Antioch and Iconium, and having persuaded the crowds, j they stoned Paul and dragged him out of the city, supposing that he was dead.
20κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
20But when the disciples gathered about him, he rose up and entered the city, and on the next day he went on with Barnabas to Derbe.
21εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν
21When they had preached the gospel to that city and had k made many disciples, they returned to Lystra and to Iconium and to Antioch,
22ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
22 l strengthening the souls of the disciples, encouraging them m to continue in n the faith, and saying that o through many tribulations we must enter the kingdom of God.
23χειροτονήσαντες δὲ αὐτοῖς κατ’ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
23And when they had p appointed q elders for them in every church, with prayer and fasting r they committed them to the Lord in whom they had believed.
Paul and Barnabas Return to Antioch in Syria
24Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς τὴν Παμφυλίαν
24Then they passed through Pisidia and came to Pamphylia.
25καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν
25And when they had spoken the word in Perga, they went down to Attalia,
26κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
26and from there they sailed to Antioch, s where they had been t commended to the grace of God for the work that they had fulfilled.
27παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ’ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
27And when they arrived and gathered the church together, u they declared all that God had done with them, and v how he had w opened x a door of faith to the Gentiles.
28διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
28And they remained no little time with the disciples.
The Jerusalem Council
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15 Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι, ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
ACTS 15 y But some men came down from Judea and were teaching z the brothers, “Unless you are a circumcised b according to the custom of Moses, you cannot be saved.”
2γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
2And after Paul and Barnabas had no small dissension and c debate with them, Paul and Barnabas and d some of the others were appointed to go up to Jerusalem to e the apostles and the elders about this question.
3Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς.
3So, f being sent on their way by the church, they passed through both Phoenicia and Samaria, g describing in detail the conversion of the Gentiles, and h brought great joy to all i the brothers. [1]
4παραγενόμενοι δὲ εἰς Ἰερουσαλὴμ παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ’ αὐτῶν.
4 j When they came to Jerusalem, they were welcomed by the church and k the apostles and the elders, and g they declared all that God had done with them.
5Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
5But some believers who belonged to l the party of the Pharisees rose up and said, m “It is necessary n to circumcise them and to order them to keep the law of Moses.”
6Συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
6 o The k apostles and the elders were gathered together to consider this matter.
7Πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι.
7And after there had been much p debate, Peter stood up and said to them, “Brothers, you know that in the early days God made a choice among you, q that by my mouth the Gentiles should hear r the word of s the gospel and believe.
8καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν
8And God, t who knows the heart, u bore witness to them, v by giving them the Holy Spirit just as he did to us,
9καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
9and w he made no distinction between us and them, x having cleansed their hearts y by faith.
10νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
10Now, therefore, why z are you putting God to the test a by placing a yoke on the neck of the disciples b that neither our fathers nor we have been able to bear?
11ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι.
11But we c believe that we will be d saved through e the grace of the Lord Jesus, w just as they will.”
12Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν.
12And all the assembly fell silent, and they listened to Barnabas and Paul f as they related what signs and wonders God had done through them among the Gentiles.
13Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· ἄνδρες ἀδελφοί, ἀκούσατέ μου.
13After they finished speaking, g James replied, “Brothers, listen to me.
14Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ.
14 h Simeon has related how God first visited the Gentiles, to take from them i a people for his name.
15καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν καθὼς γέγραπται·
15And with this the words of the prophets agree, just as it is written,
16μετὰ ταῦτα ἀναστρέψω
καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν
καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω
καὶ ἀνορθώσω αὐτήν,
16 j “‘After this I will return,
and I will rebuild the tent of David that has fallen;
I will rebuild its ruins,
and I will restore it,
17ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον
καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς,
λέγει κύριος ποιῶν ταῦτα
17 that the remnant [2] of mankind k may seek the Lord,
and all the Gentiles l who are called by my name,
says the Lord, who makes these things
18γνωστὰ ἀπ’ αἰῶνος.
18 m known from of old.’
19διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν,
19Therefore n my judgment is that we should not trouble those of the Gentiles who o turn to God,
20ἀλλ’ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.
20but should write to them p to abstain from q the things polluted by idols, and from r sexual immorality, and from s what has been strangled, and from s blood.
21Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
21For from ancient generations Moses has had in every city those who proclaim him, t for he is read every Sabbath in the synagogues.”
The Council’s Letter to Gentile Believers
22Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
22Then it seemed good to u the apostles and the elders, with the whole church, to choose men from among them and send them to Antioch with Paul and Barnabas. They sent Judas called v Barsabbas, and w Silas, leading men among x the brothers,
23γράψαντες διὰ χειρὸς αὐτῶν·
Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν.
23with the following letter: x “The brothers, both u the apostles and the elders, to the brothers [3] who are of the Gentiles in Antioch and Syria and Cilicia, y greetings.
24Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν [ἐξελθόντες] ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν οἷς οὐ διεστειλάμεθα,
24Since we have heard that z some persons have gone out from us and a troubled you [4] with words, unsettling your minds, although we gave them no instructions,
25ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
25it has seemed good to us, having come b to one accord, to choose men and send them to you with our c beloved Barnabas and Paul,
26ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
26 d men who have e risked their lives for the name of our Lord Jesus Christ.
27ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
27We have therefore sent f Judas and Silas, who themselves will tell you the same things by word of mouth.
28ἔδοξεν γὰρ τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες,
28For it has seemed good g to the Holy Spirit and h to us i to lay on you no greater burden than these requirements:
29ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. Ἔρρωσθε.
29 j that you abstain from k what has been sacrificed to idols, and from blood, and from what has been strangled, and from sexual immorality. If you keep yourselves from these, you will do well. Farewell.”
30Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν.
30So when they were sent off, they went down to Antioch, and having gathered the congregation together, they delivered the letter.
31ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
31And when they had read it, they rejoiced because of its encouragement.
32Ἰούδας τε καὶ Σιλᾶς καὶ αὐτοὶ προφῆται ὄντες διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν,
32And Judas and Silas, who were themselves l prophets, encouraged and m strengthened n the brothers with many words.
33ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς.
33And after they had spent some time, they were sent off o in peace by n the brothers to those who had sent them. [5]
35Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
35But p Paul and Barnabas remained in Antioch, teaching and preaching the word of the Lord, with many others also.
Paul and Barnabas Separate
36Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρναβᾶν Παῦλος· ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου πῶς ἔχουσιν.
36And after some days Paul said to Barnabas, “Let us return and visit n the brothers q in every city where we proclaimed the word of the Lord, and see how they are.”
37Βαρναβᾶς δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον·
37Now Barnabas wanted to take with them r John called Mark.
38Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαμβάνειν τοῦτον.
38But Paul thought best not to take with them one s who had withdrawn from them in Pamphylia and had not gone with them to the work.
39ἐγένετο δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον,
39And there arose t a sharp disagreement, so that they separated from each other. u Barnabas took Mark with him and sailed away to Cyprus,
40Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ κυρίου ὑπὸ τῶν ἀδελφῶν.
40but Paul chose Silas and departed, v having been commended by w the brothers to x the grace of the Lord.
41διήρχετο δὲ τὴν Συρίαν καὶ [τὴν] Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.
41And he went through Syria and Cilicia, y strengthening the churches.