PROGNOSTICS - Προγνωστικόν
1. Τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύειν προγιγνώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος, πιστεύοιτ’ ἂν μᾶλλον γιγνώσκειν τὰ τῶν νοσεόντων πρήγματα, ὥστε τολμᾷν ἐπιτρέπειν τοὺς ἀνθρώπους σφέας ἑωυτοὺς τῷ ἰητρῷ. Τὴν δὲ θεραπείην ἄριστα ἂν ποιέοιτο, προειδὼς τὰ ἐσόμενα ἐκ τῶν παρεόντων παθημάτων. Ὑγιέας μὲν γὰρ ποιέειν ἅπαντας τοὺς ἀσθενέοντας ἀδύνατον τοῦτο γὰρ τοῦ προγιγνώσκειν τὰ μέλλοντα ἀποβήσεσθαι κρέσσον ἂν ἦν ἐπειδὴ δὲ οἱ ἄνθρωποι ἀποθνήσκουσιν, οἱ μὲν πρὶν ἢ καλέσαι τὸν ἰητρὸν, ὑπὸ τῆς ἰσχύος τῆς νούσου, οἱ δὲ
καὶ ἐσκαλεσάμενοι παραχρῆμα ἐτελεύτησαν, οἱ μὲν ἡμέρην μίην ζήσαντες, οἱ δὲ ὀλίγῳ πλέονα χρόνον πρὶν ἢ τὸν ἰητρὸν τῇ τέχνῃ πρὸς ἕκαστον νούσημα ἀνταγωνίσασθαι γνῶναι οὖν χρὴ τῶν παθέων τῶν τοιουτέων τὰς φύσιας, ὁκόσον ὑπὲρ τὴν δύναμίν εἰσι τῶν σωμάτων, ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοισι, καὶ τουτέου τὴν πρόνοιαν ἐκμανθάνειν. Οὕτω γὰρ ἂν θαυμάζοιτό τε δικαίως, καὶ ἰητρὸς ἀγαθὸς ἂν εἴη καὶ γὰρ οὓς οἷόν τε περιγίγνεσθαι, τούτους ἔτι μᾶλλον δύναιτ’ ἂν ὀρθῶς διαφυλάσσειν, ἐκ πλείονος χρόνου προβουλευόμενος πρὸς ἕκαστα, καὶ τοὺς ἀποθανουμένους τε καὶ σωθησομένους προγιγνώσκων καὶ προαγορεύων ἀναίτιος ἂν εἴη.
2. Σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νουσήμασι πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ, εἰ αὐτὸ ἑωυτέῳ. Οὕτω γὰρ ἂν εἴη
ἄριστον, τὸ δ’ ἐναντιώτατον τοῦ ὁμοίου, δεινότατον. Εἴη δ’ ἂν τὸ τοιόνδε ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι ξυμπεπτωκότες, ὦτα ψυχρὰ καὶ ξυνεσταλμένα, καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι, καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρόν τε καὶ περιτεταμένον καὶ καρφαλέον ἐόν. Καὶ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου χλωρόν τε ἢ καὶ μέλαν ἐὸν, καὶ πελιὸν, ἢ μολιβδῶδες. Ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιοῦτον ᾖ, καὶ μήπω οἷόν τε ᾖ τοῖσιν ἄλλοισι σημείοισι ξυντεκμαίρεσθαι, ἐπανερέσθαι χρὴ, μὴ ἠγρύπνησεν ὁ νοσέων, ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα ᾖ ἰσχυρῶς, ἢ λιμῶδές τι ἔχῃ αὐτόν κἢν μέν τι τουτέων ὁμολογέῃ, ἧσσον νομίζειν δεινὸν εἶναι κρίνεται δὲ τὰ τοιαῦτα ἐν ἡμέρῃ τε καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον ᾖ. Ἢν δὲ μηδὲν τουτέων φῇ εἶναι, μηδὲ ἐν τῷ χρόνῳ τῷ προειρημένῳ καταστῇ, εἰδέναι χρὴ ἐγγὺς ἐόντα τοῦ θανάτου. Ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νουσήματος, ἢ τριταίου
ἢ τεταρταίου, τὸ πρόσωπον τοιοῦτον ᾖ, περὶ τουτέων ἐπανε ῥέσθαι, περὶ ὧν καὶ πρότερον ἐκέλευσα, καὶ τἄλλα σημεῖα σκέπτεσθαι, τά τε ἐν τῷ ξύμπαντι προσώπῳ, τά τε ἐν τῷ σώματι, καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσιν. Ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν, ἢ δακρύωσιν ἀπροαιρέτως, ἢ διαστρέφωνται, ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐλάσσων γίγνηται, ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν, ἢ πελιὰ, ἢ φλέβια μέλανα ἐν ἑωυτέοισιν ἔχωσιν, ἢ λῆμαι φαίνωνται περὶ τὰς ὄψιας, ἢ καὶ ἐναιωρεύμενοι, ἢ ἐξίσχοντες, ἢ ἔγκοιλοι ἰσχυρῶς γιγνόμενοι, ἢ αἱ ὄψιες αὐχμῶσαι καὶ ἀλαμπέες, ἢ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου ἠλλοιωμένον ᾖ, ταῦτα πάντα κακὰ νομίζειν καὶ ὀλέθρια εἶναι. Σκοπέειν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν ἢν γάρ τι ὑποφαίνηται τοῦ λευκοῦ, τῶν βλεφάρων
μὴ ξυμβαλλομένων, μὴ ἐκ διαρροίης ἢ φαρμακοποσίης ἐόντι, ἢ μὴ εἰθισμένῳ οὕτω καθεύδειν, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες λίην. Ἢν δὲ καμπύλον γένηται, ἢ πελιὸν, ἢ ὠχρὸν βλέφαρον, ἢ χεῖλος, ἢ ῥὶς, μετά τινος τῶν ἄλλων σημείων, εἰδέναι χρὴ ἐγγὺς ἐόντα θανάτου θανατῶδες δὲ καὶ χείλεα ἀπολυόμενα, καὶ κρεμάμενα, καὶ ψυχρὰ, καὶ ἔκλευκα γιγνόμενα.
3. Κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰητροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν, ἢ τὸ ἀριστερὸν, καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα, καὶ τὸ ξύμπαν σῶμα ὑγρὸν κείμενον οὕτω γὰρ καὶ οἱ πλεῖστοι τῶν ὁγιαινόντων κατακλίνονται ἄρισται δέ εἰσι τῶν κατακλίσιων αἱ ὅμοιαι τῇσι τῶν ὑγιαινόντων. Ὕπτιον δὲ κέεσθαι καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ἐκτεταμένα ἔχοντα, ἧσσον ἀγαθόν. Εἰ δὲ καὶ προπετὴς γένοιτο, καὶ καταρρέοι ἐπὶ τῆς κλίνης ἐπὶ τοὺς πόδας, δεινότερόν ἐστιν. Εἰ δὲ καὶ γυμνοὺς τοὺς πόδας εὑρίσκοιτο ἔχων, μὴ θερμοὺς κάρτα ἐόντας, καὶ τὰς χεῖρας, καὶ
τὸν τράχηλον, και τὰ σκέλεα ἀνωμάλως διερριμμένα καὶ γυμνὰ, κακόν ἀλυσμὸν γὰρ σημαίνει. Θανατῶδες δὲ καὶ τὸ κεχηνότα καθεύδειν αἰεὶ, καὶ τὰ σκέλεα ὑπτίου κειμένου ξυγκεκαμμένα εἶναι ἰσχυρῶς, καὶ διαπεπλεγμένα. Ἐπὶ γαστέρα δὲ κέεσθαι ᾧ μὴ ξύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι, παραφροσύνην τινὰ σημαίνει, ἢ ὀδύνην τῶν ἀμφὶ τὴν κοιλίην τόπων. Ἀνακαθίζειν δὲ βούλεσθαι τὸν νοσέοντα, τῆς νούσου ἀκμαζούσης, πονηρὸν μὲν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασι, κάκιστον δὲ ἐν τοῖσι περιπλευμονικοῖσιν. Ὀδόντας δὲ πρίειν ἐν πυρετοῖσιν, ὁκόσοισι μὴ ξύνηθές ἐστιν ἀπὸ παίδων, μανικὸν καὶ θανατῶδες, ἀλλὰ προλέγειν ἀπ’ ἀμφοῖν κίνδυνον ἐσόμενον ἢν δὲ καὶ παραφρονέων
̣το πο̣, ὀλέθριον γίγνεται καρτα ἤδη. Ἔλκος δὲ ἤν τε καὶ προγεγονὸς τύχῃ ἔχων, ἤν τε καὶ ἐν τῇ νούσῳ γένηται, καταμανθάνειν δεῖ ἢν γὰρ μέλλῃ ἀπόλλυσθαι ὁ ἄνθρωπος, πρὸ το̣ θανάτου πελιδνόν τε καὶ ξηρὸν ἔσται, ἢ ὠχρόν τε καὶ ξηρόν.
4. Περὶ δὲ χειρῶν φορῆς τάδε γιγνώσκω ὁκόσοισιν ἐν πυρετοῖσιν ὀξέσιν, ἢ ἐν περιπλευμονίῃσιν, ἢ ἐν φρενίτισιν, ἢ ἐν κεφαλαλγίῃσι, πρὸ τοῦ προσώπου φερομένας καὶ θηρευούσας διὰ κενῆς, καὶ ἀποκαρφολογεούσας, καὶ κροκίδας ἀπὸ τῶν ἱματίων ἀποτιλλούσας, καὶ ἀπὸ τοῦ τοίχου ἄχυρα ἀποσπώσας, πάσα̣ ̣ναι κακὰς καὶ θανατώδεας.
5. Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴ ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι μέγα δὲ ἀναπνεόμενον κα̣ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ ψυχρὸν δὲ ἐκπνεόμενον ̣ ̣ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται. Εὔ πνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίη̣ ̣ ἅπασι τοῖσιν ὁξέσι νουσήμασιν, ὅσα ξὺν πυρετοῖσίν ἐστι καὶ ̣ τεσσαράκοντα ἡμέρησι κρίνεται.
6. Οἱ δὲ ἱδρῶτες ἀριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νους̣
μασιν, ὁκόσοι ἐν ἡμέρῃσί τε κρισίμοισι γίγνονται καὶ τελείως τὸν πυρετὸν ἀπαλλάσσουσιν. Ἀγαθοὶ δὲ καὶ ὁκόσοι διὰ παντὸς τοῦ σώματος γιγνόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον εὐπετέστερον φέροντα τὸ νούσημα. Οἳ δ’ ἂν μὴ τοιοῦτόν τι ἐξεργάσωνται, οὐ λυσιτελέες. Κάκιστοι δὲ οἱ ψυχροί τε καὶ μοῦνον περὶ τὴν κεφαλήν τε καὶ τὸ πρόσωπον γιγνόμενοι καὶ τὸν αὐχένα οὗτοι γὰρ ξὺν μὲν ὀξεῖ πυρετῷ θάνατον προσημαίνουσι, ξὺν δὲ πρηϋτέρῳ, μῆκος νούσου. Καὶ οἱ κατὰ πᾶν τὸ σῶμα ὡσαύτως γιγνόμενοι τοῖσι περὶ τὴν κεφαλήν οἱ δὲ κεγχροειδέες καὶ μοῦνον περὶ τὸν τράχηλον γιγνόμενοι πονηροί. Οἱ δὲ μετὰ σταλαγμῶν καὶ ἀτμίζοντες, ἀγαθοί. Κατανοέειν δὲ χρὴ τὸ ξύνολον τῶν ἱδρώτων. Γίγνονται γὰρ οἱ μὲν δι’ ἔκλυσιν σωμάτων, οἱ δὲ διὰ ξυντονίην φλεγμονῆς.
7. Ὑποχόνδριον δὲ ἄριστον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν
καὶ ὁμαλὸν, καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά. Φλεγμαῖνον δὲ, ἢ ὀδύνην παρέχον, ἢ ἐντεταμένον, ἢ ἀνωμάλως διακείμενα τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ, ταῦτα πάντα φυλάσσεσθαι χρή. Εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, θόρυβον σημαίνει, ἢ παραφροσύνην ἀλλὰ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν τῶν τοιουτέων ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς. Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρ’ ἅπαν εἴη τὸ ὑποχόνδριον εἰ δὲ καὶ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπ’ ἀριστερά. Σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν θάνατον ὀλιγοχρόνιον ἔσεσθαι ἢν δὲ ὑπερβάλλη εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται. Γίγνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῥῆξις ἐκ τῶν ῥινῶν, καὶ
κάρτα ὠφελέει ἀλλ’ ἐπανερωτᾷν χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν, ἢ ἀμβλυωπέουσιν ἢν γάρ τι τοιοῦτον εἴη, ἐνταῦθα ἂν ῥέποι. Μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων, τὴν τοῦ αἵματος ῥῆξιν προσδέχεσθαι χρή. Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται, καὶ ἧσσον ἐκείνων δεινότερά ἐστιν. Εἰ δὲ ὑπερβάλλοι ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἔμπυον ἔσεσθαι σημαίνει καὶ τοῦτο, καὶ τὸ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τωὐτό. Ὁκόσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ καὶ μεγάλα, σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου ὁκόσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα ὑπείκει, χρονιώτερα ἐκείνων. Τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς ἐπιπύησιν τρέπεται αἵματος δὲ
Ρῆξιν ἐκ τῶν ἄνω τόπων μάλιστα προσδέχεσθαι. Ἁπάντων δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων περὶ ταῦτα τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσιας. Τὰ δὲ διαπυήματα ὧδε δεῖ σκέπτεσθαι τὰ ἐντεῦθεν ὁκόσα μὲν ἔξω τρέπεται, ἄριστά ἐστι, μικρά τε ἐόντα, καὶ ὡς μάλιστα ἐκκλίνοντα ἔξω, καὶ ἐς ὀξὺ ἀποκυρτούμενα τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα, καὶ ἥκιστα ἐς ὀξὺ ἀποκορυφούμενα, κάκιστα ὁσα δὲ ἔσω ῥήγνυται, ἄριστά ἐστιν, ἃ μηδὲν τῷ ἔξω χωρίῳ ἐπικοινωνέει, ἀλλ’ ἔστι προσεσταλμένα τε καὶ ἀνώδυνα καὶ πᾶν τὸ ἔξω χωρίον ὁμόχροον φαίνεται. Τὸ δὲ πῦον ἄριστον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον καὶ ὡς ἥκιστα δυσῶδες τὸ δὲ ἐναντίον τουτέου κάκιστον.
8. Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νουσημάτων πάντες κακοί οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάσσουσιν, ἐπώδυνοί τέ εἰσι κάρτα καὶ θανατώδεες. Ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οἱ δὲ ἀπὸ τοῦ ἥπατος οἷσι μὲν οὖν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος αἱ ἀρχαὶ γίγνονται, οἵ τε πόδες οἰδέουσι, καὶ διάρροιαι πολυχρόνιον ἔχουσιν, οὔτε τὰς ὀδύνας λύουσαι τὰς ἐκ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οὔτε τὴν γαστέρα λαπάσσουσαι
ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος ὕδρωπες γίγνονται, βῆξαί τε θυμὸς τούτοισιν ἐγγίγνεται, καὶ οὐδέν τι ἀποπτύουσιν ἄξιον λόγου, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην, καὶ περὶ τὴν κοιλίην γίγνεται οἰδήματα, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ’ ἐπ’ ἀριστερὰ, ἱστάμενά τε καὶ καταπαυόμενα.
9. Κεφαλὴ δὲ καὶ χεῖρες καὶ πόδες ψυχρὰ ἐόντα κακὸν, τῆς τε κοιλίης καὶ τῶν πλευρῶν θερμῶν ἐόντων. Ἄριστον δὲ καὶ ὅλον τὸ σῶμα θερμόν τε ἐὸν καὶ μαλθακὸν ὁμαλῶς. Στρέφεσθαι δὲ χρὴ ῥηϊδίως τὸν ἀλγεῦντα, καὶ ἐν τοῖσι μετεωρισμοῖσιν ἐλαφρὸν εἶναι εἰ δὲ βαρὺς ἐὼν φαίνοιτο καὶ τὸ ἄλλο σῶμα καὶ τὰς χεῖρας καὶ τοὺς πόδας, ἐπικινδυνότερον. Εἰ δὲ πρὸς τῷ βάρει καὶ οἱ ὄνυχες καὶ οἱ δάκτυλοι πελιδνοὶ γίγνονται, προσδόκιμος ὁ θάνατος παραυτίκα μελαινόμενοι δὲ παντελῶς οἱ δάκτυλοι καὶ οἱ πόδες ἧσσον ὀλέθριοι τῶν πελιδνῶν εἰσιν̣ ἀλλὰ καὶ τἄλλα σημεῖα σκέπτεσθαι χρή ἢν γὰρ εὐπετέως φέρων φαίνηται τὸ κακὸν, καὶ ἄλλο τι τῶν περιεστικῶν πρὸς τουτέοισι τοῖσι σημείοισιν
ὑποδεικνύῃ, τὸ νούσημα ἐς ἀπόστασιν τραπῆναι ἐλπὶς, ὥστε τὸν μὲν ἄνθρωπον περιγενέσθαι, τὰ δὲ μελανθέντα τοῦ σώματος ἀποπεσεῖν. Ὄρχιες δὲ καὶ αἰδοῖα ἀνεσπασμένα πόνους ἰσχυροὺς σημαίνει καὶ κίνδυνον θανατώδεα.
10. Περὶ δὲ ὕπνων, ὥσπερ κατὰ φύσιν ξύνηθες ἡμῖν ἐστι, τὴν μὲν ἡμέρην ἐγρηγορέναι χρὴ, τὴν δὲ νύκτα καθεύδειν. Ἢν δὲ εἴη τοῦτο μεταβεβλημένον, κάκιον ἥκιστα δ’ ἂν λυπέοιτο, εἰ κοιμῷτο τὸ πρωϊ ἐς τὸ τρίτον μέρος τῆς ἡμέρης οἱ δὲ ἀπὸ τουτέου τοῦ χρόνου ὕπνοι πονηρότεροί εἰσι κάκιστον δὲ μὴ κοιμᾶσθαι, μήτε τῆς νυκτὸς, μήτε τῆς ἡμέρης ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνων ἀγρυπνέειν ἢ παραφρονήσειν ἕπεται ἀπὸ τουτέου τοῦ σημείου.
11. Διαχώρημα δέ ἐστιν ἄριστον τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς, καὶ τὴν ὥρην ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρεε, πλῆθος δὲ πρὸς λόγον τῶν ἐσιόντων τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου, ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν. Εἰ δὲ εἴη ὑγρὸν τὸ διαχώρημα, ξυμφέρει μήτε τρύζειν, μήτε πυκνόν τι εἶναι, καὶ κατ’ ὀλίγον
ὑποχωρέειν κοπιῶν γὰρ ὁ ἄνθρωπος ὑπὸ τῆς ξυνεχέος ἐξαναστάσιος ἀγρυπνοίη ἄν εἰ δὲ ἀθρόον πολλάκις διαχωρέει, κίνδυνος λειποθυμῆσαι. Ἀλλὰ χρὴ κατὰ τὸ πλῆθος τῶν ἐσιόντων ἢ δὶς ἢ τρὶς τῆς ἡμέρης ὑποχωρέειν, καὶ τῆς νυκτὸς ἅπαξ, πλείονα δ’ ἐπὶ τὸ πρωϊ, ὥσπερ ξύνηθές ἐστι τῷ ἀνθρώπῳ. Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα, ἰούσης πρὸς κρίσιν τῆς νούσου. Ὑπόπυρρον δὲ ἔστω καὶ μὴ λίην δυσῶδες. Ἐπιτήδειον δὲ καὶ ἕλμινθας στρογγύλας διεξιέναι μετὰ τοῦ διαχωρήματος, πρὸς κρίσιν ἰούσης τῆς νούσου. Δεῖ δὲ ἐν παντὶ τῷ νουσήματι λαπαρὴν τὴν κοιλίην εἶναι καὶ εὔογκον. Ὑδαρὲς δὲ κάρτα, ἢ λευκὸν, ἢ χλωρὸν, ἢ ἐρυθρὸν ἰσχυρῶς, ἢ ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα. Ἔτι δὲ πονηρὸν, καὶ σμικρόν τε ἐὸν, καὶ γλισχρὸν, καὶ
λευκὸν, καὶ ὑπόχλωρον, καὶ λεῖον. Τουτέων δὲ θανατωδέστερα ἂν εἴη τὰ μέλανα, ἢ λιπαρὰ, ἢ πελιὰ, ἢ ἰώδεα, ἢ κάκοδμα. Τὰ δὲ ποικίλα, χρονιώτερα μὲν τουτέων, ὀλέθρια δὲ οὐδὲν ἧσσον ἔστι δὲ τὰ τοιαῦτα ξυσματώδεα, καὶ χολώδεα, καὶ πρασοειδέα, καὶ μέλανα, ποτὲ μὲν ὁμοῦ διεξερχόμενα ἀλλήλοισι, ποτὲ δὲ κατὰ μέρος. Φῦσαν δὲ ἄνευ ψόφου καὶ περδήσιος διεξιέναι ἄριστον κρέσσον δὲ καὶ ξὺν ψόφῳ διελθεῖν ἢ αὐτοῦ ἀνειλέεσθαι καὶ οὕτω διελθοῦσα σημαίνει ἢ πονέειν τι τὸν ἄνθρωπον, ἢ παραφρονέειν, ἢν μὴ ἑκὼν ὁ ἄνθρωπος οὕτω τὴν ἄφεσιν τῆς φύσης ποιήσηται. Τοὺς δὲ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ κυρτώματα, ἢν ᾖ νεαρὰ καὶ μὴ ξὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξιὼν ξὺν κόπρῳ τε καὶ οὔρῳ καὶ φύσῃ, ἢν δὲ μὴ, καὶ αὐτὸς δὴ περαιωθεὶς ὠφελέει ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία.
12. Τὸ δὲ οὖρον ἄριστόν ἐστιν, ὅταν ᾖ λευκή τε ἡ ὑπόστασις, καὶ λείη, καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ’ ἂν κριθῇ ἡ
νοῦσος σημαίνει γὰρ ἀσφάλειάν τε καὶ νούσημα ὀλιγοχρόνιον ἔσεσθαι. Εἰ δὲ διαλείποι, καὶ ποτὲ μὲν καθαρὸν οὐρέοιτο, ποτὲ δὲ ὑφίσταται τὸ λευκὸν καὶ λεῖον, χρονιωτέρη γίγνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής. Εἰ δὲ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις αὐτέου ὁμοίη καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ πρώτου γίγνεται, σωτήριον δὲ κάρτα. Κριμνώδεες δὲ ἐν τοῖσιν οὔροισιν αἱ ὑποστάσιες, πονηραί τουτέων δέ εἰσι κακίους αἱ πεταλώδεες αἱ λευκαὶ δὲ καὶ λεπταὶ, κάρτα φλαῦραι τουτέων δ’ ἔτι κακίους εἰσὶν αἱ πιτυρώδεες. Νεφέλαι δὲ ἐμφερόμεναι τοῖσιν οὔροισι, λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι δὲ φλαῦραι. Ἔστ’ ἂν δὲ πυρρόν τε εἴη τὸ οὖρον καὶ λεπτὸν, σημαίνει τὸ νούσημα ἄπεπτον εἶναι ἢν δὲ καὶ πουλυχρόνιον εἴη τοιοῦτον ἐὸν, κίνδυνος μὴ οὐ δυνήσεται ὁ ἄνθρωπος διαρκέσαι, ἔστ’ ἂν πεπανθῇ ἡ νοῦσος.
Θανατωδέστερα δὲ τῶν οὔρων τά τε δυσώδεα καὶ ὑδατώδεα καὶ μέλανα καὶ παχέα ἔστι δὲ τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δὲ παιδίοισι τὰ ὑδατώδεα. Ὁκόσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πουλὺν χρόνον, ἢν τἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ, τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία. Και τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι ξυντήξιος γὰρ σημεῖα. Σκοπέειν δὲ χρὴ τῶν οὔρων, ἐν οἷσιν αἱ νεφέλαι, ἤν τε ἂνω, ἤν τε κάτω ἔωσι, καὶ τὰ χρώματα ὁκοῖα ἴσχουσι, καὶ τὰς μὲν κάτω φερομένας ξὺν τοῖσι χρώμασιν, οἷσιν εἴρηται, ἀγαθὰς εἶναι νομίζειν καὶ ἐπαινέειν, τὰς δὲ ἄνω ξὺν τοῖσι χρώμασιν, οἷσιν εἴρηται, κακὰς εἶναι, καὶ μέμφεσθαι. Μὴ ἐξαπατάτω δέ σε, ἤν γε ἡ κύστις τι νούσημα ἔχουσα τῶν οὔρων τὰ τοιαῦτα ἀποδιδῷ οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν ἐστιν, ἀλλ’ αὐτῆς καθ’ ἑωυτῆς.
13. Ἔμετος δὲ ὠφελιμώτατος ὁ φλέγματος καὶ χολῆς ξυμμεμιγμένων
ὅτι μάλιστα καὶ μὴ παχὺς κάρτα, μηδὲ πολὺς ἐμεέσθω οἱ γὰρ ἀκρητέστεροι κακίους εἰσίν. Εἰ δὲ εἴη τὸ ἐμεύμενον πρασοειδὲς, ἢ πελιὸν, ἢ μέλαν, ὅ τι ἂν ᾖ τουτέων τῶν χρωμάτων, νομίζειν χρὴ πονηρὸν εἶναι εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ ωὐτὸς ἄνθρωπος ἐμέοι, κάρτα ὀλέθριον τοῦτο γίγνεται τάχιστον δὲ θάνατον σημαίνει τὸ πελιὸν τῶν ἐμεσμάτων, εἰ ὄζει δυσῶδες. Πᾶσαι δὲ αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀσμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖσιν ἐμεομένοισιν.
14. Πτύελον χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πλεύμονα καὶ τὰς πλευρὰς ταχέως τε ἀναπτύεσθαι καὶ εὐπετέως, ξυμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ ττυέλῳ. Εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο, ξανθὸν ἐὸν, ἢ πυρρὸν, ἢ πολλὴν βῆχα παρέχον, ἢ μὴ ἰσχυρῶς ξυμμεμιγμένον, κάκιον γίγνεται τό τε γὰρ ξανθὸν
ἄκρητον ἐὸν κινδυνῶδες, τὸ δὲ λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές. Κακὸν δὲ καὶ τὸ χλωρὸν ἐὸν κάρτα καὶ τὸ ἀφρῶδες εἰ δὲ εἴη οὕτως ἄκρητον ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν ἐστι τοῦτο ἐκείνων κακὸν δὲ καὶ ἢν μηδὲν ἀνακαθαίρηται, μηδὲ προΐῃ ὁ πλεύμων, ἀλλὰ πλήρης ἐὼν ζέῃ ἐν τῇ φάρυγγι. Κορύζας δὲ καὶ πταρμοὺς ἐπὶ πᾶσι τοῖσι περὶ τὸν πλεύμονα νουσήμασι προγεγονέναι, ἢ ἐπιγενέσθαι, κακόν ἀλλ’ ἐν τοῖσιν ἄλλοισι νουσήμασι τοῖσι θανατωδεστάτοισιν οἱ πταρμοὶ λυσιτελέουσιν. Αἵματι δὲ ξυμμεμιγμένον μὴ πολλῷ πτύελον ξανθὸν ἐν τοῖσι περιπλευμονικοῖσιν, ἐν ἀρχῇ μὲν τῆς νού̣ου πτυόμενον, περιεστικὸν καὶ κάρτα ὠφελεέι ἑβδομαίῳ δὲ ἐόντι καὶ παλαιοτέρῳ ἧσσον ἀσφαλές. Πάντα δὲ πτύελα πονηρά ἐστιν ὁκόσα ἂν τὴν ὀδύνην μὴ παύῃ. Κάκιστα δὲ τὰ μέλανα, ὡς διαγέγραπται. Τὰ δὲ παύοντα ὀδύνην, πάντων ἀμείνω ἀναπτυόμενα.
15. Ὁκόσα δὲ τῶν ἀλγημάτων ἐκ τουτέων τῶν χωρίων μὴ
παύηται, μήτε πρὸς τὰς τῶν πτυέλων καθάρσιας, μήτε πρὸς τὴν τῆς κοιλίης ἐκκόπρωσιν, μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ φαρμακείας καὶ διαίτας, εἰδέναι δεῖ ἐκπυήσοντα. Τῶν δὲ ἐκπυημάτων ὁκόσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκεται, ὀλέθρια κάρτα, ἤν τε ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύοιτο, ἤν τε ὁμοῦ μάλιστα δὲ, ἢν ἄρξηται χωρέειν τὸ ἐμπύημα ἀπὸ τουτέου τοῦ πτυέλου, ἑβδομαίου ἐόντος τοῦ νουσήματος. Ἐλπὶς δὲ τὸν τὰ τοιαῦτα πτύοντα ἀποθανεῖσθαι τεσσαρεσκαιδεκαταῖον, ἢν μή τι αὐτέῳ ἐπιγένηται ἀγαθόν. Ἔστι δὲ τὰ μὲν ἀγαθὰ τάδε εὐπετέως φέρειν τὸ νούσημα, εὔπνοον εἶναι, τῆς ὀδύνης ἀπηλλάχθαι, τό τε πτύελον ῥηϊδίως ἀναβήσσειν, τό τε σῶμα ὁμαλῶς φαίνεσθαι θερμόν τε εἶναι καὶ μαλθακὸν, καὶ δίψαν μὴ ἔχειν, οὖρά τε καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἶναι ἀγαθὰ, ἐπιγίγνεσθαι οὕτω μὲν γὰρ ἁπάντων τουτέων ἐπιγιγνομένων, οὐκ ἂν ἀποθάνοι ὁ ἄνθρωπος ἢν δὲ τὰ μέν τοι αὐτέων ἐπιγίγνοιτο, τὰ δὲ μὴ, οὐ πλείονα χρόνον
ζήσας ἢ τεσσαρεσκαίδεκα ἡμέρας, ἀπόλοιτ’ ἂν ὁ ἄνθρωπος. Κακὰ δὲ τὰ ἐναντία τουτέων, ἤγουν δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόλις ἀναβήσσειν, διψῇν κάρτα, τό τε σῶμα ὑπὸ πυρὸς ἀνωμάλως ἔχεσθαι, καὶ τὴν μὲν κοιλίην καὶ τὰς πλευρὰς θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ψυχροὺς, οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἶναι κακὰ, ἐπιγίγνεσθαι οὕτω γὰρ εἰ ἐπιγένοιτό τι τῷ πτυέλῳ τουτέῳ, ἀπόλοιτο ἂν ὁ ἄνθρωπος πρὶν ἢ ἐς τὰς τεσσαρεσκαίδεκα ἡμέρας ἀφικέσθαι, ἢ ἐναταῖος, ἢ ἑνδεκαταῖος. Οὕτως οὖν ξυμβάλλεσθαι χρὴ, ὡς τοῦ πτυέλου τουτέου θανατώδεος ἐόντος μάλα, καὶ οὐ φθάνοντος ἐς τὰς τεσσαρεσκαίδεκα ἡμέρας. Τὰ δὲ ἐπιγενόμενα κακά τε καὶ ἀγαθὰ ξυλλογιζόμενον ἐκ τουτέων χρὴ τὰς προρρήσιας προλέγειν οὕτω γὰρ ἄν τις ἀληθεύοι μάλιστα. Αἱ δὲ ἄλλαι ἐκπυήσιες ῥήγνυνται αἱ πλεῖσται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριηκοσταῖαι, αἱ δὲ τεσσαρακονθήμεροι, αἱ δὲ πρὸς τὰς ἑξήκοντα ἡμέρας ἀφικνέονται.
16. Ἐπισκέπτεσθαι δὲ χρὴ τὴν ἀρχὴν τοῦ ἐμπυήματος ἔσεσθαι
λογιζόμενον ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ὁ ἄνθρωπος ἐπύρεξεν, ἢ εἴ ποτε αὐτὸν ῥῖγος ἔλαβε, καὶ εἰ φαίη ἀντὶ τῆς ὀδύνης αὐτέῳ βάρος γεγενῆσθαι ἐν τῷ τόπῳ ἐν ᾧ ἤλγεεν ταῦτα γὰρ ἐν ἀρχῆσι γίγνεται τῶν ἐμπυημάτων. Ἐξ οὖν τουτέων τῶν χρόνων τὴν ῥῆξιν χρὴ προσδέχεσθαι τῶν ἐμπυημάτων ἔσεσθαι ἐς τοὺς χρόνους τοὺς προειρημένους. Εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μοῦνον, στρεφειν τε καὶ καταμανθάνειν χρὴ ἐπὶ τουτέοισι, μή τι ἔχῃ ἄλγημα ἐν τῷ ἑτέρῳ πλευρῷ καὶ ἢν θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου, κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν, ἐρωτᾷν εἴ τι αὐτέῳ δοκέει βαρὺ ἀποκρέμασθαι ἐκ τοῦ ἄνωθεν. Εἰ γὰρ εἴη τοῦτο, ἐπὶ θάτερόν ἐστι τὸ ἐμπύημα, ἐπὶ ὁκοῖον ἂν πλευρὸν τὸ βάρος γίγνηται.
17. Τοὺς δὲ ξύμπαντας ἐμπύους γιγνώσκειν χρὴ τοισίδε τοῖσι σημείοισι. Πρῶτον μὲν, ὁ πυρετὸς οὐκ ἀφίησιν, ἀλλὰ τὴν μὲν ἡμέρην λεπτὸς ἴσχει, τὴν δὲ νύκτα πλείων, καὶ ἱδρῶτες
πολλοὶ ἐπιγίγνονται, βῆξαί τε θυμὸς ἐγγίγνεται αὐ ̣ισιν, καὶ ἀποπτύουσιν οὐδὲν ἄξιον λόγου, καὶ οἱ μὲν ὀφθαλμοὶ ἔ κοιλοι γίγνονται, αἱ δὲ γνάθοι ἐρυθήματα ἴσχουσι, καὶ οἱ μὲν ὄνυχες τῶν χειρῶν γρυποῦνται, οἱ δὲ δάκτυλοι θερμαίνονται, καὶ μάλιστα οἱ ἄκροι, καὶ ἐν τοῖσι ποσὶν οἰδήματα γίγνεται, καὶ σιτίων οὐκ ἐπιθυμέουσι, καὶ φλύκταιναι γίγνονται ἀνὰ τὸ σῶμα. Ὁκόσα μὲν οὖν ἐγχρονίζει τῶν ἐμπυημάτων, ἔχει τὰ σημεῖα ταῦτα, καὶ πιστεύειν αὐτέοισι χρὴ κάρτα ὁκόσα δὲ ὀλιγοχρόνιά ἐστι, τουτέοισιν ἐπισημαίνεται, ἤν τι ἐπιφαίνηται, οἷα καὶ τοῖσιν ἐν ἀρχῇσι γιγνομένοισιν, ἅμα δὲ καὶ ἤν τι δυσπνούστερος ᾖ ὁ ἄνθρωπος. Τὰ δὲ ταχύτερον αὐτέων καὶ βραδύτερον ῥηγνύμενα τοισίδε γιγνώσκειν χρή ἢν μὲν ὁ πόνος ἐν ἀρχῇσι γίγνηται, καὶ ἡ δύσπνοια καὶ ἡ βὴξ καὶ ὁ πτυαλισμὸς διατείνῃ, ἐς τὰς εἴκοσιν ἡμέρας προσδέχεσθαι τὴν ῥῆξιν, ἢ καὶ ἔτι πρόσθεν ἢν δὲ ἡσυχαίτερος ὁ πόνος ᾖ, καὶ τἄλλα πάντα κατὰ λόγον, τουτέοισι προσδέχεσθαι τὴν
Ρῆξιν ἐς ὕστερον γίγνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυαλισμὸν πρὸ τῆς τοῦ πύου ῥήξιος. Περιγίγνονται δὲ τουτέων μάλιστα μὲν οὕς ἂν ἀφῇ ὁ πυρετὸς αὐθημερὸν μετὰ τὴν ῥῆξιν, καὶ σιτίων ταχέως ἐπιθυμέωσι, καὶ δίψης ἀπηλλαγμένοι ἔωσι, καὶ ἡ γαστὴρ σμικρά τε καὶ ξυνεστηκότα ὑποχωρέῃ, καὶ τὸ πῦον λευκόν τε καὶ λεῖον καὶ ὁμόχροον ᾖ καὶ φλέγματος ἀπηλλαγμένον, καὶ ἄτερ πόνου τε καὶ βηχὸς ἰσχυρῆς ἀνακαθαίρηται. Ἄριστα μὲν οὕτω καὶ τάχιστα ἀπαλλάσσουσιν ἢν δὲ μὴ, οἷσιν ἂν ἐγγυτάτω τουτέων γίγνηται. Ἀπόλλυνται δὲ οὓς ἂν ὅ τε πυρετὸς μὴ ἀφῇ, ἢ δοκέων αὐτέους ἀφιέναι, αὖθις φαίνηται ἀναθερμαινόμενος, καὶ δίψαν μὲν ἔχωσι, σιτίων δὲ μὴ ἐπιθυμέωσι, καὶ ἡ κοιλίη ὑγρὴ ᾖ, καὶ τὸ πῦον χλωρὸν ἢ πελιὸν πτύῃ, ἢ φλεγματῶδες καὶ ἀφρῶδες ἢν ταῦτα πάντα γίγνηται, ἀπόλλυνται ὁκόσοισι δ’ ἂν τουτέων τὰ μὲν ἐπιγένηται, τὰ δὲ μὴ, οἱ μὲν αὐτέων ἀπόλλυνται, οἱ δὲ ἐν πολλῷ χρόνῳ περιγίγνονται.
Ἀλλ’ ἐκ πάντων τῶν τεκμηρίων τῶν ἐόντων ἐν τουτέοισι σημαίνεσθαι, καὶ τοῖσιν ἄλλοισι πᾶσιν.
18. Ὁκόσοισι δὲ ἀποστάσιες γίγνονται ἐκ τῶν περιπλευμονικῶν νουσημάτων παρὰ τὰ ὦτα, καὶ ἐκπυέουσιν, ἢ ἐς τὰ κάτω χωρία, καὶ συριγγοῦνται, οὗτοι περιγίγνονται. Ἐπισκέπτεσθαι δὲ χρὴ τὰ τοιαῦτα ὧδε ἢν ὅ τε πυρετὸς ἔχῃ, καὶ ἡ ὀδύνη μὴ παύηται, καὶ τὸ πτύελον μὴ ἐκχωρέῃ κατὰ λόγον, μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες, μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίγνοιντο, καὶ μηδὲ τὸ οὖρον πουλύ τε κάρτα καὶ πολλὴν
ὑπόστασιν ἔχον, ὑπηρετέηται δὲ πεοιεστικῶς ὑπὸ τῶν λοιπῶν πάντων τῶν περιεστικῶν σημείων, τουτέοισι χρὴ τὰς τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι. Γίγνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία, οἷσιν ἂν περὶ τὰ ὑποχόνδρια τοῦ φλέγματός τι ἐγγένηται αἱ δὲ ἄνω, οἷσι τὸ ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον διατελέῃ, δύσπνοος δέ τινα χρόνον γενόμενος παύσηται, ἄτερ φανερῆς προφάσιος ἄλλης. Αἱ δὲ ἀποστάσιες αἱ ἐς τὰ σκέλεα ἐν τῇσι περιπλευμονίῃσι τῇσιν ἰσχυρῇσί τε καὶ ἐπικινδύνοισι λυσιτελέες μὲν πᾶσαι, ἄρισται δὲ αἱ τοῦ πτυέλου ἐν μεταβολῇ ἐόντος γιγνόμεναι εἰ γὰρ τὸ οἴδημα καὶ ἡ ὀδύνη γίγνοιτο, τοῦ πτυέλου ἀντὶ ξανθοῦ πυώδεος γενομένου καὶ ἐκχωρέοντος ἔξω, οὕτως ἂν ἀσφαλέστατα ὅ τε ἄνθρωπος περιγίγνοιτο, καὶ ἡ ἀπόστασις ἀνώδυνος τάχιστα παύσαιτο εἰ δὲ τὸ πτύελον μὴ ἐκχωρέοι καλῶς, μηδὲ τὸ οὖρον ὑπόστασιν ἀγαθὴν ἔχον φαίνοιτο, κίνδυνος χωλὸν γενέσθαι τὸ
ἄρθρον ἢ πολλὰ πρήγματα παρασχεῖν. Ἢν δὲ ἀφανίζωνται καὶ παλινδρομέωσιν αἱ ἀποστάσιες, τοῦ πτυ̣λου μὴ ἐκχωρέοντος, καὶ τοῦ πυρετοῦ ἔχοντος, δεινόν κίνδ̣ος γὰρ μὴ παραφρονήσῃ καὶ ἀποθάνῃ ὁ ἄνθρωπος. Τῶν δὲ ἐμπύων τῶν ἐκ τῶν περιπλευμονικῶν οἱ γεραίτεροι μᾶλλον ἀπόλλυνται ἐκ δὲ τῶν ἄλλων ἐμπυημάτων οἱ νεώτεροι μᾶλλον ἀποθνήσκουσι. Ὁκόσοι δὲ τῶν
ἐμπύων καίονται ἢ τέμνονται, οἷσιν ἂν καθαρὸν μὲν το πῦον ᾖ καὶ λευκὸν καὶ μὴ δυσῶδες, σώζονται οἷσι δὲ ὕφαιμόν τε καὶ βορβορῶδες, ἀπόλλυνται.
19. Αἱ δὲ ξὺν πυρετῷ γιγνόμεναι ὀδύναι περὶ τὴν ὀσφῦν τε καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται, τὰ κάτω ἐκλείπουσαι, ὀλέθριαι κάρτα. Προσέχειν οὖν δεῖ τὸν νόον τοῖσιν ἄλλοισι σημείοισιν, ὡς ἤν τι καὶ τῶν ἄλλων σημείων ἐπιφαίνηται πονηρὸν, ἀνέλπιστος ὁ ἄνθρωπος ἢν δὲ, ἀναΐσσοντος τοῦ νουσήματος ὡς πρὸς τὰς φρένας, τἄλλα σημεῖα μὴ πονηρὰ ἐπιγίγνηται, ἔμπυον ἔσεσθαι τοῦτον πολλαὶ ἐλπίδες.
Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι δειναὶ μὲν παντελῶς καὶ ὀλέθριαι ὀλεθριώτεραι δὲ ὁκόσαι ξὺν πυρετῷ ξυνεχεῖ γίγνονται καὶ γὰρ οἱ ἀπ’ αὐτέων τῶν κύστιων πόνοι ἱκανοὶ ἀποκτεῖναι καὶ αἱ κοιλίαι οὐ διαχωρέουσιν ἐν τουτέῳ τῷ χρόνῳ, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην λύει δέ οὖρον πυῶδις οὐρηθὲν, λευκὴν καὶ λείην ἔχον τὴν ὑπόστασιν. Ἢν δὲ μήτε
τὸ οὖρον μηδὲν ἐνδιδοίη, μήτε ἡ κύστις μαλάσσοιτο, ὅ τε πυρετος ξυνεχὴς ᾖ, ἐν τῇσι πρώτῃσι περιόδοισι τοῦ νουσήματος ἐλπὶς τὸν ἀλγέοντα ἀπολέσθαι. Ὁ δὲ τρόπος οὗτος ἅπτεται τῶν παιδίων μάλιστα τῶν ἑπταετέων, ἕως ἂν ἐς τὰ πεντεκαίδεκα ἔτεα γένωνται.
20. Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίγνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. Οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται, ἢ πρόσθεν οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν, ἢ πρόσθεν. Ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ ἡ δὲ δευτέρη ἐς τὴν ἑβδόμην περιάγεται ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν. Αὗται μὲν οὖν ἐκ τῶν ὀξυτάτων νουσημάτων διὰ τεσσάρων ἐς τὰς εἴκοσιν ἐκ προσθέσιος τελευτῶσιν. Οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τουτέων
ἀριθμέεσθαι ἀτρεκέως οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι. Μετὰ δὲ ταῦτα ἐν τῷ αὐτέῳ τρόπῳ κατὰ τὴν αὐτέην πρόσθεσιν ἡ πρώτη περίοδος τεσσάρων καὶ τριήκονθ’ ἡμερέων, ἡ δὲ δευτέρη τεσσαράκοντα ἡμερέων, ἡ δὲ τρίτη ἑξήκονθ’ ἡμερέων. Τουτέων δ’ ἐν ἀρχῇσίν ἐστιχαλεπώτατον διαγιγνώσκειν τὰ μέλλοντα ἐν πλείστῳ χρόνῳ κρίνεσθαι ὁμοιόταται γὰρ αἱ ἀρχαί εἰσιν αὐτέων ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρης ἐνθυμέεσθαι, καὶ καθ’ ἑκάστην τετράδα προστιθεμένην σκέπτεσθαι καὶ οὐ λήσεται ὅπη τρέψεται τὸ νούσημα. Γίγνεται δὲ ἡ τῶν τεταρταίων κατάστασις ἐκ τοῦ τοιούτου κόσμου. Τὰ δὲ ἐν ἐλαχίστῳ χρόνῳ μέλλοντα κρίνεσθαι, εὐπετέστερα γιγνώσκεσθαι μέγιστα γὰρ τὰ διαφέροντα ἀπ’ ἀρχῆς αὐτέων ἐστίν οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοί τε καὶ ἀνώδυνοί εἰσι, καὶκοιμῶνται τὰς νύκτας, τά τε ἄλλασημεῖα ἔχουσιν ἀσφαλέστατα οἱ δὲ ἀπολούμενοι δύσπνοοι γίγνονται, ἀλλοφάσσοντες, ἀγρυπνέοντες, τά τε ἄλλα σημεῖα κάκιστα ἔχοντες. Ως οὖν τουτέων οὕτω
γιγνομένων ξυμβάλλεσθαι χρὴ, κατά τε τὸν χρόνον, κατά τε τὴν πρόσθεσιν ἑκάστην ἐπὶ τὴν κρίσιν ἰόντων τῶν νουσημάτων. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῇσι γυναιξὶν αἱ κρίσιες ἐκ τῶν τόκων γίγνονται.
21. Κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ ξυνεχέες ξὺν πυρετῷ ἢν μέν τι τῶν θανατωδέων σημείων προσγίγνοιτο, ὀλέθριον κάρτα. Εἰ δὲ ἄτερ τῶν τοιούτων σημείων ἡ ὀδύνη ὑπερβάλλοι εἴκοσιν ἡμέρας, ὅ τε πυρετὸς ἔχοι, ὑποσκέπτεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἄλλην τινὰ ἀπόστασιν ἐς τὰ κάτω χωρία ἔστ’ ἂν δὲ ἡ ὀδύνη ᾖ νεαρὰ, προσδέχεσθαι χρὴ ὡσαύτως αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἐκπύησιν, ἄλλως τε ἢν ἡ ὀδύνη περὶ τοὺς κροτάφους καὶ τὸ μέτωπον ᾖ μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ μὲν αἵματος τὴν ῥῆξιν τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων, τοῖσι δὲ γεραιτέροισι τὴν ἐκπύησιν.
22. Ωτὸς δὲ ὀξείη ὀδύνη ξὺν πυρετῷ ξυνεχεῖ τε καὶ ἰσχυρῷ δεινόν κίνδυνος γὰρ παραφρονῆσαι τὸν ἄνθρωπον καὶ ἀπολέσθαι. Ως οὖν τουτέου τοῦ τόπου σφαλεροῦ ἐόντος, ταχέως δεῖ προσέχειν τὸν νόον τοῖσι σημείοισι πᾶσιν ἀπὸ τῆς πρώτης ἡμέρης. Ἀπόλλυνται δὲ οἱ μὲν νεώτεροι τῶν ἀνθρώπων ἑβδομαῖοι καὶ ἔτι θᾶσσον ὑπὸ τουτέου τοῦ νουσήματος οἱ δὲ γέροντες πολλῷ βραδύτερον οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον αὐτέοισιν ἐπιγίγνονται, καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυΐσκεσθαι ἀλλὰ ταύτῃσι μὲν τῇσιν ἡλικίῃσιν ὑποστροφαὶ τοῦ νουσήματος ἐπιγιγνόμεναι ἀποκτείνουσι τοὺς πλείστους. Οἱ δὲ νεώτεροι, πρὶν ἐκπυῆσαι τὸ οὖς, ἀπόλλυνται πλὴν ἀλλ’ ἤν γε ῥυῇ πῦον λευκὸν ἐκ τοῦ ὠτὸς, ἐλπὶς τῷ νεωτέρῳ περιγενέσθαι, ἤν γε καὶ ἄλλο τι αὐτέῳ ἐπιγένηται χρηστὸν σημεῖον.
23. Φάρυγξ δὲ ἑλκουμένη ξὺν πυρετῷ δεινόν ἀλλ’ ἤν τι
καὶ ἄλλο σημεῖον γένηται τῶν προκεκριμένων πονηρῶν εἶναι, προλέγειν δεῖ ὡς ἐν κινδύνῳ ἐόντος τοῦ ἀνθρώπου. Αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι, καὶ τάχιστα ἀναιρέουσιν, ὁκόσαι μήτε ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ποιέουσι, μήτε ἐν τῷ αὐχένι, πλεῖστον δὲ πόνον παρέχουσι καὶ ὀρθόπνοιαν αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι, καὶ δευτεραῖαι, καὶ τριταῖαι, καὶ τεταρταῖαι. Ὅσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ, καὶ ἐρυθήματα ἐν τῇ φάρυγγι ποιέουσιν, ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ μᾶλλον τῶν πρόσθεν, ἢν τὸ ἐρύθημα μέγα γίγνηται. Ὁκόσοισι δὲ ξυνεξερευθείη ἡ φάρυγξ καὶ ὁ αὐχὴν, αὗται δὴ χρονιώτεραι, καὶ μάλιστα ἐξ αὐτέων τινὲς περιφεύγουσιν, ἢν ὅ τε
αὐχὴν καὶ τὸ στῆθος ἐρύθημα ἔχῃ, καὶ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας ἔσω. Ἢν δὲ μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν ἀφανίζηται τὸ ἐρυσίπελας, μήτε φύματος ξυστραφέντος ἐν τῷ ἔξω χωρίῳ, μήτε πῦον ἀποβήσσῃ, ῥηϊδίως τε καὶ ἀπόνως ἔχειν δοκέῃ, θάνατον σημαίνει, ἢ ὑποστροφὴν τοῦ ἐρυθήματος. Ἀσφαλέστερον δὲ τὸ οἴδημα καὶ τὸ ἐρύθημα ὡς μάλιστα ἔξω τρέπεσθαι ἢν δὲ ἐς τὸν πλεύμονα τραπείη, παράνοιάν τε ποιέει, καὶ ἔμπυοι ἐξ αὐτέων τινὲς ὡς τὰ πολλὰ γίγνονται. Οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτάμνεσθαι καὶ ἀποσχάζεσθαι, ἔστ’ ἂν ἐρυθροί τε ἔωσι καὶ μεγάλοι καὶ γὰρ φλεγμοναὶ ἐπιγίγνονται τουτέοισι καὶ αἱμορραγίαι ἀλλὰ χρὴ τὰ τοιαῦτα τοῖσιν ἄλλοισι μηχανήμασι πειρῆσθαι κατισχναίνειν ἐν τουτέῳ τῷ χρόνῳ. Ὁκόταν δὲ ἀποκριθῇ πᾶν, ὃ δὴ σταφυλὴν καλέουσι, καὶ γένηται τὸ
μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δὲ ἀνωτέρω λεπτότερον, ἐν τουτέῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν. Ἄμεινον δὲ καὶ τὴν κοιλίην ὑποκενώσαντα τῇ χειρουργίῃ χρέεσθαι, ἢν ὅ τε χρόνος ξυγχωρέῃ, καὶ μὴ ἀποπνίγηται ὁ ἄνθρωπος.
24. Ὁκόσοισι δ’ ἂν οἱ πυρετοὶ παύωνται, μήτε σημείων γενομένων λυτηρίων, μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν, ὑποστροφὴν προσδέχεσθαι χρὴ τουτέοισιν. Ὅστις δ’ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μηκέτι ὀδύνης ἐχούσης διὰ φλεγμονήν τινα, μήτε διὰ πρόφασιν ἄλλην μηδεμίην ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν μετ’ οἰδήματός τε καὶ ὀδύνης ἔς τι τῶν ἄρθρων, καὶ οὐχ ἧσσον ἐκ τῶν κάτω. Μᾶλλον δὲ γίγνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριήκοντα ἐτέων ὑποσκέπτεσθαι δὲ χρὴ εὐθέως τὰ περὶ τῆς ἀποστάσιος, ἢν εἴκοσιν ἡμέρας ὁ πυρετὸς ἔχων ὑπερβάλλῃ τοῖσι δὲ γεραιτέροισιν
ἧσσον γίγνεται, πολυχρονιωτέρου ἐόντος τοῦ πυρετοῦ. Χρὴ δὲ τὴν μὲν τοιαύτην ἀπόστασιν προσδέχεσθαι, ξυνεχέος ἐόντος τοῦ πυρετοῦ, ἐς δὲ τεταρταῖον καταστήσεσθαι, ἢν διαλείπῃ τε καὶ καταλαμβάνῃ πεπλανημένον τρόπον, καὶ ταῦτα ποιέων τῷ φθινοπώρῳ προσπελάσῃ. Ὥσπερ δὲ τοῖσι νεωτέροισι τῶν τριήκοντα ἐτέων αἱ ἀποστάσιες γίγνονται, οὕτως οἱ τεταρταῖοι μᾶλλον τοῖσι τριήκοντα ἐτέων καὶ γεραιτέροισιν. Τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ τοῦ χειμῶνος μᾶλλον γιγνομένας χρονιώτερόν τε παυομένας, ἧσσον δὲ παλινδρομεύσας. Ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ τὴν κεφαλὴν ἀλγέειν, ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἢ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται ἢν δὲ καὶ ῥῖγος ἐπιλάβῃ, καὶ τὰ κάτω μέρεα τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, καὶ θᾶσσον ἔτι ὁ ἔμετος παρέσται ἢν δέ τι πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα τοῦτο ταχέως ἐμέεται. Τουτέων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος τῇ πρώτῃ ἡμέρῃ γίγνεσθαι, τεταρταῖοι πιεζεῦνται μάλιστα καὶ πεμπταῖοι ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται οἱ μέντοι πλείονες αὐτέων ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ μάλιστα πεμπταῖοι, ἀπαλλάσσονται δὲ ἐναταῖοι ἢ ἑνδεκαταῖοι οἳ δ’ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι, καὶ τἄλλα κατὰ λόγον αὐτέοισι γίγνηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην κρίνεται ἡ νοῦσος. Γίγνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῆσι γυναιξὶν ἐν τοῖσι τριταίοισι μάλιστα τοῖσι δὲ νεωτέροισι γίγνεται μὲν καὶ ἐν τουτέοισι, μᾶλλον δὲ ἐν τοῖσι ξυνεχεστέροισι πυρετοῖσι, καὶ ἐν τοῖσι γνησίοισι τριταίοισιν. Οἷσι δ’ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἀμβλυωγμὸς γίγνεται, ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ καρδιώσσειν, ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ ξυντείνεταί τι μήτε ξὺν ὀδύνῃ μήτε ξὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν τουτέοισι ῥυῆναι προσδόκιμον ἀντὶ τοῦ ἐμέτου. Μᾶλλον δὲ καὶ ἐνταῦθα τοῖσι νέοισι τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι τοῖσι δὲ πέντε καὶ τριήκοντα ἔτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τουτέοισι προσδέχεσθαι. Τοῖσι δὲ παιδίοισι σπασμοὶ γίγνονται, ἢν ὁ πυρετὸς ὀξὺς ᾖ, καὶ ̣ γαστὴρ μὴ διαχωρέῃ, καὶ ἀγρυπνέωσί τε καὶ ἐκπλαγέωσι, καὶ κλαυθμυρίζωσι, καὶ τὸ χρῶμα μεταβάλλωσι, καὶ χλωρὸν ἢ πελιὸν ἢ ἐρυθρὸν ἴσχωσιν. Γίγνεται δὲ ταῦτα ἐξ ἑτοιμοτάτου μὲν τοῖσι παιδίοισι τοῖσι νεωτάτοισιν ἐς τὰ ἑπτὰ ἔτεα τὰ δὲ πρεσβύτερα τῶν παιδίων καὶ οἱ ἄνδρες οὐκ ἔτι ἐν τοῖσι πυρετοῖσιν ὑπὸ τῶν σπασμῶν ἁλίσκονται, ἢν μή τι τῶν σημείων προσγένηται τῶν ἰσχυροτάτων τε καὶ κακίστων, οἷά περ ἐν τῃσι φρενίτισι γίγνεται. Τοὺς δ’ἀπολουμένους τε καὶ περιεσομένους τῶν παιδίων τε καὶ τῶν ἄλλων τεκμαίρεσθαι τοῖσι ξύμπασι σημείοισιν, ὡς ἐφ’ ἑκάστοισιν ἕκαστα διαγέγραπται. Ταῦτα δὲ λέγω περί τε τῶν ὀξέων νουσημάτων καὶ ὅσα ἐκ τουτέων γίγνεται.
25. Χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγιγνώσκειν τοὺς περιεσομένους καὶ τοὺς ἀποθανουμένους, ὅσοισί τε ἂν μέλλῃ πλέονας ἡμέρας παραμένειν τὸ νούσημα καὶ ὅσοισιν ἂν ἐλάσσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα δύνασθαι κρίνειν, λογιζόμενον τὰς δυνάμιας αὐτέων πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται περί τε τῶν ἄλλων καὶ τῶν οὔρων καὶ τῶν πτυέλων, ὅταν ὁμοῦ πῦόν τε ἀναβήσσῃ καὶ χολήν. Χρὴ δὲ καὶ τὰς φορὰς τῶν νουσημάτων αἰεὶ ἐπιδημεύντων ταχέως ἐνθυμέεσθαι, τήν τε τῆς ὥρης κατάστασιν. Εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ τῶν ἄλλων σημείων, καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάση ὥρῃ τά τε κακὰ κακὸν σημαίνει, καὶ τὰ χρηστὰ ἀγαθὸν, ἐπεὶ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Σκυθίῃ φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα σημεῖα. Ἐξ ὧν χρὴ εἰδέναι ὅτι ἔν γε τοῖς̣ αὐτέοισι χωρίοισιν οὐδὲν δεινὸν τὸ μὴ οὐ τὰ πολλαπλάσια αὐτέων ἐπιτυγχάνειν, ἢν ἐκμαθών τις αὐτὰ κρίνειν τε καὶ λογίζεσθαι ὀρθῶς ἐπίστηται. Ποθέειν δὲ χρὴ οὐδενὸς νουσήματος οὔνομα, ὅ τι μὴ τυγχάνῃ ἐνθάδε γεγραμμένον πάντα γὰρ ὁκόσα ἐν τοῖσι χρόνοισι τοῖσι προειρημένοισι κρίνεται, γνώσῃ τοῖσιν αὐτέοισι σημείοισιν.
SECTION 1
1. Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ καιρὸς ὀξὺς, ἡ δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. Δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιεῦντα, ἀλλὰ καὶ τὸν νοσέοντα, καὶ τοὺς παρεόντας, καὶ τὰ ἔξωθεν.
2. Ἐν τῇσι τα ραχῇσι τῆς κοιλίης, καὶ ἐμέτοισι, τοῖσιν αὐτομάτως γιγνομένοισιν, ἢν μὲν, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν ἢν δὲ μὴ, τοὐναντίον. Οὕτω δὲ καὶ κενεαγγείη, ἢν μὲν, οἷα δεῖ γίγνεσθαι, γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν ἢν δὲ μὴ, τοὐναντίον. Ἐπιβλέπειν οὖν δεῖ καὶ χώρην, καὶ ὥρην, καὶ ἡλικίην, καὶ νούσους, ἐν ᾗσι δεῖ, ἢ οὔ.
3. Ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραὶ, ἢν ἐν τῷ ἐσχάτῳ ἔωσιν οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ, οὐδὲ ἀτρεμέειν ἐπεὶ δὲ οὐκ ἀτρεμέουσιν, οὐδ’ ἔτι δυνάνται ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι, λείπεται ἐπὶ τὸ χεῖρον τουτέων οὖν εἵνεκεν τὴν εὐεξίην λύειν ξυμφέρει μὴ βραδέως, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λαμβάνῃ τὸ σῶμα μηδὲ τὰς ξυμπτώσιας ἐς τὸ ἔσχατον ἄγειν, σφαλερὸν γὰρ, ἀλλ’ ὁκοίη ἂν ἡ φύσις ᾖ τοῦ μέλλοντος ὑπομένειν, ἐς τοῦτο ἄγειν. Ωσαύτως δὲ καὶ αἱ κενώσιες αἱ ἐς τὸ ἔσχατον ἄγουσαι, σφαλεραί καὶ πάλιν αἱ ἀναθρέψιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, σφαλεραί.
4. Αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται, καὶ ἐν τοῖσι μακροῖσιν αἰεὶ πάθεσι, καὶ ἐν τοῖσιν ὀξέσιν, οὗ μὴ ἐπιδέχεται, σφαλεραί. Καὶ πάλιν αἱ ἐς τὸ ἔσχατον λεπτότητος ἀφιγμέναι δίαιται, χαλεπα̣ καὶ γὰρ αἱ πληρώσιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, χαλεπαί.
5. Ἐν τῇσι λεπτῇσι διαίτῃσιν ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται πᾶν γὰρ τὸ ἁμάρτημα ὃ ἂν γίνηται, μέγα γίνεται μᾶλλον, ἢ ἐν τῇσιν ὀλίγον ἁδροτέρῃσι διαίτῃσιν διὰ τοῦτο καὶ τοῖσιν ὁγιαίνουσι σφαλεραὶ αἱ πάνυ λεπταὶ καὶ καθεστηκυῖαι καὶ ἀκριβέες δίαιται, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρουσιν. Διὰ τοῦτο οὖν αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται, σφαλεραὶ ἐς τὰ πλεῖστα τῶν σμικρῷ ἁδροτέρων.
6. Ἐς δὲ τὰ ἔσχατα νουσήματα αἱ ἔσχαται θεραπεῖαι ἐς ἀκριβείην, κράτισται.
7. Ὅκου μὲν κάτοξυ τὸ νούσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει, καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι ὅκου δὲ μὴ, ἀλλ’ ἐνδέχεται ἁδροτέρως διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν, ὁκόσον ἂν ἡ νοῦσος μαλθακωτέρη τῶν ἐσχάτων ἔῃ.
8. Ὁκόταν δὲ ἀκμάζῃ τὸ νούσημα, τότε λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.
9. Ξυντεκμαίρεσθαι δὲ χρὴ καὶ τὸν νοσέοντα, εἰ ἐξαρκέσει τῇ διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου, καὶ πότερον ἐκεῖνος ἀπαυδήσει πρότερον, καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ, ἢ ἡ νοῦσος πρότερον ἀπαυδήσει καὶ ἀμβλυνεῖται.
10. Ὁκόσοισι μὲν οὖν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς διαιτῇν ὁκόσοισι δὲ ἐς ὕστερον ἡ ἀκμὴ, ἐς ἐκεῖνο, καὶ πρὸ ἐκείνου σμικρὸν, ἀφαιρετέον ἔμπροσθεν δὲ, πιοτέρως διαιτῇν, ὡς ἂν ἐξαρκέσῃ ὁ νοσέων.
11. Ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή τὸ προστιθέναι γὰρ βλάβη καὶ ὁκόσα κατὰ περιόδους παροξύνεται, ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή.
12. Τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι, καὶ αἱ ὧραι τοῦ ἔτεος, καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἀνταποδόσιες, ἤν τε καθ’ ἡμέρην, ἤν τε παρ’ ἡμέρην, ἤν τε καὶ διὰ πλείονος χρόνου γίγνωνται ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν, οἷον ἐν πλευριτικοῖσι πτύελον ἢν μὲν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου, βραχύνει, ἢν δ’ ὕστερον ἐπιφαίνηται, μηκύνει καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες, καὶ δύσκριτα καὶ εὔκριτα, καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα, ἐπιφαινόμενα, δηλοῖ.
13. Γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον, οἱ καθεστηκότες, ἥκιστα, μειράκια, πάντων δὲ μάλιστα, παιδία, τουτέων δὲ αὐτέων ἃ ἂν τύχῃ αὐτὰ ἑωυτέων προθυμότερα ἐόντα.
14. Τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν πλείστης οὖν δεῖται τροφῆς εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται γέρουσι δὲ ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται ὑπὸ πολλῶν γὰρ ἀποσβέννυται διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσιν οὐχ ὁμοίως ὀξέεες ψυχρὸν γὰρ τὸ σῶμα.
15. Αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει, καὶ ὕπνοι μακρότατοι ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι, καὶ τὰ προσάρματα πλείω δοτέον καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πλεῖστον ἔχει τροφῆς οὖν πλείονος δεῖται σημεῖον, αἱ ἡλικίαι καὶ οἱ ἀθληταί.
16. Αἱ ὑγραὶ δίαιται πᾶσι τοῖσι πυρεταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι, καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι.
17. Καὶ οἷσιν ἅπαξ, ἢ δὶς, καὶ πλείω ἢ ἐλάσσω, καὶ κατὰ μέρος δοτέον δέ τι καὶ τῷ ἔθει, καὶ τῇ ὥρῃ, καὶ τῇ χώρῃ, καὶ τῇ ἡλικίη.
18. Θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος Ρήϊστα, ἦρος δεύτερον.
19. Τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδόναι, μηδ’ ἀναγκάζειν, ἀλλ’ ἀφαιρέειν τῶν προσθεσίων πρὸ τῶν κρισίων.
20. Τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως, μὴ κινέειν, μηδὲ νεωτεροποιέειν, μήτε φαρμακείῃσι, μήτ’ ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ’ ἐᾷν.
21. Ἁ δεῖ ἄγειν, ὅκου ἂν μάλιστα Ρέπῃ, ταύτῃ ἄγειν, διὰ τῶν ξυμφερόντων χωρίων
22. Πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ τὰ δὲ πλεῖστα οὐκ ὀργᾷ.
23. Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ’ ὡς ἂν χωρέῃ οἷα δεῖ, καὶ φέρῃ εὐφόρως καὶ ὁκου δεῖ μέχρι λειποθυμίης ἄγειν, καὶ τοῦτο ποιέειν, ἢν ἐξαρκέῃ ὁ νοσέων.
24. Ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι, καὶ τοῦτο προεξευκρινήσαντα ποιέειν.
25. Ἢν, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε, καὶ εὐφόρως φέρουσιν τὰ δ’ ἐναντία, δυσχερῶς.
SECTION 2
1. Ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον.
2. Ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν.
3. Ὕπνος, ἀγρυπνίη, ἀμφότερα τοῦ μετρίου μᾶλλον γενόμενα, κακόν.
4. Οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν, ὅ τι ἂν μᾶλλον τῆς φύσιος ᾖ.
5. Κόποι αὐτόματοι φράζουσι νούσους.
6. Ὁκόσοι, πονέοντές τι τοῦ σώματος, τὰ πολλὰ τῶν πόνων οὐκ αἰσθάνονται, τουτέοισιν ἡ γνώμη νοσέεει.
7. Τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα σώματα νωθρῶς ἐπανατρέφειν, τὰ δὲ ἐν ὀλίγῳ, ὀλίγως.
8. Ἢν ἐκ νούσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ, σημαίνει ὅτι πλείονι τροφῇ τὸ σῶμα χρέεται ἢν δὲ, τροφὴν μὴ λαμβάνοντος, τοῦτο γίγνηται, χρὴ εἰδέναι, ὅτι κενώσιος δεῖται.
9. Τὰ σώματα χρὴ, ὅκου τις βούλεται καθαίρειν, εὔροα ποιέειν.
10. Τὰ μὴ καθαρὰ τῶν σωμάτων, ὁκόσῳ ἂν θρέψῃς μᾶλλον, βλάψεις.
11. Ῥᾷον πληροῦσθαι ποτοῦ, ἢ σιτίου.
12. Τὰ ἐγκαταλιμπανόμενα ἐν τῇσι νούσοισι μετὰ κρίσιν, ὑποστροφὰς ποιέειν εἴωθεν.
13. Ὁκόσοισι ̣κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος, ἡ πρὸ τοῦ παροξυσμοῦ, ἡ δὲ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πουλύ.
14. Ἐν τῇσι τῆς κοιλίης Ρύσεσιν αἱ μεταβολαὶ τῶν διαχωρημάτων ὠφελέουσιν, ἢν μὴ ἐς τὰ πονηρὰ μεταβάλλῃ.
15. Ὅκου φάρυγξ νοσέει, ἢ φύματα ἐν τῷ σώματι ἐκφύεται, τὰς ἐκκρίσιας σκέπτεσθαι ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα ξυννοσέει ἢν δὲ ὅμοιαι τοῖσιν ὑγιαίνουσι γίγνωνται, ἀσφαλὲς τὸ σῶμα τρέφειν.
16. Ὅκου λιμὸς, οὐ δεῖ πονέειν.
17. Ὅκου ἂν τροφὴ πλείων παρὰ φύσιν ἐσέλθῃ, τοῦτο νοῦσον ποιέει, δηλοῖ δὲ ἡ ἴησις.
18. Τῶν τρεφόντων ἀθρόως καὶ ταχέως, ταχεῖαι καὶ αἱ διαχωρήσιες γίνονται.
19. Τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προδιαγορεύσιες, οὔτε τοῦ θανάτου, οὔτε τῆς ὑγιείης.
20. Ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται ὁκόσοισι δὲ νέοισιν ἐοῦσιν αἱ κοιλίαι ξηραί εἰσι, τουτέοισι πρεσβυτέροισι γινομένοισιν ὑγραίνονται.
21. Λιμὸν θώρηξις λύει.
22. Ἀπὸ πλησμονῆς ὁκόσα ἂν νοσήματα γένηται, κένωσις ἰῆται, καὶ ὁκόσα ἀπὸ κενώσιος, πλησμονὴ, καὶ τῶν ἄλλων ἡ ὑπεναντίωσις.
23. Τὰ ὀξέα τῶν νουσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν.
24. Τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος ἑτέρης ἑβδομάδος ἡ ὀγδόη ἀρχὴ, θεωρητὴ δὲ ἡ ἑνδεκάτη, αὕτη γάρ ἐστι τετάρτη τῆς ἑτέρης ἑβδομάδος θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη, αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ἑνδεκάτης.
25. Οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ, μακροὶ, καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα ξυνάπτοντες.
26. Πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γενέσθαι, ἢ σπασμὸν ἐπὶ πυρετῷ.
27. Τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν, οὐδὲ φοβέεσθαι λίην τὰ μοχθηρὰ γινόμενα παραλόγως τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια, καὶ οὐ πάνυ τι διαμένειν, οὐδὲ χρονίζειν εἴωθεν.
28. Τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως, τὸ διαμένειν, καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα, ἢ καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον, μοχθηρόν τὸ μὲν γὰρ μῆκος νούσου σημαίνει, τὸ δὲ, ἀσθένειαν.
29. Ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει ἀκμαζουσῶν δὲ, ἡσυχίην ἔχειν βέλτιόν ἐστιν.
30. Περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη, πάντα ἀσθενέστατα, περὶ δὲ τὰς ἀκμὰς, ἰσχυρότατα.
31. Τῷ ἐξ ἀῤΡωστίης εὐσιτεῦντι, μηδὲν ἐπιδιδόναι τὸ σῶμα, μοχθηρόν.
32. Ως τὰ πολλὰ πάντες οἱ φαύλως ἔχοντες, κατ’ ἀρχὰς μὲν εὐσιτεῦντες, καὶ μηδὲν ἐπιδιδόντες, πρὸς τῷ τέλει πάλιν ἀσιτέουσιν οἱ δὲ κατ’ ἀρχὰς μὲν ἀσιτεῦντες ἰσχυρῶς, ὕστερον δὲ εὐσιτεῦντες, βέλτιον ἀπαλλάσσουσιν.
33. Ἐν πάσῃ νούσῳ τὸ ἐῤΡῶσθαι τὴν διάνοιαν, καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς, ἀγαθόν τὸ δὲ ἐναντίον, κακόν.
34. Ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἷσιν ἂν οἰκείη τῆς φύσιος, καὶ τῆς ἕξιος, καὶ τῆς ἡλικίης, καὶ τῆς ὥρης ἡ νοῦσος ᾖ μᾶλλον, ἢ οἷσιν ἂν μὴ οἰκείη κατά τι τουτέων ᾖ.
35. Ἐν πάσῃσι τῇσι νούσοισι, τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον πάχος ἔχειν βέλτιόν ἐστι, τὸ δὲ σφόδρα λεπτὸν καὶ ἐκτετηκὸς, μοχθηρόν ἐπισφαλὲς δὲ τὸ τοιοῦτον καὶ πρὸς τὰς κάτω καθάρσιας.
36. Οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα, ἐν τῇσι φαρμακείῃσι καθαιρόμενοι ἐκλύονται ταχέως, καὶ οἱ πονηρῇ τροφῇ χρεόμενοι.
37. Οἱ εὖ τὰ σώματα ἔχοντες, φαρμακεύεσθαι ἐργώδεες.
38. Τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ, τῶν βελτιόνων μὲν, ἀηδεστέρων δὲ, μᾶλλον αἱρετέον.
39. Οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πολλὰ νοσέουσιν ἧσσον ὅσα δ’ ἂν αὐτέοισι χρόνια νοσήματα γένηται, τὰ πολλὰ ξυναποθνήσκει.
40. Βράγχοι καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται.
41. Οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς, ἄνευ φανερῆς προφάσιος, ἐξαπίνης τελευτῶσιν.
42. Λύειν ἀποπληξίην ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ, οὐ Ρηΐδιον.
43. Τῶν ἀπαγχομένων καὶ καταλυομένων, μηδέπω δὲ τεθνηκότων, οὐκ ἀναφέρουσιν, οἷσιν ἂν ἀφρὸς ᾖ περὶ τὸ στόμα.
44. Οἱ παχέες σφόδρα κατὰ φύσιν, ταχυθάνατοι γίνονται μᾶλλον τῶν ἰσχνῶν.
45. Τῶν ἐπιληπτικῶν τοῖσι νέοισιν ἀπαλλαγὴν αἱ μεταβολαὶ μάλιστα τῆς ἡλικίης, καὶ τῶν χωρίων, καὶ τῶν βίων ποιέουσιν.
46. Δύο πόνων ἅμα γινομένων μὴ κατὰ τὸν αὐτὸν τόπον, ὁ σφοδρότερος ἀμαυροι τὸν ἕτερον.
47. Περὶ τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ ξυμβαίνουσι μᾶλλον, ἢ γενομένου.
48. Ἐν πάσῃ κινήσει τοῦ σώματος, ὁκόταν ἄρχηται πονέειν, τὸ διαναπαύειν εὐθὺς, ἄκοπον.
49. Οἱ εἰθισμένοι τοὺς ξυνήθεας πόνους φέρειν, κἢν ὦσιν ἀσθενέες ἢ γέροντες, τῶν ἀξυνηθέων ἰσχυρῶν τε καὶ νέων ̣ᾷον φέρουσιν.
50. Τὰ ἐκ πολλοῦ χρόνου ξυνήθεα, κἂν ᾖ χείρω τῶν ἀξυνηθέων, ἧσσον ἐνοχλεῖν εἴωθεν δεῖ δὲ καὶ ἐς τὰ ἀξυνήθεα μεταβάλλειν
51. Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν, ἢ πληροῦν, ἢ θερμαίνειν, ἢ ψύχειν, ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινέειν, σφαλερὸν, καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον τὸ δὲ κατ’ ὀλίγον, ἀσφαλὲς, καὶ ἄλλως, ἤν τις ἐξ ἑτέρου ἐφ’ ἕτερον μεταβαίνῃ.
52. Πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων τῶν κατὰ λόγον, μὴ μεταβαίνειν ἐφ’ ἕτερον, μένοντος τοῦ δόξαντος ἐξ ἀρχῆς.
53. Ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσιν, νέοι μὲν ἐόντες, βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, ἐς δὲ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσιν ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πουλὺ ἀπογηράσκουσιν.
54. Μεγέθει δὲ σώματος, ἐννεάσαι μὲν, ἐλευθέριον καὶ οὐκ ἀηδές ἐγγηρᾶσαι δὲ, δύσχρηστον καὶ χεῖρον τῶν ἐλασσόνων.
SECTION 3
1. Αἱ μεταβολαὶ τῶν ὡρέων μάλιστα τίκτουσι νουσήματα, καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταλλαγαὶ ἢ ψύξιος ἢ θάλψιος, καὶ τἄλλα κατὰ λόγον οὕτως.
2. Τῶν φυσίων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ ἢ κακῶς πεφύκασιν.
3. Τῶν νούσων ἄλλαι πρὸς ἄλλας εὖ ἢ κακῶς πεφύκασι, καὶ ἡλικίαι τινὲς πρὸς ὥρας, καὶ χώρας, καὶ διαίτας.
4. Ἐν τῇσιν ὥρῃσιν, ὅταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος γένηται, φθινοπωρινὰ τὰ νουσήματα προσδέχεσθαι χρή.
5. Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροι, διαλυτικοί ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤΡωστίῃσι πάσχουσιν. Ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων, στηθέων ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤΡωστίῃσι προσδέχεσθαι χρή.
6. Ὁκόταν θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτας ἐν τοῖσι πυρετοῖσι πολλοὺς προσδέχεσθαι χρή.
7. Ἐν τοῖσιν αὐχμοῖσι πυρετοὶ ὀξέες γίνονται καὶ ἢν μὲν ἐπὶ πλέον ᾖ τὸ ἔτος τοιουτέον ἐὸν, οἵην τὴν κατάστασιν ἐποίησεν, ὡς ἐπιτοπουλὺ καὶ τὰ νουσήματα τοιαῦτα δεῖ προσδέχεσθαι.
8. Ἐν τοῖσι καθεστεῶσι καιροῖσι, καὶ ὡραίως τὰ ὡραῖα ἀπο̣δοῦσιν, εὐσταθέες καὶ εὐκρινέες αἱ νοῦσοι γίνονται, ἐν δὲ τοῖσιν ̣τάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι.
9. Ἐν φθινοπώρῳ ὀξύταται αἱ νοῦσοι, καὶ θανατωδέσταται τοὐπίπαν, ἦρ δὲ ὑγιεινότατον, καὶ ἥκιστα θανατῶδες.
10. Τὸ φθινόπωρον τοῖσι φθίνουσι κακόν.
11. Περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔπομβρον καὶ νότιον, ἀνάγκη, τοῦ θέρεος, πυρετοὺς ὀξέας, καὶ ὀφθαλμίας, καὶ δυσεντερίας γίνεσθαι, μάλιστα τῇσι γυναιξὶ, καὶ ἀνδρῶν τοῖσιν ὑγροῖσι τὰς φύσιας.
12. Ἢν δὲ νότιος ὁ χειμὼν καὶ ἔπομβρος καὶ εὐδιεινὸς γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, αἱ μὲν γυναῖκες, ᾗσιν οἱ τόκοι πρὸς τὸ ἦρ, ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσιν αἳ δ’ ἂν τέκωσιν, ἀκρατέα καὶ νοσώδεα τὰ παιδία τίκτουσιν, ὥστε ἢ παραυτίκα ἀπόλλυσθαι, ἢ λεπτὰ καὶ νοσώδεα ζῇν ἐόντα τοῖσι δὲ ἄλλοισι βροτοῖσι δυσεντερίαι καὶ ὀφθαλμίαι ξηραὶ γίνονται, τοῖσι δὲ πρεσβυτέροισι κατάῤΡοοι ξυντόμως ἀπολλύντες.
13. Ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται, τὸ δὲ φθινόπωρον
̣πομβρον καὶ νότιον, κεφαλαλγίαι ἐς τὸν χειμῶνα γίνονται, καὶ βῆχες, καὶ βράγχοι, καὶ κόρυζαι, ἐνίοισι δὲ καὶ φθίσιες.
14. Ἢν δὲ βόρειον ᾖ καὶ ἄνυδρον, τοῖσι μὲν ὑγροῖσι τὰς φύσιας καὶ τῇσι γυναιξὶ ξύμφορον τοῖσι δὲ λοιποῖσιν ὀφθαλμίαι ἔσονται ξηραὶ, καὶ πυρετοὶ ὀξέες, καὶ κόρυζαι, ἐνίοισι δὲ καὶ μελαγχολίαι.
15. Τῶν δὲ καταστασίων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰσιν ὑγιεινότεροι, καὶ ἧσσον θανατώδεες.
16. Νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνεται, πυρετοί τε μακροὶ, καὶ κοιλίης Ρύσιες, καὶ σηπεδόνες, καὶ ἐπίληπτοι, καὶ ἀπόπληκτοι, καὶ κυνάγχαι ἐν δὲ τοῖσιν αὐχμοῖσι, φθινάδες, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι, καὶ δυσεντερίαι.
17. Αἱ δὲ καθ’ ἡμέρην καταστάσιες, αἱ μὲν βόρειοι τά τε
σώματα ξυνιστᾶσι, καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουσι, καὶ τὰς κοιλίας ξηραίνουσι, καὶ τὰ ὄμματα δάκνουσι, καὶ περὶ τὸν θώρηκα ἄλγημα ἤν τι προϋπάρχῃ, μᾶλλον πονέουσιν αἱ δὲ νότιοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι, καὶ βαρυηκοΐας καὶ καρηβαρίας καὶ ἰλίγγους ποιέουσιν, ἐν δὲ τοῖσιν ὀφθαλμοῖσι καὶ τοῖσι σώμασι δυσκινησίην, καὶ τὰς κοιλίας ὑγραίνουσιν.
18. Κατὰ δὲ τὰς ὥρας, τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος, οἱ παῖδες καὶ οἱ τουτέων ἐχόμενοι τῇσιν ἡλικίῃσιν, ἄριστά τε διἄγουσι, καὶ ὑγιαίνουσι μάλιστα τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου, μέχρι μέν τινος οἱ γέροντες τὸ δὲ λοιπὸν, καὶ τοῦ χειμῶνος, οἱ μέσοι τῇσιν ἡλικίῃσιν.
19. Νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι γίνεται, μᾶλλον δ’ ἔνια κατ’ ἐνίας αὐτέων καὶ γίνεται καὶ παροξύνεται.
20. Τοῦ μὲν γὰρ ἦρος, τὰ μανικὰ, καὶ τὰ μελαγχολικὰ, καὶ τὰ ἐπιληπτικὰ, καὶ αἵματος Ρύσιες, καὶ κυνάγχαι, καὶ κόρυζαι, καὶ βράγχοι, καὶ βῆχες, καὶ λέπραι, καὶ λειχῆνες, καὶ ἀλφοὶ, καὶ ἐξανθήσιες ἑλκώδεες πλεῖσται, καὶ φύματα, καὶ ἀρθριτικά.
21. Τοῦ δὲ θέρεος, ἔνιά τε τουτέων, καὶ πυρετοὶ ξυνεχέες, καὶ
καῦσοι, καὶ τριταῖοι πλεῖστοι, καὶ ἔμετοι, καὶ διάῤΡοιαι, καὶ ὀφθαλμίαι, καὶ ὤτων πόνοι, καὶ στομάτων ἑλκώσιες, καὶ σηπεδόνες αἰδοίων, καὶ ἵδρωα.
22. Τοῦ δὲ φθινοπώρου, καὶ τῶν θερινῶν τὰ πολλὰ, καὶ πυρετοὶ τεταρταῖοι, καὶ πλανῆτες, καὶ σπλῆνες, καὶ ὕδρωπες, καὶ φθίσιες, καὶ στραγγουρίαι, καὶ λειεντερίαι, καὶ δυσεντερίαι, καὶ ἰσχιάδες, καὶ κυνάγχαι, καὶ ἄσθματα, καὶ εἰλεοὶ, καὶ ἐπιληψίαι, καὶ τὰ μανικὰ, καὶ τὰ μελαγχολικά.
23. Τοῦ δὲ χειμῶνος, πλευρίτιδες, περιπλευμονίαι, κόρυζαι, βράγχοι, βῆχες, πόνοι στηθέων, πόνοι πλευρέων, ὀσφύος, κεφαλαλγίαι, ἴλιγγοι, ἀποπληξίαι.
24. Ἐν δὲ τῇσιν ἡλικίῃσι τοιάδε ξυμβαίνει τοῖσι μὲν σμικροῖσι καὶ νεογνοῖσι παιδίοισιν, ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ φλεγμοναὶ, ὤτων ὑγρότητες.
25. Πρὸς δὲ τὸ ὀδοντοφυέειν προσάγουσιν, οὔλων ὀδαξησμοὶ,
πυρετοὶ, σπασμοὶ, διάῤΡοιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας, καὶ τοῖσι παχυτάτοισι τῶν παίδων, καὶ τοῖσι σκληρὰς τὰς κοιλίας ἔχουσιν.
26. Πρεσβυτέροισι δὲ γενομένοισι, παρίσθμια, σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλμινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριασμοὶ, χοιράδες, καὶ τἄλλα φύματα, μάλιστα δὲ τὰ προειρημένα.
27. Τοῖσι δὲ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προσάγουσι, τουτέων τε τὰ πολλὰ, καὶ πυρετοὶ χρόνιοι μᾶλλον, καὶ ἐκ Ρινῶν αἵματος Ρύσιες
28. Τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν ὅσα δ’ ἂν διαμείνῃ τοῖσι παιδίοισι, καὶ μὴ ἀπολυθῇ περὶ τὸ ἡβάσκειν, ἢ τῇσι θηλείῃσι περὶ τὰς τῶν καταμηνίων Ρήξιας, χρονίζειν εἴωθεν.
29. Τοῖσι δὲ νεηνίσκοισιν, αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι, καὶ τἄλλα νουσήματα, μάλιστα δὲ τὰ προειρημένα.
30. Τοῖσι δὲ ὑπὲρ τὴν ἡλικίην ταύτην, ἄσθματα, πλευρίτιδες, περιπλευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, διάῤΡοια̣ χρόνιαι, χολέραι, δυσεντερίαι, λειεντερίαι, αἱμοῤΡοΐδες.
31. Τοῖσι δὲ πρεσβύτῃσι, δύσπνοιαι, κατάῤΡοοι βηχώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμοὶ τοῦ σώματος ὅλου, ἀγρυπνίαι,
κοιλίης καὶ ὀφθαλμῶν καὶ Ρινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι.
SECTION 4
1. Τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας τὰ δὲ νήπια καὶ τὰ πρεσβύτερα εὐλαβέεσθαι χρή.
2. Ἐν τῇσι φαρμακείῃσι τοιαῦτα ἄγειν ἐκ τοῦ σώματος, ὁκοῖα καὶ αὐτόματα ἰόντα χρήσιμα, τὰ δὲ ἐναντίως ἰόντα παύειν,
3. Ἢν μὲν οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, τὰ δὲ ἐναντία, δυσχερῶς.
4. Φαρμακεύειν θέρεος μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω.
5. Ὑπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι.
6. Τοὺς ἰσχνοὺς τοὺς εὐημέας ἄνω φαρμακεύειν, ὑποστελλομένους χειμῶνα.
7. Τοὺς δὲ δυσημέας καὶ μέσως εὐσάρκους, κάτω, ὑποστελλομένους θέρος.
8. Τοὺς δὲ φθινώδεας, ὑποστελλομένους τὰς ἄνω.
9. Τοὺς δὲ μελαγχολικοὺς, ἁδροτέρως τὰς κάτω, τῷ αὐτῷ λογισμῷ τἀναντία προστιθείς.
10. Φαρμακεύειν ἐν τοῖσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημερόν χρονίζειν γὰρ ἐν τοῖσι τοιουτέοισι κακόν.
11. Ὁκόσοισι στρόφοι, καὶ περὶ ὀμφαλὸν πόνοι, καὶ ὀσφύος ἄλγημα μὴ λυόμενον μήτε ὑπὸ φαρμακείης, μήτ’ ἄλλως, εἰς ὕδρωπα ξηρὸν ἱδρύεται.
12. Ὁκόσοισι κοιλίαι λειεντεριώδεες, χειμῶνος φαρμακεύειν ἄνω, κακόν
13. Πρὸς τοὺς ἐλλεβόρους τοῖσι μὴ Ρηϊδίως ἄνω καθαιρομένοισι,
πρὸ τῆς πόσιος προϋγραίνειν τὰ σώματα πλείονι τροφῇ καὶ ἀναπαύσει.
14. Ἐπὴν πίῃ τις ἐλλέβορον, πρὸς μὲν τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, πρὸς δὲ τοὺς ὕπνους καὶ μὴ κινήσιας, ἧσσον δηλοῖ δὲ καὶ ̣ ναυτιλίη, ὅτι κίν̣σις τὰ σώματα ταράσσει.
15. Ἐπὴν βούλῃ μᾶλλον ἄγειν τὸν ἐλλέβορον, κίνει τὸ σῶμα ἐπὴν δὲ παῦσαι, ὕπνον ποίει, καὶ μὴ κίνει.
16. Ἐλλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσι, σπασμὸν γὰρ ἐμποιέει.
17. Ἀπυρέτῳ ἐόντι, ἀποσιτίη, καὶ καρδιωγμὸς, καὶ σκοτόδινος, καὶ στόμα ἐκτικρούμενον, ἄνω φαρμακείης δέεσθαι σημαίνει.
18. Τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα ἄνω φαρμακείην σημαίνει ὁκόσα δὲ κάτω, κάτω.
19. Ὁκόσοι ἐν τῇσι φαρμακοποσίῃσι μὴ διψῶσι, καθαιρόμενοι οὐ παύονται πρὶν ἢ διψήσωσι̣
20. Ἀπυρέτοισιν ἐοῦσιν, ἢν γίνηται στρόφος, καὶ γουνάτων βάρος, καὶ ὀσφύος ἄλγημα, κάτω φαρμακείης δεῖσθαι σημαίνει.
21. Ὑποχωρήματα μέλανα, οἱονεὶ αἷμα, ἀπὸ ταυτομάτου ἰόντα, καὶ ξὺν πυρετῷ, καὶ ἄνευ πυρετοῦ, κάκιστα καὶ ὁκόσῳ ἂν τὰ χρώματα πλείω καὶ πονηρότερα ᾖ, μᾶλλον.
κάκιον ξὺν φαρμάκῳ δὲ ἄμεινον, καὶ ὁκόσῳ ἂν πλείω χρώματα ᾖ, οὐ πονηρόν.
22. Νοσημάτων ὁκόσων ἀρχομένων, ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ὑπέλθῃ, θανάσιμον.
23. Ὁκόσοισιν ἐκ νουσημάτων ὀξέων ἢ πολυχρονίων, ἢ ἐκ τρωμάτων, ἢ ἄλλως πως λελεπτυσμένοισι χολὴ μέλαινα ἢ ὁκοῖον αἷμα μέλαν ὑπέλθῃ, τῇ ὑστεραίῃ ἀποθνήσκουσιν.
24. Δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον.
25. Αἷμα ἄνω μὲν ὁκοῖον ἂν ᾖ, κακὸν, κάτω δὲ, ἀγαθὸν, καὶ τὰ μέλανα ὑποχωρέοντα.
26. Ἢν ὑπὸ δυσεντερίης ἐχομένῳ ὁκοῖαι σάρκες ὑποχωρήσωσι, θανάσιμον.
27. Ὁκόσοισιν ἐν τοῖσι πυρε̣οῖσιν αἱμοῤΡαγέει πλῆθος ὁκοθενοῦν, ἐν τῇσιν ἀναλήψεσι τουτέοισιν αἱ κοιλίαι καθυγραίνονται.
28. Ὁκόσοισι χολώδεα τὰ διαχωρήματα, κωφώσιος γενομένης παύεται, καὶ ὁκόσοισι κώφωσις, χολωδέων γενομένων παύεται.
29. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἑκταίοισιν ἐοῦσι Ρίγεα γίνεται, δύσκριτα.
30. Ὁκόσοισι παροξυσμοὶ γίνονται, ̣ν ἂν ὥρην ἀφῇ, ἐς τὴν αὔριον τὴν αὐτὴν ὥρην ἢν λάβῃ, δύσκριτα.
31. Τοῖσι κοπιώδεσιν ἐν τοῖσι πυρετοῖσιν, ἐς ἄρθρα καὶ παρὰ τὰς γνάθους μάλιστα ἀποστάσιες γίνονται.
32. Ὁκόσοισι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων τι πονέσει, ἐνταῦθα ἀποστάσιες γίνονται.
33. Ἀτὰρ ἢν καὶ προπεπονηκός τι ᾖ πρὸ τοῦ νοσέειν, ἐνταῦθα στηρίζει ἡ νοῦσος.
34. Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιστῇ, θανάσιμον.
35. Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστραφῇ, καὶ μόλις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος, θανάσιμον.
36. Ἰδρῶτες πυρεταίνουσιν ἢν ἄρξωνται, ἀγαθοὶ τριταῖοι, καὶ πεμπταῖοι, καὶ ἑβδομαῖοι, καὶ ἐναταῖοι, καὶ ἑνδεκαταῖοι, καὶ τεσσαρεσκαιδεκαταῖοι, καὶ ἑπτακαιδεκαταῖοι, καὶ μιῇ καὶ εἰκοστῇ, καὶ ἑβδόμῃ καὶ εἰκοστῇ, καὶ τριηκοστῇ πρώτῃ, καὶ τριηκοστῇ
τετάρτῃ οὗτοι γὰρ οἱ ἱδρῶτες νούσους κρίνουσιν οἱ δὲ μὴ οὕτω γινόμενοι πόνον σημαίνουσι καὶ μῆκος νούσου καὶ ὑποτροπιασμούς.
37. Οἱ ψυχροὶ ἱδρῶτες, ξὺν μὲν ὀξεῖ πυρετῷ γινόμενοι, θάνἀτον, ξὺν πρηϋτέρῳ δὲ, μῆκος νούσου σημαίνουσιν.
38. Καὶ ὅκου ἔνι τοῦ σώματος ἱδρὼς, ἐνταῦθα φράζει τὴν νοῦσον.
39. Καὶ ὅκου ἔνι τοῦ σώματος θερμὸν ἢ ψυχρὸν, ἐνταῦθα ἡ νοῦσος.
40. Καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ ἢν τὸ σῶμα καταψύχηται, ἢ αὖθις θερμαίνηται, ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου γίνηται, μῆκος νούσου σημαίνει.
41. Ἰδρὼς πουλὺς ἐξ ὕπνου ἄνευ τινὸς αἰτίης φανερῆς γινόμενος, τὸ σῶμα σημαίνει ὅτι πλείονι τροφῇ χρέεται ἢν δὲ τροφὴν μὴ λαμβάνοντι τοῦτο γίγνηται, σημαίνει ὅτι κενώσιος δέεται.
42. Ἰδρὼς πουλὺς ψυχρὸς ἢ θερμὸς αἰεὶ Ρέων, ὁ μὲν ψυχρὸς, μέζω, ὁ δὲ θερμὸς, ἐλάσσω, νοῦσον σημαίνει.
43. Οἱ πυρετοὶ ὁκόσοι, μὴ διαλείποντες, διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.
44. Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισι φύματα ἢ ἐς τὰ ἄρθρα πόνοι ἐγγίνονται.
45. Ὁκόσοισι φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίγνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.
46. Ἢν Ρῖγος ἐπιπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον.
47. Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσιν, αἱ πελιδναὶ, καὶ αἱματώδεες, καὶ δυσώδεες, καὶ χολώδεες, πᾶσαι κακαί ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ
τὰς διαχωρήσιας, καὶ κατὰ τὰ ο̣ρα ἢν δε μή τι τῶν ξυμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.
48. Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται, καὶ δίψαν ἔχῃ, θανάσιμον.
49. Ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ἢ ὀφρὺς, ἢ ὀφθαλμὸς, ἢ Ρὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθενέος ἐόντος τοῦ κάμνοντος, ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος.
50. Ὅκου ἐν πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνεται καὶ παραφροσύνη, θανάσιμον.
51. Ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας, μῆκος νούσου σημαίνει.
52. Ὁκόσοι ἐν τοῖσι πυρετοῖσιν, ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤΡωστίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον ὁκόσοι δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον.
53. Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυρότεροι γίνονται οἱ πυρετοί.
54. Ὁκόσοισιν ἐπὶ πουλὺ βῆχες ξηραὶ, βραχέα ἐρεθίζουσαι, ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσιν.
55. Οἱ ἐπὶ βουβῶσι πυρετοὶ, πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων.
56. Πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρετοῦ, κακόν μηκύνει γὰρ ἡ νοῦσος, καὶ ὑγρασίην πλείω σημαίνει.
57. Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐχομένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.
58. Ὑπὸ καύσου ἐχομένῳ, ἐπιγενομένου Ρίγεος, λύσις.
59. Τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον.
60. Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα ἐκ Ρινῶν Ρυὲν, ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νούσημα.
61. Πυρέσσοντι ἢν μὴ ἐν περισσῇσιν ἡμέρῃσιν ἀφῇ ὁ πυρετὸς, ὑποτροπιάζειν εἴωθεν.
62. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν ἑπτὰ ἡμερῶν, κακὸν, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίην γένωνται.
63. Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι καθ’ ἡμέρην Ρίγεα γίνηται, καθ’ ἡμέρην οἱ πυρετοὶ λύονται.
64. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τῇ ἑβδόμῃ ἢ τῇ ἐνάτῃ ἢ τῇ ἑνδεκάτῃ ἢ τῇ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι ἐπιγίνονται, ἀγαθὸν, ἢν μὴ τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν ᾖ ἢν δὲ μὴ, οὐκ ἀγαθόν.
65. Ἐν τοῖσι πυρετοῖσι περὶ τὴν κοιλίην καῦμα ἰσχυρὸν καὶ καρδιωγμὸς, κακόν.
66. Ἐν τοῖσι πυρετοῖσι τοῖσιν ὀξέσιν οἱ σπασμοὶ καὶ οἱ περὶ τὰ σπλάγχνα πόνοι ἰσχυροὶ, κακόν.
67. Ἐν τοῖσι πυρετοῖσιν οἱ ἐκ τῶν ὕπνων φόβοι, ἢ σπασμοὶ, κακόν.
68. Ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον, κακόν σπασμὸν γὰρ σημαίνει.
69. Ὁκόσοισιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι, πλῆθος ἐπελθὸν ἐκ τουτέων λεπτὸν ὠφελέει μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται, οἷσιν ἐξ ἀρχῆς, ἢ διὰ ταχέων ὑπόστασιν ἴσχει.
70. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν, ἢ παρέσονται.
71. Ὁκόσοισιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπινέφελον ἴσχει τὸ οὖρον τῇ τετάρτῃ ἐρυθρὸν, καὶ τἄλλα κατὰ λόγον.
72. Ὁκόσοισιν οὖρα διαφανέα λευκὰ, πονηρά μάλιστα δὲ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται.
73. Ὁκόσοισιν ὑποχόνδρια μετέωρα, διαβορβορύζοντα, ὀσφύος ἀλγήματος ἐπιγενομένου, αἱ κοιλίαι τουτέοισι καθυγραίνονται, ἢν μὴ φῦσαι καταῤΡαγέωσιν, ἢ οὔρου πλῆθος ἐπέλθῃ ἐν πυρετοῖσι δὲ ταῦτα.
74. Ὁκόσοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι, Ρύεται τῆς ἀποστάσιος οὖρον πουλὺ, κάρτα παχὺ, καὶ λευκὸν γινόμενον, οἷον
ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται ἐνίοισι γίνεσθαι ἢν δὲ καὶ ἐκ τῶν Ρινῶν αἱμοῤΡαγήσῃ, καὶ πάνυ ταχὺ λύεται.
75. Ἢν αἷμα ἢ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστιος ἕλκωσιν σημαίνει.
76. Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται.
77. Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρώδεα συνεξουρέεται, τουτέοισιν ἡ κύστις ψωριᾷ.
78. Ὁκόσοι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν φλεβίου Ρῆξιν σημαίνει.
79. Ὁκόσοισιν ἐν τῷ οὔρῳ ψαμμώδεα ὑφίσταται, τουτέοισιν ἡ κύστις λιθιᾷ.
80. Ἢν αἷμα οὐρέῃ καὶ θρόμβους, καὶ στραγγουρίην ἔχῃ,
καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸ ὑπογάστριον καὶ ἐς τὸν περίνεον, τὰ περὶ τὴν κύστιν πονέει.
81. Ἢν αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας, καὶ ὀσμὴ βαρέη ᾖ, τῆς κύστιος ἕλκωσιν σημαίνει.
82. Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα φύεται, τουτέοισι, διαπυήσαντος καὶ ἐκραγέντος, λύσις.
83. Οὔρησις νύκτωρ πολλὴ γινομένη, σμικρὴν τὴν ὑποχώρησιν σημαίνει.
SECTION 5
1. Σπασμὸς ἐξ ἐλλεβόρου, θανάσιμον.
2. Ἐπὶ τρώματι σπασμὸς ἐπιγενόμενος, θανάσιμον.
3. Αἵματος πολλοῦ Ρυέντος, σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος, κακόν.
4. Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος, κακόν.
5. Ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνήσκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ, ἢ ἐς τὴν ὥρην ἐλθὼν, καθ’ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται.
6. Ὁκόσοι ὑπὸ τετάνου ἁλίσκονται, ἐν τέσσαρσιν ἡμέρῃσιν ἀπόλλυνται ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.
7. Τὰ ἐπιληπτικὰ ὁκόσοισι πρὸ τῆς ἥβης γίνεται, μετάστασιν ἴσχει ὁκόσοισι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τουτέοισι τὰ πολλὰ ξυναποθνήσκει.
8. Ὁκόσοι πλευριτικοὶ γενόμενοι οὐκ ἀνακαθαίρονται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι, τουτέοισιν ἐς ἐμπύημα καθίσταται.
9. Φθίσις γίνεται μάλιστα ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι πέντε καὶ τριήκοντα ἐτέων.
10. Ὁκόσοι κυνάγχην διαφεύγουσι, καὶ ἐς τὸν πλεύμονα αὐτέοισι
τρέπεται, ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκουσιν ἢν δὲ ταύτας διαφύγωσιν, ἒμπυοι γίνονται.
11. Τοῖσιν ὑπὸ τῶν φθισίων ἐνοχλουμένοισιν, ἢν τὸ πτύσμα, ὅπερ ἂν ἀποβήσσωσι, βαρὺ ὄζῃ ἐπὶ τοὺς ἄνθρακας ἐπιχεόμενον, καὶ αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς Ρέωσι, θανατῶδες.
12. Ὁκόσοισι φθισιῶσιν αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς Ρέουσιν, οὗτοι, διαῤΡοίης ἐπιγενομένης, ἀποθνήσκουσιν.
13. Ὁκόσοι αἷμα ἀφρῶδες ἀναπτύουσι, τουτέοισιν ἐκ τοῦ πλεύμονος ἡ τοιαύτη ἀναγωγὴ γίνεται.
14. Ὑπὸ φθίσιος ἐχομένῳ διάῤΡοια ἐπιγενομένη, θανατῶδες.
15. Ὁκόσοι ἐκ πλευρίτιδος ἔμπυοι γίνονται, ἢν ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἀφ’ ἧς ἂν ἡ Ρῆξις γένηται, παύονται ἢν δὲ μὴ, ἐς φθίσιν μεθίσταντα.
16. Τὸ θερμὸν βλάπτει ταῦτα πλεονάκις χρεομένοισι, σαρκῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμμῤΡαγίας, λειποθυμίας, ταῦτα οἷσι θάνατος.
17. Τὸ δὲ ψυχρὸν, σπασμοὺς, τετάνους, μελασμοὺς καὶ Ρίγεα πυρετώδεα.
18. Τὸ ψυχρὸν, πολέμιον ὀστέοισιν, ὀδοῦσι, νεύροισὶν, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ τὸ δὲ θερμὸν ὠφέλιμον.
19. Ὁκόσα κατέψυκται, ἐκθερμαίνειν, πλὴν ὁκόσα αἱμοῤΡαγέει, ἢ μέλλει.
20. Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει, μελαίνει, Ρίγεα πυρετώδεα ποιέει, σπασμοὺς καὶ τετάνους.
21. Ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται θέρμη δὲ ταῦτα Ρύεται.
22. Τὸ θερμὸν ἐκπυητικὸν, οὐκ ἐπὶ παντὶ ἕλκεϊ, μέγιστον σημεῖον ἐς ἀσφαλείην, δέρμα μαλάσσει, ἰσχναίνει, ἀνώδυνον, Ριγέων, σπασμῶν, τετάνων παρηγορικόν τὰ δὲ ἐν τῇ κεφαλῇ, καὶ καρηβαρίην λύει πλεῖστον δὲ διαφέρει ὀστέων κατήγμασι, μάλιστα
δὲ τοῖσιν ἐψιλωμένοισι, τουτέων δὲ μάλιστα, τοῖσιν ἐν κεφαλῇ ἕλκεα ἔχουσι καὶ ὁκόσα ὑπὸ ψύξιος θνήσκει, ἢ ἑλκοῦται, καὶ ἕρπησιν ἐσθιομένοισιν, ἕδρῃ, αἰδοίῳ, ὑστέρῃ, κύστει, τουτέοισι τὸ μὲν θερμὸν φίλιον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον.
23. Ἐν τουτέοισι δεῖ τῷ ψυχρῷ χρέεσθαι, ὁκόθεν αἱμοῤΡαγέει, ἢ μέλλει, μὴ ἐπ’ αὐτὰ, ἀλλὰ περὶ αὐτὰ, ὁκόθεν ἐπιῤΡεῖ καὶ ὁκόσαι φλεγμοναὶ, ἢ ἐπιφλογίσματα ἐς τὸ ἐρυθρόν καὶ ὕφαιμον Ρέποντα αἵματι νεαρῷ, ἐπὶ ταῦτα, ἐπεὶ τά γε παλαιὰ μελαίνει καὶ ἐρυσίπελας τὸ μὴ ἑλκούμενον, ἐπεὶ τό γε ἑλκούμενον βλάπτει.
24. Τὰ ψυχρὰ, οἷον χιὼν, κρύσταλλος, τῷ στήθεϊ πολέμια, βηχέων κινητικὰ, αἱμοῤΡοϊκαὶ, καταῤΡοϊκά.
25. Τὰ ἐν ἄρθροισιν οἰδήματα καὶ ἀλγήματα, ἄτερ ἕλκεος, καὶ ποδαγρικὰ, καὶ σπάσματα, τουτέων τὰ πλεῖστα ψυχρὸν πολλὸν καταχεόμενον Ρηΐζει τε καὶ ἰσχναίνει, καὶ ὀδύνην λύει νάρκη δὲ μετρίη ὀδύνης λυτική.
26. Ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον, κουφότατον.
27. Ὁκόσοισι πιεῖν ὀρέξιες νύκτωρ τοῖσι πάνυ διψῶσιν, ἢν ἐπικοιμηθῶσιν, ἀγαθὸν.
28. Γυναικείων ἀγωγὸν, ἡ ἐν ἀρώμασι πυρίη, πολλαχῆ δὲ καὶ ἐς ἄλλα χρησίμη ἂν ἦν, εἰ μὴ καρηβαρίας ἐνεποίεεν.
29. Τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα, καὶ ἄχρι ἑπτὰ μηνῶν ἧσσον τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι.
30. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὑπό τινος τῶν ὀξέων νουσημάτων ληφθῆναι, θανατῶδες.
31. Γυνὴ ἐν γαστρὶ ἔχουσα, φλεβοτομηθεῖσα, ἐκτιτρώσκει καὶ μᾶλλον ᾖσι μεῖζον τὸ ἔμβρυον.
32. Γυναικὶ αἷμα ἐμεούσῃ, τῶν καταμηνίων Ραγέντων, λύσις.
33. Γυναικὶ, τῶν καταμηνίων ἐκλειπόντων, αἷμα ἐκ τῶν Ρινῶν Ρυῆναι, ἀγαθόν.
34. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, ἢν ἡ κοιλίη πουλλὰ Ρυῇ, κίνδυνος ἐκτρῶσαι.
35. Γυναικὶ ὑπὸ ὑστερικῶν ἐνοχλουμένῃ, ἢ δυστοκούσῃ, πταρμὸς ἐπιγινόμενος, ἀγαθόν.
36. Γυναικὶ τὰ καταμήνια ἄχροα, καὶ μὴ κατὰ τὰ αὐτὰ αἰεὶ γινόμενα, καθάρσιος δεῖσθαι σημαίνει.
37. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, ἢν οἱ μασθοὶ ἐξαίφνης ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει.
38. Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ, θάτερον ἐκτιτρώσκει καὶ ἢν μὲν ὁ δεξιὸς ἰσχνὸς γένηται, τὸ ἄρσεν ἢν δὲ ὁ ἀριστερὸς, τὸ θῆλυ.
39. Ἢν γυνὴ μὴ κύουσα, μηδὲ τετοκυῖα, γάλα ἔχῃ, ταύτῃ τὰ καταμήνια ἐκλέλοιπεν.
40. Γυναιξὶν ὁκόσῃσιν ἐς τοὺς τιτθοὺς αἷμα συστρέφεται, μανίην σημαίνει.
41. Γυναῖκα ἢν θέλῃς εἰδέναι εἰ κύει, ἐπὴν καθεύδειν μέλλῃ, ἀδείπνῳ ἐούσῃ, μελίκρητον διδόναι πιεῖν κἢν μὲν στρόφος αὐτὴν ἔχῃ περὶ τὴν γαστέρα, κύει ἢν δὲ μὴ, οὐ κύει.
42. Γυνὴ ἔγκυος, ἢν μὲν ̣ρσεν κύῃ, εὔχροός ἐστιν ἢν δὲ θῆλυ, δύσχροος.
43. Ἢν γυναικὶ κυούσῃ ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται, θανατῶδες.
44. Ὁκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐν γαστρὶ ἔχουσιν, ἐκτιτρώσκουσι, πρὶν ἢ παχυνθῆναι.
45. Ὁκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταύτῃσιν αἱ κοτυληδόνες μύξης μεσταί εἰσι, καὶ οὐ δύνανται κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλ’ ἀποῤΡήγνυνται.
46. Ὁκόσαι παρὰ φύσιν παχεῖαι ἐοῦσαι μὴ ξυλλαμβάνουσιν ἐν γαστρὶ, ταύτῃσι τὸ ἐπίπλοον τὸ στόμα τῶν ὑστερέων ἀποπιέζει, καὶ, πρὶν ἢ λεπτυνθῆναι, οὐ κύουσιν.
47. Ἢν ὑστέρη ἐν τῷ ἰσχίῳ ἐγκειμένη διαπυήσῃ, ἀνάγκη ἔμμοτον γενέσθαι.
48. Ἔμβρυα τὰ μὲν ἄρσενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον.
49. Ὑστέρων ἐκπτώσιες, πταρμικὸν προσθεὶς, ἐπιλάμβανε τοὺς μυκτῆρας καὶ τὸ στόμα.
50. Γυναικὶ τὰ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην ὡς μεγίστην πρὸς τοὺς τιτθοὺς πρόσβαλλε.
51. Ὁκόσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα τῶν ὑστερέων ξυμμέμυκεν.
52. Ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ γάλα πουλὺ ἐκ τῶν μαζῶν Ρυῇ, ἀσθενὲς τὸ ἔμβρυον σημαίνει ἢν δὲ στερεοὶ οἱ μαστοὶ ἔωσιν, ὑγιεινότερον τὸ ἔμβρυον σημαίνει.
53. Ὁκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν οἱ
τιτθοὶ ἰσχνοὶ γίνονται ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν, ἢ ἐν τοῖσιν ἰσχίοισιν, ἢ ἐν τοῖσιν ὀφθαλμοῖσιν, ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ διαφθείρουσιν.
54. Ὀκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι, ταύτῃσιν ἀνάγκη τὸ στόμα τῶν ὑστερέων ξυμμύειν.
55. Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται, καὶ ἰσχυρῶς ἰσχναίνονται, ἄνευ προφάσιος φανερῆς τίκτουσι χαλεπῶς καὶ ἐπικινδύνως, ἢ ἐκτιτρώκουσαι κινδυνεύουσιν.
56. Ἐπὶ Ρόῳ γυναικείῳ σπασμὸς καὶ λειποθυμίη ἢν ἐπιγένηται, κακόν.
57. Καταμηνίων γενομένων πλειόνων, νοῦσοι ξυμβαίνουσι, καὶ, μὴ γινομένων, ἀπὸ τῆς ὑστέρης γίνονται νοῦσοι.
58. Ἐπὶ ἀρχῷ φλεγμαίνοντι, καὶ ὑστέρῃ φλεγμαινούσῃ,
στραγγουρίη ἐπιγίνεται, καὶ ἐπὶ νεφροῖσιν ἐμπύοισι στραγγουρίη ἐπιγίνεται, ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίνεται.
59. Γυνὴ ἢν μὴ λαμβάνῃ ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοισι, θυμία κάτω κἢν μὲν πορεύεσθαι δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς Ρῖνας καὶ ἐς τὸ στόμα, γίνωσκε ὅτι αὐτὴ οὐ δι’ ἑωυτὴν ἄγονός ἐστίν.
60. Ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύωνται, ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν.
61. Ἢν γυναικὶ αἱ καθάρσιες μὴ πορεύωνται, μήτε φρίκης, μήτε πυρετοῦ ἐπιγινομένου, ἆσαι δὲ αὐτῇ προσπίπτωσι, λογίζου ταύτην ἐν γαστρὶ ἔχειν.
62. Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν, οὐ κυΐσκουσιν καὶ ὁκόσαι καθύγρους ἔχουσι τὰς μήτρας, οὐ κυΐσκουσιν, ἀποσβέννυται γὰρ ὁ γόνος καὶ ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικαέας, ἐνδείῃ γὰρ τῆς τροφῆς φθείρεται τὸ σπέρμα ὁκόσαι
δὲ ἐξ ἀμφοτέρων τὴν κρᾶσιν ἔχουσι ξύμμετρον, αἱ τοιαῦται ἐπίτεκνοι γίνονται.
63. Παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤΡένων ἢ γὰρ διὰ τὴν ἀραιότητα τοῦ σώματος τὸ πνεῦμα ἔξω φέρεται πρὸς τὸ μὴ παραπέμπειν τὸ σπέρμα ἢ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρέει ἔξω ἢ διὰ τὴν ψυχρότητα οὐκ ἐκπυροῦται, ὥστε ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον ἢ διὰ τὴν θερμασίην τὸ αὐτὸ τοῦτο γίνεται.
64. Γάλα διδόναι κεφαλαλγέουσι κακόν κακὸν δὲ καὶ πυρεταίνουσι, καὶ οἷσιν ὑποχόνδρια μετέωρα καὶ διαβορβορύζοντα, καὶ τοῖσι
διψώδεσι κακὸν δὲ, καὶ οἷσι χολώδεες αἱ ὑπ χωρήσιες ἐν ὀξέσι πυρετοῖσιν ἐοῦσι, καὶ οἷσιν αἵματος πολλοῦ διαχώρησις γέγονεν ἁρμόζει δὲ φθινώδεσι μὴ λίην πολλῷ πυρέσσουσιν διδόναι δὲ καὶ ἐν πυρετοῖσι μακροῖσι βληχροῖσι, μηδενὸς τῶν προειρημένων σημείων παρεόντος, παρὰ λόγον δὲ ἐκτετηκότων.
65. Ὁκόσοισιν οἰδήματα ἐφ’ ἕλκεσι φαίνεται, οὐ μάλα σπῶνται, οὐδὲ μαίνονται τουτέων δὲ ἀφανισθέντων ἐξαίφνης, τοῖσι μὲν ὄπισθεν σπασμοὶ, τέτανοι, τοῖσι δὲ ἔμπροσθεν μανίαι, ὀδύναι πλευροῦ ὀξεῖαι, ἢ ἐμπύησις, ἢ δυσεντερίη, ἢν ἐρυθρὰ μᾶλλον ᾖ τὰ οἰδήματα.
66. Ἢν, τραυμάτων ἰσχυρῶν ἐόντων καὶ πονηρῶν, οἴδημα μὴ φαίνηται, μέγα κακόν.
67. Τὰ χαῦνα, χρηστὰ, τὰ ἔνωμα, κακά.
68. Τῷ τὰ ὄπισθεν τῆς κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ τμηθεῖσα, ὠφελέει.
69. Ῥίγεα ἄρχεται, γυναιξὶ μὲν ἐξ ὀσφύος μᾶλλον καὶ διὰ νώτου ἐς κεφαλήν ἀτὰρ καὶ ἀνδράσι μᾶλλον ὄπισθεν, ἢ ἔμπροσθεν τοῦ σώματος, οἷον ἀπὸ πήχεων καὶ μηρῶν ἀτὰρ καὶ τὸ δέρμα ἀραιὸν ἔχουσι, δηλοῖ δὲ τοῦτο ἡ θρίξ.
70. Οἱ ὑπὸ τεταρταίων ἁλισκόμενοι ὑπὸ σπασμοῦ οὐ πάνυ τι ἁλίσκονται ἢν δὲ ἁλίσκωνται πρότερον, εἶτα ἐπιγένηται τεταρταῖος, παύονται.
71. Ὁκόσοισι δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρῶτος τελευτῶσιν ὁκόσοισι δὲ χαλαρὰ καὶ ἀραιὰ, σὺν ἱδρῶτι τελευτῶσιν.
72. Οἱ ἰκτεριώδεες οὐ πάνυ τι πνευματώδεές εἰσιν.
SECTION 6
1. Ἐν τῇσι χρονίῃσι λειεντερίῃσιν ὀξυρεγμίη ἐπιγινομένη, μὴ γενομένη πρότερον, σημεῖον ἀγαθόν.
2. Οἷσι Ρῖνες ὑγρότεραι φύσει, καὶ ἡ γονὴ ὑγροτέρη, ὑγιαίνουσι νοσηρότερον οἷσι δὲ τἀναντία, ὑγιεινότερον.
3. Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι, κακόν καὶ ξὺν πυρετῷ, κάκιον.
4. Τὰ περιμάδαρα ἕλκεα, κακοήθεα.
5. Τῶν ὀδυνέων ἐν πλευρῇσι, καὶ ἐν στήθεσι, καὶ ἐν τοῖσιν ἄλλοισι μέρεσιν, ἢν μέγα διαφέρωσι, καταμαθητέον.
6. Τὰ νεφριτικὰ, καὶ ὁκόσα κατὰ τὴν κύστιν, ἐργωδῶς ὑγιάζεται τοῖσι πρεσβύτῃσιν.
7. Τὰ ἀλγήματα τὰ κατὰ τὴν κοιλίην γινόμενα, τὰ μὲν μετέωρα κουφότερα, τὰ δὲ μὴ μετέωρα, ἰσχυρότερα.
8. Τοῖσιν ὑδρωπικοῖσι τὰ γινόμενα ἕλκεα ἐν τῷ σώματι, οὐ Ρηϊδίως ὑγιάζεται.
9. Τὰ πλατέα ἐξανθήματα, οὐ πάνυ τι κνησμώδεα.
10. Κεφαλὴν πονέοντι καὶ περιωδυνέοντι, πῦον, ἢ ὕδωρ, ἢ αἷμα Ρυὲν κατὰ τὰς Ρῖνας, ἢ κατὰ τὸ στόμα, ἢ κατὰ τὰ ὦτα, λύει τὸ νούσημα.
11. Τοῖσι μελαγχολικοῖσι, καὶ τοῖσι νεφριτικοῖσιν αἱμοῤΡοΐδες ἐπιγινόμεναι, ἀγαθόν.
12. Τῷ ἰηθέντι χρονίας αἱμοῤΡοΐδας, ἢν μὴ μία φυλαχθῇ, κίνδυνος ὕδρωπα ἐπιγενέσθαι ἢ φθίσιν.
13. Ὑπὸ λυγμοῦ ἐχομένῳ πταρμοὶ ἐπιγενόμενοι λύουσι τὸν λυγμόν.
14. Ὑπὸ ὕδρωπος ἐχομένῳ, κατὰ τὰς φλέβας ἐς τὴν κοιλίην ὕδατος Ρυέντος, λύσις.
15. Ὑπὸ διαῤΡοίης ἐχομένῳ μακρῆς ἀπὸ ταυτομάτου ἔμετος ἐπιγινόμενος λύει τὴν διάῤΡοιαν.
16. Ὑπὸ πλευρίτιδος, ἢ ὑπὸ περιπλευμονίης ἐχομένῳ διάῤΡοια ἐπιγενομένη, κακόν.
17. Ὀφθαλμιῶντι, ὑπὸ διαῤΡοίης ληφθῆναι, ἀγαθόν.
18. Κύστιν διακοπέντι, ἢ ἐγκέφαλον, ἢ καρδίην, ἢ φρένας, ἢ τῶν ἐντέρων τι τῶν λεπτῶν, ἢ κοιλίην, ἢ ἧπαρ, θανατῶδες.
19. Ἐπὴν διακοπῇ ὀστέον, ἢ χονδρὸς, ἢ νεῦρον, ἢ γνάθου τὸ λεπτὸν, ἢ ἀκροποσθίη, οὔτε αὔξεται, οὔτε ξυμφύεται.
20. Ἢν ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνάγκη ἐκπυηθῆναι.
21. Τοῖσι μαινομένοισι, κιρσῶν ἢ αἱμοῤΡοΐδων ἐπιγινομένων, μανίης λύσις.
22. Ὁκόσα Ρήγματα ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας καταβαίνει, φλεβοτομίη λύει.
23. Ἢν φόβος ἢ δυσθυμίη πουλὺν χρόνον διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον.
24. Ἐντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται.
25. Ἐρυσίπελας, ἔξωθεν καταχεόμενον, ἔσω τρέπεσθαι οὐκ ἀγαθόν ἔσωθεν δὲ ἔξω, ἀγαθόν.
26. Ὁκόσοισιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γενωνται, παρακοπὴ λύει.
27. Ὁκόσοι ἔμπυοι ἢ ὑδρωπικοὶ τέμνονται ἢ καίονται, ἐκρυέντος τοῦ πύου ἢ τοῦ ὕδατος ἀθρόου, πάντως ἀπόλλυνται.
28. Εὐνοῦχοι οὐ ποδαγριῶσιν, οὐδὲ φαλακροὶ γίνονται.
29. Γυνὴ οὐ ποδαγριᾷ, ἢν μὴ τὰ καταμήνια αὐτέῃ ἐκλίπῃ.
30. Παῖς οὐ ποδαγριᾷ πρὸ τοῦ ἀφροδισιασμοῦ.
31. Ὀδύνας ὀφθαλμῶν ἀκρητοποσίη, ἢ λουτρὸν, ἢ πυρίη, ἢ φλεβοτομίη, ἢ φαρμακοποσίη λύει.
32. Τραυλοὶ ὑπὸ διαῤΡοίης μάλιστα ἁλίσκονται μακρῆς.
33. Οἱ ὀξυρεγμιώδεες οὐ πάνυ τι πλευριτικοὶ γίνονται.
34. Ὁκόσοι φαλακροὶ, τουτέοισι κιρσοὶ μεγάλοι οὐ γίνονται ὁκόσοισι δὲ φαλακροῖσιν ἐοῦσιν κιρσοὶ γίνονται, πάλιν οὗτοι γίνονται δασέες.
35. Τοῖσιν ὑδρωπικοῖσι βὴξ ἐπιγενομένη, κακόν.
36. Δυσουρίην φλεβοτομίη λύει, τάμνειν δὲ τὰς ἔσω.
37. Ὑπὸ κυνάγχης ἐχομένῳ οἰδήματα γενέσθαι ἐν τῷ βρόγχῳ ἔξω, ἀγαθόν.
38. Ὁκόσοισι κρυπτοὶ καρκίνοι γίνονται, μὴ θεραπεύειν βέλτιον θεραπευόμενοι γὰρ ἀπόλλυνται ταχέως, μὴ θεραπευόμενοι δὲ, πουλὺν χρόνον διατελέουσιν.
39. Σσπασμοὶ γίνονται, ἢ ὑπὸ πληρώσιος, ἢ κενώσιος οὕτω δὲ καὶ λυγμός.
40. Ὁκόσοισι περὶ τὸ ὑποχόνδριον πόνοι γίνονται ἄτερ φλεγμοῆς, τουτέοισι πυρετὸς ἐπιγενόμενος λύει τὸν πόνον.
41. Ὁκόσοισι διάπυόν τι ἐὸν ἐν τῷ σώματι μὴ διασημαίνει, τουτέοισι διὰ παχύτητα τοῦ τόπου οὐ διασημαίνει.
42. Ἐν τοῖσιν ἰκτερικοῖσι τὸ ἧπαρ σκληρὸν γενέσθαι, πονηρόν.
43. Ὁκόσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοισιν, ἐπιγενομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπιγίνεται, ἢ λειεντερίη, καὶ ἀπόλλυνται.
44. Ὁκόσοισιν ἐκ στραγγουρίης εἰλεοὶ γίνονται, ἐν ἑπτὰ ἡμέρῃσιν ἀπόλλυνται, ἢν̣μὴ, πυρετοῦ ἐπιγενομένου, ἅλις τὸ οὖρον Ρυῇ.
45. Ἕλκεα ὁκόσα ἐνιαύσια γίνεται, ἢ μακρότερον χρόνον ἴσχει, ἀνάγκη ὀστέον ἀφίστασθαι, καὶ τὰς οὐλὰς κοίλας γίνεσθαι.
46. Ὁκόσοι ὑβοὶ ἐξ ἄσθματος ἢ βηχὸς γίνονται πρὸ τῆς ἥβης, ἀπόλλυνται.
47. Ὁκόσοισι φλεβοτομίη ἢ φαρμακείη ξυμφέρει, τουτέους προσῆκον τοῦ ἦρος φλεβοτομεῖν, ἢ φαρμακεύειν.
48. Τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγενομένη, ἀγαθόν.
49. Ὁκόσα ποδαγρικὰ νουσήματα γίνεται, ταῦτα ἀποφλεγμήναντα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποκαθίσταται.
50. Ὁκόσοισιν ἂν ὁ ἐγκέφαλος διακοπῇ, τουτέοισιν ἀνάγκη πυρετὸν καὶ χολῆς ἔμετον ἐπιγίνεσθαι.
51. Ὁκόσοισιν ὑγιαίνουσιν ὀδύναι γίνονται ἐξαίφνης ἐν τῇ κεφαλῇ, καὶ παραχρῆμα ἄφωνοι κεῖνται, καὶ Ρέγκουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυρετὸς ἐπιλάβῃ.
52. Σκοπεῖν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν ἢν γάρ τι ὑποφαίνηται, ξυμβαλλομένων τῶν βλεφάρων, τοῦ λευκοῦ μὴ ἐκ διαῤΡοίης ἐόντι ἢ φαρμακοποσίης, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρα.
53. Αἱ παραφροσύναι αἱ μὲν μετὰ γέλωτος γινόμεναι, ἀσφαλέστεραι αἱ δὲ μετὰ σπουδῆς, ἐπισφαλέστεραι.
54. Ἐν τοῖσιν ὀξέσι πάθεσι τοῖσι μετὰ πυρετοῦ αἱ κλαυθμώδεες ἀναπνοαὶ, κακαί.
55. Τὰ ποδαγρικὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου κινέεται ὡς ἐπὶ τὸ πουλύ.
56. Τοῖσι μελαγχολικοῖσι νουσήμασιν ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψιες ἢ ἀπόπληξιν τοῦ σώματος, ἢ σπασμὸν, ἢ μανίην, ἢ τύφλωσιν σημαίνουσιν.
57. Ἀπόπληκτοι δὲ μάλιστα γίνονται ἡλικίῃ τῇ ἀπὸ τεσσαράκοντα ἐτέων ἄχρις ἑξήκοντα.
58. Ἢν ἐπίπλοον ἐκπέσῃ, ἀνάγκη ἀποσαπῆναι.
59. Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισιν ἐξίσταται τὸ ἰσχίον, καὶ πάλιν ἐμπίπτει, τουτέοισι μύξαι ἐπιγίνονται.
60. Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον ἐξίσταται, τουτέοισι τήκεται τὸ σκέλος, καὶ χωλοῦνται, ἢν μὴ καυθέωσιν.
SECTION 7
1. Ἐν τοῖσιν ὀξέσι νουσήμασι ψύξις ἀκρωτηρίων, κακόν.
2. Ἐπὶ ὀστέῳ νοσέοντι σὰρξ πελιδνὴ, κακόν.
3. Ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ, κακόν.
4. Ἐπὶ ἱδρῶτι φρίκη, οὐ χρηστόν.
5. Ἐπὶ μανίῃ δυσεντερίη, ἢ ὕδρωψ, ἢ ἔκστασις, ἀγαθόν.
6. Ἐν νούσῳ πολυχρονίῃ ἀσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες, κακόν.
7. Ἐκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη, κακόν.
8. Ἐπὶ φύματος ἔσω ῥήξει ἔκλυσις, ἔμετος, καὶ λειποψυχίη γίνεται.
9. Ἐπὶ αἵματος ῥύσει παραφροσύνη ἢ σπασμὸς, κακόν.
10. Ἐπὶ εἰλεῷ ἔμετος, ἢ λὺγξ, ἢ σπασμὸς, ἢ παραφροσύνη, κακόν
11. Ἐπὶ πλευρίτιδι περιπλευμονίη, κακόν.
12. Ἐπὶ περιπλευμονίῃ φρενῖτις, κακόν.
13. Ἐπὶ καύμασιν ἰσχυροῖσι σπασμὸς ἢ τέτανος, κακόν.
14. Ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις ἢ παραφροσύνη, κακόν.
15. Ἐπὶ αἵματος πτύσει, πύου ̣τύσις.
16. Ἐπὶ πύου πτύσει, φθίσις καὶ ῥύσις ἐπὴν δὲ τὸ σίελον ἴσχηται, ἀποθνήσκουσιν.
17. Ἐπὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ, κακόν.
18. Ἐπὶ ἀγρυπνίῃ σπασμὸς ἢ παραφροσύνη, κακόν. 18 βις. Ἐπὶ ληθάργῳ τρόμος, κακόν.
19. Ἐπὶ ὀστέου ψιλώσει, ἐρυσίπελας.
20. Ἐπὶ ἐρυσιπέλατι σηπεδὼν ἢ ἐκπύησις.
21. Ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖσιν ἕλκεσιν, αἱμορραγίη.
22. Ἐπὶ ὀδύνῃ πολυχρονίῳ τῶν περὶ τὴν κοιλίην, ἐκπύησις.
23. Ἐπὶ ἀκρήτῳ ὑποχωρήσει, δυσεντερίη.
24. Ἐπὶ ὀστέου διακοπῇ, παραφροσύνη, ἢν κενεὸν λάβῃ
25. Ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες.
26. Ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην, ἀκρωτηρίων ψύξις, κακόν.
27. Ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγενόμενος ἐκτρῶσαι ποιέει.
28. Ὅ τι ἂν ὀστέον, ἢ χόνδρος, ἢ νεῦρον ἀποκοπῇ ἐν τῷ σώματι, οὔτε αὔξεται, οὔτε συμφύεται.
29. Ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάρροια ἐπιγένηται ἰσχυρὴ, λύει τὴν νοῦσον.
30. Ὁκόσοισιν ἀφρώδεα τὰ διαχωρήματα ἐν τῇσι διαρροίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς ταῦτα ἀποκαταρρέει.
31. Ὁκόσοισι πυρέσσουσιν ἐν τοῖσιν οὔροισι κριμνώδεες αἱ ὑποστάσιες γίνονται, μακρὴν τὴν ἀρρωστίην σημαίνουσιν.
32. Ὁκόσοισι δὲ χολώδεες αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ, ὀξείην τὴν ἀρρωστίην σημαίνουσιν.
33. Ὁκόσοισι δὲ διεστηκότα τὰ οὖρα γίνεται, τουτέοισι ταραχὴ ἰσχυρὴ ἐν τῷ σώματί ἐστιν.
34. Ὁκόσοισι δὲ ἐπὶ τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες, νεφριτικὰ σημαίνουσι, καὶ μακρὴν τὴν ἀρρωστίην ἔσεσθαι.
35. Ὁκόσοισι δὲ λιπαρὴ ἡ ἐπίστασις καὶ ἀθρόη, τουτέοισι νεφριτικὰ καὶ ὀξέα σημαίνει.
36. Ὁκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι τὰ προειρημένα συμβαίνει σημήϊα, πόνοι τε ὀξέες περὶ τοὺς μύας τοὺς ῥαχιαίους γίνονται, ἢν μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, ἀπόστημα προσδέχου ἐσόμενον ἔξω ἢν δὲ μᾶλλον οἱ πόνοι πρὸς τοὺς ἔσω τόπους γίνωνται, καὶ τὸ ἀπόστημα προσδέχου ἐσόμενον μᾶλλον ἔσω.
37. Ὁκόσοι αἷμα ἐμέουσιν, ἢν μὲν ἄνευ πυρετοῦ, σωτήριον
ἢν δὲ ξὺν πυρετῷ, κακόν θεραπεύειν δὲ τοῖσι ψυκτικοῖσι καὶ τοῖσι στυπτικοῖσιν.
38. Κατάρροοι οἱ ἐς τὴν ἄνω κοιλίην ἐκπυέονται ἐν ἡμέρησιν εἴκοσιν.
39. Ἢν οὐρέῃ αἷμα καὶ θρόμβους, καὶ στραγγουρίη ἔχῃ, καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίνεον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει.
40. Ἢν ἡ γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται, ἢ ἀπόπληκτόν τι τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτο γίνεται.
41. Ἢν, ὑπερκαθαιρομένων τῶν πρεσβυτέρων, λὺγξ ἐπιγένηται, οὐκ ἀγαθόν
42. Ἢν πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ, ὕδατος πολλοῦ καὶ θερμοῦ καταχεομένου κατὰ τῆς κεφαλῆς, λύσις τοῦ πυρετοῦ γίνεται.
43. Γυνὴ ἀμφιδέξιος οὐ γίνεται.
44. Ὁκόσοι ἔμπυοι καίονται ἢ τέμνονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται ἢν δὲ ὕφαιμον καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται
45. Ὁκόσοι τὸ ἧπαρ διάπυον καίονται ἢ τέμνονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίγνονται ἐν χιτῶνι γὰρ τὸ πῦον τουτέοισίν ἐστιν ἢν δὲ οἷον ἀμόργη ῥυῇ, ἀπόλλυνται.
46. Ὀδύνας ὀφθαλμῶν, ἄκρητον ποτίσας καὶ λούσας πολλῷ θερμῷ, φλεβοτόμει.
47. Ὑδρωπιῶντα ἢν βὴξ ἔχῃ, ἀνέλπιστός ἐστιν.
48. Στραγγουρίην καὶ δυσουρίην θώρηξις καὶ φλεβοτομίη λύει τάμνειν δὲ τὰς ἔσω.
49. Ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα καὶ ἐρύθημα ἐν τῷ στήθει ἐπιγενόμενον, ἀγαθόν ἔξω γὰρ τρέπεται τὸ νούσημα.
50. Ὁκόσοισιν ἂν σφακελισθῇ ὁ ἐγκέφαλος, ἐν τρισὶν ἡμέρῃσιν ἀπόλλυνται ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.
51. Πταρμὸς γίνεται ἐκ τῆς κεφαλῆς, διαθερμαινομένου τοῦ ἐγκεφάλου, ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενεοῦ ὑπερχέεται οὖν ὁ ἀὴρ ὁ ἐνεὼν, ψοφέει δὲ, ὅτι διὰ στενοῦ ἡ διέξοδος αὐτοῦ ἐστιν
52. Ὁκόσοι ἧπαρ περιωδυνέουσι, τουτέοισι πυρετὸς ἐπιγενόμενος λύει τὴν ὀδύνην.
53. Ὁκόσοισι ξυμφέρει αἷμα ἀφαιρέεσθαι ἀπὸ τῶν φλεβῶν, τουτέοισι ξυμφέρει ἦρος φλεβοτομέεσθαι.
54. Ὁκόσοισι μεταξὺ τῶν φρενῶν καὶ τῆς γαστρὸς φλέγμα ἀποκλείεται, καὶ ὀδύνην παρέχει, οὐκ ἔχον διέξοδον ἐς οὐδετέρην τῶν κοιλιῶν, τουτέοισι, κατὰ τὰς φλέβας ἐς τὴν κύστιν τραπέντος τοῦ φλέγματος, λύσις γίνεται τῆς νούσου.
55. Ὁκόσοισι δ’ ἂν τὸ ἧπαρ ὕδατος πλησθὲν ἐς τὸ ἐπίπλοον ῥαγῇ, τουτέοισιν ἡ κοιλίη ὕδατος ἐμπίπλαται, καὶ ἀποθνήσκουσιν.
56. Ἀλύκη, χάσμη, φρίκη, οἶνος ἴσος ἴσῳ πινόμενος λύει.
57. Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα γίνεται, τουτέοισι, διαπυήσαντος καὶ ἐκραγέντος, λύεται ὁ πόνος
58. Ὁκόσοισιν ἂν ὁ ἐγκέφαλος σεισθῇ ὑπό τινος προφάσιος, ἀνάγκη ἀφώνους γίνεσθαι παραχρῆμα.
60. Τοὶσι σώμασι τοῖσιν ὑγρὰς τὰς σάρκας ἔχουσι δεῖ λιμὸν ἐμποιέειν λιμὸς γὰρ ξηραίνει τὰ σώματα.
59. Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, καὶ καταπίνειν μὴ δύνηται, ἀλλ’ ἢ μόλις, θανάσιμον. 59 βις. Ἢνὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐπιστραφῇ, καὶ καταπίνειν μὴ δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον.
61. Ὅκου ἂν ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ τὸ σῶμα καταψύχηται, καὶ πάλιν θερμαίνηται, ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλλῃ, μῆκος νούσου σημαίνει.
62. Ἰδρὼς πουλὺς, θερμὸς ἢ ψυχρὸς, ῥέων αἰεὶ, σημαίνει ἔχειν πλησμονὴν ὑγροῦ ἀπάγειν οὖν χρὴ τῷ μὲν ἰσχυρῷ ἄνωθεν, τῷ δὲ ἀσθενεῖ κάτωθεν.
63. Οἱ πυρετοὶ οἱ μὴ διαλείποντες, ἢν ἰσχυρότεροι διὰ τρίτης γίνωνται, ἐπικίνδυνοι ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.
64. Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν ἢ φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐγγίνονται.
65. Ὁκόσοισι φύματα ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.
66. Ἤν τις πυρέσσοντι τροφὴν διδῷ, ἣν ὑγιεῖ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ δὲ κάμνοντι νοῦσος.
67. Τὰ διὰ τῆς κύστιος διαχωρέοντα ὁρῇν δεῖ, εἰ οἷα τοῖς
ὑγιαίνουσιν ὑποχωρέεται τὰ ἥκιστα οὖν ὅμοια τουτέοισι, ταῦτα νοσωδέστερα, τὰ δ’ ὅμοια τοῖσιν ὑγιαίνουσιν, ἥκιστα νοσερά.
68. Καὶ οἷσι τὰ ὑποχωρήματα, ἢν ἐάσῃς στῆναι καὶ μὴ κινήσῃς, ὑφίσταται οἱονεὶ ξύσματα, τουτέοισι ξυμφέρει ὑποκαθῆραι τὴν κοιλίην ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς τὰ ῥοφήματα, ὁκόσῳ ἂν κλείω διδῷς, μᾶλλον βλάψεις.
69. Ὁκόσοισιν ἂν κάτω ὠμὰ διαχωρέῃ, ἀπὸ χολῆς μελαίνης ἐστὶν, ἢν πλείονα, πλείονος, ἢν ἐλάσσονα, ἐλάσσονος.
70. Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι, πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες, πᾶσαι κακαί ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ κοιλίην καὶ κύστιν καὶ ὅκου ἄν τι ἀποχωρέον στῇ μὴ κεκαθαρμένῳ, κακόν.
71. Τὰ σώματα χρὴ, ὅκου τις βούλεται καθαίρεσθαι, εὔροα ποιέειν κἢν μὲν ἄνω βούλῃ εὔροα ποιέειν, στῆσαι τὴν κοιλίην ἢν δὲ κάτω εὔροα ποιέειν, ὑγρῆναι τὴν κοιλίην.
72. Ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα, νοῦσος.
73. Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔσω καίηται, καὶ πυρετὸς ἔχῃ, θανάσιμον.
74. Ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ἢ ῥὶς, ἢ ὀφθαλμὸς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενὴς ἐὼν, ὅ τι ἂν ᾖ τουτέων τῶν σημείων, θανάσιμον.
75. Ἐπὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται.
76. Ἐπὶ διαρροίῃ δυσεντερίη.
77. Ἐπὶ δυσεντερίῃ λειεντερίη.
78. Ἐπὶ σφακέλῳ ἀπόστασις ὀστέου.
79 et 80. Ἐπὶ αἵματος ἐμέτῳ φθορὴ, καὶ πύου κάθαρσις ἄνω ἐπὶ φθορῇ ῥεῦμα ἐκ τῆς κεφαλῆς ἐπὶ ῥεύματι διάρροια ἐπὶ διαρροίῃ σχέσις τῆς ἄνω καθάρσιος ἐπὶ τῇ σχέσει θάνατος.
81. Ὁκοῖα καὶ ἐν τοῖσι κατὰ τὴν κύστιν, καὶ τοῖσι κατὰ τὴν κοιλίην ὑποχωρήμασι, καὶ ἐν τοῖσι κατὰ τὰς σάρκας, καὶ ἤν που
ἄλλῃ τῆς φύσιος ἐκβαίνῃ τὸ σῶμα, ἢν ὀλίγον, ὀλίγη ἡ νοῦσοξ γίνεται, ἢν πουλὺ, πολλὴ, ἢν πάνυ πουλὺ, θανάσιμον τὸ τοιοῦτον.
82. Ὁκόσοι ὑπὲρ τὰ τεσσαράκοντα ἔτεα φρενιτικοὶ γίνονται, οὐ πάνυ τι ὑγιάζονται ἧσσον γὰρ κινδυνεύουσιν, οἷσιν ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης ἡ νοῦσος ᾖ.
83. Ὁκόσοισιν ἐν τῇσιν ἀρρωστίῃσιν οἱ ὀφθαλμοὶ κατὰ προαίρεσιν δακρύουσιν, ἀγαθόν ὁκόσοισι δὲ ἄνευ προαιρέσιος, κακόν.
84. Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τεταρταίοισιν ἐοῦσιν αἷμα ἐκ τῶν ῥινῶν ῥυῇ, πονηρόν.
85. Ἰδρῶτες ἐπικίνδυνοι ἐν τῇσι κρισίμοισιν ἡμέρῃσι μὴ γινόμενοι, σφοδροί τε καὶ ταχέως ὠθούμενοι ἐκ τοῦ μετώπου, ὥσπερ σταλαγμοὶ καὶ κρουνοὶ, καὶ ψυχροὶ σφόδρα καὶ πολλοί ἀνάγκη γὰρ τὸν τοιοῦτον ἱδρῶτα πορεύεσθαι μετὰ βίης, καὶ πόνου ὑπερβολῆς, καὶ ἐκθλίψιος πολυχρονίου.
86. Ἐπὶ χρονίῳ νουσήματι κοιλίης καταφορὴ, κακόν.
87. Ὁκόσα φάρμακα οὐκ ἰῆται, σίδηρος ἰῆται ὅσα σίδηρος οὐκ ἰῆται, πῦρ ἰῆται ὅσα δὲ πῦρ οὐκ ἰῆται, ταῦτα χρὴ νομίζειν ἀνίατα.
Κατάστασις πρώτη
I. Ἐν Θάσῳ φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλά, συνεχέα μαλθακῶς, ἐν νοτίοις. χειμὼν νότιος, σμικρὰ βόρεια, αὐχμοί· τὸ σύνολον ἔς γε χειμῶνα οἷον ἔαρ γίνεται. ἔαρ δὲ νότιον ψυχεινόν, σμικρὰ ὕσματα. θέρος ὡς ἐπὶ τὸ πολὺ ἐπινέφελον. ἀνυδρίαι. ἐτησίαι ὀλίγα, σμικρά, διεσπασμένως ἔπνευσαν.
Γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετ᾽ αὐχμῶν, πρωὶ μὲν τοῦ ἦρος ἐκ τῆς πρόσθεν καταστάσιος ὑπεναντίης καὶ βορείου γενομένης ὀλίγοις ἐγίνοντο καῦσοι καὶ τούτοισι πάνυ εὐσταθέες, καὶ ὀλίγοις ᾑμορράγει οὐδ᾽ ἀπέθνῃσκον ἐκ τούτων. ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόρροπα καὶ ἐξ ἀμφοτέρων, τοῖσι πλείστοισιν ἀπύροισιν ὀρθοστάδην· ἔστι δὲ οἳ καὶ σμικρὰ ἐπεθερμαίνοντο. κατέσβη πᾶσιν ἀσινέως οὐδ᾽ ἐξεπύησεν οὐδενὶ ὥσπερ τὰ ἐξ ἄλλων προφασίων. ἦν δὲ ὁ τρόπος αὐτῶν χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆς, ἀνώδυνα· πᾶσιν ἀσήμως ἠφανίσθη. ἐγίνετο δὲ ταῦτα μειρακίοισι, νέοισιν, ἀκμάζουσι, καὶ τούτων τοῖσι περὶ παλαίστρην καὶ γυμνάσια πλείστοισι· γυναιξὶ δὲ ὀλίγῃσιν ἐγίνετο. πολλοῖσι δὲ βῆχες ξηραὶ βήσσουσι καὶ οὐδὲν ἀνάγουσιν· φωναὶ βραγχώδεες. οὐ μετὰ πολύ, τοῖσι δὲ καὶ μετὰ χρόνον, φλεγμοναὶ μετ᾽ ὀδύνης ἐς ὄρχιν ἑτερόρροποι, τοῖσι δὲ ἐς ἀμφοτέρους. πυρετοὶ τοῖσι μέν, τοῖσι δ᾽ οὔ. ἐπιπόνως ταῦτα τοῖσι πλείστοισι. τὰ δ᾽ ἄλλα ὅσα κατ᾽ ἰητρεῖον ἀνόσως διῆγον.
II. Πρωὶ δὲ τοῦ θέρεος ἀρξάμενοι διὰ θέρεος καὶ κατὰ χειμῶνα πολλοὶ τῶν ἤδη πολὺν χρόνον ὑποφερομένων φθινώδεες κατεκλίνησαν, ἐπεὶ καὶ τοῖς ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε. ἔστι δ᾽ οἷσιν ἤρξατο πρῶτον τότε, οἷσιν ἔρρεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες. ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖστοι τούτων, καὶ τῶν κατακλινέντων οὐκ οἶδα εἴ τις οὐδ᾽ εἰ μέτριον χρόνον περιεγένετο. ἀπέθνῃσκον δὲ ὀξυτέρως ἢ ὡς εἴθισται διάγειν τὰ τοιαῦτα· ὡς τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνῃσκον, περὶ ὧν γεγράψεται. μοῦνον γὰρ καὶ μέγιστον τῶν γενομένων νοσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινεν.
Ην δὲ τοῖς πλείστοισιν αὐτῶν τὰ παθήματα τοιάδε· φρικώδεες πυρετοί, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες· ὁ δὲ τρόπος ἡμιτριταῖος· μίαν κουφότεροι, τῇ ἑτέρῃ παροξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες. ἱδρῶτες αἰεί, οὐ δι᾽ ὅλου· ψύξις ἀκρέων πολλὴ καὶ μόγις ἀναθερμαινόμενα. κοιλίαι ταραχώδεες χολώδεσιν, ὀλίγοις, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι· πυκνὰ ἀνίσταντο. οὖρα ἢ λεπτὰ καὶ ἄχρω καὶ ἄπεπτα καὶ ὀλίγα ἢ πάχος ἔχοντα καὶ σμικρὴν ὑπόστασιν, οὐ καλῶς καθιστάμενα, ἀλλ᾽ ὠμῇ τινι καὶ ἀκαίρῳ ὑποστάσει. ἔβησσον δὲ σμικρά, πυκνά, πέπονα, κατ᾽ ὀλίγα μόγις ἀνάγοντες. οἷσι δὲ τὰ βιαιότατα συμπίπτοι, οὐδ᾽ ἐς ὀλίγον πεπασμὸν ᾔει, ἀλλὰ διετέλεον ὠμὰ πτύοντες. φάρυγγες δὲ τοῖσι πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνοι· εἶχον ἔρευθος μετὰ φλεγμονῆς· ῥεύματα σμικρά, λεπτά, δριμέα· ταχὺ τηκόμενοι καὶ κακούμενοι, ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος, ἄδιψοι· καὶ παράληροι πολλοὶ περὶ θάνα τον. περὶ μὲν τὰ φθινώδεα ταῦτα.
III. Κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ συνεχέες οὐ βιαίως, μακρὰ δὲ νοσέουσιν οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν ἐγένοντο· κοιλίαι τε γὰρ τοῖσι πλείστοισι πάνυ εὐφόρως καὶ οὐδὲν ἄξιον λόγου προσέβλαπτον. οὖρά τε τοῖσι πλείστοισιν εὔχρω μὲν καὶ καθαρά, λεπτὰ δὲ καὶ μετὰ χρόνον περὶ κρίσιν πεπαινόμενα. βηχώδεες οὐ λίην. οὐδὲ τὰ βησσόμενα δυσκόλως· οὐδ᾽ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τὸ μὲν ὅλον ὑπενόσεον, οὐ τὸν φθινώδεα τρόπον πυρετοῖσι φρικώδεσι, σμικρὰ ὑφιδροῦντες, ἄλλοτε ἀλλοίως παροξυνόμενοι πεπλανημένως. ἔκρινε τούτων οἷσι τὰ βραχύτατα γίνοιτο περὶ εἰκοστήν, τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστήν, πολλοῖσι δὲ περὶ τὰς ὀγδοήκοντα. ἔστι δ᾽ οἷσιν οὐδ᾽ οὕτως, ἀλλὰ πεπλανημένως καὶ ἀκρίτως ἐξέλιπον· τούτων δὲ τοῖσι πλείστοισιν οὐ πολὺν διαλιπόντες χρόνον ὑπέστρεψαν οἱ πυρετοὶ πάλιν, ἐκ δὲ τῶν ὑποστροφέων ἐν τῇσιν αὐτῇσι περιόδοισιν ἐκρί νοντο· πολλοῖσι δὲ αὐτῶν ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσεῖν.
Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ μούνοισι τοῖσι φθινώδεσι θανατώδεα συνέπεσεν· ἐπεὶ τοῖσί γε ἄλλοισι πᾶσιν εὐφόρως, καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι πυρετοῖσιν οὐκ ἐγένοντο.
IV. Ἐν Θάσῳ πρωὶ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρόν, ἀλλ᾽ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισι πολλοῖς ὑγροὶ καὶ προεκρηγνύμενοι. ταῦτα δὴ ἐγένετο τοιαῦτα μέχρι πληϊάδος δύσιος καὶ ὑπὸ πληϊάδα. χειμὼν δὲ βόρειος· ὕδατα πολλά, λάβρα, μεγάλα, χιόνες· μειξαίθρια τὰ πλεῖστα. ταῦτα δὲ ἐγένετο μὲν πάντα, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψυχέων. ἤδη δὲ μεθ᾽ ἡλίου τροπὰς χειμερινὰς καὶ ἡνίκα ζέφυρος πνεῖν ἄρχεται, ὀπισθοχειμῶνες μεγάλοι, βόρεια πολλά, χιὼν καὶ ὕδατα πολλὰ συνεχέως, οὐρανὸς λαι λαπώδης καὶ ἐπινέφελος. ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰσημερίης. ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. θέρος οὐ λίην καυματῶδες ἐγένετο· ἐτησίαι συνεχέες ἔπνευσαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισι πολλὰ πάλιν ὕδατα.
V. Γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα, πρωὶ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπινόσως. ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεες, ὀδυνώδεες, ὑγραὶ ἀπέπτως· σμικρὰ λημία δυσκόλως πολλοῖσιν ἐκρηγνύμενα· τοῖσι πλείστοισιν ὑπέστρεφον· ἀπέλιπον ὀψὲ πρὸς τὸ φθινόπωρον. κατὰ δὲ θέρος καὶ φθινόπωρον δυσεντεριώδεες καὶ τεινεσμοὶ καὶ λειεντεριώδεες. καὶ διάρροιαι χολώδεες, πολλοῖσι λεπτοῖσιν, ὠμοῖσι καὶ δακνώδεσιν, ἔστι δ᾽ οἷσι καὶ ὑδατώδεες. πολλοῖσι δὲ καὶ περίρροιαι μετὰ πόνου χολώδεες, ὑδατώδεες, ξυσματώδεες, πυώδεες, στραγγουριώδεες· οὐ νεφριτικά, ἀλλὰ τούτοισιν ἀντ᾽ ἄλλων ἄλλα. ἔμετοι φλεγματώδεες, χολώδεες καὶ σιτίων ἀπέπτων ἀναγωγαί. ἱδρῶτες· πᾶσι πάντοθεν πολὺς πλάδος. ἐγίνετο δὲ ταῦτα πολλοῖσιν ὀρθοστάδην ἀπύροισι, πολλοῖσι δὲ πυρετοί, περὶ ὧν γεγράψεται. ἐν οἷσι δὲ ὑπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα, μετὰ πόνου φθινώδεες. ἤδη δὲ φθινοπώρου καὶ ὑπὸ χειμῶνα πυρετοὶ συνεχέες-καί τισιν αὐτῶν ὀλίγοισι καυσώδεες — ἡμερινοί, νυκτερινοί, ἡμιτριταῖοι, τριταῖοι ἀκριβέες, τεταρταῖοι, πλάνητες. ἔκαστοι δὲ τῶν ὑπογεγραμ μένων πυρετῶν πολλοῖσιν ἐγίνοντο.
VI. Οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὔτε γὰρ ᾑμορράγει, εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλίγοισιν, οὔτε οἱ παράληροι. τά τε ἄλλα πάντ᾽ εὐφόρως. ἔκρινε τούτοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι σὺν τῇσι διαλειπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν οὐδὲ ἀποθανόντα οὐδένα οἶδα τότε καύσῳ οὐδὲ φρενιτικὰ τότε γενόμενα. οἱ δὲ τριταῖοι πλείους μὲν τῶν καύσων καὶ ἐπιπονώτεροι· εὐτάκτως δὲ τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψιος τέσσαρας περιόδους· ἐν ἑπτὰ δὲ τελέως ἔκριναν οὐδ᾽ ὑπέστρεψαν οὐδενὶ τούτων. οἱ δὲ τεταρταῖοι πολλοῖσι μὲν ἐξ ἀρχῆς ἐν τάξει τεταρταίου ἤρξαντο, ἔστι δὲ οἷς οὐκ ὀλίγοισιν ἐξ ἄλλων πυρετῶν καὶ νοσημάτων ἀποστάσει τεταρταῖοι ἐγένοντο· μακρὰ δὲ καὶ ὡς εἴθισται τούτοισι καὶ ἔτι μακρότερα συνέπιπτεν. ἀμφημερινοὶ δὲ καὶ νυκτερινοὶ καὶ πλάνητες πολλοῖσι πολλοὶ καὶ πολὺν χρόνον παρέμενον ὀρθοστάδην τε καὶ κατακειμένοισι. τοῖσι πλείστοισι τούτων ὑπὸ πληϊάδα καὶ μέχρι χειμῶνος οἱ πυρετοὶ παρείποντο. σπασμοὶ δὲ πολλοῖσι, μᾶλλον δὲ παιδίοις, ἐξ ἀρχῆς καὶ ὑπεπύρεσσον, καὶ ἐπὶ πυρετοῖσιν ἐγίνοντο σπασμοί· χρόνια μὲν τοῖσι πλείστοισι τούτων, ἀβλαβέα δέ, εἰ μὴ τοῖσι καὶ ἐκ τῶν ἄλλων πάντων ὀλεθρίως ἔχουσιν.
VII. Οἱ δὲ δὴ συνεχέες μὲν τὸ ὅλον καὶ οὐδὲν ἐκλείποντες, παροξυνόμενοι δὲ πᾶσι τριταιοφυέα τρόπον, μίαν ὑποκουφίζοντες καὶ μίαν παροξυνόμενοι, πάντων βιαιότατοι τῶν τότε γενομένων καὶ μακρότατοι καὶ μετὰ πόνων μεγίστων γενόμενοι· πρηέως ἀρχόμενοι, τὸ δ᾽ ὅλον ἐπιδιδόντες αἰεὶ καὶ παροξυνόμενοι καὶ ἀνάγοντες ἐπὶ τὸ κάκιον· σμικρὰ διακουφίζοντες καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσιος βιαιοτέρως παροξυνόμενοι, ἐν κρισί μοις ὡς ἐπὶ τὸ πολὺ κακούμενοι. ῥίγεα δὲ πᾶσι μὲν ἀτάκτως καὶ πεπλανημένως ἐγίνετο, ἐλάχιστα δὲ καὶ ἥκιστα τούτοισιν, ἀλλ᾽ ἐπὶ τῶν ἄλλων πυρετῶν μέζω. ἱδρῶτες πολλοί, τούτοισι δὲ ἐλάχιστοι, κουφίζοντες οὐδέν, ἀλλ᾽ ὑπεναντίον βλάβας φερόντες. ψύξις δὲ πολλὴ τούτοισιν ἀκρέων καὶ μόγις ἀναθερμαινόμενα. ἄγρυπνοι τὸ σύνολον καὶ μάλιστα οὗτοι καὶ πάλιν κωματώδεες. κοιλίαι δὲ πᾶσι μὲν ταραχώδεες καὶ κακαί, πολὺ δὲ τούτοισι κάκισται. οὖρα δὲ τοῖσι πλείστοισι τούτων ἢ λεπτὰ καὶ ὠμὰ καὶ ἄχρω καὶ μετὰ χρόνον σμικρὰ πεπαινόμενα κρισίμως ἢ πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲν καθιστάμενα, οὐδ᾽ ὑφιστάμενα, ἢ σμικρὰ καὶ κακὰ καὶ ὠμὰ τὰ ὑφιστάμενα· κάκιστα δὲ ταῦτα πάντων. βῆχες δὲ παρείποντο μὲν τοῖς πυρετοῖσι, γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ᾽ ὠφελείην γενομένην διὰ βηχὸς τότε.
VIII. Χρόνια μὲν οὖν καὶ δυσχερέα καὶ πάνυ ἀτάκτως καὶ πεπλανημένως καὶ ἀκρίτως τὰ πλεῖστα τούτων διετέλει γινόμενα καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή. εἰ γάρ τινας αὐτῶν καὶ διαλίποι σμικρά, ταχὺ πάλιν ὑπέστρεφεν. ἔστι δ᾽ οἷσιν ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ βραχύτατα γένοιτο, περὶ ὀγδοηκοστὴν ἐοῦσι, καὶ τούτων ἐνίοις ὑπέστρεφεν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους αὐτῶν ἔτι νοσεῖν. τοῖσι δὲ πλείστοισιν ἀκρίτως ἐξέλειπεν. ὁμοίως δὲ ταῦτα συνέπιπτεν τοῖς περιγινομένοισιν καὶ τοῖσιν οὔ. πολλῆς δέ τινος γινομένης ἀκρισίης καὶ ποικιλίης ἐπὶ τῶν νοσημάτων καὶ μεγίστου μὲν σημείου καὶ κακίστου διὰ τέλεος παρεπομένου τοῖσι πλείστοισιν ἀποσίτοις εἶναι πάντων γευμάτων, μάλιστα δὲ τούτων, οἷσι καὶ τἄλλα ὀλεθρίως ἔχοι, διψώδεες οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ τοῖσι πυρετοῖσι τούτοισι. γενομένων δὲ χρόνων μακρῶν καὶ πόνων πολλῶν καὶ κακῆς συντήξιος, ἐπὶ τούτοισιν ἀποστάσιες ἐγίνοντο ἢ μέζους, ὥστε ὑποφέρειν μὴ δύνασθαι, ἢ μείους, ὥστε μηδὲν ὠφελεῖν, ἀλλὰ ταχὺ παλινδρομεῖν καὶ συνεπείγειν ἐπὶ τὸ κάκιον.
IX. Ἦν δὲ τούτοισι τὰ γινόμενα δυσεντεριώδεα καὶ τεινεσμοί, καὶ λειεντερικοὶ καὶ ῥοώδεες. ἔστι δ᾽ οἷσι καὶ ὕδρωπες μετὰ τούτων καὶ ἄνευ τούτων. ὅ τι δὲ παραγένοιτο τούτων βιαίως ταχὺ συνῄρει, ἢ πάλιν ἐπὶ τὸ μηδὲν ὠφελεῖν. ἐξανθήματα σμικρὰ καὶ οὐκ ἀξίως τῆς περιβολῆς τῶν νοσημάτων καὶ ταχὺ πάλιν ἀφανιζόμενα ἢ παρὰ τὰ ὦτα οἰδήματα μωλυόμενα καὶ οὐδὲν ἀποσημαίνοντα, ἔστι δ᾽ οἷς ἐς ἄρθρα, μάλιστα δὲ κατὰ ἰσχίον, ὀλίγοισι κρισίμως ἀπολείποντα καὶ ταχὺ πάλιν ἐπικρατεύμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν.
X. Ἔθνῃσκον δ᾽ ἐκ πάντων μέν, πλεῖστοι δ᾽ ἐκ τούτων, καὶ τούτων παιδία, ὅσα ἀπὸ γάλακτος ἤδη, καὶ πρεσβύτερα, ὀκταετέα καὶ δεκαετέα, καὶ ὅσα πρὸ ἥβης. ἐγίνετο δὲ τούτοισι ταῦτα οὐκ ἄνευ τῶν πρώτων γεγραμμένων, τὰ δὲ πρῶτα πολλοῖσιν ἄνευ τούτων. μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων καὶ πλείστους ἐρρύσατο τῶν ἐόντων ἐπὶ τοῖσι μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ ἐς τοῦτο ἀποστάσιες ἐγίνοντο. συνέπιπτε δὲ καὶ τὸ στραγγουριῶδες τῇσιν ἡλικίῃσιν ταύτῃσιν γίνεσθαι μάλιστα. ἐγίνετο δὲ καὶ τῶν ἄλλων πολλοῖσιν ὀρθοστάδην καὶ ἐπὶ τῶν νοσημάτων. ταχὺ δὲ καὶ μεγάλη τις ἡ μεταβολὴ τούτοισι πάντων ἐγίνετο. κοιλίαι τε γάρ, καὶ εἰ τύχοιεν ἐφυγραινόμεναι κακοήθεα τρόπον, ταχὺ συνίσταντο, γεύμασίν τε πᾶσιν ἡδέως εἶχον, οἵ τε πυρετοὶ πρηέες μετὰ ταῦτα. χρόνια δὲ καὶ τούτοισι τὰ περὶ τὴν στραγγουρίην καὶ ἐπιπόνως. οὖρα δὲ τούτοισιν ᾔει πολλὰ παχέα καὶ ποικίλα καὶ ἐρυθρά, μειξόπυα μετ᾽ ὀδύνης. περιεγένοντο δὲ πάντες οὗτοι, καὶ οὐδένα τούτων οἶδα ἀπο θανόντα.
XI. Ὅσα διὰ κινδύνων, πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπεῖσθαι. πεπασμοὶ ταχυτῆτα κρίσιος καὶ ἀσφάλειαν ὑγιείης σημαί νουσιν, ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς. ὅ τι δὲ τούτων ἔσται μάλιστα, σκεπτέον ἐξ ἄλλων. λέγειν τὰ προγενόμενα, γινώσκειν τὰ παρεόντα, προλέγειν τὰ ἐσόμενα· μελετᾶν ταῦτα. ἀσκεῖν περὶ τὰ νοσήματα δύο, ὠφελεῖν ἢ μὴ βλάπτειν. ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα καὶ ὁ νοσέων καὶ ὁ ἰητρός· ὁ ἰητρὸς ὑπηρέτης τῆς τέχνης· ὑπεναντιοῦσθαι τῷ νοσήματι τὸν νοσέοντα μετὰ τοῦ ἰητροῦ.
XII. Τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρεα μετ᾽ ὀδύνης ἄνευ πυρετῶν καὶ ἐν πυρετοῖσι· φρενιτικοῖσι μὲν σπασμοί, καὶ ἰώδεα ἐπανεμεῦσιν, ἔνιοι ταχυθάνατοι τούτων. ἐν καύσοισι δὲ καὶ τοῖς ἄλλοις πυρετοῖς, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα περὶ τὰς ὄψιας καὶ ὑποχονδρίου σύντασις οὐ μετ᾽ ὀδύνης γίνεται, τούτοισιν αἱμορραγεῖ διὰ ῥινῶν· οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές εἰσιν, ἐπανεμέουσιν χολώδεα καὶ φλεγματώδεα. τὸ πολὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιούτοισιν οἱ σπασμοὶ μάλιστα, γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑστερέων πόνοι, πρεσβυτέροισι δὲ καὶ ὅσοις ἤδη τὸ θερμὸν κρατεῖται, παραπληγικὰ ἢ μανικὰ ἢ στερήσιες ὀφθαλμῶν.