1 Corinthians

Greeting

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 1 Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς

1 CORINTHIANS 1 Paul,  a called  b by the will of God to be an apostle of Christ Jesus, and our brother Sosthenes,

2τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν·

2To the church of God that is in Corinth, to those  c sanctified in Christ Jesus,  d called to be saints together with all those who in every place  e call upon the name of our Lord Jesus Christ, both their Lord and ours:

3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

3 d Grace to you and peace from God our Father and the Lord Jesus Christ.

Thanksgiving

4Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ,

4I  f give thanks to my God always for you because of the grace of God that was given you in Christ Jesus,

5ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,

5that in every way  g you were enriched in him in all  h speech and all knowledge—

6καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν,

6even as  i the testimony about Christ was confirmed among you—

7ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·

7so that you are not lacking in any gift, as you  j wait for the revealing of our Lord Jesus Christ,

8ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ].

8 k who will sustain you to the end,  l guiltless  m in the day of our Lord Jesus Christ.

9πιστὸς ὁ θεός, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.

9 n God is faithful, by whom you were called into the  o fellowship of his Son, Jesus Christ our Lord.

Divisions in the Church

10Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.

10I appeal to you, brothers, [1] by the name of our Lord Jesus Christ, that all of you agree, and that there be no  p divisions among you, but that you be united  q in the same mind and the same judgment.

11ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.

11For it has been reported to me by Chloe’s people that there is  r quarreling among you, my brothers.

12λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ.

12What I mean is that  s each one of you says, “I follow Paul,” or “I follow  t Apollos,” or “I follow  u Cephas,” or “I follow Christ.”

13μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;

13 v Is Christ divided? Was Paul crucified for you? Or were you  w baptized in the name of Paul?

14εὐχαριστῶ [τῷ θεῷ] ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον,

14I thank God that I baptized none of you except  x Crispus and  y Gaius,

15ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε.

15so that no one may say that you were baptized in my name.

16ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον, λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.

16(I did baptize also  z the household of Stephanas. Beyond that, I do not know whether I baptized anyone else.)

17οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ’ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.

17For Christ did not send me to baptize but to preach the gospel, and  a not with words of eloquent wisdom, lest the cross of Christ be emptied of its power.

Christ the Wisdom and Power of God

18Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν.

18For the word of the cross is  b folly to  c those who are perishing, but to us  d who are being saved it is  e the power of God.

19γέγραπται γάρ·

ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν

καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.

19For it is written,

 f “I will destroy the wisdom of the wise,

and the discernment of the discerning I will thwart.”

20ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου;

20 g Where is the one who is wise? Where is the scribe? Where is the debater of this age?  h Has not God made foolish the wisdom of the world?

21ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας·

21For since, in the wisdom of God, the world did not know God through wisdom, it pleased God through the folly of what we preach [2] to save those who believe.

22ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν,

22For  i Jews demand signs and Greeks seek wisdom,

23ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσιν δὲ μωρίαν,

23but we preach Christ  j crucified, a stumbling block to Jews and folly to Gentiles,

24αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν·

24but to those who are called, both Jews and Greeks, Christ  k the power of God and  l the wisdom of God.

25ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶν καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων.

25For the foolishness of God is wiser than men, and the weakness of God is stronger than men.

26Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς·

26For consider your calling, brothers:  m not many of you were wise according to worldly standards, [3] not many were powerful, not many were of noble birth.

27ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά,

27But  n God chose what is foolish in the world to shame the wise;  o God chose what is weak in the world to shame the strong;

28καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,

28God chose what is low and despised in the world, even  p things that are not, to  q bring to nothing things that are,

29ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.

29so  r that no human being [4] might boast in the presence of God.

30ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,

30And because of him [5] you are in Christ Jesus, who became to us  s wisdom from God,  t righteousness and  u sanctification and  v redemption,

31ἵνα καθὼς γέγραπται· ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω.

31so that, as it is written,  w “Let the one who boasts, boast in the Lord.”

Proclaiming Christ Crucified

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 2 Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ θεοῦ.

1 CORINTHIANS 2 And I, when I came to you, brothers, [1]  x did not come proclaiming to you  y the testimony [2] of God with lofty speech or wisdom.

2οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον.

2For I decided to know nothing among you except  z Jesus Christ and him crucified.

3κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς,

3And  a I was with you  b in weakness and in fear and much trembling,

4καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖ[ς] σοφίας [λόγοις] ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως,

4and my speech and my message were not in plausible words of wisdom, but in demonstration of  c the Spirit and of power,

5ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ’ ἐν δυνάμει θεοῦ.

5so that your faith might not rest in the wisdom of men [3] but  d in the power of God.

Wisdom from the Spirit

6Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων·

6Yet among  e the mature we do impart wisdom, although it is not  f a wisdom of this age or of the rulers of this age,  g who are doomed to pass away.

7ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν,

7But we impart a secret and hidden wisdom of God,  h which God decreed before the ages for our glory.

8ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.

8None of  i the rulers of this age understood this, for  j if they had, they would not have crucified  k the Lord of glory.

9ἀλλὰ καθὼς γέγραπται·

ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν

καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,

ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

9But, as it is written,

 l “What no eye has seen, nor ear heard,

nor the heart of man imagined,

what God has  m prepared  n for those who love him”—

10ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος· τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ.

10these things  o God has revealed to us through the Spirit. For the Spirit searches everything, even  p the depths of God.

11τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.

11For who knows a person’s thoughts  q except the spirit of that person, which is in him? So also no one comprehends the thoughts of God except the Spirit of God.

12ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν·

12Now  r we have received not  s the spirit of the world, but the Spirit who is from God, that we might understand the things freely given us by God.

13ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ’ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.

13And we impart this  t in words not taught by human wisdom but taught by the Spirit,  u interpreting spiritual truths to those who are spiritual. [4]

14ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται.

14The natural person does not accept the things of the Spirit of God, for they are  v folly to him, and  w he is not able to understand them because they are spiritually discerned.

15ὁ δὲ πνευματικὸς ἀνακρίνει [τὰ] πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.

15The  x spiritual person judges all things, but is himself to be judged by no one.

16τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.

16 y “For who has understood the mind of the Lord so as to instruct him?” But  z we have the mind of Christ.

Divisions in the Church

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 3 Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.

1 CORINTHIANS 3 But I, brothers, [1] could not address you as  a spiritual people, but as  b people of the flesh, as  c infants in Christ.

2γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε,

2 d I fed you with milk, not solid food, for  e you were not ready for it. And even now you are not yet ready,

3ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;

3for you are still of the flesh. For while there is  f jealousy and strife among you, are you not of the flesh and behaving only in a human way?

4ὅταν γὰρ λέγῃ τις· ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε;

4For  g when one says, “I follow Paul,” and another, “I follow Apollos,”  h are you not being merely human?

5Τί οὖν ἐστιν Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.

5What then is Apollos? What is Paul?  i Servants through whom you believed,  j as the Lord assigned to each.

6ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλ’ ὁ θεὸς ηὔξανεν·

6 k I planted,  l Apollos watered,  m but God gave the growth.

7ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ’ ὁ αὐξάνων θεός.

7So  n neither he who plants nor he who waters is anything, but only God who gives the growth.

8ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον·

8He who plants and he who waters are one, and each  o will receive his wages according to his labor.

9θεοῦ γάρ ἐσμεν συνεργοί, θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.

9For we are  p God’s fellow workers. You are God’s field,  q God’s building.

10Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.

10 r According to the grace of God given to me, like a skilled master builder I laid a  s foundation, and  t someone else is building upon it. Let each one take care how he builds upon it.

11θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.

11For no one can lay a  u foundation other  v than that which is laid,  w which is Jesus Christ.

12εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,

12Now if anyone builds on the foundation with gold, silver, precious stones, wood, hay, straw—

13ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ [αὐτὸ] δοκιμάσει.

13 x each one’s work will become manifest, for the Day will disclose it, because it will be revealed  y by fire, and  z the fire will test what sort of work each one has done.

14εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται·

14If the work that anyone has built on the foundation survives,  a he will receive a reward.

15εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.

15If anyone’s work is burned up, he will suffer loss, though he himself will be saved,  b but only as through fire.

16Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;

16 c Do you not know that you [2] are God’s temple and that God’s Spirit dwells in you?

17εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

17If anyone destroys God’s temple, God will destroy him. For  d God’s temple is holy, and you are that temple.

18Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός.

18 e Let no one deceive himself.  f If anyone among you thinks that he is wise in this age, let him become a fool that he may become wise.

19ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν. γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·

19For  g the wisdom of this world is folly with God. For it is written,  h “He catches the wise in their craftiness,”

20καὶ πάλιν· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι.

20and again,  i “The Lord knows the thoughts of the wise, that they are futile.”

21ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,

21So  j let no one boast in men. For  k all things are yours,

22εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς, εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἐνεστῶτα εἴτε μέλλοντα· πάντα ὑμῶν,

22whether Paul or Apollos or Cephas or the world or life or death or the present or the future—all are yours,

23ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.

23and  l you are Christ’s, and  m Christ is God’s.