[24, 1] Tοῦ δὲ Καίσαρος μεγάλην ἤδη τὴν δύναμιν οὖσαν εἰς πολλὰ ϰατ᾿ ἀνάγϰην χειμάδια διελόντος94, αὐτοῦ δὲ πρòς τὴν Ἰταλίαν ὥσπερ εἰώθει τραπομένου, πάντα μὲν αὖθις ἀνερρήγνυτο τὰ τῶν Γαλατῶν, ϰαὶ στρατοὶ μεγάλοι περιϊόντες ἐξέϰοπτον τὰ χειμάδια ϰαὶ προσεμάχοντο τοῖς χαραϰώμασι τῶν Ῥωμαίων [2] οἱ δὲ πλεῖστοι ϰαὶ ϰράτιστοι τῶν ἀποστάντων μετ᾿ Ἀμβιόριγος95 Κότταν μὲν αὐτῷ στρατοπέδῳ ϰαὶ Τιτύριον96 διέϕθειραν, [3] τò δ᾿ ύπò Κιϰέρωνι τάγμα μυριάσιν ἓξ περισχόντες ἐπολιόρϰουν, ϰαὶ μιϰρòν ἀπέλιπον ᾑρηϰέναι ϰατὰ ϰράτος, συντετρωμένων ἁπάντων ϰαὶ παρὰ δύναμιν ὑπò προθυμίας ἀμυνομένων. [4] Ὡς δ᾿ ἠγγέλθη ταῦτα τῷ Καίσαρι μαϰρὰν ὄντι, ταχέως ἐπιστρέψας ϰαὶ συναγαγὼν ἐπταϰισχιλίους τοὺς σύμπαντος, ἠπείγετο τòν Κιϰέρωνα97 τῆς πολιορϰίας ἐξαιρησόμενος. [5] Tοὺς δὲ πολιορϰοῦντας οὐϰ ἔλαθεν, ἀλλ᾿ ἀπήντων ὡς ἀναρπασόμενοι, τῆς ὀλιγό-τητος ϰαταϕρονήσαντες. [6] Κἀϰεῖνος ἐξαπατῶν ὑπέϕευγεν ἀεὶ, ϰαὶ χωρία λαβών ἐπιτηδείως ἔχοντα πρòς πολλοὺς μαχομένῳ μετ᾿ ὀλίγων, ϕράγνυται στρατόπεδον, ϰαὶ μάχης ἔσχε τοὺς ἑαυτοῦ πάσης, ἀναγαγεῖν δὲ τòν χάραϰα ϰαὶ τὰς πύλας ἀποιϰοδομεῖν ὡς δεδοιϰότας ἠνάγϰαζε, ϰαταϕρονηθῆναι στρατηγῶν, [7] μέχρι οὗ σποράδην ὑπò θράσους προσβάλλοντας ἐπεξελθὼν ἐτρέψατο, ϰαὶ πολλοὺς αὐτῶν διέϕθειρε.

[25, 1] Τούτο τὰς πολλὰς ἀποστάσεις τῶν ἐνταῦθα Γαλατῶν ϰατεστόρεσε, ϰαὶ τοῦ χειμῶνος αὐτòς ἐπιϕοιτῶν τε πανταχόσε ϰαὶ προσέχων ὀξέως τοῖς νεωτερισμοῖς. [2] Kαὶ γὰρ ἧϰεν ἐξ Ἰταλίας ἀντὶ τῶν ἀπολωλότων αὐτῷ τρία τάγματα, Πομπηιου μὲν ἐϰ τῶν ὑϕ᾿ αὑτòν δύο χρήσαντος, ἕν δὲ νεοσύλλεϰτον ἐϰ τῆς περὶ Πάδον Γαλατίας.

[3] Πόρρω δὲ τούτων98 αἱ πάλαι ϰαταβεβλημένοι ϰρύϕα ϰαὶ νεμόμεναι διὰ τῶν δυνατωτάτων ἀνδρῶν ἐν τοῖς μαχιμωτάτοις γένεσιν ἀρχαί τοῦ μεγίστου ϰαὶ ϰινδυνωδεστάτου τῶν ἐϰεῖ πολέμων ἀνεϕαίνοντο, ῥωσθεῖσαι πολλῇ μὲν ἡλιϰίᾳ ϰαὶ πανταχόθεν 3008ἐν3009 ὅπλοις ἀθροισθείσῃ, μεγάλοις δὲ πλούτοις εἰς ταὐτò συνενεχθεῖσιν, ἰσχυραῖς δὲ πόλεσι, δυσεμβόλοις δὲ χώραις. [4] Τότε δὲ ϰαὶ χειμῶνος ὤρᾳ πάγοι ποταμῶν, ϰαὶ νιϕετοῖς ἀποϰεϰρυμμένοι δρυμοί, ϰαὶ πεδία χειμάρροις ἐπιλελιμνασμένα, ϰαὶ πῇ μὲν ἀτέϰμαρτοι βάθει χιόνος ἀτραποί, πῇ δὲ δι᾿ ἑλῶν ϰαὶ ῥευμάτων παρατρεπομένων ἀσάϕεια πολλὴ τῆς πορείας, παντάπασιν ἐδόϰουν ἀνεπιχείρητα Καίσαρι τὰ τῶν ἀϕισταμένων ποιεῖν. [5] Ἀϕειστήϰει μὲν οὖν πολλὰ ϕῦλα,99 πρόσχημα δ᾿ ἦσαν Ἀρβέρνοι ϰαὶ Καρνουτῖνοι, τò δὲ σύμπαν αἱρεθεὶς ϰράτος εἶχε τοῦ πολέμου Οὐεργεντόριξ100, οὗ τòν πατέρα Γαλάται τυραννίδα δοϰοῦντα πράττειν ἀπέϰτειναν.

[26, 1] Οὗτος οὖν εἰς πολλὰ διελὼν τὴν δύναμιν μέρη, ϰαὶ πολλοὺς ἐπιστήσας ἡγεμόνας, ᾠϰειοῦτο τὴν πέριξ ἅπασαν ἄχρι τῶν πρòς τòν Ἄραρα101 ϰεϰλιμένων, διανοούμενος, ἤδη τῶν ἐν Ῥώμῃ συνισταμένων ἐπὶ Καίσαρα102, σύμπασαν ἐγείρειν τῷ πολέμῳ Γαλατίαν. [2] Ὅπερ εἰ μιϰρòν ὕστερον ἔπραξε, Καίσαρος εἰς τòν ἐμϕύλιον ἐμπεσόντος πόλεμον, οὐϰ ἂν ἐλαϕρότεροι τῶν Κιμβριϰῶν ἐϰείνων103 ϕόβοι τὴν Ἰταλίαν ϰατέσχον. [3] Νυνὶ δ᾿ ὁ πᾶσι μὲν ἄριστα χρῆσθαι [δοϰῶν] τοῖς πρòς πόλεμον, μάλιστα δὲ ϰαιρῷ πεϕυϰὼς Καῖσαρ ἅμα τῷ πυθέσθαι τὴν ἀπόστασιν ἄρας ἐχώρει104, αὐταῖς ταῖς ὁδοῖς ἂς διῆλθε ϰαὶ βίᾳ ϰαὶ τάχει τῆς πορείας διὰ τοσούτου χειμῶνος ἐπιδειξάμενος τοῖς βαρβάροις, ὡς ἄμαχος αὐτοῖς ϰαὶ ἀήττητος ἔπεισι στρατός. [4] Ὅπου γὰρ ἄγγελον ἢ γραμματοϕόρον διαδῦναι τῶν παρ᾿ αὐτοῦ χρόνῳ πολλῷ ἦν ἄπιστον, ἐνταῦθα μετὰ πάσης ἑωρᾶτο τῆς στρατιᾶς ἅμα χώρας λυμαινόμενος αὐτῶν ϰαὶ ἐϰϰόπτων τὰ χωρία, ϰαταστρεϕόμενος πόλεις, [5] ἀναλαμβάνων τοὺς μετατιθεμένους, μέχρι ϰαὶ τò τῶν Ἐδούων ἔθνος ἐξεπολεμώθη πρòς αὐτòν105, οἵ τòν ἄλλον χρόνον ἀδελϕοὺς ἀναγορεύοντες αὑτοὺς Ῥωμαίων ϰαὶ τιμώμενοι διαπρεπῶς, τότε δὲ τοῖς ἀποστάταις προσγενόμενοι, πολλὴν τῇ Καίσαρος στρατιᾷ παρέστησαν ἀθυμίαν. [6] Διόπερ ϰαὶ ϰινήσας ἐϰεῖθεν106 ὑπερέβαλε τὰ Λιγγονιϰά, βουλόμενος ἅψασθαι τῆς Σηϰουανῶν107, ϕίλων ὄντων ϰαὶ προϰειμένων τῆς Ἰταλίας πρòς τὴν ἄλλην Γαλατίαν. [7] Ἐνταῦθα108 δ᾿ αὐτῷ τῶν πολεμίων ἐπιπεσόντων ϰαὶ περισχόντων μυριάσι πολλαῖς, ὁρμήσας διαγωνίσασθαι τοῖς μὲν ὅλοις ϰαταπολεμῶν ἐϰράτησε, χρόνῳ πολλῷ ϰαὶ ϕόνῳ ϰαταβιασάμενος τοὺς βαρβάρους· [8] ἔδοξε δὲ ϰατ᾿ ἀρχάς τι ϰαὶ σϕαλῆναι, ϰαὶ δειϰνύουσιν Ἀρβέρνοι ξιϕίδιον πρòς ἱερῷ ϰρεμάμενον, ὡς δὴ Καίσαρος λάϕυρον. ὃ θεασάμενος αὐτòς ὕστερον ἐμειδίασε, ϰαὶ τῶν ϕίλων ϰαθελεῖν ϰελευόντων οὐϰ εἴασεν, ἰερòν ἡγούμενος.

[27, 1] Οὐ μὴν ἀλλὰ τότε τῶν διαϕυγόντων οἱ πλεῖστοι μετὰ τοῦ βασιλέως εἰς πόλιν Ἀλησίαν109 συνέϕυγον. [2] Kαὶ πολιορϰοῦντι ταύτην Καίσαρι, δοϰοῦσαν ἀνάλωτον εἶναι μεγέθει τε τειχῶν ϰαὶ πλήθει τῶν ἀπομαχομένων ἐπιπίπτει παντòς λόγου μείζων ϰίνδυνος ἔξωθεν. [3] Ὅ γὰρ ἦν ἐν Γαλατίᾳ ϰράτιστον, ἀπò τῶν ἐθνῶν ἀθροισθὲν ἐν ὅπλοις ἧϰον ἐπὶ τὴν Ἀλησίαν, τριάϰοντα μυριάδες· [4] αἱ δ᾿ ἐν αὐτῇ τῶν μαχομένων οὐϰ ἐλάττονες ἦσαν ἑπταϰαίδεϰα μυριάδων, ὥστ᾿ ἐν μέσῳ πολέμου τοσούτου τòν Καίσαρα ϰατειλημμένον ϰαὶ πολιορϰούμενον ἀναγϰασθῆναι διττὰ τείχη προβαλέσθαι110, τò μὲν πρòς τὴν πόλιν, τò δ᾿ ἀπò τῶν ἐπεληλυθότων, ὡς εἰ συνέλθοιεν αἱ δυνάμεις, ϰομιδῇ διαπεπραγμένων τῶν ϰαθ᾿ αὑτόν. [5] διὰ πολλὰ μὲν οὖν εἰϰότως ὁ πρòς Ἀλησίᾳ ϰίνδυνος ἔσχε δόξαν, ὡς ἔργα τόλμης ϰαὶ δεινότητος οἷα τῶν ἄλλων ἀγώνων οὐδεὶς παρασχόμενος. μάλιστα δ᾿ ἂν τις θαυμάσειε τò λαθεῖν τοὺς ἐν τῇ πόλει Καίσαρα τοσαύταις μυριάσι ταῖς ἔξω συμβαλόντα ϰαὶ περιγενόμενον111, μᾶλλον δὲ ϰαὶ τῶν Ῥωμαίων τοὺς τò πρòς τῇ πόλει τεῖχος ϕυλάττοντας. [6] Οὐ γὰρ πρότερον ᾒσθοντο τὴν νίϰην, ἤ ϰλαυθμòν ἐϰ τῆς Ἀλησίας ἀνδρῶν ϰαὶ ϰοπετòν γυναιϰῶν ἀϰουσθῆναι, θεασαμένων ἄρα ϰατὰ θάτερα μέρη πολλοὺς μὲν ἀργύρῳ ϰαὶ χρυσῷ ϰεϰοσμημένους θυρεούς, πολλοὺς δ᾿ αἵματι πεϕυρμένους θώραϰας, ἔτι δ᾿ ἐϰπώματα ϰαὶ σϰηνὰς Γαλατιϰὰς ὑπò τῶν Ῥωμαίων εἰς τò στρατόπεδον ϰομιζομένας. [7] Οὕτως ὀξέως ἡ τοσαύτη δύναμις ὥσπερ εἴδωλον ἤ ὄνειρον ἠϕάνιστο ϰαὶ διεπε-ϕόρητο, τῶν πλείστων ἐν τῇ μάχῃ πεσόντων. [8] Oἱ δὲ τὴν Ἀλησίαν ἔχοντες, οὐϰ ὀλίγα πράγματα παρασχόντες ἑαυτοῖς ϰαὶ Καίσαρι, τέλος παρέδοσαν ἑαυτούς112. [9] Ὁ δὲ τοῦ σύμπαντος ἡγεμὼν πολέμου Οὐεργεντόριξ ἀναλαβὼν τῶν ὅπλων τὰ ϰάλλιστα ϰαὶ ϰοσμήσας τòν ἵππον, ἐξιππάσατο διὰ τῶν πυλῶν.[10] ϰαὶ ϰύϰλῳ περὶ τòν Καίσαρα ϰαθεζόμενον ἐλάσας, εἶτ᾿ ἀϕαλόμενος τοῦ ἵππου, τὴν μὲν πανοπλίαν ἀπέρριψεν, αὐτòς δὲ ϰαθίσας ὑπò πόδας τοῦ Καίσαρος ἡσυχίαν ἦγεν, ἄχρι οὗ παρεδόθη ϕρουρησόμενος ἐπὶ τòν θρίαμβον113.

[28, 1] Καίσαρι δὲ πάλαι μὲν ἐδέδοϰτο ϰαταλύειν Πομπήϊον, ὥσπερ ἀμέλει ϰἀϰείνῳ τοῦτον Κράσσου γὰρ ἐν Πάρθοις ἀπολωλότος, ὃς ἦν ἔϕεδρος ἀμϕοῖν, ἀπελείπετο τῷ μὲν ὑπὲρ τοῦ γενέσθαι μεγίστῳ τòν ὄντα ϰαταλύειν, τῷ δ᾿ ἵνα μὴ πάθῃ τοῦτο, προαναιρεῖν ὃv ἐδεδοίϰει. [2] Τοῦτο δὲ Πομπηῖῳ μὲν ἐξ ὀλίγου ϕοβεῖσθαι παρέστη, τέως ὑπερορῶντι Καίσαρος, ὡς οὐ χαλεπòν ἔργον, ὃv αὐτòς ηὔξησε, ϰαταλυθῆναι πάλιν ὑπ᾿ αὐτοῦ. [3] Καῖσαρ δ᾿ ἀπ᾿ ἀρχῆς ὑπόθεσιν ταύτην πεποιημένος, [ἐπὶ] τῶν ἀνταγωνιστῶν ὥσπερ ἀθλητὴς ἑαυτòν ἀποστήσας μαϰρὰν ϰαὶ τοῖς Κελτιϰοῖς ἐγγυμνασάμενος πολέμοις, ἐπήσϰησε μὲν τὴν δύναμιν, ηὔξησε δὲ τὴν δόξαν, ἀπò τῶν ἔργων εἰς ἀντίπαλον ἀρθεὶς τοῖς Πομπηῖου ϰατορθώμασι, [4] λαμβάνων προϕάσεις, τὰς μὲν αὐτοῦ Πομπηῖου, τὰς δὲ τῶν ϰαιρῶν ἐνδιδόντων ϰαὶ τῆς ἐν Ῥώμῃ ϰαϰοπολιτείας, δι᾿ ἣν οἱ μὲν ἀρχὰς μετιόντες ἐν μέσῳ θέμενοι τραπέζας ἐδέϰαζον ἀναισχύντως τὰ πλήθη, ϰατῄει δ᾿ ὁ δῆμος ἔμμισθος, οὐ ψήϕοις ὑπὲρ τοῦ δεδωϰότος, ἀλλὰ τόξοις ϰαὶ ξίϕεσι ϰαὶ σϕενδόναις ἁμιλλώμενος. [5] Αἵματι δὲ ϰαὶ νεϰροῖς πολλάϰις αἰσχύναντες τò βῆμα διεϰρίθησαν, ἐν ἀναρχία τὴν πόλιν ὥσπερ 〈ναῦν〉 ἀϰυβέρνητον ὑποϕερομένην ἀπολιπόντες, ὥστε τοὺς νοῦν ἔχοντας ἀγαπᾶν, εἰ πρòς μηδὲν αὐτοῖς χεῖρον, ἀλλ᾿ 〈ἤ〉 μοναρχίαν ἐϰ τοσαύτης παραϕροσύνης ϰαὶ τοσούτου ϰλύδωνος ἐϰπεσεῖται τὰ πράγματα. [6] Πολλοὶ δ᾿ ἦσαν οἱ ϰαὶ λέγειν ἐν μέσω τολμῶντες ἤδη, πλὴν ὐπò μοναρχίας ἀνήϰεστον εἶναι τὴν πολιτείαν, ϰαὶ τò ϕάρμαϰον τοῦτο χρῆναι τοῦ πραοτάτου τῶν ἰατρῶν ἀνασχέσθαι προσϕέροντος, ὑποδηλούντες <δὴ> τòν Πομπήϊον. [7] Ἐπεὶ δὲ ϰἀϰεῖνος λόγῳ παραιτεῖσθαι ϰαλλωπιζόμενος, ἔργῳ παντòς μᾶλλον ἐπέραινεν ἐξ ὧν ἀναδειχθήσοιτο διϰτάτωρ, συμϕρονήσαντες οἱ περὶ Κάτωνα πείθουσι τὴν γερουσίαν ὕπατον αὐτòν ἀποδεῖξαι μόνον114, ὡς μὴ βιάσαιτο διϰτάτωρ γενέσθαι, νομιμωτέρᾳ μοναρχία παρηγορηθείς. [8] Οἱ δὲ ϰαὶ χρόνον ἐπεψηϕίσαντο τῶν ἐπαρχιῶν115. δύο δ᾿ εἶχεν, Ἰβηρίαν ϰαὶ Λιβύην σύμπασαν, ἃς διῴϰει πρεσβευτὰς ἀποστέλλων ϰαὶ στρατεύματα τρέϕων, οἷς ἐλάμβανεν ἐϰ τοῦ δημοσίου ταμιείου χίλια τάλαντα ϰαθ᾿ ἕϰαστον ἐνιαυτόν.

[29, 1] Ἐϰ τούτου Καῖσαρ ὑπατείαν ἐμνᾶτο πέμπων ϰαὶ χρόνον ὁμοίως τῶν ἰδίων ἐπαρχιῶν116. τò μὲν οὖν πρῶτον Πομπηῖου σιωπῶντος, οἱ περὶ Μάρϰελλον117 ϰαὶ Λέντλον118 ἠναντιοῦντο, μισοῦντες ἄλλως Καίσαρα ϰαὶ τοῖς ἀναγϰαίοις οὐϰ ἀναγϰαῖα προστιθέντες εἰς ἀτιμίαν αὐτοῦ ϰαὶ προπηλαϰισμόν. [2] Νεοϰωμίτας119 γὰρ ἔναγχος ὑπò Καίσαρος ἐν Γαλατίᾳ ϰατῳϰισμένους ἀϕῃρούντο τῆς πολιτείας, ϰαὶ Μάρϰελλος ὑπατεύων ἕνα τῶν ἐϰεῖ βουλευτῶν εἰς Ῥώμην ἀϕιϰόμενον ᾐϰίσατο ῥάβδοις, ἐπιλέγων ὡς ταῦτα τοῦ μὴ Ῥωμαῖον εἶναι παράσημα προστίθησιν αὐτῷ120, ϰαὶ δειϰνύειν ἀπιόντα Καίσαρι ϰελεύει. [3] Mετὰ δὲ Μάρϰελλον, ἤδη Καίσαρος τòν Γαλατιϰòν πλοῦτον ἀρύεσθαι ῥύδην ἀϕειϰότος πᾶσι τοῖς πολιτευομένοις, ϰαὶ Κουρίωνα121 μὲν δημαρχοῦντα πολλῶν ἐλευθερώσαντος δανείων, Παύλῳ122 δ᾿ ὑπατεύοντι χίλια ϰαὶ πενταϰόσια τάλαντα δόντος, ἀϕ᾿ ὧν ϰαὶ τὴν βασιλιϰὴν ἐϰεῖνος, ὀνομαστòν ἀνάθημα, τῇ ἀγορᾷ προσεϰόσμησεν, ἀντὶ τῆς Φουλβίας οἰϰοδομηθεῖσαν, [4] οὕτω δὴ ϕοβηθεὶς τὴν σύστασιν ὁ Πομπήϊος ἀναϕανδòν ἤδη δι᾿ ἑαυτοῦ ϰαὶ τῶν ϕίλων ἔπραττεν ἀποδειχθῆναι διάδοχον Καίσαρι τῆς ἀρχῆς, ϰαὶ πέμπων ἀπῄτει τοὺς στρατιώτας οὓς ἔχρησεν αὐτῷ πρòς τοὺς Κελτιϰοὺς ἀγῶνας123. Ὁ δ᾿ ἀποπέμπει, δωρησάμενος ἕϰαστον ἄνδρα πεντήϰοντα ϰαὶ διαϰοσίαις δραχμαῖς. [5] Oἱ δὲ τούτους Πομπηῖῳ ϰομίσαντες εἰς μὲν τò πλῆθος οὐϰ ἐπιειϰεῖς οὐδὲ χρηστοὺς ϰατέσπειραν λόγους ὑπὲρ τοῦ Καίσαρος, αὐτòν δὲ Πομπήϊον ἐλπίσι ϰεναῖς διέϕθειραν, ὡς ποθούμενον ὑπò τῆς Καίσαρος στρατιᾶς, ϰαὶ τὰ μὲν ἐνταῦθα διὰ ϕθόνον πολιτείας ὑπουλου μόλις ἔχοντα, τῆς δ᾿ ἐϰεῖ δυνάμεως ἑτοίμης ὑπαρχούσης αὐτῷ, ϰἂν μόνον ὑπερβάλωσιν εἰς Ἰταλίαν, εὐθὺς ἐσομένης πρòς ἐϰεῖνον. οὕτως γεγονέναι τòν Καίσαρα πλήθει στρατειῶν λυπηρòν αὐτοῖς ϰαὶ ϕόβῳ μοναρχίας ὕποπτον. [6] Ἐπὶ τούτοις Πομπήϊος ἐχαυνοῦτο, ϰαὶ παρασϰευῆς μὲν ἠμέλει στρατιωτῶν, ὡς μὴ δεδοιϰώς, λόγοις δὲ ϰαὶ γνώμαις ϰατεπολιτεύετο τῷ δοϰεῖν Καίσαρα **** ϰαταψηϕιζόμενος. [7] ὧν ἐϰεῖνος οὐδέν ἐϕρόντιζεν, ἀλλὰ ϰαὶ λέγεται τινα τῶν ἀϕιγμένων παρ᾿ αὐτοῦ ταξιάρχων, ἑστῶτα πρò τοῦ βουλευτηρίου ϰαὶ πυθόμενον ὡς οὐ δίδωσιν ἡ γερουσία Καίσαρι χρόνον τῆς ἀρχῆς, «άλλ᾿ αὕτη» ϕάναι «δώσει», ϰρούσαντα τῇ χειρὶ τὴν λαβὴν τῆς μαχαίρας.

[30, 1] Οὐ μὴν αλλ᾿ ἥ γε παρὰ Καίσαρος ἀξίωσις τò πρόσχημα τῆς διϰαιολογίας λαμπρòν εἶχεν. ἠξίου γὰρ αὐτòς τε ϰαταθέσθαι τὰ ὅπλα, ϰαὶ Πομπηῖου ταὐτò πράξαντος ἀμϕοτέρους ἰδιώτας γενομένους εὑρίσϰεσθαί τι παρὰ τῶν πολιτῶν ἀγαθόν, ὡς τοὺς αὐτòν μὲν ἀϕαιρουμένους, ἐϰείνῳ δ᾿ ἣν εἶχε βεβαιοῦντας δύναμιν, ἕτερον διαβάλλοντας ἕτερον ϰατασϰευάζειν τύραννον. [2] Ταῦτα προϰαλούμενος ἐν τῷ δήμῳ Κουριών ὑπὲρ Καίσαρος ἐϰροτεῖτο λαμπρῶς, οἱ δὲ ϰαὶ στεϕάνους ἐπ᾿ αὐτòν ὥσπερ ἀθλητὴν ἀνθοβολοῦντες ἠϕίεσαν. [3] Ἀντώνιος δὲ δημαρχῶν Καίσαρος ὑπὲρ τούτων ἐπιστολὴν ϰομισθεῖσαν εἰς τò πλῆθος ἐξήνεγϰε ϰαὶ ἀνέγνω βίᾳ τῶν ὑπάτων124. [4] Ἐν δὲ τῇ βουλῇ Σϰιπίων μὲν ὁ Πομπηῖου πενθερòς125 εἰσηγήσατο γνώμην, ἂν ἐν ἡμέρᾳ ῥητῇ μὴ ϰατάθηται τὰ ὅπλα Καῖσαρ, ἀποδειχθῆναι πολέμιον αὐτòν. [5] Ἐρωτώντων δὲ τῶν ὑπάτων εἰ δοϰεῖ Πομπήϊον ἀϕεῖναι τοὺς στρατιώτας, ϰαὶ πάλιν εἰ δοϰεῖ Καίσαρα, τῇ μὲν ὀλίγοι παντάπασι, τῇ δὲ πάντες παρ᾿ ὀλίγους προσέθεντο. τῶν δὲ περὶ Ἀντώνιον πάλιν ἀξιούντων ἀμϕοτέρους τὴν ἀρχὴν ἀϕεῖναι, πάντες ὁμαλῶς προσεχώρησαν. [6] Ἀλλ᾿ ἐϰβιαζομένου Σϰιπίωνος, ϰαὶ Λέντλου τοῦ ὑπάτου βοῶντος ὅπλων δεῖν πρòς ἄνδρα λῃστήν, οὐ ψήϕων, τότε μὲν διελύθησαν ϰαὶ μετεβάλοντο τὰς ἐσθῆτας ἐπὶ πένθει διὰ τὴν στάσιν.

[31, 1] Ἐπεὶ δὲ παρὰ Καίσαρος ἧϰον ἐπιστολαὶ μετριάζειν δοϰοῦντος126 (ἠξίου γὰρ ἀϕεὶς τὰ ἄλλα πάντα τὴν ἐντòς Ἄλπεων ϰαὶ τò Ἰλλυριϰòν μετὰ δυεῖν ταγμάτων αὐτῷ δοθῆναι, μέχρι οὗ τὴν δευτέραν ὑπατείαν μέτεισι), ϰαὶ Κιϰέρων ὁ ῥήτωρ, ἄρτι παρὼν ἐϰ Κιλιϰίας ϰαὶ διαλλαγὰς πράττων127, ἐμάλαττε τòν Πομπήϊον, ὁ δὲ τἆλλα συγχωρῶν τοῦς στρατιώτας ἀϕῄρει, [2] ϰαὶ Κιϰέρων μὲν ἔπειθε τοὺς Καίσαρος ϕίλους συνενδόντας ἐπὶ ταῖς εἰρημέναις ἐπαρχίαις ϰαὶ στρατιώταις μόνοις ἑξαϰισχΛίοις ποιεῖσθαι τὰς διαλύσεις, Πομπηίου δὲ ϰαμπτομένου ϰαὶ δίδοντος, οἱ περὶ Λέντλον οὐϰ εἴων ὑπατεύοντες, ἀλλὰ ϰαὶ τῆς βουλῆς Ἀντώνιον ϰαὶ Κουρίωνα προπηλαϰίσαντες ἐξήλασαν ἀτίμως, [3] τὴν εὐπρεπεστάτην Καίσαρι τῶν προϕάσεων αὐτοὶ μηχανησάμενοι ϰαὶ δι᾿ ἧς μάλιστα τοὺς στρατιώτας παρώξυνεν, ἐπιδειϰνύμενος ἄνδρας ἐλλογίμους ϰαὶ ἄρχοντας ἐπὶ μισθίων ζευγῶν πεϕευγότας ἐν ἐσθῆσιν οἰϰετιϰαῖς. οὕτω γὰρ ἀπò Ῥώμης σϰευάσαντες ἑαυτούς διὰ ϕόβον ὑπεξῄεσαν.

[32, 1] Ἦσαν μὲν οὖν περὶ αὐτòν οὐ πλείους ἱππέων τριαϰοσίων ϰαὶ πενταϰισχιλίων ὁπλιτῶν128· τò γὰρ ἄλλο στράτευμα πέραν Ἀλπεων ἀπολελειμμένον ἔμελλον ἄξειν οἱ πεμϕθέντες129. [2] Ὁρῶν δὲ τὴν ἀρχὴν ὧν ἐνίστατο πραγμάτων ϰαὶ τὴν ἔϕοδον οὐ πολυχειρίας δεομένην ἐν τῷ παρόντι μᾶλλον δὲ θάμβει τε τόλμης ϰαὶ τάχει ϰαιροῦ ϰαταληπτέαν οὖσαν (ἐϰπλήξειν γὰρ ἀπιστούμενος ῥᾷον ἤ βιάσεόθαι μετὰ παρασϰευῆς ἐπελθών), [3] τοὺς μὲν ἡγεμόνας ϰαὶ ταξιάρχους ἐϰέλευσε μαχαίρας ἔχοντας ἄνευ τῶν ἄλλων ὅπλων ϰατασχεῖν Ἀρίμινον, τῆς Κελτιϰῆς μεγάλην πόλιν, ὡς ἐνδέχεται μάλιστα ϕεισαμένους ϕόνου ϰαὶ ταραχῆς, Ὁρτησίῳ130 δὲ τὴν δύναμιν παρέδωϰεν. [4] Αὐτòς δὲ τὴν μὲν ἡμέραν διήγεν ἐν ϕανερῷ, μονομάχοις ἐϕεστὼς γυμναζομένοις ϰαὶ θεώμενος· μιϰρòν δὲ πρò ἑσπέρας θεραπεύσας τò σῶμα, ϰαὶ παρελθὼν εἰς τòν ἀνδρῶνα, ϰαὶ συγγενόμενος βραχέα τοῖς παραϰεϰλημένοις ἐπὶ τò δεῖπνον, ἤδη συσϰοτάζοντος ἐξανέστη, [ϰαὶ] τοὺς μὲν ἄλλους ϕιλοϕρονηθεὶς ϰαὶ ϰελεύσας περιμένειν αὐτòν ὡς ἐπανελευσόμενον, ὀλίγοις δὲ τῶν ϕίλων προείρητο μὴ ϰατὰ τῷ αὐτò πάντας, ἄλλον δ᾿ ἄλλῃ διώϰειν. [5] Αὐτòς δὲ τῶν μισθίων ζευγῶν ἐπιβὰς ἑνός, ἤλαυνεν ἑτέραν τινὰ πρῶτον ὁδόν. εἶτα πρòς τò Ἀρίμινον ἐπιστρέψας, ὡς ἦλθεν ἐπὶ τòν διορίζοντα τὴν ἐντòς Ἄλπεων Γαλατίαν ἀπò τῆς ἄλλης Ἰταλίας ποταμòν (Ῥουβίϰων ϰαλεῖται), ϰαὶ λογισμòς αὐτòν εἰσῄει, μᾶλλον ἐγγίζοντα τῷ δεινῷ ϰαὶ περιϕερόμενον τῷ μεγέθει τῶν τολμωμένων, ἔσχετο δρόμου, [6] ϰαὶ τὴν πορείαν ἐπιστήσας, πολλὰ μὲν αὐτòς ἐν ἑαυτῷ διήνεγϰε σιγῇ τὴν γνώμην ἐπ᾿ αμϕότερα μεταλαμβάνων, ϰαὶ τροπὰς ἔσχεν αὐτῷ τότε 〈τò〉 βούλευμα πλείστος. [7] πολλὰ δὲ ϰαὶ τῶν ϕίλων τοῖς παροῦσιν, ὧν ἦν ϰαὶ Πολλίων Ἀσίνιος131, συνδιηπόρησεν, ἀναλογιζόμενος ἡλίϰων ϰαϰῶν ἄρξει πᾶσιν ἀνθρώποις ἡ διάβασις, ὅσον τε λόγον αὐτῆς τοῖς αὖθις ἀπολείψουσι. [8] Τέλος δὲ μετὰ θυμοῦ τινος ὥσπερ ἀϕεὶς ἑαυτόν ἐϰ τοῦ λογισμοῦ πρòς τò μέλλον, ϰαὶ τοῦτο δὴ τò ϰοινòν τοῖς εἰς τύχας ἐμβαίνουσιν ἀπόρους ϰαὶ τόλμας προοίμιον ὑπειπὼν «άνερρίϕθω ϰύβος», ὥρμησε πρòς τὴν διάβασιν, ϰαὶ δρόμῳ τò λοιπόν ἤδη χρώμενος, εἰσέπεσε πρò ἡμέρας εἰς τò Ἀρίμινον, ϰαὶ ϰατέσχε. [9] Λέγεται δὲ τῇ προτέρᾳ νυϰτὶ τῆς διαβάσεως ὄναρ ἰδεῖν ἔϰθεσμον. ἐδόϰει γὰρ αὐτòς τῇ ἑαυτοῦ μητρὶ μείγνυσθαι τὴν ἄρρητον μεῖξιν.

[33, 1] Ἐπεὶ δὲ ϰατελήϕθη τò Ἀρίμινον, ὥσπερ ἀνεῳγμένου τοῦ πολέμου πλατείαις πύλαις ἐπὶ πᾶσαν ὁμοῦ τὴν γῆν ϰαὶ θάλασσαν, ϰαὶ συγϰεχυμένων ἅμα τοῖς ὅροις τῆς ἐπαρχίας τῶν νόμων τῆς πόλεως, οὐϰ ἄνδρας ἄν τις ᾠήθη ϰαὶ γυναῖϰας ὥσπερ ἄλλοτε σὺν ἐϰπλήξει διαϕοιτᾶν τῆς Ἰταλίας, ἀλλὰ τὰς πόλεις αὐτὰς ἀνισταμένας ϕυγῇ διαϕέρεσθαι δι᾿ ἀλλήλων, [2] τὴν δὲ Ῥώμην ὥὢσπερ ὑπò ῥευμάτων πιμπλαμένην ϕυγαῖς τῶν πέριξ δήμων ϰαὶ μεταστάσεσιν, οὔτ᾿ ἄρχοντι πεῖσαι ῥᾳδίαν οὖσαν οὔτε λόγῳ ϰαθεϰτήν, ἐν πολλῷ ϰλύδωνι ϰαὶ σάλῳ μιϰρòν ἀπολιπεῖν αὐτῆν ὑϕ᾿ αὐτῆς ἀνατετράϕθαι. [3] Πάθη γὰρ ἀντίπαλα ϰαὶ βίαια ϰατεῖχε ϰινήματα πάντα τόπον. οὔτε γὰρ τò χαῖρον ἡσυχίαν ἦγεν, ἀλλὰ τῷ δεδοιϰότι ϰαὶ λυπουμένῳ ϰατὰ πολλὰ συμπῖπτον ἐν μεγάλῃ πόλει ϰαὶ θρασυνόμενον ὑπὲρ τοῦ μέλλοντος δι᾿ ἐρίδων ἦν, [4] αὐτόν τε Πομπήϊον ἐϰπεπληγμένον ἄλλος ἀλλαχόθεν ἐτάραττε, τοῖς μὲν ὡς ηὔξησε Καίσαρα ϰαθ᾿ ἑαυτοῦ ϰαὶ τῆς ἡγεμονίας εὐθύνας ὑπέχοντα, τῶν δ᾿ ὅτι παρείϰοντα ϰαὶ προτεινόμενον εὐγνώμονας διαλύσεις ἐϕῆϰε τοῖς περὶ Λέντλον ὑβρίσαι ϰατηγορούντων. [5] Φαώνιος δ᾿ αὐτòν ἐϰέλευε τῷ ποδὶ ϰτυπεῖν τὴν γῆν, ἐπεὶ μεγαληγορῶν ποτε πρòς τὴν σύγϰλητον οὐδὲν εἴα πολυπραγμονεῖν οὐδὲ ϕροντίζειν ἐϰείνους τῆς ἐπὶ τòν πόλεμον παρασϰευῆς· αὐτòς γὰρ ὄταν ἐπίῃ ϰρούσας τò ἔδαϕος τῷ ποδὶ στρατευμάτων ἐμπλήσειν τὴν Ἰταλίαν. [6] Οὐ μὴν ἀλλὰ ϰαὶ τότε πλήθει δυνάμεως ὑπερέβαλλεν ὁ Πομπήϊος τὴν Καίσαρος132· εἴασε δ᾿ οὐδεὶς τòν ἄνδρα χρήσασθαι τοῖς ἑαυτοῦ λογισμοῖς, ἀλλ᾿ ὑπ᾿ ἀγγελμάτων πολλῶν ϰαὶ ψευδῶν ϰαὶ ϕόβων, ὡς ἐϕεστῶτος ἤδη τοῦ πολέμου ϰαὶ πάντα ϰατέχοντος, εἴξας ϰαὶ συνεϰϰρουσθεὶς τῇ πάντων ϕορᾷ ψηϕίζεται ταραχὴν ὁρᾶν133 ϰαὶ τὴν πόλιν ἐξέλιπε, ϰελεύσας ἕπεσθαι τὴν γερουσίαν ϰαὶ μηδένα μένειν τῶν πρò τῆς τυραννίδος ᾑρημένων τὴν πατρίδα ϰαὶ τὴν ἐλευθερίαν134.

[34, 1] Oἱ μὲν οὖν ὕπατοι μηδ᾿ ἃ νόμος ἐστὶ πρò ἐξόδου θύσαντες ἔϕυγον, ἔϕευγον δὲ ϰαὶ τῶν βουλευτῶν οἱ πλεῖστοι, τρόπον τινὰ δι᾿ ἁρπαγῆς ἀπò τῶν ἰδίων ὃ τι τύχοιεν ὥσπερ ἀλλοτρίων λαμβάνοντες. [2] Εἰσὶ δ᾿ οἳ ϰαὶ σϕόδρα τὰ Καίσαρος ᾑρημένοι πρότερον ἐξέπεσον ὑπò θάμβους τότε τῶν λογισμῶν, ϰαὶ συμπαρηνέχθησαν οὐδὲν δεόμενοι τῷ ῥεύματι τῆς ϕορᾶς ἐϰείνης. [3] Οἰϰτρότατον δὲ τò θέαμα τῆς πόλεως ἦν, ἐπιϕερομένου τοσούτου χειμῶνος ὥσπερ νεὼς ὑπò ϰυβερνητῶν ἀπαγορευόντων πρòς τò συντυχòν ἐϰπεσεῖν ϰομιζομένης. [4] Ἀλλὰ ϰαίπερ οὔτως τῆς μεταστάσεως οἰϰτρᾶς οὔσης, τὴν μὲν ϕυγὴν οἱ ἄνθρωποι πατρίδα διὰ Πομπήϊον ἡγοῦντο, τὴν δὲ Ῥώμην ὡς Καίσαρος στρατόπεδον ἐξέλιπον. [5] ὅπου ϰαὶ Λαβιηνός, ἀνὴρ ἐν τοῖς μάλιστα ϕος Καίσαρος ϰαὶ πρεσβευτὴς γεγονὼς ϰαὶ συνηγωνισμένος ἐν πᾶσι προθυμότατα τοĩς Κελτιϰoĩς πολέμοις, τότ᾽ ἐϰεĩνον ἀποδράς ἀφίϰετο πρòς Πομπήϊον’ ἀλλὰ τούτῳ μὲν ϰαὶ τὰ χρήματα ϰαὶ τὰς ἀποσϰευὰς ἀπέπεμψεν ὁ Καĩσαρ. [6] Δομιτίῳ135 δ᾽ ἡγουμένῳ σπειρῶν τριάϰοντα ϰαὶ ϰατέχοντι Κορφίνιον ἐπελθὼν, παρεστρατοπέδευσεν ὁ δ᾽ ἀπογνοὺς τὰ ϰαθ᾽ ἑαυτόν, ᾔτησε τòν ἰατρòν οἰϰέτην ὄντα φάρμαϰον, ϰαὶ λαβὼν τò δοθὲν ἔπιεν ὡς τεθνηξόμενος. [7] Μετ᾽ ὀλίγον δ᾽ ἀϰούσας τòν Καίσαρα θαυμαστῇ τινι φιλανθρωπίᾳ χρῆσθαι πρòς τοὺς ἑαλωϰότας, αὐτòς αὑτòν ἀπεθρήνει ϰαὶ τὴν ὀξύτητα τοῦ βουλεύματος ᾐτιᾶτο. [8] Τοῦ δ᾽ ἰατροῦ θαρρύναντος αὐτόν, ὡς ὑπνωτιϰόν, οὐ θανάσιμον πεπωϰότα, περιχαρὴς ἀναστὰς ἀπᾑεί πρòς Καίσαρα, ϰαὶ λαβὼν δεξιάν, άὖθις διεξέπεσε πρòς Πομπήϊον. [9] Ταῦτ᾽ εἰς τὴν ῾Ρώμην ἀπαγγελλόμενα τοὺς ἀνθρώπους ἡδίους ἐποίει, ϰαί τινες φυγόντες ἀνέστρεψαν.

[35, 1] ῾O δὲ Καĩσαρ τὴν τε τοῦ Δομιτίου στρατιὰν παρέλαβε, ϰαὶ τοὺς ἄλλους, ὅσους ἐν τάĩς πόλεσι Πομπηΐῳ στρατολογουμένους ἔφθασε ϰαταλαβών136. Πολὺς δὲ γεγονὼς ἤδη ϰαὶ φοβερός, ἐπ᾽ αὐτòν ἤλαυνε Πομπήϊον137. [2] ῾O δ᾽ οὐϰ ἐδέξατο τὴν ἔφοδον, ἀλλ᾽ εἰς Βρεντέσιον138 φυγών, τοὺς μὲν ὑπάτους139 πρότερον ἔστειλε μετὰ δυνάμεως εἰς Δυρράχιον, αὐτòς δ᾽ ὀλίγον ὕστερον ἐπελθόντος Καίσαρος ἐξέπλευσεν, ὡς ἐν τοĩς περὶ ἐϰείνου γραφησομένοις τὰ ϰαθ᾽ ἕϰαστον δηλωθήσεται140. [3] Καίσαρι δὲ βουλομένῳ μὲν εὐθὺς διώϰειν ἀπορία νεῶν ἦν141, εἰς δὲ τὴν ῾Ρώμην ἀνέστρεψε142, γεγονὼς ἐν ἡμέραις ἑξήϰοντα πάσης ἀναιμωτὶ τῆς ῾Ιταλίας ϰύριος. [4] ᾽Eπεὶ δὲ ϰαὶ τὴν πόλιν εὗρε μᾶλλον ἢ προσεδόϰα ϰαθεστῶσαν ϰαὶ τῶν ἀπò βουλῆς ἐν αὐτῇ συχνούς, τούτοις μὲν ἐπιειϰῆ ϰαὶ δημοτιϰὰ διελέχθη, παραϰαλῶν αὐτοὺς [ϰαὶ] πρòς Πομπήϊον ἀποστέλλειν ἄνδρας ἐπί συμβάσεσι πρεπούσαις˙· [5] ὑπήϰουσε δ᾽ οὐδείς, εἴτε φοβούμενοι Πομπήϊον ἐγϰαταλελειμμένον, εἴτε μὴ νομίζοντες οὕτω Καίσαρα φρονεĩν, ἀλλ᾽ εὐπρεπείᾳ λόγων χρῆσθαι.

[[6] Τοῦ δὲ δημάρχου Μετέλλου ϰωλύοντος αὐτòν ἐϰ τῶν ἀποθέτων χρήματα143 λαμβάνειν ϰαὶ νόμους τινὰς προφέροντος144, οὐϰ ἔφη τòν αὐτòν ὅπλων ϰαὶ νόμων ϰαιρòν εἶναι˙ [7] «σὺ δ᾽ εἰ τοĩς πραττομένοις δυσϰολαίνεις, νῦν μὲν ἐϰποδὼν ἄπιθι˙ παρρησίας γὰρ οὐ δεĩται πόλεμος˙ ὅταν δὲ ϰατάθωμαι τὰ ὅπλα συμβάσεων γενομένων, τότε παριὼν δημαγωγήσεις». [8] «Καὶ ταῦτ᾽» ἔφη «λέγω τῶν ἐμαυτοῦ διϰαίων ὑφιέμενος˙ ἐμòς γὰρ εἶ ϰαὶ σὺ ϰαὶ πάντες ὅσους εἴληφα τῶν πρòς ἐμὲ στασιασάντων». [9] Ταῦτα πρòς τòν Μέτελλον εἰπών, ἐβάδιζε πρòς τὰς θύρας Τοῦ ταμιείου. Μὴ φαινομένων δὲ τῶν ϰλειδῶν145, χαλϰεĩς μεταπεμψάμενος ἐϰϰόπτειν ἐϰέλευεν. [10] Αὖθις δ᾽ ἐνισταμένου Τοῦ Μετέλλου ϰαὶ τινων ἐπαινούντων, διατεινάμενος ἠπείλησεν ἀποϰτενεĩν αὐτόν, εἰ μὴ παύσαιτο παρενοχλῶν˙ «ϰαὶ τοῦτ᾽» ἔφη «μειράϰιον οὐϰ ἀγνοεĩς ὅτι μοι δυσϰολώτερον ἦν εἰπεĩν ἢ πρᾶξαι». [11] Οὗτος ὁ λόγος τότε ϰαὶ Μέτελλον ἀπελθεĩν ἐποίησε ϰαταδείσαντα, ϰαὶ τὰ ἄλλα ῥᾳχδίως αὐτῷ ϰαὶ ταχέως ὑπηρετεĩσθαι πρòς τòν πόλεμον.

[36, 1] ᾽Eστράτευσε δ᾽ εἰς ᾽Iβηρίαν146, πρότερον ἐγνωϰὼς τοὺς περὶ ᾽Aφράνιον147 ϰαὶ Βάρρωνα148 Πομπηΐου πρεσβευτὰς ἐϰβαλεĩν, ϰαὶ τὰς ἐϰεĩ δυνάμεις ϰαὶ τὰς ἐπαρχίας ὑφ᾽ αὑτῷ ποιησάμενος, οὕτως ἐπὶ Πομπήϊον ἐλαύνειν, μηδένα ϰατὰ νώτου τῶν πολεμίων ὑπολιπόμενος. [2] Κινδυνεύσας δὲ ϰαὶ τῷ σώματι πολλάϰις ϰατ᾽ ἐνέδρας ϰαὶ τῷ στρατῷ μάλιστα διὰ λιμόν, οὐϰ ἀνῆϰε πρότερον διώϰων ϰαὶ προϰαλούμενος ϰαὶ περιταφρεύων τοὺς ἄνδρας ἢ ϰύριος βίᾳ γενέσθαι τῶν στρατοπέδων ϰαὶ τῶν δυνάμεων. Οἱ δ᾽ ἡγεμόνες ᾢχοντο πρòς Πομπήϊον φεύγοντες.

[37, 1] ᾽Eπανελθόντα δ᾽ εἰς ῾Ρώμην Καίσαρα149 Πείσων μὲν ὁ πενθερòς παρεϰάλει πρòς Πομπήϊον ἀποστέλλειν ἄνδρας ὑπὲρ διαλύσεως, ᾽Iσαυριϰòς δὲ Καίσαρι χαριζόμενος ἀντεĩπεν. [2] Αἱρεθεὶς δὲ διϰτάτωρ ὑπò τῆς βουλῆς150, φυγάδας τε ϰατήγαγε ϰαὶ τῶν ἐπὶ Σύλλα δυστυχησάντων τοὺς παĩδας ἐπιτίμους ἐποίησε, ϰαὶ σεισαχθείᾳ τινὶ τόϰων ἐϰούφιζε τοὺς χρεωφειλέτας, ἄλλων τε τοιούτων ἥψατο πολιτευμάτων ****151 οὐ πολλῶν, ἀλλ᾽ ἐν ἡμέραις ἕνδεϰα152 τὴν μὲν μοναρχίαν ἀπειπάμενος, ὕπατον δ᾽ ἀναδείξας ἑαυτòν ϰαὶ Σερουΐλίον ᾽Iσαυριϰόν, εἴχετο τῆς στρατείας. [3] Kαὶ τὰς μὲν ἄλλας δυνάμεις ϰαθ᾽ ὁδòν ἐπειγόμενος παρῆλθεν, ἱππεĩς δ᾽ ἔχων λογάδας ἑξαϰοσίους ϰαὶ πέντε τάγματα, χειμῶνος ἐν τροπαĩς ὄντος, ἱσταμένου ᾽Iανουαρίου μηνòς (οὗτος δ᾽ ἃν εἴη Ποσειδεὼν ᾽Αθηναίοις) ἀφῆϰεν εἰς τò πέλαγος153˙ [4] ϰαὶ διαβαλὼν τòν ᾽Iόνιον ῎Ωριϰον ϰαὶ ᾽Απολλωνίαν αἱρεĩ, τὰ δὲ πλοĩα πάλιν ἀπέπεμψεν εἰς Βρεντέοπον ἐπὶ τοὺς ὑστερήσαντας τῇ πορείᾳ στρατιώτας. [5] Οἱ δ᾽ ἄχρι μὲν ϰαθ᾽ ὁδòν ἦσαν, ἄτε δὴ ϰαὶ παρηϰμαϰότες ἤδη τοĩς σώμασι ϰαὶ πρòς τὰ πλήθη τῶν πόνων ἀπειρηϰότες, ἐν αἰτίαις εἶχον τòν Καίσαρα˙ [6] «ποĩ δὴ ϰαὶ πρòς τί πέρας ἡμᾶς οὗτος ὁ ἀνήρ ϰαταθήσεται περιφέρων ϰαὶ χρώμένος ὥσπερ ἀτρύτοις ϰαὶ ἀψύχοις ἡμĩν; Kαὶ σίδηρος ἐξέϰαμε πληγαĩς, ϰαὶ θυρεοῦ φειδώ τίς ἐστιν ἐν χρόνῳ τοσούτῳ ϰαὶ θώραϰος. [7] Οὐδ᾽ ἀπò τῶν τραυμάτων ἄρα λογίζεται Καĩσαρ, ὅτι θνητῶν μὲν ἄρχει, θνητὰ δὲ πεφύϰαμεν πάσχειν ϰαὶ ἀλγεĩν; ῞Ωραν δὲ χειμῶνος ϰαὶ πνεύματος ἐν θαλάττη ϰαιρòν οὐδὲ θεῷ βιάξεσθαι δυνατόν˙ ἀλλ᾽ οὗτος παραβάλλεται, ϰαθάπερ οὐ διώϰων πολεμίους, ἀλλὰ φεύγων». [8] Τοιαῦτα λέγοντες ἐπορεύοντο σχολαίως εἰς τò Βρεντέσιον˙ ὡς δ᾽ ἐλθόντες εὗρον ἀνηγμένον τòν Καίσαρα, ταχὺ πάλιν αὖ μεταβαλόντες ἐϰάϰιζον ἑαυτούς, προδότας ἀποϰαλοῦντες τοῦ αὐτοϰράτορος, ἐϰάϰιζον δὲ ϰαὶ τοὺς ἡγεμόνας, οὐϰ ἐπιταχύναντας τὴν πορείαν. [9] Καθήμενοι δ᾽ ἐπὶ τῶν ἄϰρων, πρòς τò πέλαγος ϰαὶ τὴν ῎Hπειρον ἀπεσϰόπουν τὰς ναῦς, ἐφ᾽ ὧν ἔμέλλον περαιοῦσθαι πρòς ἐϰεĩνον.

[38, 1] ᾽Eν δ᾽ ᾽Απολλωνίᾳ154 Καĩσαρ οὐϰ ἔχων ἀξιόμαχον τὴν μεθ᾽ ἑαυτοῦ δύναμιν, βραδυνούσης δὲ τῆς ἐϰεĩθεν ἀπορούμενος ϰαὶ περιπαθῶν, δεινòν ἐβούλευσε βούλευμα, ϰρύφα πάντων εἰς πλοĩον ἐμβὰς τò μέγεθος δωδεϰάσϰαλμον ἀναχθῆναι πρòς τò Βρεντέσιον, τηλιϰούτοις στόλοις περιεχομένου τοῦ πελάγους ὑπò τῶν πολεμίων. [2] Νυϰτòς οὖν ἐσθῆτι θεράποντος ἐπιϰρυψάμενος ἐνέβη, ϰαὶ ϰαταβαλὼν ἑαυτòν ὥς τινα τῶν παρημελημένων ἡσύχαζε. [3] Τοῦ δ᾽ ᾽Αᾡου ποταμοῦ τὴν ναῦν ὑποφέροντος εἰς τὴν θάλασσαν, τὴν μὲν ἑωθινὴν αὔραν, ἣ παρεĩχε τηνιϰαῦτα περὶ τὰς ἐϰβολὰς γαλήνην, ἀπωθοῦσα πόρρω τò ϰῦμα, πολὺς πνεύσας πελάγιος διὰ νυϰτòς ἀπέσβεσε˙ [4] πρòς δὲ τὴν πλημμύραν τῆς θαλάττης ϰαὶ τὴν ἀντίβασιν Τοῦ ϰλύδώνος ἀγριαίνων ὁ ποταμός, ϰαὶ τραχὺς ἅμα ϰαὶ ϰτύπῳ μεγάλῳ ϰαὶ σϰληραĩς ἀναϰοπτόμενος δίναις, ἄπορος ἦν βιασθῆναι τῷ ϰυβερνήτη, ϰαὶ μεταβαλεĩν ἐϰέλευσε τοὺς ναύτας, ὡς ἀποστρέψων τòν πλοῦν. [5] Αἰσθόμενος δ᾽ ὁ Καĩσαρ ἀναδείϰνυσιν ἑαυτόν, ϰαὶ τοῦ ϰυβερνήτου λαβόμενος τῆς χειρός, ἐϰπεπληγμένόυ πρòς τὴν ὄψιν, «ϊθι» ἔφη «γενναĩε, τόλμα ϰαὶ δέδιθι μηδέν˙ Καίσαρα φέρεις ϰαὶ τὴν Καίσαρος Τύχην συμπλέουσαν». [6] ≺Εὐθὺς οὖν ἐπ≻ελάθοντο τοῦ χειμῶνας οἱ ναῦται, ϰαὶ ταĩς ϰώπαις ἐμφύντες ἐβιάζοντο πάση προθυμίᾳ τòν ποταμόν˙ ὡς δ᾽ ἦν ἄπορα, δεξάμενος πολλὴν θάλατταν ἐν τῷ στόματι ϰαὶ ϰινδυνεύσας, συνεχώρησε μάλ᾽ ἄϰων τῷ ϰυβερνήτῃ μεταβαλεĩν. [7] ᾽Aνιόντι δ᾽ αὐτῷ ϰατὰ πλῆθος ἀπήντων οἱ στρατιῶται, πολλὰ μεμφόμενοι ϰαὶ δυσπαθοῦντες, εἰ μὴ πέπεισται ϰαὶ σὺν αὐτοĩς μόνοις ἱϰανòς εἶναι νιϰᾶν, ἀλλ᾽ ἄχθεται ϰαὶ παραβάλλεται διὰ τοὺς ἀπόντας, ὡς ἀπιστῶν τοĩς παροῦσιν.

[39, 1] ᾽Εϰ τούτου ϰατέπλευσε μὲν ᾽Αντώνιος, ἀπò Βρεντεσίου τὰς δυνάμεις ἄγων155, θαρρήσας δὲ Καĩσαρ προὐϰαλεĩτο Πομπήϊον, ἱδρυμένον ἐν ϰαλῷ ϰαὶ χορηγούμενον ἔϰ τε γῆς ϰαὶ θαλάττης ἀποχρώντως, αὐτòς ἐν οὐϰ ἀφθόνοις διάγων ϰατ᾽ ἀρχάς, ὕστερον δὲ ϰαὶ σφόδρα πιεσθείς ἀπορίᾳ τῶν ἀναγϰαίων, [2] ἀλλὰ ῥίζαν τινὰ ϰόπτοντες οἱ στρατιῶται ϰαὶ γάλαϰτι φυρῶντες προσεφέροντο, ϰαὶ ποτε ϰαὶ διαπλάσαντες ἐξ αὐτῆς ἄρτους ϰαὶ ταĩς προφυλαϰαĩς τῶν πολεμίων ἐπιδραμόντες ἔβαλλον εἴσω ϰαὶ διερρίπτουν, ἐπιλέγοντες ὡς ἄχρι ἂν ἡ γῆ τοιαύτας ἐϰφέρη ῥίζας, οὐ παύσονται πολιορϰοῦντες Πομπήϊον. [3] ῾O μέντοι Πομπήϊος οὔτε τοὺς ἄρτους οὔτε τοὺς λόγους εἴα τούτους ἐϰφέρεσθαι πρòς τò πλῆθος˙ ἠθύμουν γὰρ οἱ στρατιῶται, τὴν ἀγριότητα ϰαὶ τὴν ἀπάθειαν τῶν πολεμίων ὥσπερ θηρίων ὀρρωδοῦντες.

[4] ᾽Αεὶ δὲ τινες περὶ, τοĩς ἐρύμασι τοĩς Πόμπηΐου μάχαι σποράδες ἐγίγνοντο, ϰαὶ περιῆν πάσαις ὁ Καĩσαρ πλὴν μιᾶς156, ἐν ᾗ τροπῆς μεγάλης γένομένης ἐϰινδύνευσεν ἀπολέσαι τò στρατόπεδον. [5] Πομπηΐου γὰρ προσβαλόντος οὐδεὶς ἔμεινεν, ἀλλά ϰαὶ τάφροι ϰατεπίμπλαντο ϰτεινομένων, ϰαὶ περὶ τοĩς αὑτῶν χαραϰώμασι ϰαὶ περιτειχίσμασιν ἔπιπτον ἐλαυνόμενοι προτροπάδην. [6] Καĩσαρ δ᾽ ὑπαντιάζων ἐπειρᾶτο μὲν ἀναστρέφειν τοὺς φεύγοντας, ἐπέραινε δ᾽ οὐδέν, ἀλλ᾽ ἐπιλαμβανομένου τῶν σημείων ἀπερρίπτουν oἱ ϰομίζοντες, ὥστε δύο ϰαὶ τριάϰοντα λαβεĩν τοὺς πολεμίους, αὐτòς δὲ παρὰ μιϰρòν ἦλθεν ἀποθανεĩν. [7] ᾽Aνδρὶ γὰρ μεγάλῳ ϰαὶ ῥωμαλέῳ φεύγοντι παρ᾽ αὐτòν ἐπιβαλὼν τὴν χεĩρα, μένειν ἐϰέλευσε ϰαὶ στρέφεσθαι πρòς τοὺς πολεμίους˙ ὁ δὲ μεστòς ὤν ταραχῆς παρὰ τò δεινόν, ἐπήρατο τὴν μάχαιραν ὡς ϰαθιζόμενος, φθάνει δ᾽ ὁ τοῦ Καίσαρος ὑπασπιστὴς ἀποϰόψας αὐτοῦ τòν ὦμον. [8] Οὕτω δ᾽ ἀπέγνω ≺τότε≻ τὰ ϰαθ᾽ αὑτόν, ὥστ᾽ ἐπεὶ Πομπήϊος ὑπ᾽ εὐλαβείας τινòς ἢ τύχης ἔργῳ μεγάλῳ τέλος οὐϰ ἐπέθηϰεν, ἀλλὰ ϰαθείρξας εἰς τòν χάραϰα τοὺς φεύγοντας ἀνεχώρησεν, εἶπεν ἄρα πρòς τοὺς φίλους ἀπιὼν ὁ Καĩσαρ˙ «σήμερον ἄν ἡ νίϰη παρὰ τοĩς πολεμίοις ἦν, εἰ τòν νιϰῶντα εἶχον». [9] Αὐτòς δὲ παρελθὼν εἰς τὴν σϰηνὴν ϰαὶ ϰαταϰλιθείς, νύϰτα παςῶν ἐϰείνην ἀνιαροτάτην διήγαγεν ἐν ἀπόροις λογισμοĩς, ὡς ϰαϰῶς ἐστρατηγηϰώς, ὅτι ϰαὶ χώρας ἐπιϰειμένης βαθείας ϰαὶ πόλεων εὐδαιμόνων τῶν Μαϰεδονιϰῶν ϰαὶ Θετταλιϰῶν, ἐάσας ἐϰεĩ περισπάσαι τòν πόλεμον ἐνταῦθα ϰαθέζοιτο πρòς Θαλάττῃ, ναυϰρατούντων τῶν πολεμίων πολιορϰούμένος τοĩς ἀναγϰαίοις μᾶλλον ἢ τοĩς ὅπλοις πολιορϰῶν. [10] Οὔτω δὴ ῥιπτασθεὶς ϰαὶ ἀδημονήσας πρòς τὴν ἀπορίαν ϰαὶ χαλεπότητα τῶν παρόντων, ἀνίστη τòν στρατόν, ἐπὶ Σϰιπίωνα προάγειν εἰς Μαϰεδονίαν ἐγνωϰώς157˙ [11] ἢ γὰρ ἐπισπάσεσθαι Πομπήϊον, ὅπου μαχεĩται μὴ χορηγούμενος ὁμοίως ἀπò τῆς θαλάττης, ἢ περιέσεσθαι μεμονωμένου Σϰιπίωνος.

[40, 1] Τοῦτο τὴν Πομπηΐου στρατιὰν ἐπῆρε ϰαὶ τοὺς περὶ αὐτòν ἡγεμόνας ὡς ἡττημένου ϰαὶ φεύγοντος ἔχεσθαι Καίσαρος. [2] Αὐτòς μὲν γὰρ εὐλαβῶς εἶχε Πομπήϊος ἀναρρĩψαι μάχην περὶ τηλιϰούτων, ϰαὶ παρεσϰευασμένος ἄριστα πᾶσι πρòς τòν χρόνον, ἠξίου τρίβειν ϰαὶ μαραίνειν τὴν τῶν πολεμίων ἀϰμήν, βραχεĩαν οὖσαν, [3] Tò γάρ τοι μαχιμώτατον τῆς Καίσαρος δυνάμεως ἐμπειρίαν μὲν εἶχε ϰαὶ τόλμαν ἀνυπόστατον πρòς τοὺς ἀγῶνας, ἐν δὲ ταĩς πλάναις ϰαὶ ταĩς στρατοπεδείαις ϰαὶ τειχοφυλαϰοῦντες ϰαὶ νυϰτεγερτοῦντες ἐξέϰαμνον ὑπò γήρως, ϰαὶ βαρεĩς ἦσαν τοĩς σώμασι πρòς τοὺς πόνους, δι᾽ ἀσθένειαν ἐγϰαταλείποντες τὴν προθυμίαν. [4] Τότε δὲ ϰαὶ τι νόσημα λοιμῶδες ἐλέχθη, τὴν ἀτοπίαν τῆς διαίτης ποιησάμενον ἀρχήν, ἐν τῇ στρατιᾷ περιφέρεσθαι τῇ Καίσαρος, ϰαὶ τò μέγιστον, οὔτε χρήμασιν ἐρρωμένος οὔτε τροφῆς εὐπορῶν, χρόνου βραχέος ἐδόϰει περὶ αὑτῷ ϰαταλυθήσεσθαι.

[41, 1] Διὰ ταῦτα Πομπήϊον μάχεσθαι μὴ βουλόμενον μόνος ἐπᾑνει Κάτων φειδοĩ τῶν πολιτῶν˙ ὅς γε ϰαὶ τοὺς πεσόντας ἐν τῇ μάχῃ τῶν πολεμίων εἰς χιλίους τò πλῆθος γενομένους ἰδών, ἀπῆλθεν ἐγϰαλυψάμενος ϰαὶ ϰαταδαϰρύσας. [2] Οἱ δ᾽ ἄλλοι πάντες έϰάϰιζον τόν Πομπήϊον φυγομαχοῦντα ϰαὶ παρώξυνον, ᾽Aγαμέμνονα ϰαὶ βασιλέα βασιλέων ἀποϰαλοῦντες, ὡς δὴ μὴ βουλόμενον ἀποθέσθαι τὴν μοναρχίαν, ἀλλ᾽ ἀγαλλόμενον ἡγεμόνων τοσούτων ἐξηρτημένων αὐτοῦ ϰαὶ φοιτώντων ἐπὶ σϰηνήν. [3] Φαώνιος δὲ τὴν Κάτωνος παρρησίαν ὑποποιούμενος μανιϰῶς, ἐσχετλίαξεν εἰ μηδὲ τῆτες ἔσται τῶν περὶ Τουσϰλάνον ἀπολαῦσαι σύϰων διὰ τὴν Πομπηΐου φιλαρχίαν. [4] ᾽Aφράνιος δὲ (νεωστί γάρ ἐξ ᾽Iβηρίας ἀφĩϰτο ϰαϰῶς στρατηγήσας) διαβαλλόμενος ἐπὶ χρήμασι προδοῦναι τòν στρατόν, ἠρώτα διὰ τί πρòς τòν ἔμπορον οὐ μάχονται τòν ἐωνημένον παρ᾽ αὐτοῦ τὰς ἐπαρχίας. [5] ᾽Εϰ τούτων ἁπάντων συνελαυνόμενος ἄϰων εἰς μάχην ὁ Πομπήϊος ἐχώρει τòν Καίσαρα διώϰων. [6] ῾O δὲ τὴν μὲν ἄλλην πορείαν χαλεπῶς ἤνυσεν, οὐδενòς παρέχοντας ἀγοράν, ἀλλὰ πάντων ϰαταφρονούντων διὰ τὴν ἔναγχος ἧτταν˙ [7] ὡς δ᾽ εἷλε Γόμφους Θεσσαλιϰὴν πόλιν158, οὐ μόνον ἔθρεψε τὴν στρατιάν, ἀλλὰ ϰαὶ τοῦ νοσήματος ἀπήλλαξε παραλόγως. [8] ᾽Aφθόνῳ γὰρ ἐνέτυχον οἴνῳ, ϰαί, πιόντες ἀνέδην, εἴτα χρώμενοι ϰώμοις ϰαὶ βαϰχεύοντες ἀνὰ τὴν ὁδòν ἐϰ μέθης, διεϰρούσαντο ϰαὶ παρήλλαξαν τò πάθος, εἰς ἕξιv ἑτέραν τοĩς σώμασι μεταπεσόντες.

[42, 1] Ὡς δ᾽ εἰς τὴν Φάρσαλίαν159 ἐμβαλόντες ἀμφότεροι ϰατεστρατοπέδευσαν, ὁ μὲν Πομπήϊος αὖθις εἰς τòν ἀρχαĩον ἀνεϰρούετο λογισμòν τὴν γνώμην, ἔτι ϰαὶ φασμάτων οὐϰ αἰσίων προσγενομένων ϰαὶ ϰαθ᾽ ὕπνον ὄψεως˙ ἐδόϰει γὰρ ἑαυτòν ὁρᾶν ἐν τῷ θεάτρῳ ϰροτούμενον ὑπò ῾Ρωμαίων. [2] Οἱ δὲ περὶ αὐτòν οὕτω θρασεĩς ἦσαν ϰαὶ τò νίϰημα ταĩς ἐλπίσι προειληφότες, ὥστε φιλονιϰεĩν ὑπὲρ τῆς Καίσαρος ἀρχιερωσύνης Δομίτιον ϰαὶ Σπινθῆρα ϰαὶ Σϰιπίωνα διαμιλλωμένους ἀλλήλοις, πέμπειν δὲ πολλούς εἰς ῾Ρώμην, μισθουμένους ϰαὶ προϰαταλαμβάνοντας οἰϰίας ὑπατεύουσι ϰαὶ στρατηγοῦσιν ἐπιτηδείους, ὡς εὐθὺς ἄρξοντες μετὰ τòν πόλεμον160. [3] Μάλιστα δ᾽ ἐσφάδαζον οἱ ἵππείς ἐπὶ τὴν μάχην, ἠσϰημένοι περιττῶς ὅπλων λαμπρότησι ϰαὶ τροφαĩς ἵππων ϰαὶ ϰάλλεσι Οώμάτων, μέγα φρονοῦντες ϰαὶ διὰ τò πλῆθος, ἑπταϰισχίλιοι πρòς χιλίους τοὺς Καίσαρος ὄντες. [4] ῏Hv δὲ ϰαὶ τò τῶν πεζῶν πλῆθος οὐϰ ἀγχώμαλον, ἀλλά τετραϰισμύριοι ϰαὶ πενταϰισχίλιοι παρετάττοντο δισμυρίοις ϰαὶ δισχιλίοις.

[43, 1] ῾Ο δὲ Καĩσαρ τοὺς στρατιώτας συναγαγών, ϰαὶ προειπὼν ὡς δύο μὲν αὐτῷ τάγματα Κορνιφίϰιος161 ἄγων ἐγγύς ἐστιν, ἄλλαι δὲ πεντεϰαίδεϰα σπεĩφαι μετὰ Καληνοῦ ϰάθηνται περὶ Μέγαρα ϰαὶ ᾽Αθήνας162, ἠρώτησεν εἴτε βούλονται περιμένειν ἐϰείνους, εἴτ᾽ αὐτοὶ διαϰινδυνεῦσαι ϰαθ᾽ ἑαυτούς. [2] Οἱ δ᾽ ἀνεβόησαν δεόμενοι μὴ περιμένειν, ἀλλὰ μᾶλλον ὅπως τάχιστα συνίασιν εἰς χεĩρας τοĩς πολεμίοις τεχνάζεσθαι ϰαὶ στρατηγεĩν. [3] Ποιουμένῳ δὲ ϰαθαρμòν αὐτῷ τῆς δυνάμεως ϰαὶ θύσαντι τò πρῶτον ἱερεĩον εὐθὺς ὁ μάντις163 ἔφραζε, τριῶν ἡμερῶν μάχη ϰριθήσεσθαι πρòς τοὺς πολεμίους. [4] ᾽Eρομένου δὲ τοῦ Καίσαρος, εἰ ϰαὶ περὶ τοῦ τέλους ἐνορᾷ τι τοĩς ἱεροĩς εὔσημον, «αὐτòς ἃν» ἔφη «σὺ τοῦτο βέλτιον ὑποϰρίναιο σαυτῷ˙ μεγάλην γὰρ οἰ θεοὶ μεταβολὴν ϰαὶ μετάπτωσιν ἐπὶ τὰ ἐναντία τῶν ϰαθεστώτων δηλοῦσιν, ὥστ᾽ εἰ μὲν εὖ πράττειν ἡγῇ σεαυτòν ἐπὶ τῷ παρόντι, τὴν χείρονα προσδόϰα τύχην˙ εἰ δὲ ϰαϰῶς, τὴν ἀμείνονα». [5] Τῇ δὲ πρò τῆς μάχης νυϰτὶ τὰς φυλαϰὰς ἐφοδεύοντος αὐτοῦ περὶ τò μεσονύϰτιον, ὤφθη λαμπὰς οὐρανίου πυρός, ἣν ὑπερενεχθεĩσαν τò Καίσαρος στρατόπεδον λαμπρὰν ϰαὶ φλογώδη γενομένην ἔδοξεν εἰς τò Πομπηΐου ϰαταπεσεĩν. [6] ῾Εωθινῆς δὲ φυλαϰῆς ϰαὶ πανιϰòν τάραχον ᾔσθοντο γιγνόμενον παρὰ τοĩς πολεμίοις. [7] Οὐ μὴν μαχεĩσθαί γε ϰατ᾽ ἐϰείνην προσεδόϰα τὴν ἡμέραν164, ἀλλ᾽ ὡς ἐπὶ Σϰοτούσσης165 ὁδεύσων ἀνεζεύγνυεν.

[44, 1] ᾽Eπεὶ δὲ τῶν σϰηνῶν ἤδη ϰαταλελυμένων166 οἱ σϰοποὶ προσίππευσαν αὐτῷ, τοὺς πολεμίους ἐπὶ μάχη ϰαταβαίνειν ἀπαγγέλλοντες, περιχαρὴς γενόμένος ϰαὶ προσευξάμενος τοĩς θεοĩς, παρέταττε τὴν φάλαγγα, τὴν τάξιν τριπλῆν ποιῶν167. [2] Kαὶ τοĩς μὲν μέσοις ἐπέστησε Καλβĩνον Δομίτιον168, τῶν δὲ ϰεράτων τò μὲν εἶχεν ᾽Αντώνιος, αὐτòς δὲ τò δεξιόν, ἐν τῷ δεϰάτω τάγματι μέλλων μάχεσθαι. [3] Κατὰ τοῦτο δὲ τοὺς τῶν πολεμίων ἱππεĩς169 ἀντιταττομένους ὁρῶν, ϰαὶ δεδοιϰὼς τὴν λαμπρότητα ϰαὶ τò πλῆθος αὐτῶν, ἀπò τῆς ἐσχάτης τάξεως ἀδήλως ἐϰέλευσε περιελθεĩν πρòς ἑαυτòν ἕξ σπείρας ϰαὶ ϰατόπιν ἔστησε τοῦ δεξιοῦ, διδάξας ἅ χρὴ ποιεĩν ὅταν οἱ τῶν πολεμίων ἱππεĩς προσφέρωνται. [4] Πομπήϊος δὲ τò μὲν αὐτòς εἶχε τῶν ϰεράτων170, τò δ᾽ εὐώνυμον Δομίτιος, τοῦ δὲ μέσου Σϰιπίων ἦρχεν ὁ πενθερός. [5] Οἱ δ᾽ ἱππεĩς ἅπαντες ἐπὶ τò ἀριστερòν ἔβρισαν, ὡς τò δεξιòν ϰυϰλωσόμενοι τῶν πολεμίων ϰαὶ λαμπρὰν περὶ αὐτòν τòν ἡγεμόνα ποιησόμενοι τροπήν [6] οὐδὲν γὰρ ἀνθέξειν βάθος ὁπλιτιϰής φάλαγγος, ἀλλὰ συντρίψεσθαι ϰαὶ ϰαταρράξεσθαι πάντα τοĩς ἐναντίοις ἐπιβολῆς ἅμα τοσούτων ἱππέων γενομένης. [7] ᾽Eπεὶ δὲ σημαίνειν ἔμέλλον ἀμφότεροι τὴν ἔφοδον, Πομπήϊος μὲν ἐϰέλευσε τοὺς ὁπλίτας ἑστῶτας ἐν προβολῇ ϰαὶ μένοντας ἀραρότως δέχεσθαι τὴν ἐπιδρομὴν τῶν πολεμίων, μέχρι ἃν ὑσσοῦ βολῆς ἐντòς γένωνται171. [8] Καĩσαρ δὲ ϰαὶ περὶ τοῦτο διαμαρτεĩν φησιν αὐτόν, ἀγνοήσαντα τὴν μετὰ δρόμου ϰαὶ φόρᾶς ἐν ἀρχῇ γινομένην σύρραξιν, ὡς ἔv τε ταĩς πλήγαĩς βίαν προστίθησι, ϰαὶ συνεϰϰαίει τòν θυμòν ἐϰ ≺τοῦ ἀ≻ παντᾶν ἀναρριπιζόμενον.

[9] Αὐτòς δὲ ϰινεĩν τὴν φάλαγγα μέλλων ϰαὶ προϊὼν ἐπ᾽ ἔργον ἤδη, πρῶτον ὁρᾷ τῶν ταξιάρχων ἄνδρα πιστòν αὐτῷ ϰαὶ πολέμων ἔμπειρον, ἐπιθαρσύνοντα τοὺς ὑφ᾽ αὑτῷ ϰαὶ προϰαλούμενον εἰς ἅμιλλαν ἀλϰῆς. [10] Τοῦτον ὀνομαστὶ προσαγορεύσας, «τί ἐλπίζομεν» εἶπεν «ὦ Γάϊε Κρασσίνιε, ϰαὶ πῶς [τι] θάρσους ἔχομεν;». ῾O δὲ Κρασσίνιος ἐϰτείνας τὴν δεξιὰν ϰαὶ μέγα βοήσας, «νιϰήσομεν» ἔφη «λαμπρῶς ὦ Καĩσαρ˙ ἐμὲ δ᾽ ἢ ζῶντα τήμερον ἢ τεθνηϰότα ἐπαινέσεις». [11] Ταῦτ᾽ εἰπὼν πρῶτος ἐμβάλλει τοĩς πολεμίοις δρόμῳ, συνεπισπασάμενος τοὺς περὶ ἑαυτòν ἑϰατòν ϰαὶ εἴϰοσι στρατιώτας. [12] Διαϰόψας δὲ τοὺς πρώτους, ϰαὶ πρόσω χωρῶν φόνῳ πολλῷ ϰαὶ βιαζόμενος ἀναϰόπτεται ξίφει πληγεὶς διὰ τοῦ στόματος, ὥστε ϰαὶ τὴν ἀϰμὴν ὑπὲρ τò ἰνίον ἀνασχεĩν.

[45, 1] Οὕτω δὲ τῶν πεζῶν ϰατὰ τò μέσον συρραγέντων ϰαὶ μαχομένων, ἀπò τοῦ ϰέρατος οἱ τοῦ Πομπηΐου ἱππεĩς σοβαρῶς ἐπήλαυνον, εἰς ϰύϰλωσιν τοῦ δεξιοῦ τὰς ἴλας ἀναχεόμενοι˙ [2] ϰαὶ πρὶν ἢ προσβαλεĩν αὐτούς, ἐϰτρέχουσιν αἱ σπεĩραι παρὰ Καίσαρος, οὐχ ὥσπερ εἰώθεσαν ἀϰοντίσμασι χρώμενοι τοĩς ὑσσοĩς, οὐδὲ μηροὺς παίοντες ἐϰ χειρòς ἢ ϰνήμας τῶν πολεμίων, ἀλλὰ τῶν ὄψεων ἐφιέμενοι ϰαὶ τὰ πρόσωπα συντιτρώσϰοντες, ὑπò Καίσαρος δεδιδαγμένοι τοῦτο ποιεĩν, [3] ἐλπίζοντος ἄνδρας οὐ πολλὰ πολέμοις οὐδὲ τραύμασιν ὡμιληϰότας, νέους δὲ ϰαὶ ϰομῶντας ἐπὶ ϰάλλει ϰαὶ ὥρᾳ, μάλιστα τὰς τοιαύτας πληγὰς ὑπόψεσθαι ϰαὶ μὴ μενεĩν, τòν ἐν τῷ παρόντι ϰίνδυνον ἅμα ϰαὶ τὴν αὖθις αἰσχύνην δεδοιϰότας. [4] ῝O δὴ ϰαὶ συνέβαινεν˙ οὐ γὰρ ἠνείχοντο τῶν ὑσςῶν ἀναφερομένων, οὐδ᾽ ἐτόλμων ἐν ὀφθαλμοĩς τòν σίδηρον ὁρῶντες, ἀλλ᾽ ἀπεστρέφοντο ϰαὶ συνεϰαλύπτοντο, φειδόμενοι τῶν προσώπων’ [5] ϰαὶ τέλος ούτως ταράξαντες έαυτούς ἐτράποντο φεύγειν, αἴσχιστα λυμηνάμενοι τò σύμπαν. [6] Εὐθὺς γὰρ οἱ μὲν νενιϰηϰότες τούτους ἐϰυϰλοῦντο τοὺς πεζοὺς ϰαὶ ϰατὰ νώτου προσπίπτοντές ἔϰοπτον. [7] Πομπήϊος δ᾽ ὡς ϰατεĩδεν ἀπò θατέρου τοὺς ἱππεĩς φυγῇ σϰεδασθέντας, οὐϰέτ᾽ ἦν ὁ αὐτòς οὐδ᾽ ἐμέμνητο Πομπήϊος ὤν Μᾶγνος, ἀλλ᾽ ὑπò θεοῦ μάλιστα βλαπτομένῳ τὴν γνώμην ἐοιϰώς [ἢ διὰ θείας ἥττης τεθαμβημένος], ἄφθογγος ᾢχετ᾽ ἀπιὼν ἐπὶ σϰηνήν, ϰαὶ ϰαθεζόμενος ἐϰαραδόϰει τò μέλλον, ἄχρι οὗ τροπῆς ἁπάντων γενομένης ἐπέβαινον οἱ πολέμιοι τοῦ χάραϰος ϰαὶ διεμάχοντο πρòς τοὺς φυλάττοντας. [8] Τότε δ᾽ ὥσπερ ἔννους γενόμενος, ϰαὶ ταύτην μόνην ὥς φασι φωνὴν ἀφεὶς «οὐϰοῦν ϰαὶ ἐπὶ τὴν παρεμβολήν;», ἀπεδύσατο μὲν τὴν ἐναγώνιον ϰαὶ στρατηγιϰὴν ἐσθῆτα, φεύγοντι δὲ πρέπουσαν μεταλαβὼν ὑπεξῆλθεν172.

[9] ᾽Aλλ᾽ οὗτος μὲν οἵαις ὕστερον χρησάμενος τύχαις, ὅπως τε παραδοὺς ἑαυτòν τοĩς Αἰγυπτίοις ἀνδράσιν ἀνηρέθη, δήλοῦμεν ἐν τοĩς περὶ ἐϰείνου γράμμασιν.

[46, 1] ῾O δὲ Καĩσαρ ὡς ἐν τῷ χάραϰι τοῦ Πομπηΐου γενόμενος τούς τε ϰειμένους νεϰροὺς ἢδη τῶν πολεμίων εἶδε ϰαὶ τοὺς ἔτι ϰτεινομένους, εἶπεν ἄρα στενάξας˙ «τοῦτ᾽ ἐβουλήθησαν, εἰς τοῦτό μ᾽ ἀνάγϰης ὑπηγάγοντο, ἴνα Γάϊος Καĩσαρ ὁ μεγίστους πολέμους ϰατορθώσας, εἰ προηϰάμην τὰ στρατεύματα, ϰἃν ϰατεδιϰάσθην». [2] Ταῦτά φησι Πολλίων ᾽Ασίνιος τὰ ῥήματα ῾Ρωμαϊστὶ μὲν ἀναφθέγξασθαι τòν Καίσαρα παρὰ τòν τότε ϰαιρόν, ῾Ελληνιστὶ δ᾽ ὑφ᾽ αὑτοῦ γεγράφθαι˙ [3] τῶν δ᾽ ἀποθανόντων τοὺς πλείστους οἰϰέτας γενέσθαι, περὶ τὴν ϰατάληψιν τοῦ χάραϰος ἀναιρεθέντας, στρατιώτας δὲ μὴ πλείους ἑξαϰισχιλίων πεσεĩν173. [4] τῶν δὲ ζώντων ἀλόντων ϰατέμειξε τοὺς πλείστους ὁ Καĩσαρ εἰς ≺τά εαυτού≻ τάγματα˙ πολλοĩς δὲ ϰαὶ τῶν ἐπιφανῶν ἄδειαν ἔδωϰεν, ὥν ϰαὶ Βροῦτος ἦν ὁ ϰτείνας αὐτòν ὕστερον174, ἐφ᾽ ᾧ λέγεται μὴ φαινομένῳ μὲν ἀγωνιᾶσαί, σωθέντος δὲ ϰαὶ παραγενομένου πρòς αὐτòν ἡσθῆναι διαφερόντως.

[47, 1] Σημείων δὲ πολλῶν γενομένων τῆς νίϰης ἐπιφανέστατον ἱστορεĩται τò περὶ Τράλλεις175. [2] ᾽Eν γὰρ ἱερῷ Νίϰης ἀνδριὰς εἱστήϰει Καίσαρος, ϰαὶ τò περὶ αὐτῷ χωρίον αὐτό τε στερεòν φύσει ϰαὶ λίθῳ σϰληρῷ ϰατεστρωμένον ἦν ἄνωθεν˙ ἐϰ τούτου λέγουσιν ἀνατεĩλαι φοίνιϰα παρὰ τὴν βάσιν τοῦ ἀνδριάντος. [3] ᾽Eν δὲ Παταβίῳ Γάϊος Κορνήλιος, ἀνὴρ εὐδόϰιμος ἐπὶ μαντιϰή, Λιβίου τοῦ συγγραφέως πολίτης ϰαὶ γνώριμος, ἐνύγχανεν ἐπ᾽ οἰωνοĩς ϰαθήμενος ἐϰείνην τὴν ἡμέραν. [4] ϰαὶ πρῶτον μέν, ὡς Λίβιός φησι, τòν ϰαιρòν ἔγνω τῆς μάχης, ϰαὶ πρòς τοὺς παρόντας εἶπεν ὅτι ϰαὶ δὴ περαίνεται τò χρῆμα ϰαὶ συνίασιν εἰς ἔργον οἱ ἄνδρες. [5] Αὖθις δὲ πρòς τῇ θέᾳ γενόμενος ϰαὶ τὰ σημεĩα ϰατιδών, ἀνήλατο μετ᾽ ἐνθουσιασμοῦ βοῶν «νιϰᾷς ὦ Καĩσαρ». [6] ᾽Eϰπλαγέντων δὲ τῶν παρατυχόντων, περιελὼν τòν στέφανον ἀπò τῆς ϰεφαλῆς ἐνώμοτος ἔφη μὴ πρὶν ἐπιθήσεσθαι πάλιν, ἢ τῇ τέχνη μαρτυρῆσαι τò ἔργον. Ταῦτα μὲν οὖν ὁ Λίβιος οὕτως γενέσθαι ϰαταβεβαιοῦται.

[48, 1] Καĩσαρ δὲ τῷ Θετταλῶν ἔθνει τὴν ἐλευθερίαν ἀναθεὶς176 νιϰητήριον, ἐδίωϰε Πομπήϊον177˙ ἁψάμενος δὲ τῆς ᾽Aσίας, Κνιδίους τε Θεοπόμπῳ τῷ συναγαγόντι τοὺς μύθους178 χαριζόμενος ἠλευθέρωσε, ϰαὶ πᾶσι τοĩς τὴν ᾽Aσίαν ϰατοιϰοῦσι τò τρίτον τῶν φόρων ἀνῆϰεν. [2] Eἰς δ᾽ ᾽Αλεξάνδρειαν ἐπὶ Πομπηΐῳ τεθνηϰότι179 ϰαταχθείς, Θεόδοτον180 μὲν ἀπεστράφη, τὴν ΓΙομπηΐου ϰεφαλήν προσφέροντα, τὴν δὲ σφραγĩδα δεξάμενος τοῦ ἀνδρòς ϰατεδάϰρυσεν˙ [3] ὅσοι δὲ τῶν ἑταίρων αὐτοῦ ϰαὶ συνήθων πλανώμενοι ϰατὰ τὴν χώραν ἑαλώϰεσαν ὑπò τοῦ βασιλέως, πάντας εὐεργέτησε ϰαὶ προσηγάγετο. [4] Τοĩς δὲ φίλοις εἰς ῾Ρώμην ἔγραφεν, ὅτι τῆς νίϰης ἀπολαύοι τοῦτο μέγιστον ϰαὶ ἥδιστον, τò σῷζειν τινάς ἀεὶ τῶν πεπολεμηϰότων πολιτῶν αὐτῷ. [5] Τòν δ᾽ αὐτόθι πόλεμον οἱ μὲν οὐϰ ἀναγϰαĩον, ἀλλ᾽ ἔρωτι Κλεοπάτρας ἄφοξον αὐτῷ ϰαὶ ϰινδυνώδη γενέσθαι λέγουσιν, οἱ δὲ τοὺς βασιλιϰούς αἰτιώνται, ϰαὶ μάλιστα τòν εὐνοῦχον Ποθεινόν, ὅς πλεĩστον δυνάμενος181, ϰαί Πομπήϊον μὲν ἀνηρηϰὼς ἔναγχος, ἐϰβεβληϰὼς δὲ Κλεοπάτραν, ϰρύφα μὲν ἐπεβούλευε τῷ Καίσαρι [6] — ϰαὶ διὰ τοῦτό φασιν αὐτòν ἀρξάμενον ἔхοτε διανυϰτερεύειν ἐν τοĩς πότοις ἕνεϰα φυλαϰῆς τοῦ σώματος —, φανερῶς δ᾽ οὐϰ ἦν ἀνεϰτός, ἐπίφθονα πολλὰ ϰαὶ πρòς ὕβριν εἰς τòν Καίσαρα λέγων ϰαὶ πράττων.

[7] Τοὺς μὲν γὰρ στρατιώτας τòν ϰάϰιστον μετρουμένους ϰαὶ παλαιότατον σĩτον ἐϰέλευσεν ἀνέχεσθαι ϰαὶ στέργειν ἐσθίοντας τὰ ἀλλότρια, πρòς δὲ τὰ δεĩπνα σϰεύεσιν ἐχρῆτο ξυλίνοις ϰαὶ ϰεραμεοĩς, ὡς τὰ χρυςᾶ ϰαὶ ἀργυρᾶ πάντα Καίσαρος ἔχοντος εἴς τι χρέος. [8] ῎Ωφειλε γὰρ ὁ τοῦ βασιλεύοντος τότε πατὴρ Καίσαρι χιλίας ἑπταϰόςίας πεντήϰοντα μυριάδας, ὧν τὰς μὲν ἄλλας ἀνῆϰε τοĩς παισίν αὐτοῦ πρότερον ὁ Καĩσαρ, τὰς δὲ χιλίας ἠξίου τότε λαβὼν διαθρέψαι τò στράτευμα182. [9] Τοῦ δὲ Ποθεινοῦ νῦν μὲν αὐτòν άπιέναι ϰαὶ τῶν μεγάλων ἔχεσθαι πραγμάτων ϰελεύοντος, ὕστερον δὲ ϰομιεĩσθαι μετὰ χάριτος, εἰπὼν ὡς Αἰγυπτίων ἐλάχιστα δέοιτο συμβούλων, ϰρύφα τὴν Κλεοπάτραν ἀπò τῆς χώρας μετεπέμπετο183.

[49, 1] Κἀϰείνη παραλαβοῦσα τῶν φίλων ᾽Απολλόδωρον τòν Σιϰελιώτην μόνον, εἰς ἀϰάτιον μιϰρòν ἐμβᾶσα, τοĩς μὲν βασιλείοις προσέσχεν ἤδη συσϰοτάζοντος˙ [2] ἀπόρου δὲ τοῦ λαθεĩν ὄντος ἄλλως, ἡ μὲν εἰς στρωματόδεσμον ἐνδῦσα προτείνει μαϰρὰν ἑαυτήν, ὁ δ᾽ ᾽Απολλόδωρος ἱμάντι συνδήσας τòν στρωματόδεσμον εἰσϰομίζει διὰ θυρῶν πρòς τòν Καίσαρα184. [3] Καὶ τούτῳ τε πρώτῳ λέγεται τῷ τεχνήματι τῆς Κλεοπάτρας ἁλῶναι λαμυρᾶς φανείσης, ϰαὶ τῆς ἄλλης ὁμιλίας ϰαὶ χάριτος ἥττων γενόμενος, διαλλάξαι πρòς τòν ἀδελφòν ὡς συμβασιλεύσουσαν. [4] ῎Eπειτα δ᾽ ἐπὶ ταĩς διαλλαγαĩς ἑστιωμένων ἁπάντων, οἰϰέτης Καίσαρος ϰουρεύς, διὰ δειλίαν ᾗ πάντας ἀνθρώπους ὑπερέβαλεν οὐδὲν ἐῶν ἀνεξέταστον, ἀλλ᾽ ὠταϰουστῶν ϰαὶ πολυπραγμονῶν, συνῆϰεν ἐπιβουλὴν Καίσαρι πραττομένην ὑπ᾽ ᾽Aχιλλᾶ τοῦ στρατηγοῦ ϰαὶ Ποθεινοῦ τοῦ εὐνούχου. [5] Φωράσας δ᾽ ὁ Καĩσαρ, Φρουρὰν μὲν περιέστησε τῷ ἀνδρῶνι, τòν δὲ Ποθεινòν ἀνεĩλεν185 ὁ δ᾽ ᾽Aχιλλᾶς φυγὼν εἰς τò στρατόπεδον περιΐστησιν αὐτῷ βαρὺν ϰαὶ δυσμεταχείριστον πόλεμον, ὀλιγοστῷ τοσαύτην ἀμυνομένῷ πόλιν ϰαὶ δύναμιν186. [6] ᾽Eν ῷ πρῶτον μὲν ἐϰινδύνευσεν ὕδατος ἀποϰλεισθείς˙ αἱ γὰρ διώρυχες ἀπῳϰοδομήθησαν ὑπò τῶν πολεμίων˙ δεύτερον δὲ περιϰοπτόμενος τòν στόλον, ἠναγϰάσθη διὰ πυρòς ἀπώσασθαι τòν ϰίνδυνον, ὃ ϰαὶ τὴν μεγάλην βιβλιοθήϰην ἐϰ τῶν νεωρίων ἐπινεμόμενον διέφθειρε187˙ [7] τρίτον δὲ περὶ τῇ Φάρῳ μάχης συνεστώσης, ϰατεπήδησε μὲν ἀπò τού χώματος εἰς ἀϰάτιον ϰαὶ παρεβοήθει τοĩς ἀγωνιζομένοις, ἐπιπλεόντων δὲ πολλαχόθεν αὐτῷ τῶν Αἰγυπτίων, ῥίψας ἑαυτòν εἰς τὴν θάλασσαν ἀπενήξατο μόλις ϰαὶ χαλεπῶς. [8] ῞Oτε ϰαὶ λέγεται βιβλίδια ϰρατῶν πολλὰ μὴ προέσθαι βαλλόμενος ϰαὶ βαπτιζόμενος, ἀλλ᾽ ἀνέχων ὑπὲρ τῆς θαλάσσης τὰ βιβλίδια, τῇ ἑτέρᾳ χειρὶ νήχεσθαι˙ τò δ᾽ ἀϰάτιον εὐθὺς ἐβυθίσθη. [9] Τέλος δὲ τοῦ βασιλέως πρòς τοὺς πολεμίους ἀποχωρήσαντος, ἐπελθὼν ϰαὶ συνάψας μάχην ἐνίϰησε188, πολλῶν πεσόντων αὐτοῦ τε τοῦ βασιλέως ἀφανοῦς γενομένου. [10] Καταλιπὼν δὲ τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου189 ϰαὶ μιϰρòν ὕστερον ἐξ αὐτοῦ τεϰοῦσαν υἱόν, ὃν ᾽Αλεξανδρεĩς Καισαρίωνα προσηγόρευον190, ὥρμησεν ἐπὶ Συρίας.

[50, 1] Κἀϰεĩθεν ἐπιὼν τὴν ᾽Ασίαν, ἐπυνθάνετο Δομίτιον191 μὲν ὑπò Φαρνάϰου τοῦ Μιθριδάτου παιδòς ἡττημένον ἐϰ Πόντου πεφευγέναι σὺν ὀλίγοις, Φαρνάϰην δὲ τῇ νίϰῃ χρώμενον ἀπλήστως, ϰαὶ Βιθυνίαν ἔχοντα ϰαὶ Καππαδοϰίαν, ᾽Αρμενίας ἐφίεσθαι τῆς μιϰρᾶς ϰαλουμένης, ϰαὶ πάντας ἀνιστάναι τοὺς ταύτη βασιλεĩς ϰαὶ τετράρχας. [2] Εὐθὺς οὖν ἐπὶ τòν ἄνδρα τρισίν ἤλαυνε τάγμασι, ϰαὶ περὶ πόλιν Ζῆλαν192 μάχην μεγάλην συνάψας αὐτòν μὲν ἐξέβαλε Τοῦ Πόντου φεύγοντα, τὴν δὲ στρατιὰν ἄρδην ἀνεĩλε˙ [3] ϰαὶ τῆς μάχης ταύτης τὴν ὀξύτητα ϰαί, τò τάχος ἀναγγέλλων εἰς ῾Ρώμην πρός τινα τῶν φίλων Μάτιον ἔγραψε τρεĩς λέξεις˙«ἦλθον, εἶδον, ἐνίϰησα». [4] ῾Ρωμαϊστί δ᾽ αἱ λέξεις, εἰς ὅμοιον ἀπολήγουσαι σχῆμα ῥήματος, οὐϰ ἀπίθανον τὴν βραχυλογίαν ἔχουσιν193.

[51, 1] ῾Eϰ τούτου διαβαλὼν εἰς ᾽Ιταλίαν194 ἀνέβαινεν εἰς ῾Ρώμην195, τοῦ μὲν ἐνιαυτοῦ ϰαταστρέφοντος εἰς ὃν ᾕρητο διϰτάτωρ τò δεύτερον196, οὐδέποτε πρότερον τῆς ἀρχῆς ἐϰείνῆς ἐνιαυσίου γενομένης˙ εἰς δὲ τοὐπιòν ὕπατος ἀπεδείχθη.

[2] Kαὶ ϰαϰῶς ἤϰουσεν, ὅτι τῶν στρατιωτῶν στασιασάντων ϰαὶ δύο στρατηγιϰοὺς ἄνδρας ἀνελόντων, Κοσϰώνιον ϰαὶ Γάλβαν, ἐπετίμησε μὲν αὐτοĩς τοσοῦτον ὅσον ἀντὶ στρατιωτῶν πολίτας προσαγορεῦσαι197, χιλίας δὲ διένειμεν ἑϰάστω δραχμὰς ϰαὶ χώραν τῆς ᾽Ιταλίας ἀπεϰλήρωσε πολλήν198. [3] ῏Hv δ᾽ αὐτοῦ διαβολὴ ϰαὶ ἡ Δολοβέλλα μανία199, ϰαὶ ἡ Ματίου φιλαργυρία, ϰαὶ μεθύων ᾽Αντώνιος ϰαὶ [Κορφίνιος] τὴν Πομπηΐου σϰευωρούμενος οἰϰίαν ϰαὶ μετοιϰοδομῶν200, ὡς ἱϰανὴν οὐϰ οὖσαν. ᾽Eπὶ τούτοις γὰρ ἐδυσφόρουν ῾Ρωμαĩοι˙ [4] Καĩσαρ δὲ διὰ τὴν ὑπόθεσιν τῆς πολιτείας οὐϰ ἀγνοῶν οὐδὲ βουλόμενος ἠναγϰάζετο χρῆσθαι τοĩς ὑπουργοῦσι201.

[52, 1] Τῶν δὲ περὶ Κάτωνα ϰαὶ Σϰιπίωνα202 μετὰ τὴν ἐν Φαρσάλῳ μάχην εἰς Λιβύην φυγόντων ϰἀϰεĩ, τοῦ βασιλέως ᾽Iόβα203 βοηθοῦντος αὐτοĩς, ήθροιϰότων δυνάμεις ἀξιολόγους, ἔγνω στρατεύειν ὁ Καĩσαρ ἐπ᾽ αὐτούς˙ [2] ϰαὶ περὶ τροπὰς χειμερινὰς διαβὰς εἰς Σιϰελίαν, ϰαὶ βουλόμενος εὐθὺς ἀποϰόψαι τῶν περὶ αὐτòν ἡγεμόνων ἅπασαν ἐλπίδα μελλήσεως ϰαὶ διατριβῆς, ἐπὶ τοῦ ϰλύσματος ἔπηξε τὴν ἑαυτοῦ σϰηνήν, ϰαὶ γενομένου πνεύματος ἐμβὰς ἀνήχθη μετὰ τρισχιλίων πεζῶν ϰαὶ ἱππέων ὀλίγων. [3] ᾽Aποβιβάσας δὲ τούτους ϰαὶ λαθών, ἀνήχθη πάλιν, ὑπὲρ τῆς μείζονος ὀρρωδῶν δυνάμεως, ϰαὶ ϰατὰ θάλατταν οὖσιν ἢδη προστυχών, ϰατήγαγεν ἅπαντας εἰς τò στρατόπεδον. [4] Πυνθανόμενος δὲ χρησμῷ τινι παλαιῷ θαρρεĩν τοὺς πολεμίους, ὡς προςῆϰον ἀεὶ τῷ Σϰιπιώνων γένει ϰρατεĩν ἐν Λιβύῃ, χαλεπòν εἰπεĩν εἴτε φλαυρίζων ἐν παιδιᾷ τινι τòν Σϰιπίωνα, στρατηγοῦντα τῶν πολεμίων, εἴτε ϰαὶ σπουδῇ τòν οἰωνòν οἰϰειούμένος, [5] ἦν γὰρ ϰαὶ παρ᾽ αὐτῷ τις ἄνθρωπος, ἄλλως μὲν εὐϰαταφρόνητος ϰαὶ παρημελημένος, οἰϰίας δὲ τῆς ᾽Αφριϰανῶν, Σϰιπίων ἐϰαλεĩτο Σαλλουΐτων204, τοῦτον ἐν ταĩς μάχαις προέταττεν ὥσπερ ἡγεμόνα τῆς στρατιᾶς, ἀναγϰαζόμενος πολλάϰις ἐξάπτεσθαι τῶν πολεμίων ϰαὶ φιλομαχεĩν. [6] ῏Ην γὰρ οὔτε σĩτος τοĩς ἀνδράσιν ἄφθονος οὕθ᾽ ὑποζυγίοις χιλός, ἀλλὰ βρύοις ἠναγϰάζοντο θαλαττίοις, ἀποπλυθείσης τῆς ἁλμυρίδος, ὀλίγην ἄγρωστιν ὥσπερ ἤδυσμα παραμειγνύντες, ἐπάγειν τοὺς ἵππους. [7] Οἱ γὰρ Νομάδες, ἐπιφαινόμενοι πολλοὶ ϰαὶ ταχεĩς ἑϰάστοτε, ϰατεĩχον τὴν χώραν˙ ϰαὶ ποτε τῶν Καίσαρος ἱππέων σχολὴν ἀγόντων (ἔτυχε γὰρ αὐτοĩς ἀνὴρ Λίβυς ἐπιδειϰνύμενος ὄρχησιν ἄμα ϰαὶ μοναυλῶν θαύματος ἀξίως), οἱ μὲν τερπόμενοι ἐϰάθηντο, τοĩς παιςὶ τοὺς ἵππους ἐπιτρέψαντες, ἐξαίφνης δὲ περιελθόντες ἐμβάλλουσιν οἱ πολέμιοι, ϰαὶ τοὺς μὲν αὐτοῦ ϰτείνουσι, τοĩς δ᾽ εἰς τò στρατόπεδον προτροπάδην ἐλαυνομένοις συνεισέπεσον. [8] Εἰ δὲ μὴ Καĩσαρ αὐτός, ἅμα δὲ Καίσαρι Πολλίων ᾽Aσίνιος, βοηθοῦντες ἐϰ τοῦ χάραϰος ἔσχον τὴν φυγήν, διεπέπραϰτ᾽ ἂν ὁ πόλεμος. [9] ῎Eστι δ᾽ ὅτε ϰαὶ ϰαθ᾽ ἑτέραν μάχην ἐπλεονέϰτησαν οἱ πολέμιοι συμπλοϰῆς γενομένης, ἐν ᾗ Καĩσαρ τòν ἀετοφόρον φεύγοντα λέγεται ϰατασχὼν ἐϰ τοῦ αὐχένος ἀναστρέψαι ϰαὶ εἰπεĩν˙ «ἐνταῦθ᾽ εἰσν οἱ πολέμιοι».